Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Ρητορική και Παραδοξογραφία

Εξέταση της ρητορικής τέχνης του Φρυνίχου, του Ισοκράτη και του Σωπάτρου, καθώς και το έργο «Άπιστα υπέρ Θούλην» του Αντωνίου Διογένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 10 από 37

Ἀνεγνώσθη 〈Φρυνίχου Ἀραβίου〉 σοφιστικῆς παρασκευῆς λόγοι λϛʹ. Ἔστι δὲ τὸ βιβλίον λέξεων τε συναγωγὴ καὶ λόγων κομματικῶν, ἐνίων δὲ καὶ εἰς κῶλα παρατεινομένων τῶν χαριέντως τε καὶ καινοπρεπῶς εἰρημένων τε καὶ συντεταγμένων. Πολλὰ δὲ αὐτῶν ἐστι καὶ ἐν τῇ Ἑλλαδίου τῶν λέξεων εὑρεῖν συλλογῇ, ἀλλ᾽ ἐκεῖ μὲν διεσπαρμένα ἐν τῷ πλήθει τῆς συναγωγῆς, ἐνταῦθα δὲ ὁμοῦ τὰ τοιαῦτα συνηγμένα, ἐπεὶ καὶ Φρυνίχῳ μὲν τὰ τοιαῦτα συναγαγεῖν γέγονε σκοπός, Ἑλλάδιος δὲ λέξεις ἀθροίζων ἁπλῶς, καὶ εἴ τι τῶν τοιούτων συνέταξε, τῷ κοινῷ λόγῳ τῶν λέξεων καὶ ταῦτα συμπεριειληφὼς ἐναπέθετο. Κατὰ στοιχεῖον δὲ καὶ αὕτη ἡ συναγωγή.

Ἤκμασε δὲ ὁ ἀνὴρ ἐν τοῖς χρόνοις Μάρκου βασιλέως Ῥωμαίων καὶ τοῦ παιδὸς αὐτοῦ Κομμόδου, πρὸς ὃν καὶ τὴν ἀπαρχὴν τοῦ συντάγματος ποιεῖται ἐπιγράφων· «Κομμόδῳ Καίσαρι Φρύνιχος χαίρειν». Ἀλλὰ Κομμόδῳ τὸ βιβλίον προσφωνῶν, κἀκείνῳ προοιμιαζόμενος, καὶ παραίνεσιν φιλομαθίας κατατιθέμενος, καὶ ἐξαίρων τῷ λόγῳ τὸ βιβλίον, ἐν οἷς λέγει λζʹ αὐτῷ μέχρι τοῦ τότε καιροῦ συντετάχθαι λόγους, οὓς καὶ ἀναθέσθαι λέγει τῷ βασιλεῖ, ἐπαγγέλλεται καὶ ἄλλους τοσούτους φιλοπονήσασθαι τῆς ζωῆς αὐτὸν οὐκ ἀπολιμπανούσης.

Ἡμεῖς δέ, ὡς ἔφημεν, ἓξ καὶ τριάκοντα μόνους ἀνέγνωμεν, ἀπὸ τοῦ 〈α〉 περιλαμβάνοντας μέχρι τοῦ 〈ω〉. Ἀλλ᾽ εἰ καὶ τῷ βασιλεῖ φησι τοὺς λόγους ἀναθεῖναι, ὅμως διαφόροις αὐτοὺς φαίνεται προσπεφωνηκώς. Αὐτίκα τὸν πρῶτον αὐτὸν τοῦτον λόγον Ἀριστοκλεῖ τινι γράφει, παιδιάν τινα τῇ γενεθλίῳ ἡμέρᾳ τοῦ Ἀριστοκλέους ἁρμόττουσαν φιλοτιμούμενος γενέσθαι τὴν γραφὴν καὶ συμπαίστην ὑπάρχειν αὐτόν. Ὡσαύτως δὲ καὶ τὸν δεύτερον λόγον αὐτῷ προσφωνεῖ καὶ δὴ καὶ τὸν τρίτον.

Τὸν δὲ τέταρτον Ἰουλιανῷ τινι συμπολίτῃ καὶ φίλῳ προσφωνεῖ, καί φησιν ὅτι Ἀριστοκλεῖ μὲν ἐξ ἀρχῆς ὥριστο ἡ πραγματεία προσειρῆσθαι, ἐπεὶ δὲ ἐκεῖνος βασιλικῷ δόγματι τῆς ἐν Ῥώμῃ μεγάλης βουλῆς ἐγένετο κοινωνός, τοῦτον ἀντ᾽ ἐκείνου καὶ φίλον καὶ συνουσιαστὴν τῶν καλῶν λαβεῖν, καὶ αὐτῷ καὶ κριτῇ καὶ ἐπιγνώμονι χρῆσθαι τῶν συγγραφομένων.

Ἀλλ᾽ οὕτως εἰπὼν καὶ ὑποσχόμενος, τὸν πέμπτον ὅμως λόγον Μηνοδώρῳ τινὶ φίλῳ τε καὶ πεπαιδευμένῳ ἀνδρὶ προσφωνεῖ, ὃς καὶ αἰτίαν ἐπήνεγκεν αὐτῷ τοῦ ἐνδεῶς εἰρῆσθαι τὸ πρὸ τούτου περὶ κρίσεως ὀνομάτων πρόβλημα· ἐπιτάξαντος δὲ Μηνοδώρου λέγει τὸν λόγον συντάττειν, ὑστερῆσαι δέ, ὅτι τρία νοσήματα αὐτῷ συμπεσεῖν συνέβη, τὴν σύντροφον τῷ γήρᾳ στραγγουρίαν, καὶ διωλύγιόν τινα καὶ μακρὰν φρενῖτιν, καὶ διὰ γαστρὸς αἵματος ῥύσιν, καὶ ἔτι δὲ καὶ ἕτερα πλεῖστα τῶν ἀρρωστημάτων· ἂν μέντοι τῶν νοσημάτων ἀπαλλαγεὶς ἐπιβιῴη, καὶ τὸ νῦν ἐπίταγμα ἐς πέρας ἀγαγεῖν ὑπισχνεῖται, καὶ εἴ τι ἄλλο προστάττοι φιλοκαλίας τε καὶ πολυμαθίας καὶ καινότητος ἐχόμενον.

Ἀλλὰ καὶ τὸν ἕκτον λόγον τῆς σοφιστικῆς ταύτης παρασκευῆς ἄλλῳ τινὶ πάλιν Τιβερίνῳ προσφωνεῖ. Ναὶ δὴ καὶ τὸν ἕβδομον ἑτέρῳ Μηνοφίλῳ, ὃν καί φησι παιδείας εἰς ἄκρον ἥκοντα καὶ ῥήσεις ὁλοκλήρους πρὸς τὰς ἀποδείξεις συντελούσας τοῦ ἕκτου λόγου τῆς σοφιστικῆς παρασκευῆς παραθεῖναι, καὶ προτρέπειν καὶ αὐτὸν ἐπὶ πλεῖστον ταύτας ἀθροίζειν τοῖς συγγράμμασι.

Τὸν μέντοι ὄγδοον πάλιν Ἰουλιανῷ ἀνατίθησι, καὶ αἰτεῖται αὐτόν, εἴ τι ἀτελῶς εἴρηται ἅτε δὴ καὶ μετὰ νόσον γράφοντι, ταῦτα διαθεῖναι πρὸς διόρθωσιν. Τὸν δὲ ἔνατον Ῥουφίνῳ, φάσκων αἴτιον μὲν τοῦ ἀπάρξασθαι τῆς συγγραφῆς Ἀριστοκλέα γενέσθαι, τοῦ δὲ ἐπὶ πέρας ἐλθεῖν αὐτὸν ἄξιον ἔσεσθαι, ὅτι ἐντυχὼν τοῖς γεγραμμένοις τό τε χρήσιμον συνιδεῖν ἔσχε καὶ ἐπαινέσειε τὸν πόνον. Τὸν δὲ δέκατον πάλιν ἐπαναστραφεὶς πρὸς Ἀριστοκλέα συντάττει.

Ὁ δὲ ἐφεξῆς Μηνοδώρῳ προσπεφώνηται πάλιν, ἐν ᾧ καὶ Ἀριστείδου τοῖς λόγοις (ὥς φησιν) ἐντυχὼν ἄρτι, τότε ἀκμάζοντος, πολὺν τοῦ ἀνδρὸς ἔπαινον ποιεῖται, καὶ Μαρκιανόν φησι, τὸν κριτικὸν συγγραφέα, ὑπερορᾶν μὲν Πλάτωνος καὶ Δημοσθένους, τὰς δὲ Βρούτου τοῦ Ἰταλοῦ ἐπιστολὰς προκρίνειν καὶ κανόνα τῆς ἐν λόγῳ ἀρετῆς ἀποφαίνειν. Ταῦτα δὲ οὗτός φησιν οὐχὶ τὴν τοιαύτην κρίσιν ἀποδεχόμενος, ἀλλ᾽ εἰς τὸ μὴ θαυμάζειν εἴ τινες καὶ τῆς Ἀριστείδου δόξης ἐλάττονα τὸν ἄνδρα νομίζουσιν, οὕτω κλέους τοῦ ἐν λόγοις εἰς ἄκρον ἐλάσαντα· ἥψατο γὰρ ὁ φθόνος ὑπ᾽ ἐνίων πεμπόμενος καὶ Ἀριστείδου, ὥσπερ καὶ ἄλλων πολλῶν παιδείᾳ διενεγκόντων.

Ἀλλ᾽ ὁ μὲν ἑνδέκατος Μηνοδώρῳ ἐπιπεφώνηται, τῶν δὲ ἐφεξῆς, ἵνα μὴ καὶ ἡμεῖς κατ᾽ ἐκεῖνον πολυλογίας αἰτίαν λάβοιμεν, ὁ μὲν Ῥηγίνῳ ὁ δὲ πάλιν Ἀριστοκλεῖ, ὁ δὲ Βασιλείδῃ τῷ Μιλησίῳ σοφιστῇ προσεφωνήθη· ἐν ᾧ φησιν αὐτίκα τοῦ ἀνακύψαι τῆς νόσου ποιήσασθαι τὴν πρὸς αὐτὸν γραφήν, καὶ αἰτεῖται τῶν διὰ τὴν νόσον (ὡς εἰκός) αὐτῷ ἐν τῷ γράμματι παρασφαλέντων ἐπιθεῖναι τὴν διόρθωσιν. Οἱ δὲ λοιποὶ σύμπαντες λόγοι, οὓς ἡμεῖς ἀνέγνωμεν, τῷ Μηνοφίλῳ πάλιν μέχρι τοῦ 〈ω〉 ἀνετέθησαν.

Χρήσιμον δὲ δηλονότι τὸ βιβλίον τοῖς τε συγγράφειν καὶ ῥητορεύειν ἐθέλουσιν. Αὐτὸς δὲ διακρίνεσθαί φησι τὰς συνειλεγμένας αὐτῷ φωνὰς τοῦτον τὸν τρόπον· τὰς μὲν γὰρ αὐτῶν ῥήτορσιν ἀποδεδόσθαι, τὰς δὲ τοῖς συγγράφουσι, τὰς δὲ συνουσίαις ἐφαρμόζειν, ἐνίας δὲ καὶ εἰς τὰς σκωπτικὰς ὑπάγεσθαι λαλιάς, ἢ καὶ εἰς τοὺς ἐρωτικοὺς ἐκφέρεσθαι τρόπους.

Εἰλικρινοῦς δὲ καὶ καθαροῦ καὶ ἀττικοῦ λόγου κανόνας καὶ σταθμὰς καὶ παράδειγμά φησιν ἄριστον Πλάτωνά τε καὶ Δημοσθένην μετὰ τοῦ ῥητορικοῦ τῶν ἐννέα χοροῦ, Θουκυδίδην τε καὶ Ξενοφῶντα καὶ Αἰσχίνην τὸν Λυσανίου τὸν Σωκρατικόν, Κριτίαν τε τὸν Καλλαίσχρου καὶ Ἀντισθένην μετὰ τῶν γνησίων αὐτοῦ δύο λόγων, τοῦ περὶ Κύρου καὶ τοῦ περὶ Ὀδυσσείας, τῶν μέντοι κωμῳδῶν Ἀριστοφάνην μετὰ τοῦ οἰκείου, ἐν οἷς ἀττικίζουσι, χοροῦ, καὶ τῶν τραγικῶν Αἰσχύλον τὸν μεγαλοφωνότατον καὶ Σοφοκλέα τὸν γλυκὺν καὶ τὸν πάνσοφον Εὐριπίδην.

Τούτους προκρίνων τῶν ἄλλων ἁπάντων καὶ ῥητόρων καὶ συγγραφέων καὶ ποιητῶν ἐξ αὐτῶν πάλιν προτάττει, οὓς ἄν (φησιν) οὐδ᾽ αὐτὸς ὁ Μῶμος καταμέμψαιτο, οὐδ᾽ εἴ τις δαίμων ὁ μυθολογούμενος Κωρυκαῖος εἰ ἐπεγχάνοι, χαιρήσειεν· οὗτοι δ᾽ εἰσὶ Πλάτων καὶ Δημοσθένης καὶ ὁ τοῦ Λυσανίου Αἰσχίνης δι᾽ ἀρετὴν τῶν ἑπτὰ διαλόγων, ἃ καὶ ἀφαιρούμενοί τινες τῶν συγγραμμάτων Σωκράτει προσνέμουσιν. Ἀλλ᾽ ἐν τοσούτῳ περὶ τούτων.

Ἔστι δὲ ὁ συγγραφεύς, εἴ τις πολυμαθέστατος, ἄλλως δὲ λάλος καὶ περιττός· καὶ γὰρ καὶ ταύτην τὴν πραγματείαν, μετὰ τοῦ μηδὲν τῶν ἀναγκαίων παραλιπεῖν, ἐνὸν μήδ᾽ εἰς πέμπτον μέρος τοῦ ὅλου συγγράμματος ἀπαρτίσαι, αὐτὸς ἀκαιρολογῶν εἰς πλῆθος ἐξέτεινε δύσχρηστον, καὶ καλοῦ καὶ ὡραίου λόγου ὕλην ἄλλοις συναθροίζων, αὐτὸς οὐ λίαν τοιούτῳ περὶ αὐτῶν ἀπαγγέλλων ἐχρήσατο.

Ἀνεγνώσθη 〈Ἰσοκράτους〉 τοῦ ῥήτορος λόγοι καʹ καὶ ἐπιστολαὶ θʹ. Συμβουλευτικοὶ μὲν τῶν αὐτοῦ λόγων εἰσὶν ὅ τε πρὸς Δημόνικον καὶ ὁ πρὸς Νικοκλέα, χρησίμους παραινέσεις περιέχοντες, καὶ ἔτι ὁ δεύτερος πρὸς Νικοκλέα καὶ ὁ περὶ τῆς εἰρήνης. Καὶ ὁ Πανηγυρικὸς δὲ σκοπὸν ἔχειν ὑποτίθεται τὴν συμβουλήν, δι᾽ ἧς ὁμόνοιά τε πρὸς ἀλλήλους τοῖς Ἕλλησι καὶ κοινὸς ὁ πρὸς τοὺς βαρβάρους καταπραχθείη πόλεμος· τὸ δὲ πλεῖστον τοῦ λόγου εἰς τὰ τῶν Ἀθηναίων ἐγκώμια κατατρίβεται.

Καὶ ὁ Ἀρεοπαγιτικὸς δὲ τῶν συμβουλευτικῶν ἐστι, προτρέπων τοὺς Ἀθηναίους ἐπ᾽ ἀρετὴν ἐξ ἐπαίνου μὲν τῶν προγεγονότων, καταδρομῆς δὲ τῶν ἔτι τῷ βίῳ περιόντων. Καὶ ὁ Πλαταϊκὸς δὲ συμβουλευτικός ἐστι καὶ ὁ ἐπιγραφόμενος δὲ Ἀρχίδαμος συμβουλευτικός ἐστι· παρακαλεῖ Λακεδαιμονίους ἐπὶ τὸν κατ᾽ Ἀθηναίων πόλεμον ὑπὲρ Μεσσηνίων.

Ὁ δὲ κατὰ τῶν σοφιστῶν ἐπιγραφόμενος κατηγορία τῶν ἀντιπολιτευομένων αὐτῷ ἐστι σοφιστῶν. Ὁ δὲ ἐφεξῆς λόγος Βουσίριδος αὐτῷ ἐστιν ἐγκώμιον, ὥσπερ καὶ ἐπιγέγραπται, ὁ δὲ ἑνδέκατος Ἑλένης ἐγκώμιον· καὶ ὁ δωδέκατος Εὐαγόρου ἐγκώμιον, ὃς Εὐαγόρας ἐπιγράφεται προσπεφωνημένος Νικοκλεῖ τῷ υἱεῖ. Ὁ δὲ ἐπιγραφόμενος Φίλιππος συμβουλευτικός ἐστι, Φιλίππῳ συμβουλεύων τῆς τε τῶν Ἑλλήνων φροντίζειν ὁμονοίας καὶ τῆς κατὰ τῶν ἐν Ἀσίᾳ βαρβάρων συστρατείας.

Ὁ δὲ Παναθηναϊκὸς ἐγκώμιόν ἐστι τῆς Ἀθηναίων πόλεως καὶ τῶν προγόνων, ὃν ἀπάρξασθαι μέν φησι συγγράφειν ἐνενήκοντα καὶ τεττάρων ἐτῶν ἄγων ἡλικίαν, νόσου δὲ χαλεπῆς τριετίαν κατασχούσης, ἐν τῷ ἐνενηκοστῷ ἑβδόμῳ εἰς πέρας ἀγαγεῖν τὸν λόγον.

Ὁ δὲ περὶ τῆς ἀντιδόσεως ἐπιγραφόμενος λόγος δικανικός τις εἶναι δοκεῖ, καὶ ἀπολογίαν ἔχων ὧν Λυσίμαχος κακῶς εἶπεν Ἰσοκράτην· δύο δὲ καὶ ὀγδοήκοντα ἐτῶν ὄντι οὗτος αὐτῷ μέγιστος ὢν τῶν ἄλλων ὁ λόγος συνετάγη, ἔστι δ᾽ ὁ λόγος καὶ σύμμικτος καὶ ποικίλος μᾶλλον ἢ οἱ ἄλλοι· παρατίθεται δὲ καὶ τῶν ἄλλων αὐτοῦ λόγων περικοπάς τινας, ἐξ ὧν οὐ φθείρειν τοὺς νέους ἀλλ᾽ ὠφελεῖν τὸ κοινὸν ἐπιδείκνυσιν ἑαυτόν. Δικανικὸς δὲ καὶ ὁ πρὸς Καλλίμαχον· ὁμοίως δὲ καὶ ὁ Αἰγινητικὸς ὑπὲρ κλήρου ἀγωνιζόμενος. Τῶν δικανικῶν δὲ καὶ ὁ πρὸς Εὐθύνουν ὑπὲρ Νικίου, καὶ ὁ Τραπεζιτικός, καὶ ὁ πρὸς Λοχίτην, ὕβρεως καὶ πληγῶν δίκην ἀπαιτῶν.

Οὕτω μὲν καὶ τοσούτους ἔγνωμεν Ἰσοκράτους λόγους, ἕνα καὶ εἴκοσιν ὄντας. Τῶν δὲ ἐννέα ἐπιστολῶν αὐτοῦ μία μέν ἐστι πρὸς Διονύσιον τὸν Σικελίας τύραννον, ἑτέρα δὲ πρὸς Ἀρχίδαμον, καὶ πρὸς Φίλιππον δύο, μία δὲ πρὸς Ἀλέξανδρον, καὶ πρὸς Ἀντίπατρον ἄλλη, καὶ δὴ καὶ πρὸς Τιμόθεον, καὶ πρὸς τοὺς Μυτιληναίων ἄρχοντας ἡ ἐνάτη.

Οὗτος μὲν οὖν ὁ ῥήτωρ σοφιστεύειν μᾶλλον ἢ τῶν κοινῶν προστατεῖν, ὥσπερ οἱ ἄλλοι ἐννέα ῥήτορες, ὧν καὶ Δημοσθένης ἦν, εἵλετο, καίτοι καὶ πρὸ ἐκείνων τοῖς τῆς ῥητορικῆς ἀκμάζων λόγοις, καὶ κατ᾽ ἐκείνους τὴν ἐπ᾽ αὐτοῖς δόξαν οὐκ ἐλαττούμενος.

Κέχρηται δὲ μάλιστα μέν, ὡς αὐτίκα τοῖς ἀναγινώσκουσι δῆλον, εὐκρινείᾳ καὶ καθαρότητι, πολλήν τε ἐπιμέλειαν περὶ τὴν ἐργασίαν τῶν λόγων ἐπιδείκνυται, ὥστε καὶ εἰς περιττὸν αὐτῷ διεκπίπτειν τὸν κόσμον καὶ τὸ ἐπιμελές. Καὶ αὐτὸ δὲ τὸ τῆς ἐργασίας πλεονάζον παρ᾽ αὐτῷ οὐ τὸ γόνιμον μᾶλλον τῶν ἐπιχειρημάτων ἢ τὸ ἀπειρόκαλον παριστᾷ.

Ἦθος δὲ καὶ ἀλήθεια καὶ γοργότης οὐδὲ μέτεστιν αὐτῷ. Μεγέθους δὲ αὐτῷ ὅσον εἰς τὸν πολιτικὸν ἐναρμόζει λόγον, ἄριστα καὶ παραπλησίως κέκραται τῇ σαφηνείᾳ. Ἄτονος δὲ πλέον τοῦ δέοντος ὁ λόγος. Οὐχ ἥκιστα δὲ αὐτοῦ σμικρολογίαν καὶ τὸ προσκορὲς τῶν παρισώσεων αἰτιᾶται.

Ἀλλὰ ταῦτά φαμεν πρὸς τὴν ἐν λόγοις αὐτοῦ ἀρετὴν τὸ ἐκπῖπτον ἐκείνης καὶ ἀνόμοιον ἐνδεικνύμενοι, ἐπεὶ πρός γε ἐνίους τῶν γράφειν λόγους ἐπαιρομένων ἀρεταὶ ἂν δόξωσι καὶ τὰ ἐκείνου ἐλαττώματα. Ἀνεγνώσθη 〈Χορικίου〉 σοφιστοῦ Γάζης μελέται καὶ συντάξεις λόγων διάφοροι. Οὗτος χαίρει μὲν εὐκρινείᾳ καὶ καθαρότητι, εἰς τὸ χρήσιμον δὲ καὶ τῇ περιβολῇ κεχρημένος τῷ τε εὐκαίρῳ καὶ τῷ μὴ εἰς μῆκος περιόδου ταύτην παρατείνειν οὐδὲν τῇ σαφηνείᾳ λυμαίνεται, ἤθει τε καὶ ἀληθείᾳ συγκέκραται, οὐδὲ τῆς γνωμολογικῆς σπουδῆς ἀποσχῶν. Ἡ δέ γε λέξις αὐτῷ τῶν λογάδων οὖσα ἐν πολλοῖς οὐκ ἀεὶ τὸ γνήσιον διώκει· ἔσθ᾽ ὅτε γὰρ διὰ τὴν ἄκρατον τῆς τροπῆς ἐκτροπὴν εἰς ψυχρολογίαν ἐκπίπτει καὶ πρὸς τὸ ποιητικώτερον δὲ ἔστιν οὗ παρασύρεται.

Χρήσιμος δέ ἐστιν αὐτὸς ἑαυτοῦ μᾶλλον ἐκφράσεις καὶ ἐγκώμια διεξερχόμενος. Ἔστι δὲ καὶ τῆς εὐσεβείας ἐραστής, τὰ Χριστιανῶν ὄργια καὶ τεμένη τιμῶν· πλὴν οὐκ οἶδ᾽ ὅπως ὀλιγώρως καὶ λόγῳ σὺν οὐδενὶ μύθους καὶ ἱστορίας ἑλληνικάς, οὐ δέον, ἐγκαταμίγνυσι τοῖς ἑαυτοῦ συγγράμμασιν, ἔστιν ὅτε καὶ ἱερολογῶν.

Ποικίλα δὲ αὐτοῦ καὶ πολλὰ συγγράμματα φέρεται· πλασματικοῖς τε γὰρ καὶ πανηγυρικοῖς καὶ μονῳδίαις καὶ ἐπιθαλαμίοις καὶ ἀντιρρητικοῖς ἔστιν αὐτοῦ λόγοις ἐντυχεῖν καὶ τοιούτοις ἑτέροις. Ἤκμασε δὲ ἐν τοῖς Ἰουστινιανοῦ χρόνοις. Γέγονε δὲ μαθητὴς Προκοπίου ῥήτορος, ἑνὸς τῶν ἀρίστων, οὐ τοῦ Καισαρέως δέ, ὃς ἐς μέγα κτῆμα καὶ ὄφελος κατ᾽ ἐκεῖνο καιροῦ τὰς ἱστορικὰς γραφὰς συντάξας ἀείμνηστον αὑτοῦ κλέος τοῖς σπουδαιοτέροις καταλέλοιπεν· ἑτέρῳ δέ τινι προσωμίλησεν ἐν τῇ αὐτῇ πατρίδι καὶ αὐτῷ λαχόντι σοφιστεύειν, ὃς καὶ εἰς γῆρας ἐλάσας, ἡδέως εἶχεν ὁρᾶν ἀνθ᾽ ἑαυτοῦ τὸν ὁμιλητὴν τῆς σχολῆς ἐξηγούμενον.

Τούτου λόγοι πολλοί τε καὶ παντοδαποὶ φέρονται, ἄξιον ζήλου καὶ μιμήσεως χρῆμα, καὶ δὴ καὶ βιβλίον ὅλον, στίχων Ὁμηρικῶν μεταφράσεις εἰς ποικίλας λόγων ἰδέας ἐκμεμορφωμέναι, αἳ μάλιστα τὴν τοῦ ἀνδρὸς περὶ ῥητορικὴν δύναμιν καὶ μελέτην ἱκαναὶ πεφύκασιν ἀπαγγέλλειν· οὗ τινος, ὥς ἐστι δυνατὸν μαθητῇ, Χορίκιος μιμητὴς κατὰ τοὺς λόγους γέγονεν.

Ἄμφω δὲ ἤστην εὐσεβέε, καὶ πολλαχοῦ τοῖς λόγοις αὐτῶν οὐδὲ παρέργως, περὶ τῆς ἱερᾶς εἰκονουργίας διαλαμβάνουσι. Γέγονε δὲ Χορικίῳ καὶ ἡ τοῦ διδασκάλου τελευτὴ ἐπιταφίου ὑπόθεσις. Ἀνεγνώσθη ἐκλογαὶ διάφοροι ἐν βίβλοις ιβʹ 〈Σωπάτρου〉 σοφιστοῦ. Συνείλεκται δὲ αὐτῷ τὸ βιβλίον ἐκ πολλῶν καὶ διαφόρων ἱστοριῶν καὶ γραμμάτων.

Τὸ μὲν οὖν πρῶτον περὶ τῶν παρ᾽ Ἕλλησι μυθολογουμένων θεῶν διαλαμβάνει· ὃ συνείλεκται ἐκ τῶν Ἀπολλοδώρου περὶ θεῶν γʹ λόγου (Ἀθηναῖος δὲ ὁ Ἀπολλόδωρος καὶ γραμματικὸς τὴν τέχνην). Οὐκ ἐκ τοῦ τρίτου δὲ μόνον ἡ διαλογὴ αὐτῷ πεποίηται, ἀλλὰ δὴ καὶ δʹ καὶ εʹ καὶ θʹ, τοῦ αʹ πάλιν καὶ ιβʹ, ιεʹ τε καὶ ιϛʹ καὶ μέχρι τοῦ κδʹ.

Ἐν ᾗ συλλογῇ τά τε μυθικῶς περὶ θεῶν διαπεπλασμένα, καὶ εἴ τι καθ᾽ ἱστορίαν εἴρηται, περιείληφε, περί τε τῶν παρ᾽ αὐτοῖς ἡρώων καὶ Διοσκούρων, καὶ περὶ τῶν ἐν Ἅιδου, καὶ ὅσα παραπλήσια. Ἔτι δὲ καὶ συνείλεκται αὐτῷ ἡ βίβλος καὶ ἐκ τοῦ δευτέρου λόγου τοῦ περὶ γραφικῆς Ἰόβα, καὶ μὴν καὶ ἐκ τῶν Ἀθηναίου τοῦ Ναυκρατίτου Δειπνοσοφιστῶν. Καὶ ὁ μὲν πρῶτος λόγος ἐκ τούτων ἠθροίσθη καὶ τάδε περιλαμβάνει.

Ὁ δὲ δεύτερος ἔκ τε τῶν Σωτηρίδα Παμφίλης ἐπιτομῶν πρώτου λόγου καὶ καθεξῆς μέχρι τοῦ δεκάτου καὶ ἐκ τῶν Ἀρτέμωνος τοῦ Μάγνητος τῶν κατ᾽ ἀρετὴν γυναιξὶ πεπραγματευμένων διηγημάτων, ἔτι δὲ καὶ ἐκ τῶν Διογένους τοῦ κυνικοῦ ἀποφθεγμάτων, καὶ μὴν καὶ ἐξ ἄλλων διαφόρων, ἀλλά γε καὶ ἀπὸ ὀγδόου λόγου τῆς Σαπφοῦς· ἐν οἷς καὶ ἡ δευτέρα βίβλος τῶν συλλογῶν.

Ὁ δὲ τρίτος λόγος συλλέγεται αὐτῷ ἐκ τῆς Φαβωρίνου παντοδαπῆς ὕλης, ἔκ τε τοῦ 〈υ〉 καὶ τοῦ 〈ξ〉 καὶ καθεξῆς, πλὴν τοῦ 〈τ〉 μέχρι τοῦ 〈ω〉. Ἐν οἷς διάφοροι ἱστορίαι καὶ τῶν κατὰ τὰ ὀνόματα θέσεων αἰτιολογίαι καὶ τοιαῦτα ἕτερα· εἰς ἃ καὶ ὁ τρίτος αὐτῷ συμπεραίνεται λόγος.

Ὁ δὲ τέταρτος αὐτῷ λόγος ἔκ τε ἀνεπιγράφου αὐτῷ βιβλίου συνηθροίσθη (θαυμάτων δὲ μόνον ἐπιγράφεται συναγωγὴ τὸ βιβλίον) καὶ ἐκ τῶν τοῦ Ἀριστοξένου συμμίκτων ὑπομνημάτων, οὐκ ἐκ πάντων, ἀλλ᾽ ἔκ γε τοῦ ἑκκαιδεκάτου λόγου μόνου, καὶ ἐκ τοῦ ὀγδόου λόγου τῆς Ῥούφου δραματικῆς ἱστορίας· οἷς παράδοξά τε καὶ ἀπίθανα μάλιστα ἔνεστιν εὑρεῖν, καὶ τραγῳδῶν καὶ κωμῳδῶν διαφόρους πράξεις τε καὶ λόγους καὶ ἐπιτηδεύματα, καὶ τοιαῦθ᾽ ἕτερα. Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ ὁ τέταρτος.

Ὁ δὲ πέμπτος σύγκειται αὐτῷ ἔκ τε τῆς Ῥούφου μουσικῆς ἱστορίας πρώτου καὶ δευτέρου καὶ τρίτου βιβλίου, ἐν ᾧ τραγικῶν τε καὶ κωμικῶν ποικίλην ἱστορίαν εὑρήσεις, οὐ μόνον δὲ ἀλλὰ καὶ διθυραμβοποιῶν τε καὶ αὐλητῶν καὶ κιθαρῳδῶν, ἐπιθαλαμίων τε ᾠδῶν καὶ ὑμεναίων καὶ ὑπορχημάτων ἀφήγησιν, περί τε ὀρχηστῶν καὶ τῶν ἄλλων τῶν ἐν τοῖς Ἑλληνικοῖς θεάτροις ἀγωνιζομένων, ὅθεν τε καὶ ὅπως οἱ τούτων ἐπὶ μέγα κλέος παρ᾽ αὐτοῖς ἀναδραμόντες γεγόνασιν, εἴτε ἄρρενες εἴτε καὶ τὴν θηλείαν φύσιν διεκληρώσαντο· τίνες τε τίνων ἐπιτηδευμάτων ἀρχὴ διεγνώσθησαν, καὶ τούτων δὲ τίνες τυράννων ἢ βασιλέων ἐρασταὶ καὶ φίλοι γεγόνασιν· οὐ μὴν ἀλλὰ καὶ τίνες τε οἱ ἀγῶνες καὶ ὅθεν, ἐν οἷς ἕκαστος τὰ τῆς τέχνης ἐπεδείκνυτο. Καὶ περὶ ἑορτῶν δέ, ὅσαι πάνδημοι τοῖς Ἀθηναίοις. Ταῦτα δὴ πάντα, καὶ εἴ τι ὅμοιον, ὁ πέμπτος ἀναγινώσκοντί σοι παραστήσει λόγος.

Ὁ δὲ ἕκτος αὐτῷ συνελέγη λόγος ἔκ τε τῆς αὐτῆς Ῥούφου μουσικῆς βίβλου πέμπτης καὶ τετάρτης. Αὐλητῶν δὲ καὶ αὐλημάτων ἀφήγησιν ἔχει, ἄνδρες τε ὅσα ηὔλησαν καὶ δὴ καὶ γυναῖκες. Καὶ Ὅμηρος δὲ αὐτῷ καὶ Ἡσίοδος καὶ Ἀντίμαχος οἱ ποιηταὶ τῆς διηγήσεως μέρος, καὶ τῶν ἄλλων πλεῖστοι εἰς τοῦτο τὸ γένος τῶν ποιητῶν ἀναγομένων. Ἔτι δὲ καὶ περὶ γυναικῶν μαντικῶν ἀναγράφει, τίνες τε καὶ ὅθεν αἱ καλούμεναι Σίβυλλαι, καὶ ταῦτα μὲν ὡς ἀπὸ τῶν Ῥούφου. Σύγκειται δὲ αὐτῷ καὶ ἐκ τῶν Δαμοστράτου ἁλιευτικῶν λόγου δευτέρου, καὶ ἐκ τῶν Λαερτίου Διογένους φιλοσόφων βίων βιβλίου πρώτου καὶ πέμπτου, ἐνάτου τε καὶ δεκάτου, ἐν οἷς τὰ περὶ τῶν φιλοσόφων διέξεισιν, ὅθεν τε τὸ φιλοσοφίας ἱερὸν χρῆμα τὴν ἀρχὴν ἔφυ, καὶ ὅπως ἤκμασε, τίνες τε τίνων αἱρέσεων ἀρχηγοὶ καὶ προστάται κατέστησαν, τίνας τε ἔσχον ἐραστὰς καὶ τίνας ἀντιτέχνους τίνες, ποῖόν τε ἕκαστος αὐτῶν ἐπεδείκνυτο ἦθος, καὶ πόθεν εἷλκε τὸ γένος, καὶ οἷον τὸ ἐξ ἀρχῆς ἐπιτήδευμα, καὶ πότε καιροῦ ἤκμασε.

Καὶ περὶ ῥητόρων δὲ καὶ ῥητορικῆς τὰ παραπλήσιά σοι ἔστιν ἐκεῖθεν ἀναλαμβάνειν. Ἔτι μὴν σύγκειται ὁ αὐτὸς λόγος καὶ ἐκ τῶν Αἰλίου Δίου περὶ Ἀλεξανδρείας, καὶ ἐκ τῶν Αἰγυπτιακῶν Ἑλλανίκου, δι᾽ ὧν μυθικά τε καὶ πλασματικὰ πολλὰ συλλέξας καὶ διάφορα ἕτερα εἰς τὸ τέλος τοῦ ἕκτου λόγου καταντήσεις.

Ὁ δὲ ἕβδομος αὐτῷ λόγος διήνθισται ἐκ τῆς Ἡροδότου ἱστορίας. Ὁ δὲ ὄγδοος ἐκ τόμου τινὸς ἀρχαίου ἐκλογαὶ καὶ αὐτὸ τυγχάνει τὸ βιβλίον, οὐκ ἔχον ἐπιγραφόμενον τὸν συνηθροικότα· ἐν οἷς τὰς εἰς μέγα δόξης καὶ ὄνομα λαμπρὸν ἀρθείσας γυναῖκας καταλέγει, καὶ ἀνδρῶν ἐνίων ἔργα, καὶ ἐπὶ παιδείᾳ λόγων συνουσίας, ἀρετήν τε αὖ φιλίας, καὶ τῶν σπουδαίων ἀποφθέγματα. Σύγκειται δὲ αὐτῷ καὶ ἐκ τῶν Πλουτάρχου περὶ τοῦ πῶς δεῖ τὸν νέον ἀκούειν ποιημάτων, περί τε φύσεως καὶ πόνων, ὅπως τε πολλοὶ πολλάκις πόνῳ τὴν φύσιν οὐκ εὖ φερομένην ὤρθωσαν, ἕτεροι δὲ καλῶς ἔχουσαν ἐξ ἀμελείας διέφθειραν, ὅπως τε ἔνιοι ἐν μὲν νέοις βραδεῖς ἐνωρῶντο πᾶσι καὶ ἀσύνετοι, ἀκμασάντων δὲ εἰς τὸ ταχὺ καὶ συνετὸν αὐτοῖς ἡ φύσις ἐξέλαμψε. Καὶ ἐκ τοῦ περὶ δυσωπίας δὲ λόγου καὶ περὶ ἀδολεσχίας καὶ περὶ ὀργῆς, καὶ ἐκ τοῦ πῶς ἄν τις ὑπὸ ἐχθρῶν ὠφελοῖτο, καὶ περὶ εὐθυμίας δέ, καὶ τῶν πολιτικῶν αὐτοῦ παραγγελμάτων, περί τε πλούτου καὶ ὅπως ἄν τις συναίσθοιτο ἑαυτοῦ πρὸς ἀρετὴν ἐπιδόντος, ἔκ τε τῶν ὑγιεινῶν αὐτοῦ καὶ γαμικῶν παραγγελμάτων. Ἐν οἷς ἔστιν εὑρεῖν πλεῖστα καὶ ἀξιομνημόνευτα, λόγους καὶ ἔργα, καὶ πρὸς πολλά σοι χρησιμεύοντα. Ταῦτα μὲν καὶ τούτων καὶ ὁ ὄγδοος λόγος.

Καὶ δὴ καὶ ὁ ἔνατος αὐτῷ ὁμοίως ἐκ τῶν Πλουτάρχου συνετμήθη, ἔκ τε τοῦ ὅτι βράδιον οἱ θεοὶ τιμωροῦνται, καὶ δὴ καὶ ἐκ τοῦ βίου Δημητρίου καὶ Βρούτου τοῦ Ῥωμαίου, καὶ ἐκ τοῦ λόγου ὃς ἐπιγέγραπται αὐτῷ· «Ἀνδρῶν ἐνδόξων ἀποφθέγματα», ἔκ τε τοῦ περὶ ποταμῶν, καὶ πῶς ἄν τις διακρίνειε τὸν κόλακα τοῦ φίλου, καὶ μὴν καὶ ἐκ τοῦ Κράτητος βίου Δαϊφάντου τε καὶ Πινδάρου, καὶ ἐκ τοῦ βιβλίου δὲ ὃ ἐπιγέγραπται αὐτῷ· «Βασιλέων καὶ στρατηγῶν ἀποφθέγματα», σὺν οἷς καὶ ἐκ τῶν Συμποσιακῶν αὐτοῦ, ἀπό τε τοῦ πρώτου καὶ ἐφεξῆς μέχρι τοῦ ὀγδόου. Καὶ ἀπὸ μὲν τῶν Πλουτάρχου ἐκ τούτων.

Συνείλεκται δὲ καὶ ἐκ τῆς Ῥούφου Ῥωμαϊκῆς ἱστορίας πρώτου καὶ δευτέρου καὶ τρίτου βιβλίου καὶ τετάρτου, ἐν οἷς ἔστι περιτυχεῖν πολλοῖς ἀξιολόγοις, εἰ καὶ ἔνια αὐτῶν εἰς μύθους καὶ μακρὸν ἐκπίπτουσι λῆρον. Ἀλλ᾽ ὧδε μὲν καὶ ὁ ἔνατος.

Ὁ δέκατος δὲ συνηθροίσθη ἔκ τε τῆς Κεφαλίωνος Ἐρατοῦς, διαλαμβανούσης τὰ κατὰ Ἀλέξανδρον, καὶ δὴ καὶ ἐκ τῶν Ἀπολλωνίου τοῦ Στωϊκοῦ, ὅσαι γυναῖκες ἐφιλοσόφησαν ἢ καὶ ἄλλως τι ἐπίδοξον διεπράξαντο, καὶ δι᾽ ἃς οἰκίαι εἰς εὔνοιαν συνεκράθησαν, καὶ ἐκ τῶν Θεαγένους δὲ Μακεδονικῶν πατρίων, ἔκ τε τῶν Πλουτάρχου περὶ βίων Νικίου καὶ Ἀλκιβιάδου, Θεμιστοκλέους τε καὶ Θησέως καὶ Λυκούργου, Σόλωνός τε καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, ἔκ τε τῶν βίων Κίμωνος καὶ Λυσάνδρου, Δημοσθένους τε καὶ Περικλέους καὶ Πελοπίδου καὶ Φωκίωνος καὶ Ἀριστείδου, ὧν τὰ πλεῖστα ἀξιαφήγητά τε καὶ ἀξιομνημόνευτα. Ἀλλ᾽ ἐν τούτοις μὲν καὶ ὁ δέκατος.

Ὁ δὲ ἑνδέκατος ἔσχε τὴν συναγωγὴν ὁμοίως ἐξ ὧν Πλούταρχος συνέταξε βίων Ἐπαμεινώνδου καὶ Δίωνος καὶ Ἀγησιλάου καὶ Ἄγιδος καὶ Κλεομένους, Εὐμένους τε τοῦ Καρδιανοῦ καὶ Φιλοποίμενος καὶ Τιμολέοντος καὶ Ἀράτου, ὃς δημαγωγὸς καταστὰς τῶν Ἀχαιῶν ἑπτακαιδεκάκις ἐν αὐτοῖς ἐστρατήγησε, μεγάλα πράξας στρατηγῶν ἔργα. Ναὶ δὴ καὶ ἐκ τοῦ βίου Πύρρου τοῦ Ἠπειρώτου, ἀλλὰ μὴν καὶ ἐκ τῶν Ἀριστοφάνους τοῦ γραμματικοῦ περὶ ζῴων βιβλίου πρώτου καὶ δευτέρου, καὶ ἐκ τῆς Ἰόβα τοῦ βασιλέως θεατρικῆς ἱστορίας ἑπτακαιδεκάτου λόγου. Οὕτω μὲν καὶ ὁ ἑνδέκατος.

Ὁ δὲ δωδέκατος αὐτῷ λόγος συνήθροισται ἐξ ἄλλων τε διαφόρων, καὶ ἐκ τῆς Καλλιξένου ζωγράφων τε καὶ ἀνδριαντοποιῶν ἀναγραφῆς, καὶ ἐκ τῶν Ἀριστονίκου περὶ τοῦ ἐν Ἀλεξανδρείᾳ Μουσείου, καὶ ἐκ τῶν Ἀριστοτέλους πολιτειῶν, Θετταλῶν τέ φημι καὶ Ἀχαιῶν καὶ Παρίων, Λυκίων τε καὶ Κίων, καὶ ὧν ἐκεῖνος ἁπλῶς ἐν τοῖς πολιτικοῖς αὑτοῦ διαλαμβάνει, ὧν τὸ χρήσιμον οὐκ ἄδηλον. Ἀλλ᾽ ἐν τούτοις μὲν Σωπάτρῳ καὶ ὁ δωδέκατος τῶν συλλογῶν πόνος.

Πολλὴν δὲ τὴν χρείαν τοῦτο δὴ τὸ φιλοπόνημα τοῖς ἀναγινώσκουσι παρέχεται. Εἰ γὰρ καὶ μύθων καὶ τεράτων ψευδῶν τε καὶ ἀπιθάνων, ὥς μοι καὶ πολλάκις εἴρηται, οὐ καθαρεύει, ἀλλ᾽ οὖν ἐν οἷς τε εἰς πολυμαθίαν ἐκ τοῦ ἑτοίμου συντελεῖ, καὶ πρὸς ἀρετὴν καὶ καλοκἀγαθίαν πλεῖστά ἐστιν αὐτῶν ἀπανθίσασθαι, πρός τε τὸ ῥητορεύειν καὶ σοφιστεύειν (ὡς καὶ αὐτὸς τοῖς ἑταίροις γράφων προοιμιάζεται) οὐκ ἐλαχίστην φέρει ῥοπήν, ἱκανὸν εἰς χρείαν καθέστηκεν. Ἡ δὲ φράσις αὐτῷ ποικίλη καὶ οὐ μία τὴν ἰδέαν, εἰ καὶ διὰ πάσης τὸ σαφὲς ὥδευεν.

Ἀνεγνώσθη 〈Εὐσεβίου〉 τινός (ἐπίσκοπος ἦν τὸ ἀξίωμα καὶ τὴν πίστιν ὀρθόδοξος) τούτῳ λόγοι ιʹ κατὰ Ἀνδρέου τινὸς ἐγκλειστοῦ συνεγράφησαν, τὴν αἰτίαν λαβόντες ἐκ τοῦ εἰρημένου ἐγκλειστοῦ. Οὗτος γὰρ ἔγραψεν ἐπιστολὴν Εὐσεβίῳ (παραναγνωστικὸν δὲ καλεῖ τὴν ἐπιστολήν), ὅρκοις αὐτὸν εἰς τὴν ταύτης ἀνάγνωσιν ἐκκαλούμενος· ἣν Εὐσέβιος ἀναγνοὺς πρῶτον μὲν τὸν ἄνθρωπον ἐπιτιμᾷ, ἀμαθίαν ἅμα καὶ θράσος ἐπικαλῶν, καὶ δεικνὺς καὶ περὶ αὐτὰς πταίοντα τὰς συλλαβάς, καὶ ὅτι μηδένα στίχον ἀσόλοικον εἰπεῖν δεδυνημένος, ὁ δὲ καὶ ἐπὶ τὸ συγγράφειν ἤρθη, τοῦ ἐπαγγέλματος καὶ τῆς ἐν ἀσκήσει ἡσυχίας ἐπιλελησμένος. Εἶτα τὸ αἱρετικὸν αὐτοῦ φρόνημα διὰ πολλῶν ἀπελέγχει, ἦν δὲ ἄρα τῶν λεγομένων ἀπὸ τῆς φαύλης δόξης τῶν ἐχόντων Ἀφθαρτοδοκητῶν.

Καὶ πρῶτον μὲν δείκνυσιν αὐτὸν εὐθύνας ὑπέχοντα ὅτι μονοσήμαντον τὸ τῆς φθορᾶς ἐξειληφὼς ὄνομα, ἐπὶ μόνης ἁμαρτίας οἴεται τάττεσθαι, τῶν ἁγίων πατέρων ἡμῶν, δι᾽ ὧν ταῖς φωναῖς ἀπεχρήσαντο, κατὰ διαφόρων πραγμάτων τοῦτο τὸ ὄνομα φέρεσθαι παραδεδωκότων.

Βʹ· ὅτι ἀθάνατον καὶ ἀπαθὲς καὶ ἄφθαρτον ἐξ αὐτῆς ἑνώσεως τὸ σῶμα τοῦ Κυρίου, ὥσπερ ὁ Ἰουλιανός, ἐτόλμησεν ἀποφήνασθαι, καίτοι διατεινόμενος ἐν αὐτῷ τῷ γράμματι κατὰ Σεβήρου καὶ Ἰουλιανοῦ τὸν τοιοῦτον αὐτῷ διαπεπονῆσθαι πόνον ἅτε δύο φύσεις ἢ δύο οὐσίας ἐπὶ Χριστοῦ εἰπεῖν ἐκείνων οὐκ ἀνεχομένων, οὐδὲ δύο ἰδιότητας, οὐδὲ δύο ἐνεργείας.

Γʹ· ὅτι πρὸ τῆς παραβάσεως τὸ τοῦ Ἀδὰμ σῶμα οὔτε θνητὸν λέγει διαπεπλάσθαι οὔτε φθαρτὸν φύσει, ἵν᾽ ἐκ τούτου καθ᾽ ὁδὸν αὐτῷ χωρήσῃ τὸ καὶ τὸν Χριστὸν ἐξ αὐτῆς ἑνώσεως σῶμα ἄφθαρτον ἀνειληφέναι καὶ ἀπαθές, δέον καὶ νοεῖν καὶ λέγειν ὡς τὸ τοῦ Ἀδὰμ σῶμα θνητὸν ἦν φύσει καὶ παθητόν, θείᾳ δὲ χάριτι ἀθάνατον διεφυλάττετο καὶ ἀπαθές, μέχρις ἂν αὐτὸ ἡ παράβασις τῆς φυλακῆς ἀπεγύμνωσεν. Οὕτω γὰρ καὶ ὁ τῶν ἁγίων χορὸς ἀποφαίνεται.

Δʹ· ὅτι τὸν πάροντα κόσμον ἄφθαρτον καὶ ἀνώλεθρον λέγει, δέον εἰδέναι ὅτι φθαρτός ἐστι καὶ ἀλλοιωτός. Ἕτερα δὲ σὺν τούτοις κεφάλαια κατὰ τὴν πρώτην ἀντιγραφὴν ὁ ἐπίσκοπος, τὰ μὲν ἀσαφῶς τὰ δὲ βλασφήμως ἀπελέγξας ἔχοντα, διορθωθῆναι παρηγγυήσατο τὸν Ἀνδρέαν.

Ὁ δὲ δεξάμενος τὴν ἐπὶ τῇ διορθώσει παραίνεσιν ἐπὶ τὸ χεῖρον ἀπέκλινε, καὶ βιβλίον δεύτερον συνέταξεν, ἐν ᾧ καὶ τὰ προγεγραμμένα αὐτῷ πλατύτερον καί (ὡς οἴεται) δι᾽ ἀποδείξεων συγκροτεῖ. Καθ᾽ οὗ δὴ καὶ τὴν εἰρημένην δεκάλογον ὁ εὐσεβὴς Εὐσέβιος συντάττει, δι᾽ ἧς ἐλέγχει μὲν αὐτὸν ὡς μὴ ἀρεσθέντα τῷ τῆς πίστεως ὅρῳ ὃν αἱ ἅγιαι ἐξέθεντο σύνοδοι, ἰδίαν δέ τινα τολμηρῶς συνταξάμενον ἔκθεσιν πίστεως· εἶτα δὲ καὶ ὅτι πολλὰ τῶν ἁγίων ἀποσπαράξας ῥητὰ καὶ παραποιησάμενος εἰς τὴν ἰδίαν ὑπόληψιν ἐξεβιάσατο καὶ ὅτι ἐναντιοῦται τῇ τε νέᾳ καὶ παλαιᾷ γραφῇ καὶ τοῖς ἁγίοις ἡμῶν πατράσιν ἄφθαρτον καὶ ἀνώλεθρον τὸν κόσμον δοξάζων.

Ἔτι δὲ καὶ ὅτι τὴν ἀλλοίωσιν καὶ μεταστοιχείωσιν καὶ ῥεῦσιν εὐδιάβλητα εἶναι λέγει ὥσπερ τὰ ἀπὸ κακίας πάθη, καὶ δὴ καὶ διὰ τοῦτο καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλλοίωτον καὶ ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἄρρευστον ἀναλαβεῖν σῶμα. Καὶ πάλιν εἰπόντα διελέγχει ἀΐδιον καὶ ἄφθαρτον καὶ ἀγένητον τὸν κόσμον, τὴν δὲ λεγομένην πρὸς τὸ ἀΐδιον αὐτοῦ μεταστοιχείωσιν μὴ παραδεχόμενον, ἅτε καὶ αὐτῆς τῶν εὐδιαβλήτων παθῶν παρ᾽ αὐτῷ δογματιζομένης. Καὶ ὅτι τοῦ Ἀδὰμ ἄφθαρτον καὶ ἀθάνατον κατὰ φύσιν καὶ ἀπαθὲς διαπλασθῆναι λέγει τὸ σῶμα, καὶ οὐ τοῦτο μόνον, ἀλλ᾽ ὅτι καὶ αὐτὸς ὁ χοῦς ἄφθαρτος ἦν, ἐξ οὗ τὸ σῶμα διεπλάσθη.

Πάλιν ἐλέγχει αὐτὸν μονοσήμαντον τὸ τῆς φθορᾶς ὄνομα ἐξειληφότα, ἐν ᾧ καὶ δείκνυσιν ὅτι οὔτε φθορᾶς οὔτε θανάτου οὔτε τοῦ κατὰ κακίαν πάθους ἀλλ᾽ οὐδὲ τῶν ἁμαρτητικῶν λογισμῶν οὐδενὸς τούτων δημιουργὸς ὑπάρχει ὁ θεός, εἰ καὶ τῶν φθαρτῶν καὶ τῶν θνητῶν οὐσιῶν καθέστηκε δημιουργός· ἐκεῖνα γὰρ τῶν ἀνυπάρκτων ἐστὶ καὶ καθ᾽ ἑαυτὰ μὴ ἐχόντων ὑπόστασιν.

Ἔτι δὲ διελέγχει αὐτὸν τὸ Κυριακὸν σῶμα ἐξ αὐτῆς ἑνώσεως ἀπαθὲς καὶ ἄφθαρτον καὶ ἀναλλοίωτον ἀποφαινόμενον· ὅπερ ἵνα συστήσῃ, ὡς ἐνόμισε, δείκνυσιν αὐτὸν καὶ τὴν ἄλλην ἀτοπίαν περί τε τοῦ κόσμου καὶ τοῦ Ἀδὰμ ἀποφθέγξασθαι. Δείκνυσι δ᾽ ἐν ταὐτῷ ὁ Εὐσέβιος καὶ τὸ τῆς φθορᾶς καὶ καταφθορᾶς καὶ δὴ καὶ τῆς διαφθορᾶς ὄνομα ἐπὶ τίνων καὶ πόσων σημαινομένων ἡ θεία γραφὴ ἀποδέχεται, καί φησιν ὅτι φέρεται μὲν ἐπὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν καὶ ἐπί τε τῶν ἀπὸ κόπου καὶ καμάτου καὶ γήρους· καὶ γὰρ φθορὰ μὲν τὸ γῆρας νεότητος καὶ οἱ κόποι δὲ καὶ κάματοι τοῦ σωματικοῦ τόνου, ἔτι δὲ ἐπὶ τῆς τοῦ σώματος ἐν ἀσκήσει καὶ πνευματικοῖς ἀγῶσι ταπεινώσεως· καὶ γάρ φησιν ὁ ἀπόστολος· «Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται» καὶ ἑξῆς. Φέρεσθαι δέ φησι καὶ ἐπὶ τῆς ἐγγινομένης τῷ σώματι ταπεινώσεως ἤτοι τηκεδόνος ἀπό τινων αἰκιῶν καὶ κολάσεων· ἔτι δὲ καὶ ἐπὶ τῆς βλάβης τῆς ἐγγινομένης τοῖς ζῴοις καὶ σπέρμασι καὶ φυτοῖς, τῆς τε μερικῆς καὶ τῆς καθόλου.

Οὐ μὴν ἀλλὰ καὶ ἐπ᾽ αὐτοῦ τοῦ θανάτου τὸ ὄνομα φέρεσθαι, καὶ ἔτι χωρὶς τῶν εἰρημένων, ἐπὶ τῆς διαλύσεως καὶ ῥεύσεως τῶν σωμάτων τῆς ἐν τοῖς τάφοις συμβαινούσης· ἀλλὰ καὶ παρὰ ταῦτα ἐπὶ τοῦ κατὰ κακίαν πάθους ἤτοι τῶν ἁμαρτημάτων.

Τοσαυταχῶς οὖν τῆς φθορᾶς καὶ καταφθορᾶς καὶ διαφθορᾶς λαμβάνεσθαι δυναμένης, εἰκότως διεσφάλθαι δεικνύει τὸν Ἀνδρέαν ὡς μονοσήμοις ἀποκεχρημένον ταῖς λέξεσι. Παρατίθησι δὲ τὰς κατὰ τοὺς ἐλέγχους ἀποδείξεις ἔκ τε τῆς θείας γραφῆς παλαιᾶς τε καὶ νέας, καὶ ἐκ τῶν λογάδων πατέρων Ἀθανασίου καὶ τῶν τριῶν Γρηγορίων, τοῦ θαυματουργοῦ λέγω καὶ τοῦ θεολόγου καὶ τοῦ θεσπεσίου Νύσσης, Βασιλείου τε τοῦ Καισαρείας καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Κυρίλλου τε τοῦ Ἀλεξανδρείας καὶ τοῦ Κωνσταντινουπόλεως Πρόκλου, ἀλλὰ δὴ καὶ Μεθοδίου τοῦ ἱερομάρτυρος καὶ Κοδράτου· ὧν ἐνίων καὶ ῥήσεις τινὰς ὁ Ἀνδρέας ἀποσπαράξας καὶ παραπλασάμενος, ἃ δὲ καὶ κακούργως ἢ καὶ ἀνοήτως ἐξειληφώς, ἐκεῖθεν (ὡς ᾤετο) τὴν οἰκείαν πλάνην ἐκράτυνεν. Ἀλλὰ πάντων ἕνεκεν τῶν εἰρημένων Εὐσεβίῳ δίδωσι δίκας, τῆς τε παραποιήσεώς φημι καὶ κακουργίας ἢ καὶ ἀνοίας, καὶ ὅτι αἱρετικῶν ῥητά τινα παραλεξάμενος τοῖς ἁγίοις ἡμῶν πατράσιν ἐτόλμησεν ἀναθεῖναι ταῦτα.

Ἐπὶ τούτοις δείκνυσιν αὐτόν, ἐξ ὧν ἐματαιολόγει, δοξάζοντα ὅτι μὴ ἀλλοιωθεὶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διὰ τῆς ἀναστάσεως ἐκ φθορᾶς εἰς ἀφθαρσίαν ὡσαύτως ἐστὶν ἀπαθὴς κατὰ τὴν ἀνθρωπότητα ὥσπερ ἐστὶν ἀπαθὴς καὶ κατὰ τὴν θεότητα. Καὶ ὅτι ἐτόλμησε βλασφήμους ἀποκαλέσαι τοὺς φρονοῦντας καὶ λέγοντας θνητῷ καὶ παθητῷ σώματι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν τῷ κόσμῳ πολιτεύσασθαι, αὐτὸς οὐκ ἐρυθριῶν μετὰ νίκην παθῶν καὶ θανάτου καὶ φθορᾶς ἀναίρεσιν, παθητὸν τὸ Κυριακὸν τερατεύεσθαι σῶμα, καὶ ὁ φθαρτολάτρας ἐνυβρίζων τοὺς ὀρθοδόξους λέληθεν αὑτὸν δι᾽ ὧν λέγει παθητολάτρης ἀληθῶς ἀπελεγχόμενος.

Ἐντεῦθέν τε παρατίθησι πάλιν φωνὰς πατρικάς, καὶ παρίστησι παθητὸν καὶ θνητὸν καὶ κατὰ τοῦτο φθαρτὸν τὸ Κυριακὸν σῶμα ἕως τῆς αὐτοῦ ἐνδόξου ἀναστάσεως, ἐκεῖθεν δὲ δι᾽ αὐτῆς μεταβληθὲν εἰς ἀθανασίαν καὶ ἀπάθειαν. Λέγει δὲ ὡς ματαιολογεῖ φθαρτολάτρας ὁ Ἀνδρέας ἐπιφημίζων τοὺς ὀρθοδόξους· Ἀρείῳ γὰρ καὶ Ἀετίῳ καὶ Εὐνομίῳ Ἀπολλιναρίῳ τε καὶ Νεστορίῳ, ἀλλ᾽ οὐ τοῖς εὐσεβέσι κατάλληλος καὶ οἰκεία ἡ τοιαύτη κλῆσις.

Δογματίζει δὲ καὶ τοῦτο, ὡς ὁ Κύριος καὶ Θεὸς ἡμῶν τὰ φυσικὰ μὲν καὶ ἀδιάβλητα πάθη ὡς τῆς φύσεως δημιουργὸς ἀνεδέξατο (ἃ οὐδὲ κυρίως πάθη ἀλλ᾽ ἔργα ἂν οἰκειότερον καλοῖτο τῆς φύσεως), τῶν δὲ κυρίως παθῶν ἤτοι τῶν ἀπὸ κακίας παντελῶς ἀνεπίδεκτος ἦν· καὶ ὅτι οὐχ ὡς πρὸ τῆς ἀναστάσεως ἤσθιε καὶ ἔπινεν, οὕτω καὶ μετὰ τὴν ἀνάστασιν συνέφαγε καὶ συνέπιε τοῖς μαθηταῖς, ἀλλὰ τὸ μὲν ἔπραττε νόμῳ φύσεως, τὴν ῥέουσαν σάρκα βρώσει καὶ πόσει ὡς ἀληθῶς ἀνακτώμενος καὶ περικρατῶν, τὸ δὲ ἐτέλεσεν ὑπερφυῶς δι᾽ οἰκονομίαν, ἵνα τοῖς μαθηταῖς πιστώσηται, καὶ δι᾽ αὐτῶν πᾶσι πιστοῖς, ὡς αὐτὸ τὸ πεπονθὸς καὶ σταυρωθὲν ἀνέστη σῶμα, ἀλλ᾽ οὐχ ἕτερον παρ᾽ ἐκεῖνο, εἰ καὶ πρὸς ἀφθαρσίαν καὶ ἀπάθειαν μετεστοιχειώθη. Ταῦτα φιλοθέως ἐπιδογματισάμενος τέλος ἐπιτίθησι τῇ δεκαλόγῳ.

Ἔστι δὲ σαφὴς καὶ ἁπλοῦς τὴν φράσιν, καθαρότητι χρώμενος, καὶ εἴ που δέοι, καὶ εὐκρινείᾳ. Ἀνεγνώσθη 〈Οὐινδανίου Ἀνατολίου〉 Βηρύτου συναγωγὴ γεωργικῶν ἐπιτηδευμάτων. Συνήθροισται δὲ αὐτῷ τὸ βιβλίον ἔκ τε τῶν Δημοκρίτου, Ἀφρικανοῦ τε καὶ Ταραντίνου καὶ Ἀπουληΐου καὶ Φλωρεντίου καὶ Οὐάλεντος καὶ Λέοντος καὶ Παμφίλου, καὶ δὴ καὶ ἐκ τῶν Διοφάνους παραδόξων· τόμοι δέ εἰσι τὸ βιβλίον ιβʹ.

Χρήσιμον δὲ τὸ βιβλίον, ὡς καὶ διὰ πείρας αὐτῆς ἐπὶ πολλῶν εἴδομεν, πρὸς τὰς κατὰ γῆν ἐργασίας καὶ τοὺς γεωργικοὺς πόνους, καὶ σχεδόν τι χρησιμώτερον τῶν ἄλλων ὅσοι τῆς αὐτῆς αὐτῷ πραγματείας ἥψαντο. Ἔχει δ᾽ ὅμως ἔνια καὶ τοῦτο τὸ βιβλίον τερατώδη καὶ ἄπιστα καὶ τῆς ἑλληνικῆς πλάνης ὑπόπλεα, ἃ δεῖ τὸν εὐσεβῆ γηπόνον ἐκτρεπόμενον τῶν λοιπῶν συλλέγειν τὰ χρήσιμα. Καὶ οἱ ἄλλοι δὲ τῶν τὰς γεωργικὰς πραγματείας συγγραψαμένων σχεδόν τι τὰ αὐτὰ περὶ τῶν αὐτῶν, ὅσα ἐμὲ εἰδέναι, ἀποφαίνονται οὐκ ἐπὶ πολλοῖς δὲ διαφωνοῦσιν· ἐν οἷς δὲ διαπεφωνήκασιν, ἡ τοῦ Λέοντος τῶν ἄλλων προκρίνεται πεῖρα.

Ἀνεγνώσθη 〈Γαληνοῦ〉 περὶ αἱρέσεων. Περὶ αἱρέσεων δὲ τῶν κατὰ τὴν ἰατρικὴν τὴν σύστασιν ἐσχηκυιῶν διαλαμβάνει, καί φησι τρεῖς κατ᾽ ἰατρικὴν καθολικὰς αἱρέσεις συστῆναι, τήν τε καλουμένην λογικήν, ἣν καὶ δογματικὴν ἐπονομάζει ἔτι δὲ καὶ ἀναλογιστικήν, δευτέραν δὲ τὴν καλουμένην ἐμπειρικήν, ἥτις καὶ τηρητικὴ καὶ μνημονευτικὴ ἐπικαλεῖται, τρίτην δὲ τὴν μεθοδικήν.

Διαφέρουσι δὲ ἀλλήλων αὗται ἄλλοις τε καὶ τῷ τρόπῳ τῆς εὑρέσεως. Ὁ μὲν γὰρ δογματικὸς λόγῳ κεχρημένος καὶ τὰς μεθόδους τῆς ἰατρείας εὑρίσκων τὴν τέχνην συνίστησιν, ὁ δ᾽ ἐμπειρικὸς οὐκέτι τῷ λόγῳ ἀλλὰ τῇ πείρᾳ καὶ τῇ τηρήσει· ὁ δὲ μεθοδικὸς ἐπαγγελλόμενος καὶ λόγῳ καὶ πείρᾳ κεχρῆσθαι, ἀκριβῶς δὲ μηδετέρῳ χρώμενος, εἰκότως ἀμφοῖν διοίσει.

Εἰς γʹ δὲ τμήματα διαιρεῖται τὸ παρὸν βιβλίον. Καὶ ἐν μὲν τῷ πρώτῳ τὴν σύστασιν τῆς ἐμπειρικῆς καὶ δογματικῆς ἀναγράφει, ἐν ᾧ καὶ ὁποία ἡ ἑκάστης οὐσία διδάσκει· ἐν δὲ τῷ δευτέρῳ εἰσάγει τὰς δύο διαφιλονεικούσας αἱρέσεις ἀλλήλαις καὶ τῶν πρωτείων ἀμφισβητούσας· ἐν δὲ τῷ γʹ τμήματι τὴν καλουμένην εἰσάγει μεθοδικὴν ταῖς προειρημέναις δυσὶ μαχομένην, κἀκείνας πρὸς ταύτην ἑκάστης τῶν τριῶν τὰ οἰκεῖα προβαλλομένης δίκαια καὶ σπευδούσης εἰς τὴν κατὰ τῶν ὑπολοίπων νίκην. Ἐν οἷς καὶ τὸ τρίτον ἀπαρτίζεται τμῆμα.

Δῆλον δ᾽ ὅτι τὸ βιβλίον τοῦτο τῶν κατὰ τὴν ἰατρικὴν ἀναγνωσμάτων πάντων προτάττεσθαι ὀφείλει, εἴπερ δεῖ μαθεῖν ποία πασῶν ἀρίστη αἵρεσις, εἶθ᾽ οὕτω ταύτῃ κεχρῆσθαι. Εἴη δ᾽ ἂν οὐδὲ κυρίως ἰατρικὸν τὸ βιβλίον ἀλλὰ προοιμίου τόπον ἐπέχον καὶ φιλοσοφίᾳ μᾶλλον ἀνακείμενον. Δῆλον δ᾽ ὅτι, ὅσα γε ἐπί τε λέξει καὶ συντάξει, καθαρόν ἐστι καὶ εὐκρινές. Τούτων γάρ ἐστιν ἐν πᾶσιν ὁ Γαληνὸς φροντιστής, εἰ καὶ ἐν πολλοῖς αὐτοῦ τῶν συγγραμμάτων ἀκαιρολογίαις καὶ παρεκτροπαῖς καὶ τῷ τῶν περιόδων σχοινοτενεῖ φορτίζων τὰ βιβλία συγχεῖ καὶ σκοτοῖ τῶν γεγραμμένων τὸν νοῦν, τήν τε σύμφρασιν οἱονεὶ διακόπτων, καὶ εἰς ἀκηδίαν ἄγων διὰ τοῦ μακροῦ λήρου τὸν ἀκροατήν· ὧν τέως τὸ παρὸν βιβλίον ἀπήλλακται.

Ἀνεγνώσθη 〈Ἱμερίου〉 σοφιστοῦ μελέται καὶ ἄλλως λόγοι διάφοροι, ὧν συμβουλευτικαὶ μὲν δύο, δικανικαὶ δὲ μελέται τρεῖς· τούτων δὲ καὶ προθεωρίας ἐκτίθεται. Καὶ τῶν συμβουλευτικῶν μὲν τὴν πρώτην εἰς Ὑπερείδην διατυποῖ δῆθεν ὑπὲρ Δημοσθένους συμβουλεύουσαν, τὴν δὲ εἰς Δημοσθένην αὐτὸν ὑπὲρ Αἰσχίνου τὴν συμβουλὴν σχηματίζοντα. Οἱ δὲ λοιποὶ τρεῖς, ὁ μὲν κατ᾽ Ἐπικούρου διαπλάττεται ἀσεβείας γραφὴν ὡσανεὶ φεύγοντος, ὁ δὲ κατὰ πλουσίου πένητος ἀνδρὸς οἰκίαν ὅλην μυσαροῖς κενώσαντος δράμασι, καὶ αὐτὸν εἰσάγει τὸν πένητα διαγωνιζόμενον. Ὁ δὲ τρίτος Θεμιστοκλέα παράγει βασιλεῖ Περσῶν ἀντιλέγοντα, ἐπειδὰν ὑποσχέσεις ἐκεῖνος προὔτεινεν ὑπὲρ τῆς τοῦ πολέμου καταλύσεως.

Οὗτοι δὴ αὐτῷ οἱ λόγοι τήν τε ἐν λόγοις ἀρετὴν αὐτοῦ καὶ τῶν νοημάτων τὸ ἀνθηρὸν καὶ ἧκον εἰς δύναμιν μᾶλλον τῶν ἄλλων δεικνύειν πως ἐμελετήθησαν· περιβολαῖς τε γὰρ κατὰ ζῆλον Δημοσθένους πλεονάζει, καὶ τῷ πολυσχηματίστῳ ποικίλλεται, καὶ ταῖς ἰδέαις καλῶς τοὺς λόγους κεράννυσι, τῷ μεγάλῳ μᾶλλον ὑψούμενος. Καὶ λέξει δὲ χρῆται, ὅσον μὲν εἰς τύπον καὶ τῇ καθ᾽ ἑαυτὴν σημασίᾳ καὶ ἐμφάσει, οὐδὲν τοῦ σαφοῦς λειπομένῃ. Τὸ δὲ λύσεις αὐτὰς ὀνομάτων ὡς ἐπὶ τὸ πλεῖστον εἶναι ξενίζει μὲν μετὰ τοῦ ἡδέος τὴν ἀκοήν, οὐ μέντοι τοῖς πολλοῖς ἐπ᾽ ἴσης παρέχεται τὴν κατάληψιν. Σαφὴς δὲ καὶ τοῖς τῆς εὐκρινείας ἰδιώμασι.

Χρώμενος δ᾽, ὡς ἔφην, περιβολῇ τῇ τε κατ᾽ αἰτιολογίαν καὶ ἄλλως κεχρημένος φαίνεται· γοργοῖς μέντοι τοῖς σχήμασιν ἀποδιδοὺς τὴν ἐντεῦθεν ἀσάφειαν ἐκκαθαίρει. Καὶ ὑπερβατῷ δὲ καὶ τροπῇ, εἰ καὶ τῆς περιβολῆς ἐπ᾽ ἔλαττον, ὅμως ἐνταῦθα πολλῇ καὶ εὐφυῶς χρῆται. Καὶ σύντονος ἐν τούτοις καὶ γοργός, ὅπου δεήσοι. Ἀλλ᾽ ἐν μὲν τοῖς εἰρημένοις λόγοις τοιοῦτος.

Ἐφεξῆς δὲ τούτων τάττει τὸν Πολεμαρχικόν, ὃς ἐγκώμιόν ἐστι τῶν ὑπὲρ ἐλευθερίας πρὸς Πέρσας ἐν μάχῃ πεσόντων καὶ πολέμου ἔπαινος. Μεθ᾽ ὅν ἐστιν ὁ Ἀρεοπαγιτικὸς ἢ καὶ ἐλευθερωτικὸς Ῥουφίνου τοῦ οἰκείου υἱοῦ· οὗτος οὐ πλασματικὸς οὐδ᾽ ὁ ἐφεξῆς, ἡ εἰς τὸν αὐτὸν υἱὸν τελευτήσαντα μονῳδία. Εἶτα ἐπιθαλάμιος εἰς ἑταῖρον Σεβῆρον· οὐδ᾽ οὗτος δὲ δῆλον ὅτι τῶν πλασματικῶν· τούτου δὲ πάλιν καὶ θεωρίαν προκαθίστησιν.

Ἐφ᾽ οἷς Διογένης ἢ προπεμπτικός· σεμνύνεται δὲ καὶ οὗτος προθεωρίᾳ, καί γε καὶ ὡς διαλόγῳ τυποῦται πλαττόμενος. Εἶτα πρὸς τοὺς ἑταίρους συνακτήριος, ὅτε ἐξῄει εἰς Κόρινθον. Πάλιν εἰς Φλαβιανὸν προπεμπτήριος, προαχθέντα τῆς Ἀσίας ὕπατον. Ἐφεξῆς εἰς τοὺς περὶ Πείσωνα νεηλύδας. Πάλιν προπεμπτικὸς ἢ Διογένης. Καὶ σχέδιον ἐφεξῆς ἐπὶ τῇ γενομένῃ στάσει ἐν τῇ διατριβῇ, εἴς τε τὴν τῶν Κυπρίων ἐπιδημίαν, καὶ εἰς τὸν πρῶτον ἐκ Καππαδοκίας αὐτοῦ ἀκροασάμενον.

Εἶτα ἐπίδειξις, ὅτε ἀναβαλλόμενος εἰπεῖν ἀξιούμενος εἰς αὐτὸ τοῦτο διείλεκται, ὅτι σπάνια τὰ καλά. Καὶ εἰς Μουσώνιον δὲ τὸν ἀνθύπατον Ἑλλάδος, καὶ εἰς Σεβῆρον νέηλυν ἐπιστάντα συμπληγάδι, εἶτα λαλιὰ καὶ εἰς τὸν κόμητα Οὐρσάκιον, καὶ εἰς Σεβῆρον ἕτερον, καὶ εἰς Σκυλάκιον ἀνθύπατον Ἑλλάδος καὶ εἰς νεηλύδας Ἐφεσίους καὶ Μυσοὺς καὶ πολίτας τοῦ Λέοντος. Εἶτα εἰς τοὺς ἐκ πατρίδος ἑταίρους, καὶ εἰς Ἀθηναῖον κόμητα, καὶ εἰς Πριβᾶτον Ῥωμαῖον παιδεύοντα τὸν παῖδα Ἀμπελίου τοῦ ἀνθυπάτου, καὶ δὴ καὶ εἰς τὴν ἀπὸ Κορίνθου ἐπάνοδον, καὶ εἰς τὸν Ἀλεξάνδρου τοῦ ἀνθυπάτου παῖδα Φοῖβον καὶ εἰς Ἀρκάδιον τὸν ἰατρὸν καὶ κόμητα, καὶ προπεμπτήριος εἰς τοὺς προσελθόντας ἑταίρους, προπεμπτικός τε εἰς Φλαβιανὸν καὶ ἐπιθαλάμιος ῥηθεὶς εἰς Παναθήναιον.

Εἶτα λαλιά, ἑτέρα λαλιά, καὶ διάλεξις ἐν Φιλίπποις, ὅτε ἀπῄει παρὰ Ἰουλιανοῦ βασιλέως καλούμενος, εἶτα ῥηθεὶς ἐν Κωνσταντινουπόλει εἰς αὐτήν τε τὴν πόλιν καὶ Ἰουλιανὸν τὸν βασιλέα, καὶ εἰς τὴν Μίθρου τελετήν.

Διάλεξις εἰς Σαλούστιον ἔπαρχον, ἧς ἔστι καὶ θεωρία. Εἰς Φλαβιανὸν πάλιν τὸν ἀνθύπατον, καὶ εἰς τὴν γενέθλιον τοῦ ἑταίρου, καὶ λαλιὰ εἰς τὸ ὑγιαίνειν τὸν ἑταῖρον. Ἔτι δὲ εἰς τοὺς ἐπιβουλεύοντας, καὶ εἰς τὸν ἀνθύπατον Βασίλειον, καὶ πάλιν εἰς τὸν αὐτὸν Βασίλειον, εἰς Ἑρμογένην τε τὸν τῆς Ἑλλάδος ἀνθύπατον, καὶ εἰς Πλοκιανὸν τὸν ἀνθύπατον, πάλιν εἰς Ἀμπέλιον τὸν ἀνθύπατον, καὶ εἰς τὸν ἀνθύπατον τῆς Ἑλλάδος Πραιτεκστάτον καὶ τοὺς ἑταίρους. Εἶτα πρὸς τὸν βασιλέα Ἰουλιανὸν ἀπαίρειν μέλλων, εἶτα ἐν Νικομηδείᾳ, προτραπεὶς ὑπὸ τοῦ ἐκεῖσε ἄρχοντος Πομπηϊανοῦ.

Μεθ᾽ ὃν ὁ εἰς νεηλύδας· εἶτα εἰς νέηλυν· ἐπὶ τούτοις ὁ εἰς Ζήνωνα τὸν ἑταῖρον, καὶ μετ᾽ αὐτὸν εἰς Ἀφόβιον νέηλυν, καὶ εἰς τὸν ἐκ τοῦ χρησμοῦ τοῦ Ποσειδῶνος φοιτήσαντα, εἴς τε τοὺς ἀπὸ Ἰωνίας ἐπιδημήσαντας, καὶ εἰς τοὺς Ἴωνας ξένους, καὶ εἰς τοὺς ἑταίρους σχέδιον ῥηθέν, καὶ ἣν ἐξέδωκεν ἑταίρῳ Κωνσταντινουπολίτῃ.

Διάλεξίς τε ἐν τοῖς ἑταίροις μετὰ τὴν ἀπὸ τῆς πατρίδος ἐπάνοδον, καὶ εἰς τὴν αὐτοῦ διατριβὴν ἐξ αὐτοσχεδίου διάλεξις. Καὶ ἐπίπληξις τοῖς ῥᾳθύμως ἀκροωμένοις τῶν λόγων, καὶ σχέδιον εἴς τινας τῶν φοιτώντων δόξαντας ἀφηνιάζειν, καὶ εἰς τοὺς περὶ Κυτιανὸν ἀτάκτως ἀκούσαντας, ὅτε τὸ σχέδιον εἶπε. Καὶ προτροπὴ πρὸς τὸ χρῆναι τὴν ἐν τοῖς λόγοις ποικιλίαν ἀσπάζεσθαι, καὶ ἡ μετὰ τὴν τοῦ τραύματος θεραπείαν διάλεξις. Εἶτα ὁ μετὰ τὴν ἀπὸ Κορίνθου ἐπάνοδον, εἴς τε τὸ γραφεῖον καὶ τοὺς ἑταίρους, καὶ εἰς τὴν Λακεδαιμονίων πόλιν, ὅτε ὀνείρατι πειθόμενος τῷ Ἀμυκλαίῳ θεῷ ἐφοίτησεν εὔξασθαι. Καὶ ὅτι οὐ δεῖ πάντως δημοσίᾳ τὰς ἀκροάσεις ἀπαγγέλλειν, καὶ λαλιὰ ὅτι δεῖ ἐν γυμνασίοις εἶναι, καὶ λαλιὰ ἐν Κορίνθῳ ἐκδεδομένη.

Τούτους οἶμαι τοὺς λόγους μόνους τοῦ σοφιστοῦ Ἱμερίου, περί που οʹ ὄντας, κατὰ πρόσωπον ἡμῶν τὴν σὴν φιλοπονίαν ἀνεγνωκέναι. Ἐν οἷς ἐστι πᾶσι τὸν μὲν τῆς λέξεως τύπον καὶ τὸ αὐτὸ σχῆμα φυλάττων, τῇ τε περιβολῇ καὶ τῇ τροπῇ χρώμενος, εἰ καὶ τὸν κόρον οὐκ ἔτεκεν ἡ μετ᾽ εὐφυΐας χρῆσις καὶ οἰκείωσις τῆς τροπῆς· καὶ κατά γε ἐμὴν εἴδησιν οὐδεὶς οὕτως (οἶμαι) χρησάμενος τῇ τροπῇ καλῶς οὕτω καὶ ἡδέως ἀπήλλαξε. Παραδείγμασι δὲ ἐξ ἱστορίας τε καὶ ἐκ μύθων παντοδαπῶν μεστὰ αὐτοῦ τυγχάνει τὰ γράμματα, ἢ πρὸς ἀπόδειξιν ἢ πρὸς ὁμοιότητα ἢ πρὸς ἡδονὴν καὶ κάλλος ὧν λέγει, τούτοις ἀπευθύνων τὸν λόγον καὶ ποικιλλόμενος. Καὶ τὰ προοίμια δὲ καὶ οἱ ἐπίλογοι, ἔστι δὲ οὗ καὶ οἱ οἷον ἀγῶνες ἀπὸ τούτων αὐτῷ διασκευάζονται. Πολλῇ δὲ κέχρηται καὶ τῇ προδιατυπώσει. Ἀλλὰ τοιοῦτος ὢν ἐν τοῖς λόγοις ἀσεβής (ὡς δῆλόν) ἐστι τὴν θρησκείαν, εἰ καὶ τοὺς λαθραίους μιμεῖται τῶν κυνῶν καθ᾽ ἡμῶν ὑλακτῶν. Ἤκμασε δὲ ἐπὶ Κωνσταντίου καὶ τοῦ δυσσεβεστάτου Ἰουλιανοῦ, καὶ τοῦ ἐν Ἀθήνῃσι κατὰ ῥητορείαν προὔστη διδασκαλείου.

Ἀνεγνώσθη 〈Ἀντωνίου Διογένους〉 τῶν ὑπὲρ Θούλην ἀπίστων λόγοι κδʹ. Δραματικὸν οἱ λόγοι, σαφὴς ἡ φράσις καὶ οὕτω καθαρὰ ὡς ἐπ᾽ ἔλαττον εὐκρινείας δεῖσθαι, καὶ τότε κατὰ τὰς ἐκτροπὰς τῶν διηγημάτων. Ταῖς δὲ διανοίαις πλεῖστον ἔχει τοῦ ἡδέος, ἅτε μύθων ἐγγὺς καὶ ἀπίστων ἐν πιθανωτάτῃ πλάσει καὶ διασκευῇ ὕλην ἑαυτῇ διηγημάτων ποιουμένη.

Εἰσάγεται τοίνυν ὄνομα Δεινίας κατὰ ζήτησιν ἱστορίας ἅμα τῷ παιδὶ Δημοχάρῃ ἀποπλανηθεὶς τῆς πατρίδος, καὶ διὰ τοῦ Πόντου καὶ ἀπὸ τῆς κατὰ Κασπίαν καὶ Ὑρκανίαν θαλάσσης πρὸς τὰ Ῥιπαῖα καλούμενα ὄρη καὶ τοῦ Τανάϊδος ποταμοῦ τὰς ἐκβολὰς ἀφιγμένοι, εἶτα διὰ τὸ πολὺ τοῦ ψύχους ἐπὶ τὸν Σκυθικὸν ἐπιστραφέντες ὠκεανόν, καὶ δὴ καὶ εἰς τὸν ἑῷον ἐμβαλόντες καὶ πρὸς ταῖς τοῦ ἡλίου ἀνατολαῖς γεγονότες, ἐντεῦθέν τε κύκλῳ τὴν ἐκτὸς περιελθόντες θάλασσαν ἐν χρόνοις μακροῖς καὶ ποικίλαις πλάναις· οἷς συνεφάπτονται τῆς πλάνης Καρμάνης καὶ Μήνισκος καὶ Ἄζουλις.

Γίνονται δὲ καὶ ἐν Θούλῃ τῇ νήσῳ ἐνταῦθα τέως καὶ σταθμὸν ὥσπερ τῆς πλάνης τινὰ ποιούμενοι. Ἐν ταύτῃ τῇ Θούλῃ Δεινίας κατ᾽ ἔρωτος νόμον ὁμιλεῖ Δερκυλλίδι τινὶ καλουμένῃ ἥτις γένει μὲν ὑπῆρχε Τυρία τῶν κατὰ τὴν πόλιν εὐπατριδῶν, ἀδελφῷ δὲ συνῆν ὄνομα Μαντινίᾳ.

Ταύτῃ Δεινίας ὁμιλῶν ἀναμανθάνει τήν τε τῶν ἀδελφῶν πλάνην, καὶ ὅσα Παάπις τις ἱερεὺς αἰγύπτιος, τῆς πατρίδος αὐτοῦ λεηλατηθείσης καὶ παροικήσας Τύρον καὶ φιλοξενηθεὶς ὑπὸ τῶν τεκόντων τοὺς ἀδελφοὺς Δερκυλλίδα καὶ Μαντινίαν, καὶ δόξας τὰ πρῶτα εὔνους εἶναι τοῖς εὐεργέταις καὶ ὅλῳ τῷ οἴκῳ, μετὰ ταῦτα ὅσα κακὰ τόν τε οἶκον καὶ αὐτοὺς καὶ αὐτῶν γονέας εἰργάσατο· ὅπως εἰς Ῥόδον ἀπὸ τῆς κατὰ τὸν οἶκον συμφορᾶς σὺν τῷ ἀδελφῷ ἀπήχθη, κἀκεῖθεν εἰς Κρήτην ἐπλανήθη, εἶτα εἰς Τυρρηνούς, κἀντεῦθεν εἰς Κιμμερίους οὕτω καλουμένους· καὶ ὡς τὰ ἐν Ἅιδου παρ᾽ αὐτοῖς ἴδοι καὶ πολλὰ τῶν ἐκεῖσε μάθοι, διδασκάλῳ χρωμένη Μύρτῳ θεραπαινίδι οἰκείᾳ, πάλαι τὸν βίον ἀπολιπούσῃ καὶ ἐκ τῶν νεκρῶν τὴν δέσποιναν ἀναδιδασκούσῃ.

Ταῦτα τοίνυν ἀπάρχεται Δεινίας διηγεῖσθαι Κύμβᾳ τινὶ ὀνόματι ἐξ Ἀρκαδίας πατρίδος, ὃν στείλειε τὸ κοινὸν τῶν Ἀρκάδων ἐς Τύρον, αἰτούμενοι Δεινίαν πρὸς αὐτούς τε καὶ πατρίδα ἐπαναζεῦξαι. Ἐπεὶ δὲ αὐτὸν τὸ βάρος τοῦ γήρως ἐκώλυεν, εἰσάγεται διηγούμενος ἅπερ τε αὐτὸς κατὰ τὴν πλάνην θεάσοιτο ἢ καὶ ἄλλων θεασαμένων ἀκήκοε, καὶ ἃ Δερκυλλίδος ἐν Θούλῃ διηγουμένης ἀνέμαθε, λέγω δὴ τήν τε προειρημένην πλάνην αὐτῆς, καὶ ὅπως μετὰ τὴν ἐξ Ἅιδου αὐτῆς ἀναχώρησιν σὺν Κηρύλλῳ καὶ Ἀστραίῳ, ἤδη τοῦ ἀδελφοῦ διασπασθεῖσα, ἐπὶ τὸν Σειρήνης ἀφίκοντο τάφον· καὶ ὅσα πάλιν αὐτὴ ἐξ Ἀστραίου λέγοντος ἤκουσε, περί τε Πυθαγόρου φημὶ καὶ Μνησάρχου· οἷά τε Φιλώτιδος αὐτὸς Ἀστραῖος ἤκουσε, καὶ τὸ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ μυθῶδες θέαμα, καὶ ὅσα αὖθις Δερκυλλὶς ἐπὶ τὴν οἰκείαν ἐπανιοῦσα πλάνην ἀπήγγελλεν, ὡς περιπέσοι ἀνθρώπων πόλει κατὰ τὴν Ἰβηρίαν, οἳ ἑώρων μὲν ἐν νυκτί, τυφλοὶ δὲ ὑπὸ ἡμέρᾳ ἑκάστῃ ἐτύγχανον, καὶ ὅσα ἐκεῖ Ἀστραῖος αὐλῶν τοῖς πολεμίοις ἐκείνων εἰργάσατο.

Καὶ ὡς ἀφεθέντες εὐμενῶς ἐκεῖθεν περιπεπτώκασι τοῖς Κελτοῖς, ἔθνει ὠμῷ καὶ ἠλιθίῳ, ἵπποις τε αὐτοὺς ἐξέφυγον, καὶ ὅσα αὐτοῖς περὶ τῆς κατὰ τὴν χρόαν τῶν ἵππων ἐναλλαγῆς ἐγεγόνει. Ὅπως τε κατὰ τοὺς Ἀκυτανοὺς ἐγένοντο, καὶ οἵας ἐκεῖ τιμῆς ἀπήλαυσαν Δερκυλλίς τε καὶ Κήρυλλος, καὶ ἔτι μᾶλλον Ἀστραῖος τῇ περὶ τοὺς οἰκείους ὀφθαλμοὺς αὐξομειώσει τὰς σεληνιακὰς σημαίνων αὐξομειώσεις, καὶ λύων ἔριδος τοὺς ἐκεῖσε περὶ τῆς ἀρχῆς βασιλεῖς, οἳ δύο ὄντες κατὰ τὰ τοιαῦτα τῆς σελήνης πάθη ἀλλήλων ἀντικαθίσταντο διάδοχοι· δι᾽ ἃ καὶ ὁ ἐκεῖσε δῆμος τοῖς περὶ Ἀστραῖον ἔχαιρον.

Ἐντεῦθεν ἐπιμυθεύεται ὅπως τά τε ἄλλα Δερκυλλὶς εἶδέ τε καὶ ὑπήνεγκε, καὶ ὡς ἐν Ἀρτάβροις ἤχθη, οὗ γυναῖκες μὲν πολεμοῦσιν, ἄνδρες δὲ οἰκουροῦσι καὶ τὰ γυναικῶν ἐπιμελοῦνται. Ἐπὶ τούτοις οἷα κατὰ τοὺς Ἀστύρους τὸ ἔθνος αὐτῇ τε καὶ Κηρύλλῳ συνεκύρησε, καὶ ἔτι ὅσα ἰδίως Ἀστραίῳ συνηνέχθη, καὶ ὡς παρ᾽ ἐλπίδας πάσας τοὺς ἐν Ἀστύροις συχνοὺς κινδύνους ἐκπεφευγότες Κήρυλλος σὺν Δερκυλλίδι τὴν δίκην ὅμως, ἣν ἀδικήματος παλαιοῦ ὠφληκὼς ἐτύγχανεν, οὐκ ἀπέφυγεν, ἀλλὰ παρὰ δόξαν πᾶσαν ὡς ἐσώθη τῶν κινδύνων, οὕτω καὶ ἐκρεουργήθη.

Μετὰ ταῦτα οἷα κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν πλανωμένη ἐθεάσατο, καὶ ὡς ἐν Ἔρυκι γενομένη πόλει Σικελίας συλλαμβάνεται καὶ πρὸς Αἰνησίδημον (ἐτυράννει δὲ τότε Λεοντίνων οὗτος) ἀπάγεται. Ἐν ᾧ πάλιν Παάπιδι τῷ τρισαλιτηρίῳ περιπίπτει τῷ τυραννοῦντι συνόντι, καὶ τῆς ἀπροσδοκήτου συμφορᾶς ἀνέλπιστον εὑρίσκει παραμυθίαν τὸν ἀδελφὸν Μαντινίαν, ὃς πολλὰ πλανηθείς, καὶ πολλῶν ἀπιστοτάτων θεαμάτων περί τε ἀνθρώπους καὶ ἕτερα ζῷα περί τε αὐτὸν ἥλιον καὶ σελήνην καὶ φυτὰ καὶ νήσους μάλιστα ἐξηγητὴς αὐτῇ καταστάς, ὕλην ἄφθονον παρέσχε μυθοποιΐας ἀπαγγέλλειν ὕστερον τῷ Δεινίᾳ· ἅπερ αὐτὸς συνείρων εἰσάγεται διηγούμενος τῷ Ἀρκάδι Κύμβᾳ.

Ἔπειτα ὡς λαβόντες Μαντινίας καὶ Δερκυλλὶς ἐκ Λεοντίνων τὸ Παάπιδος πηρίδιον μετὰ τῶν ἐν αὐτῷ βιβλίων καὶ τῶν βοτανῶν τὸ κιβώτιον, ἀπαίρουσιν εἰς Ῥήγιον κἀκεῖθεν εἰς Μεταπόντιον, ἐν ᾧ αὐτοὺς Ἀστραῖος ἐπικαταλαβὼν μηνύει κατὰ πόδας διώκειν Παάπιν. Καὶ ὡς συναπαίρουσιν αὐτῷ ἐπὶ Θρᾷκας καὶ Μασσαγέτας, πρὸς Ζάμολξιν τὸν ἑταῖρον αὐτοῦ ἀπιόντι, ὅσα τε κατὰ ταύτην τὴν ὁδοιπορίαν ἴδοιεν, καὶ ὅπως ἐντύχοι Ἀστραῖος Ζαμόλξιδι παρὰ Γέταις ἤδη θεῷ νομιζομένῳ· καὶ ὅσα εἰπεῖν αὐτῷ καὶ δεηθῆναι Δερκυλλίς τε καὶ Μαντινίας Ἀστραῖον ὑπὲρ αὑτῶν ἠξίωσαν. Καὶ ὡς χρησμὸς αὐτοῖς ἐκεῖθεν ἐξέπεσεν ἐπὶ Θούλην εἶναι πεπρωμένον ἐλθεῖν, καὶ ὡς ἐς ὕστερον καὶ πατρίδα ὄψονται, πρότερον ἄλλα τε ἐνταλαιπωροῦντες, καὶ δίκην τῆς ἐς τοὺς τοκέας ἀνοσιότητος (εἰ καὶ ἄκοντες ἥμαρτον) τιννύντες τῷ τὸν βίον αὐτοῖς εἰς ζωὴν καὶ θάνατον διαμερισθῆναι, καὶ ζῆν μὲν ἐν νυκτί, νεκροῖς δὲ ἐν ἑκάστῃ εἶναι ἡμέρᾳ. Εἶτα ὡς τοιούτους χρησμοὺς λαβόντες ἀπαίρουσιν ἐκεῖθεν τὸν Ἀστραῖον σὺν Ζαμόλξιδι λείποντες ὑπὸ Γετῶν δοξαζόμενον.

Καὶ ὅσα περὶ Βορρᾶν αὐτοῖς τεράστια ἰδεῖν καὶ ἀκοῦσαι συνηνέχθη. Ταῦτα πάντα Δεινίας κατὰ Θούλην ἀκούσας διηγουμένης Δερκυλλίδος εἰσάγεται νῦν ἀπαγγέλλων τῷ Ἀρκάδι Κύμβᾳ. Ἐπὶ τούτοις καὶ ὡς Παάπις διώκων μετ᾽ ἴχνια τοὺς περὶ Δερκυλλίδα ἐπέστη αὐτοῖς ἐν τῇ νήσῳ, καὶ τὸ πάθος ἐκεῖνο τέχνῃ μαγικῇ ἐπέθηκε θνῄσκειν μὲν ἡμέρας, ἀναβιώσκειν δὲ νυκτὸς ἐπιγινομένης.

Καὶ τὸ πάθος αὐτοῖς ἐνέθηκεν ἐμπτύσας αὐτῶν κατὰ τὸ ἐμφανὲς τοῖν προσώποιν. Καὶ ὡς Θρουσκανός τις Θουλίτης, ἐραστὴς διάπυρος Δερκυλλίδος, ἰδὼν πεσοῦσαν τῷ ἐκ Παάπιδος πάθει τὴν ἐρωμένην καὶ ὑπεραλγήσας, ἀθρόον τε ἐπιστάς, παίει ξίφει ἐκ τοῦ αἰφνιδίου τὸν Παάπιν καὶ ἀναιρεῖ, τοῦτο μόλις τῶν μυρίων κακῶν τέλος εὑράμενον. Καὶ ὡς Θρουσκανός, ἐπεὶ Δερκυλλὶς ἔκειτο δοκοῦσα νεκρά, ἑαυτὸν ἐπικατασφάττει.

Ταῦτα πάντα καὶ τούτων ἕτερα πολλὰ παραπλήσια, τήν τε ταφὴν αὐτῶν καὶ τὴν ἐκεῖθεν ὑπαναχώρησιν καὶ τοὺς ἔρωτας Μαντινίου, καὶ ὅσα διὰ τοῦτο συνέβη, καὶ ἕτερα ὅμοια κατὰ Θούλην τὴν νῆσον, Δεινίας μαθὼν μυθολογούσης Δερκυλλίδος εἰσάγεται νῦν συνυφαίνων τῷ Ἀρκάδι Κύμβᾳ. Καὶ συμπληροῦται Ἀντωνίῳ Διογένει ὁ εἰκοστὸς τρίτος λόγος τῶν ὑπὲρ Θούλην ἐπιγραφομένων ἀπίστων, καίτοι μηδὲν ἢ βραχέα κατ᾽ ἀρχὰς περὶ Θούλης τῆς συγγραφῆς ὑποδηλωσάσης.

Ὁ δὲ εἰκοστὸς τέταρτος λόγος εἰσάγει Ἄζουλιν διηγούμενον, κἀκεῖθεν Δεινίαν τοῖς ἔμπροσθεν αὐτῷ μυθολογηθεῖσι πρὸς Κύμβαν συνείροντα τὰ Ἀζούλιδος, ὡς κατανοήσοι τῆς γοητείας τὸν τρόπον, καθ᾽ ὃν Παάπις ἐγοήτευσε Δερκυλλίδα καὶ Μαντινίαν νυκτὶ μὲν ζῶντας ἐν ἡμέρᾳ δὲ νεκροὺς εἶναι, καὶ ὡς ἀπήλλαξεν αὐτοὺς τοῦ πάθους, τόν τε τρόπον τῆς τιμωρίας ταύτης καὶ δὴ καὶ τῆς ἰάσεως ἐκ τοῦ πηριδίου ἀνευρὼν τοῦ Παάπιδος, ὃ συνεπεφέροντο Μαντινίας καὶ Δερκυλλίς.

Οὐ μόνον δὲ ἀλλ᾽ εὗρε καὶ ὅπως Δερκυλλὶς καὶ Μαντινίας ἀπαλλάξειαν μεγάλου κακοῦ τοὺς τοκέας κειμένους, οὓς ὑποθήκαις Παάπιδος, ὡς ἂν ἐπὶ τῷ ἐκείνων συμφέροντι, αὐτοὶ ἐλυμήναντο, ἶσα κεῖσθαι νεκροῖς μακρὸν χρόνον κατεργασάμενοι.

Εἶτα ὡς ἐκεῖθεν Δερκυλλὶς ἅμα Μαντινίᾳ ἐπὶ τὴν πατρίδα ἔσπευδον ἐπὶ τῇ τῶν τεκόντων ἀναβιώσει καὶ σωτηρίᾳ. Δεινίας δὲ ἅμα Καρμάνῃ καὶ Μηνίσκῳ, ἀποχωρισθέντος αὐτοῖς Ἀζούλιδος, πρὸς τὰ ὑπὲρ τὴν Θούλην τὴν πλάνην ἐξέτεινον· καθ᾽ ἣν πλάνην τὰ ὑπὲρ τὴν Θούλην ἄπιστα θεάσασθαι νῦν ἀπαγγέλλων εἰσάγεται Κύμβᾳ, ἐκεῖνα λέγων ἰδεῖν ἃ καὶ οἱ τῆς ἀστροθεάμονος τέχνης σπουδασταὶ ὑποτίθενται, οἷον ὥς ἐστιν ἐνίοις δυνατὸν κατὰ κορυφὴν τὴν ἄρκτον εἶναι, καὶ τὴν νύκτα μηνίαιαν, καὶ ἔλαττον δὲ καὶ πλέον, καὶ ἑξαμηνιαίαν δέ, καὶ τὸ ἔσχατον ἐνιαυσιαίαν· οὐ μόνον δὲ τὴν νύκτα ἐπὶ τοσοῦτον παρατείνεσθαι, ἀλλὰ καὶ τὴν ἡμέραν ταύταις συμβαίνειν ἀνάλογον.

Καὶ ἕτερα δὲ ἀπαγγέλλει ἰδεῖν ὅμοια, καὶ ἀνθρώπους δὲ ἰδεῖν καὶ ἕτερα τινὰ τερατεύεται, ἃ μηδεὶς μήτε ἰδεῖν ἔφη μήτε ἀκοῦσαι, ἀλλὰ μηδὲ φαντασίαις ἀνετυπώσατο. Καὶ τὸ πάντων ἀπιστότατον, ὅτι πορευόμενοι πρὸς Βορρᾶν ἐπὶ σελήνην, ὡς ἐπί τινα γῆν καθαρωτάτην, πλησίον ἐγένοντο, ἐκεῖ τε γενόμενοι ἴδοιεν ἃ εἰκὸς ἦν ἰδεῖν τὸν τοιαύτην ὑπερβολὴν πλασμάτων προαναπλάσαντα.

Εἶτα καὶ ὡς ἡ Σίβυλλα τὴν μαντικὴν ἀπὸ Καρμάνου ἀνέλαβε. Μετὰ δὲ ταῦτα ὅτι εὐχὰς ἰδίας ἕκαστος ηὔξατο, καὶ τοῖς μὲν ἄλλοις ἑκάστῳ συνέπεσεν ὥσπερ ηὔξατο, αὑτὸν δέ φησιν ἐκεῖθεν ἀφυπνώσαντα ἐς Τύρον ἐς τὸν τοῦ Ἡρακλέος νεὼν εὑρεθῆναι, ἐκεῖθέν τε ἀναστάντα τήν τε Δερκυλλίδα καὶ τὸν Μαντινίαν ἀνευρεῖν εὖ πεπραχότας καὶ τούς τε γονεῖς τοῦ μακροῦ ἀπαλλάξαντας ὕπνου, μᾶλλον δὲ ὀλέθρου, καὶ τἆλλα εὐδαιμονοῦντας.

Ταῦτα Κύμβᾳ Δεινίας διεμυθολόγησε, καὶ κυπαριττίνας δέλτους προενεγκών, ἐγγράψαι ταύταις τὸν Ἐρασινίδην Ἀθηναῖον συνεπόμενον τῷ Κύμβᾳ (ἦν γὰρ τεχνίτης λόγων) παρεκελεύσατο. Ὑπέδειξε δὲ αὐτοῖς καὶ τὴν Δερκυλλίδα· αὕτη γὰρ καὶ τὰς κυπαριττίνας δέλτους ἤνεγκε. Προσέταξέ τε τῷ Κύμβᾳ δίχα ταῦτα τὰ διαμυθολογηθέντα ἀναγράψασθαι, καὶ θατέραν μὲν τῶν δέλτων αὐτὸν ἔχειν, τὴν ἑτέραν δέ, καθ᾽ ὃν ἀποβιῴη καιρόν, τὴν Δερκυλλίδα πλησίον τοῦ τάφου κιβωτίῳ ἐμβαλοῦσαν καθεῖναι.

Ὁ γοῦν Διογένης, ὁ καὶ Ἀντώνιος, ταῦτα πάντα Δεινίαν εἰσαγαγὼν πρὸς Κύμβαν τερατευσάμενον, ὅμως γράφει Φαυστίνῳ ὅτι τε συντάττει περὶ τῶν ὑπὲρ Θούλην ἀπίστων, καὶ ὅτι τῇ ἀδελφῇ Ἰσιδώρᾳ φιλομαθῶς ἐχούσῃ τὰ δράματα προσφωνεῖ. Λέγει δὲ ἑαυτὸν ὅτι ποιητής ἐστι κωμῳδίας παλαιᾶς, καὶ ὅτι εἰ καὶ ἄπιστα καὶ ψευδῆ πλάττοι, ἀλλ᾽ οὖν ἔχει περὶ τῶν πλείστων αὐτῷ μυθολογηθέντων ἀρχαιοτέρων μαρτυρίας, ἐξ ὧν σὺν καμάτῳ ταῦτα συναθροίσειε· προτάττει δὲ καὶ ἑκάστου βιβλίου τοὺς ἄνδρας οἳ τὰ τοιαῦτα προαπεφήναντο, ὡς μὴ δοκεῖν μαρτυρίας χηρεύειν τὰ ἄπιστα.

Ἐπιστολὴν μὲν οὖν κατ᾽ ἀρχὰς τοῦ βιβλίου γράφει πρὸς τὴν ἀδελφὴν Ἰσίδωραν, δι᾽ ἧς εἰ καὶ τὴν προσφώνησιν αὐτῇ τῶν συγγραμμάτων δείκνυται πεποιημένος, ἀλλ᾽ οὖν εἰσάγει Βάλαγρον πρὸς τὴν οἰκείαν γυναῖκα Φίλαν τοὔνομα, γράφοντα (θυγάτηρ δὲ ἦν Ἀντιπάτρου αὕτη) ὅτι τῆς Τύρου ὑπὸ Ἀλεξάνδρου τοῦ βασιλέως Μακεδόνων εἰς ἅλωσιν ἐλθούσης καὶ πυρὶ τὰ πλεῖστα δαπανηθείσης, στρατιώτης ἧκε πρὸς Ἀλέξανδρον ξένον τι καὶ παράδοξον λέγων μηνύειν, εἶναι δὲ τὸ θέαμα τῆς πόλεως ἔξω. Ὁ δὲ βασιλεὺς Ἡφαιστίωνα καὶ Παρμενίωνα συμπαραλαβὼν εἵποντο τῷ στρατιώτῃ, καὶ καταλαμβάνουσιν ὑπογείους λιθίνους σορούς, ὧν ἡ μὲν ἐπεγέγραπτο· «Λυσίλλα ἐβίω ἔτη πέντε καὶ τριήκοντα», ἡ δέ· «Μνάσων Μαντινίου ἐβίω ἔτη ϛʹ καὶ ξʹ ἀπὸ ἑνὸς καὶ οʹ», ἡ δέ· «Ἀριστίων Φιλοκλέους ἐβίω ἔτη ζʹ καὶ μʹ ἀπὸ βʹ καὶ νʹ», ἄλλη δέ· «Μαντινίας Μνάσωνος ἔτη ἐβίω βʹ καὶ μʹ καὶ νύκτας ζʹ καὶ ψʹ», ἑτέρα δέ· «Δερκυλλὶς Μνάσωνος ἐβίω ἔτη θʹ καὶ λʹ καὶ νύκτας ξʹ καὶ ψʹ», ἡ δὲ ἕκτη σορός· «Δεινίας Ἀρκὰς ἐβίω ἔτη εʹ καὶ κʹ καὶ ρʹ».

Τούτοις διαποροῦντες πλὴν τῆς πρώτης σοροῦ (σαφὲς γὰρ τὸ ἐκείνης ἐπίγραμμα) ἐντυγχάνουσι παρὰ τοίχῳ κιβωτίῳ μικρῷ κυπαρίττου πεποιημένῳ ᾧ ἐνεγέγραπτο· «Ὦ ξένε, ὅστις εἶ, ἄνοιξον, ἵνα μάθῃς ἃ θαυμάζεις». Ἀνοίξαντες οὖν οἱ περὶ Ἀλέξανδρον τὸ κιβώτιον, εὑρίσκουσι τὰς κυπαριττίνους δέλτους, ἅς (ὡς ἔοικε) κατέθηκε Δερκυλλὶς κατὰ τὰς ἐντολὰς Δεινίου.

Ταῦτα Βάλαγρον εἰσάγει τῇ γυναικὶ γράφοντα, καὶ ὅτι τὰς κυπαριττίνους δέλτους μεταγραψάμενος διαπέμψειε τῇ γυναικί. Καὶ λοιπὸν εἰσβάλλει ἐντεῦθεν ὁ λόγος εἰς τὴν τῶν κυπαριττίνων δέλτων ἀνάγνωσιν καὶ γραφήν, καὶ πάρεστι Δεινίας Κύμβᾳ διηγούμενος ἅπερ προείρηται.

Οὕτω μὲν οὖν καὶ ἐπὶ τούτοις ἡ τῶν δραμάτων πλάσις τῷ Ἀντωνίῳ Διογένει ἐσχημάτισται. Ἔστι δ᾽, ὡς ἔοικεν, οὗτος χρόνῳ πρεσβύτερος τῶν τὰ τοιαῦτα ἐσπουδακότων διαπλάσαι, οἷον Λουκιανοῦ, Λουκίου, Ἰαμβλίχου, Ἀχιλλέως Τατίου, Ἡλιοδώρου τε καὶ Δαμασκίου. Καὶ γὰρ τοῦ περὶ ἀληθῶν διηγημάτων Λουκιανοῦ καὶ τοῦ περὶ μεταμορφώσεων Λουκίου πηγὴ καὶ ῥίζα ἔοικεν εἶναι τοῦτο· οὐ μόνον δὲ ἀλλὰ καὶ τῶν περὶ Σινωνίδα καὶ Ῥοδάνην, Λευκίππην τε καὶ Κλειτοφῶντα, καὶ Χαρίκλειαν καὶ Θεαγένην, τῶν τε περὶ αὐτοὺς πλασμάτων καὶ τῆς πλάνης ἐρώτων τε καὶ ἁρπαγῆς καὶ κινδύνων ἡ Δερκυλλὶς καὶ Κήρυλλος καὶ Θρουσκανὸς καὶ Δεινίας ἐοίκασι παράδειγμα γεγονέναι.

Τὸν χρόνον δέ, καθ᾽ ὃν ἤκμασεν ὁ τῶν τηλικούτων πλασμάτων πατὴρ Διογένης ὁ Ἀντώνιος, οὔπω τι σαφὲς ἔχομεν λέγειν, πλὴν ἔστιν ὑπολογίσασθαι ὡς οὐ λίαν πόρρω τῶν χρόνων τοῦ βασιλέως Ἀλεξάνδρου. Μνημονεύει δ᾽ οὗτος ἀρχαιοτέρου τινὸς Ἀντιφάνους, ὅν φησι περὶ τοιαῦτά τινα τερατολογήματα κατεσχολακέναι.

Ἔστι δὲ ἐν αὐτοῖς καὶ μάλιστα, ὡς ἐν τηλικούτοις πλάσμασί τε καὶ μυθεύμασι, δύο τινὰ θηράσαι χρησιμώτατα· ἓν μὲν ὅτι τὸν ἀδικήσαντά τι, κἂν μυριάκις ἐκφυγεῖν δόξῃ, εἰσάγει πάντως δίκην δεδωκέναι, καὶ δεύτερον ὅτι πολλοὺς ἀναιτίους ἐγγὺς μεγάλου γεγονότας κινδύνου, παρ᾽ ἐλπίδας δείκνυσι πολλάκις διασωθέντας.