Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Αντιαιρετικά Έργα Πατέρων και Λεξικογραφία

Αναφορές σε θεολογικά συγγράμματα των αγίων Ειρηναίου, Ιππολύτου, Επιφανίου, καθώς και παρουσίαση ποικίλων αρχαίων λεξικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 9 από 37

Ἀνεγνώσθη βιβλίον 〈Εἰρηναίου〉 ἐπισκόπου Λουγδούνων (ἐν Κελτοῖς δὲ τὰ Λούγδουνα), λόγοι εʹ· οὗ ἡ ἐπιγραφή »Ἐλέγχου καὶ ἀνατροπῆς τῆς ψευδωνύμου γνώσεως«, τοῦτο δέ ἐστι κατὰ αἱρέσεων. Ὧν ὁ πρῶτος, διαλαμβάνων περὶ Οὐαλεντίνου καὶ τῆς κατ᾽ αὐτὸν ἀθέου πλάνης, ἀπάρχεται ὥσπερ ἀναποδίζων καὶ ἄνωθεν διεξιὼν ἀπὸ Σίμωνος τοῦ μάγου μέχρι Τατιανοῦ, ὃς τὰ πρῶτα μαθητὴς Ἰουστίνου τοῦ μάρτυρος χρηματίσας, ὕστερον εἰς πλάνην ἐξεκυλίσθη αἱρέσεως. Ἔτι δὲ διαλαμβάνει περὶ τῶν ἰδίως Γνωστικῶν καλουμένων καὶ τῶν Καϊνῶν, τὰ βδελυρὰ αὐτῶν ἐκτιθεὶς δόγματα· ἐν οἷς καὶ ὁ πρῶτος λόγος.

Ὁ δὲ δεύτερος ἀνατροπὴν περιέχει τῶν τοῖς αἱρεσιώταις ἀσεβῶς δογματιζομένων. Ὁ δὲ τρίτος καὶ γραφικὰς κατ᾽ αὐτῶν προκομίζει παντοδαπὰς μαρτυρίας. Ὁ δὲ τέταρτος τὰς παρὰ τῶν αἱρετικῶν προτεινομένας ἀπορίας διαλύει.

Καὶ ὁ πέμπτος δέ, ὅσα διὰ παραβολῶν ἐλέχθη τε καὶ ἐπράχθη ὑπὸ τοῦ Κυρίου, ἐκ τῶν ὑπολοίπων τῆς σωτηριώδους αὐτοῦ διδασκαλίας καὶ ἐκ τῶν ἀποστολικῶν ἐπιστολῶν ταῖς αἱρετικαῖς τερθρείαις εἰς ἔλεγχον ἁρμόζειν παρίστησι.

Πολλὰ δὲ τοῦ θεσπεσίου Εἰρηναίου καὶ παντοδαπὰ καὶ ἕτερα συγγράμματα καὶ ἐπιστολαὶ φέρονται, εἰ καὶ ἔν τισιν αὐτῶν ἡ τῆς κατὰ τὰ ἐκκλησιαστικὰ δόγματα ἀληθείας ἀκρίβεια νόθοις λογισμοῖς κιβδηλεύεται, ἃ χρὴ παρασημαίνεσθαι.

Τοῦτόν φασι γενέσθαι Πολυκάρπου μὲν τοῦ ἱερομάρτυρος Σμύρνης ἐπισκόπου μαθητήν, πρεσβύτερον δὲ Ποθεινοῦ, οὗ καὶ τῆς ἐπισκοπῆς τῶν Λουγδούνων διάδοχος κατέστη. Βίκτωρ δὲ ἄρα κατ᾽ ἐκεῖνο καιροῦ Ῥώμης ἐπεσκόπει, πρὸς ὃν καὶ πολλάκις γράφει, παραινῶν μὴ ἕνεκα τῆς περὶ τοῦ Πάσχα διαφωνίας τινὰς τῆς ἐκκλησίας ἀποκηρύττειν.

Ἀνεγνώσθη βιβλιδάριον 〈Ἱππολύτου〉· μαθητὴς δὲ Εἰρηναίου ὁ Ἱππόλυτος. Ἦν δὲ τὸ σύνταγμα κατὰ αἱρέσεων λβʹ, ἀρχὴν ποιούμενον Δοσιθεανούς, καὶ μέχρι Νοητοῦ καὶ Νοητιανῶν διαλαμβάνον. Ταύτας δέ φησιν ἐλέγχοις ὑποβληθῆναι ὁμιλοῦντος Εἰρηναίου, ὧν καὶ σύνοψιν ὁ Ἱππόλυτος ποιούμενος τόδε τὸ βιβλίον φησὶ συντεταχέναι.

Τὴν δὲ φράσιν σαφής ἐστι καὶ ὑπόσεμνος καὶ ἀπέριττος, εἰ καὶ πρὸς τὸν ἀττικὸν οὐκ ἐπιστρέφεται λόγον. Λέγει δὲ ἄλλα τέ τινα τῆς ἀκριβείας λειπόμενα, καὶ ὅτι ἡ πρὸς Ἑβραίους ἐπιστολὴ οὐκ ἔστι τοῦ ἀποστόλου Παύλου.

Λέγεται δὲ οὗτος καὶ προσομιλεῖν τῷ λαῷ κατὰ μίμησιν Ὠριγένους, οὗ καὶ συνήθης μάλιστα καὶ ἐραστὴς τῶν λόγων ὑπῆρχε, ὡς καὶ προτρέψασθαι αὐτὸν τὴν θείαν ὑπομνηματίσαι γραφήν, ἐγκαταστήσας αὐτῷ καὶ ὑπογραφέας ἑπτὰ ταχυγράφους καὶ ἑτέρους τοσούτους γράφοντας εἰς κάλλος, ὧν ἦν καὶ τῆς δαπάνης αὐτὸς χορηγός. Καὶ ταῦτα ὑπηρετούμενος αὐτῷ ἀπαιτεῖν αὐτὸν ἀπαιραιτήτως τὸ ἔργον, ἐξ οὗ καὶ ἐργοδιώκτην ἐν μιᾷ τῶν ἐπιστολῶν παρὰ Ὠριγένους κληθῆναι. Πλεῖστα δὲ καὶ οὗτος λέγεται συγγεγραφέναι.

Ἀνεγνώσθη 〈Ἐπιφανίου〉 τοῦ ἁγιωτάτου ἐπισκόπου τὰ Πανάρια. Ἐν τεύχεσι μὲν γʹ, τόμοις δὲ ζʹ, κατὰ αἱρέσεων δὲ πʹ. Ἄρχεται μὲν ἀπὸ τοῦ Βαρβαρισμοῦ, κάτεισι δὲ μέχρι τῶν Μεσσαλιανῶν. Πάντων δὲ τῶν πρὸ αὐτοῦ κατὰ αἱρέσεων καταβεβληκότων πόνους πλατύτερός τε καὶ χρησιμώτερος, ὅτι ἅπερ τε ἐκείνοις ἐρρήθη τὸ χρήσιμον ἔχοντα, οὗτος οὐ καταλέλοιπε, καὶ εἴ τι προσεξευρεῖν ἠδυνήθη, προσέθηκε.

Τὴν δὲ φράσιν ταπεινός τε καὶ οἷα εἰκὸς Ἀττικῆς παιδείας ἀμελέτητον τυγχάνειν. Ἀσθενὴς δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ ἐν ταῖς κατὰ τῶν δυσσεβῶν αἱρέσεων συμπλοκαῖς· ἐνιαχοῦ μέντοι ἀριστεύει ταῖς ἐπιβολαῖς, εἰ καὶ τῶν ῥημάτων αὐτῷ καὶ τῆς συντάξεως οὐδὲν τὸ ἰδίωμα συμβελτιοῦται.

Ἀνεγνώσθη τοῦ αὐτοῦ ὁ Ἀγκύρωτος, σύνοψις ὥσπερ τῶν Παναρίων ὑπάρχουσα. Ἀνεγνώσθη τοῦ αὐτοῦ. Ἀνεγνώσθη 〈Ἰουστίνου〉 τοῦ μάρτυρος ἀπολογία ὑπὲρ Χριστιανῶν καὶ κατὰ Ἑλλήνων καὶ κατὰ Ἰουδαίων, καὶ ἔτι ἑτέρα αὐτοῦ πραγματεία κατὰ τοῦ πρώτου καὶ δευτέρου τῆς φυσικῆς ἀκροάσεως, ἤτοι κατὰ εἴδους καὶ ὕλης καὶ στερήσεως, ἐπιχειρηματικοὶ καὶ βίαιοι καὶ χρειώδεις λόγοι, καὶ κατὰ τοῦ πέμπτου σώματος ὁμοίως καὶ κατὰ τῆς ἀϊδίου κινήσεως, ἣν Ἀριστοτέλης δεινότητι λογισμῶν ἐναπέτεκεν, ἔτι τε ἀποριῶν κατὰ τῆς εὐσεβείας κεφαλαιώδεις ἐπιλύσεις.

Ἔστι δὲ φιλοσοφίας μὲν ὁ ἀνὴρ τῆς τε καθ᾽ ἡμᾶς καὶ μάλιστά γε τῆς θύραθεν εἰς ἄκρον ἀνηγμένος, πολυμαθίᾳ τε καὶ ἱστοριῶν περιρρεόμενος πλούτῳ· ῥητορικαῖς δὲ τέχναις οὐκ ἔσχε σπουδὴν ἐπιχρῶσαι τὸ ἔμφυτον αὐτοῦ τῆς φιλοσοφίας κάλλος. Διὸ καὶ οἱ λόγοι αὐτοῦ, ἄλλως ὄντες δυνατοὶ καὶ τὸ ἐπιστημονικὸν διασῴζοντες, τῶν ἐκεῖθεν οὐκ εἰσὶν ἀποστάζοντες ἡδυσμάτων, οὐδὲ τῷ ἐπαγωγῷ καὶ θελκτηρίῳ τοὺς πολλοὺς τῶν ἀκροατῶν ἐφελκόμενοι.

Τέσσαρας δὲ πραγματείας κατὰ τῶν ἐθνῶν συνέταξεν, ὧν τὴν μὲν πρώτην Ἀντωνίνῳ τῷ ἐπίκλην Πίῳ καὶ τοῖς υἱέσι τῇ τε συγκλήτῳ ἐπέδωκε, τὴν δὲ δευτέραν ὁμοίως τοῖς ἐκείνου διαδόχοις. Ἐν δὲ τῇ τρίτῃ περὶ φύσεως δαιμόνων διείλεκται. Ὁ δὲ τέταρτος αὐτῷ λόγος, ὁμοίως κατὰ τῶν ἐθνῶν συγκείμενος, ἔλεγχος ἐπιγραφὴν ἔχει.

Ἔστι δὲ αὐτῷ καὶ ὁ περὶ Θεοῦ μοναρχίας, καὶ ὁ ἐπιγραφόμενος Ψάλτης, καὶ μὴν κατὰ Μαρκίωνος, ἀναγκαῖοι λόγοι, καὶ ἡ κατὰ πασῶν αἱρέσεων χρήσιμος πραγματεία. Οὗτος υἱὸς μὲν ἔφυ Πρίσκου Βακχείου, πατρίδα δὲ εἶχε Νεάπολιν τὴν ὑπὸ τὴν ἐπαρχίαν τελοῦσαν Παλαιστίνης, ἐν Ῥώμῃ δὲ τὰς διατριβὰς ἔσχε, φιλοσοφῶν καὶ τοῖς λόγοις καὶ τῷ βίῳ καὶ τῷ σχήματι. Διάπυρος δὲ τῆς εὐσεβείας ὢν ἐραστής, ἔσχε Κρίσκην ἕνα τινὰ τῶν καλουμένων κυνικῶν ἀντιπολιτευόμενον αὐτῷ καὶ τῷ βίῳ καὶ τῇ θρησκείᾳ. Ὑφ᾽ οὗ καὶ συσκευασθείς, ἀξίως τῆς ὅλης τοῦ βίου προαιρέσεως καὶ τὴν ἐπιβουλὴν συνδιέθηκε· μαρτυρίου γὰρ ταύτην ὑπόθεσιν ἐνστησάμενος, λαμπρῶς καὶ χαίρων τὸν ὑπὲρ Χριστοῦ θάνατον ἀνεδέξατο.

Ἀνεγνώσθη βιβλιδάριον ἐν ᾧ 〈Κλήμεντος〉 ἐπιστολαὶ πρὸς Κορινθίους βʹ ἐνεφέροντο, ὧν ἡ πρώτη δι᾽ αἰτίας αὐτοὺς ἄγει στάσεσι καὶ ταραχαῖς καὶ σχίσμασι τὴν πρέπουσαν αὐτοῖς εἰρήνην καὶ ὁμόνοιαν ἐμπολιτεύεσθαι λύσαντας, καὶ παραινεῖ παύσασθαι τοῦ κακοῦ.

Ἁπλοῦς δὲ κατὰ τὴν φράσιν καὶ σαφής ἐστι καὶ ἐγγὺς τοῦ ἐκκλησιαστικοῦ καὶ ἀπεριέργου χαρακτῆρος. Αἰτιάσαιτο δ᾽ ἄν τις αὐτὸν ἐν ταύταις ὅτι τε τοῦ Ὠκεανοῦ ἔξω κόσμους τινὰς ὑποτίθεται εἶναι, καὶ δεύτερον ἴσως ὅτι ὡς παναληθεστάτῳ τῷ κατὰ τὸν Φοίνικα τὸ ὄρνεον ὑποδείγματι κέχρηται, καὶ τρίτον ὅτι ἀρχιερέα καὶ προστάτην τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐξονομάζων, οὐδὲ τὰς θεοπρεπεῖς καὶ ὑψηλοτέρας ἀφῆκε περὶ αὐτοῦ φωνάς· οὐ μὴν οὐδ᾽ ἀπαρακαλύπτως αὐτὸν οὐδαμῇ ἐν τούτοις βλασφημεῖ.

Ἡ δὲ δευτέρα καὶ αὐτὴ νουθεσίαν καὶ παραίνεσιν κρείττονος εἰσάγει βίου, καὶ ἐν ἀρχῇ Θεὸν τὸν Χριστὸν κηρύσσει, πλὴν ὅτι ῥητά τινα ὡς ἀπὸ τῆς θείας γραφῆς ξενίζοντα παρεισάγει· ὧν οὐδ᾽ ἡ πρώτη ἀπήλλακτο παντελῶς. Καὶ ἑρμηνείας δὲ ῥητῶν τινῶν ἀλλοκότους ἔχει. Ἄλλως τε δὲ καὶ τὰ ἐν αὐταῖς νοήματα ἐρριμμένα πως καὶ οὐ συνεχῆ τὴν ἀκολουθίαν ὑπῆρχε φυλάττοντα.

Ἐν τῷ αὐτῷ δὲ βιβλιδαρίῳ ἀνεγνώσθη καὶ 〈Πολυκάρπου〉 ἐπιστολὴ πρὸς Φιλιππησίους, γέμουσα πολλῆς νουθεσίας μετὰ σαφηνείας καὶ ἁπλότητος κατὰ τὸν ἐκκλησιαστικὸν τῆς ἑρμηνείας τύπον. Λέγει δὲ καὶ τὰς ἐπιστολὰς αὐτοῖς Ἰγνατίου τοῦ θεοφόρου ἀπεσταλκέναι, καὶ αἰτεῖται ἀναδιδαχθῆναι παρ᾽ αὐτῶν εἴ τι περὶ ἐκείνου διακούσαιεν.

Ἀνεγνώσθη 〈Εὐσεβίου τοῦ Παμφίλου〉 ἡ εἰς Κωνσταντῖνον τὸν μέγαν βασιλέα ἐγκωμιαστικὴ τετράβιβλος ἐν ᾗ περιέχεται ἥ τε τοῦ ἀνδρὸς ἄλλη πολιτεία ἐξ αὐτῆς πρώτης ἡλικίας ἀρχομένη, καὶ ὅσαι πρὸς τὴν ἐκκλησιαστικὴν ἱστορίαν συντελοῦσι πράξεις, μέχρις οὗ τὸν βίον ἀπέλιπεν, εἰς ἑξηκοστὸν καὶ τέταρτον παραταθέντα χρόνον.

Ἔστι μὲν οὖν κἀνταῦθα τὴν φράσιν ὅμοιος ἑαυτῷ, πλὴν μικρόν τι πρὸς τὸ λαμπρότερον ἐκβεβίασται αὐτῷ ὁ λόγος, καὶ λέξεις εἰς τὸ ἀνθηρότερον ἐνιαχοῦ συνελήφθησαν· τῆς μέντοι κατὰ τὴν ἑρμηνείαν ἡδονῆς καὶ χάριτος οὐδὲν μέγα, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις ἐμφαίνεται.

Καταστρώννυσι δὲ ἐν ταύτῃ αὑτοῦ τῇ τετραβίβλῳ πάμπολλα χωρία ἐξ ὁλοκλήρου τῆς ἐκκλησιαστικῆς αὑτοῦ δεκαλόγου ἱστορίας. Λέγει μὲν οὖν καὶ αὐτὸς ἐν Νικομηδείᾳ τὸν μέγαν Κωνσταντῖνον βαπτίσασθαι, μέχρι τότε τὸ λουτρὸν ἀναβαλλόμενον ἅτε δὴ ἐν ἐπιθυμίᾳ ποιούμενον τοῖς Ἰορδάνου τὸ λουτρὸν ὑποδέξασθαι. Τίς δὲ ὁ βαπτίσας, οὐδὲν διασαφεῖ.

Περὶ μέντοι γε τῆς Ἀρειανῆς αἱρέσεως οὐδὲν σαφὲς ἀπαγγέλλει, οὐδ᾽ εἰ τῆς δόξης ἐκείνης εἴχετο, οὐδ᾽ ὅτι μεταβέβληται, ἀλλ᾽ οὐδ᾽ ὅτι φαύλως ἢ ὀρθῶς ἐδόξαζεν Ἄρειος, καίπερ ἀνάγκην ἔχων ἐν μνήμῃ ταῦτα ποιήσασθαι ἅτε δὴ μέγα μέρος ἐπεχούσης τῆς συνόδου τῶν τοῦ μεγάλου πράξεων Κωνσταντίνου, κἀκείνης πάλιν ἐξαπαιτούσης τὴν περὶ τούτων λεπτομερεστάτην ἱστορίαν. Ἀλλὰ στάσιν μὲν ἐμπεσεῖν μεταξὺ Ἀρείου καὶ Ἀλεξάνδρου, τὴν αἵρεσιν οὕτω λέγων καὶ ὑποκρυπτόμενος ἀποφαίνεται, ἐπί τε τῇ στάσει λίαν ἀλγῆσαι τὸν θεοφιλῆ βασιλέα, καὶ ἀγωνίσασθαι διά τε ἐπιστολῶν διά τε τοῦ Ὁσίου ὃς Κουδρούβης ἐπεσκόπει, εἰς φιλίαν καὶ ὁμόνοιαν συζεῦξαι τὸ στασιάζον τῆς πρὸς ἀλλήλους ἔριδος ἀφεμένους καὶ τῶν τοιούτων ζητήσεων, ὡς δ᾽ οὐκ ἔπειθε, σύνοδον πανταχόθεν ἀθροῖσαι καὶ τὴν ἐμπεσοῦσαν ἔριν εἰς εἰρήνην διαλύσασθαι.

Οὐ μὴν εἰς τὸ ἀκριβὲς καὶ ἐπίδηλον ἀναγράφεται. Οὕτως οὖν ὥσπερ αἰσχυνομένῳ ἐοικὼς καὶ μὴ βουλομένῳ δημοσιεύειν Ἄρειον τήν τε τῆς συνόδου ἐξενηνεγμένην κατ᾽ αὐτοῦ ψῆφον καὶ τῶν συνασεβησάντων αὐτῷ καὶ συνεξωσθέντων τὴν δικαίαν εἴσπραξιν, οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἣν θεόθεν πᾶς ὀφθαλμὸς εἶδεν ἔνδικον Ἀρείου καταστροφήν, οὐδὲν τούτων ἄγων εἰς φῶς, τήν τε περὶ τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ πραχθέντων καὶ περὶ αὐτὴν ἱστορίαν παρέδραμε.

Διὸ καὶ περὶ τοῦ θεσπεσίου Εὐσταθίου διηγεῖσθαι μέλλων οὔτε τοῦ ὀνόματος μέμνηται, οὐδ᾽ ὅσα περὶ αὐτὸν ἐτολμήθη καὶ εἰς ἔργον ἀποβέβηκεν, ἀλλ᾽ εἰς στάσιν καὶ ταραχὴν ἀνάγων καὶ ταῦτα γαληνίας καὶ πάλιν ἐπιλέγει, ἐπισκόπων κατὰ τὴν Ἀντιόχειαν συνδεδραμηκότων σπουδῇ βασιλέως καὶ συνεργίᾳ, καὶ τὸ στασιάζον καὶ ταραττόμενον εἰς τὸ εἰρηναῖον μεταβεβληκότων. Ὁμοίως δὲ καὶ ἐν οἷς ὁ πολύαθλος ἐσκευωρήθη Ἀθανάσιος, εἰς ταῦτα τὴν ἱστορίαν ὁρμήσας ἐπαφεῖναι, στάσεως μὲν ἐμπλησθῆναι πάλιν καὶ ταραχῆς τὴν Ἀλεξάνδρειαν λέγει, καὶ ταύτην πραϋνθῆναι ἐπισκόπων παρουσίᾳ τὴν βασιλικὴν ἐχόντων συμμαχίαν· οὔτε δὲ τίς ἦν ὁ στασιάζων οὐδ᾽ ἥτις ἡ στάσις, ἢ τί καὶ πράξαντες τὴν ἔριν ἐπράϋναν, οὐδὲν οὐδ᾽ ὅλως ποιεῖται ἐπίδηλον. Καὶ σχεδὸν ἐν οἷς ἐπισκόπων πρὸς ἀλλήλους φιλονεικίαι περὶ δογμάτων ἢ περί τινων ἄλλων διαφωνίαι γεγόνασι, τὸν αὐτὸν τῆς ἐπικρύψεως ἐν τῇ διηγήσει τύπον φυλάττει.

Ἀνεγνώσθη 〈Λουκιανοῦ〉 ὑπὲρ Φαλάριδος καὶ νεκρικοὶ καὶ ἑταιρικοὶ διάλογοι διάφοροι, καὶ ἕτεροι διαφόρων ὑποθέσεων λόγοι, ἐν οἷς σχεδὸν ἅπασι τὰ τῶν Ἑλλήνων κωμῳδεῖ, τήν τε τῆς θεοπλαστίας αὐτῶν πλάνην καὶ μωρίαν καὶ τὴν εἰς ἀσέλγειαν ἄσχετον ὁρμὴν καὶ ἀκρασίαν, καὶ τῶν ποιητῶν αὐτῶν τὰς τερατώδεις δόξας καὶ ἀναπλάσεις, καὶ τὸν ἐντεῦθεν πλάνον τῆς πολιτείας, καὶ τοῦ ἄλλου βίου τὴν ἀνώμαλον περιφορὰν καὶ τὰς περιπτώσεις, καὶ τῶν φιλοσόφων αὐτῶν τὸ φιλόκομπον ἦθος καὶ μηδὲν ἄλλο πλὴν ὑποκρίσεως καὶ κενῶν δοξασμάτων μεστόν· καὶ ἁπλῶς, ὡς ἔφημεν, κωμῳδία τῶν Ἑλλήνων ἐστὶν αὐτῷ ἡ σπουδὴ ἐν λόγῳ πεζῷ.

Ἔοικε δὲ αὐτὸς τῶν μηδὲν ὅλως πρεσβευόντων εἶναι· τὰς γὰρ ἄλλων κωμῳδῶν καὶ διαπαίζων δόξας, αὐτὸς ἣν θειάζει οὐ τίθησι, πλὴν εἴ τις αὐτοῦ δόξαν ἐρεῖ τὸ μηδὲν δοξάζειν. Τὴν μέντοι φράσιν ἐστὶν ἄριστος, λέξει εὐσήμῳ τε καὶ κυρίᾳ καὶ τῷ ἐμφατικῷ διαπρεπούσῃ κεχρημένος, εὐκρινείας τε καὶ καθαρότητος μετά γε τοῦ λαμπροῦ καὶ συμμέτρου μεγέθους, εἴ τις ἄλλος ἐραστής. Συνθήκη τε αὐτῷ οὕτως ἥρμοσται ὥστε δοκεῖν τὸν ἀναγινώσκοντα μὴ λόγους λέγειν, ἀλλὰ μέλος τι τερπνὸν χωρὶς ἐμφανοῦς ᾠδῆς τοῖς ὠσὶν ἐναποστάζειν τῶν ἀκροατῶν. Καὶ ὅλως, ὥσπερ ἔφημεν, ἄριστος ὁ λόγος αὐτῷ καὶ οὐ πρέπων ὑποθέσεσιν, ἃς αὐτὸς ἔγνω σὺν τῷ γελοίῳ διαπαῖξαι.

Ὅτι δὲ αὐτὸς τῶν μηδὲν ἦν ὅλως δοξαζόντων, καὶ τὸ τῆς βίβλου ἐπίγραμμα δίδωσιν ὑπολαμβάνειν. Ἔχει γὰρ ὧδε· Λουκιανὸς τάδ᾽ ἔγραψα, παλαιά τε μωρά τε εἰδώς· μωρὰ γὰρ ἀνθρώποις καὶ τὰ δοκοῦντα σοφά, κοὐδὲν ἐν ἀνθρώποισι διακριδόν ἐστι νόημα· ἀλλ᾽ ὃ σὺ θαυμάζεις, τοῦθ᾽ ἑτέροισι γέλως.

Ἀνεγνώσθη 〈Λουκίου Πατρέως〉 μεταμορφώσεων λόγοι διάφοροι. Ἔστι δὲ τὴν φράσιν σαφής τε καὶ καθαρὸς καὶ φίλος γλυκύτητος· φεύγων δὲ τὴν ἐν λόγοις καινοτομίαν, εἰς ὑπερβολὴν διώκει τὴν ἐν τοῖς διηγήμασι τερατείαν, καὶ ὡς ἄν τις εἴποι, ἄλλος ἐστὶ Λουκιανός.

Οἱ δέ γε πρῶτοι αὐτοῦ δύο λόγοι μόνον οὐ μετεγράφησαν Λουκίῳ ἐκ τοῦ Λουκιανοῦ λόγου ὃς ἐπιγέγραπται »Λοῦκις ἢ Ὄνος» ἢ ἐκ τῶν Λουκίου λόγων Λουκιανῷ. Ἔοικε δὲ μᾶλλον ὁ Λουκιανὸς μεταγράφοντι, ὅσον εἰκάζειν· τίς γὰρ χρόνῳ πρεσβύτερος, οὔπω ἔχομεν γνῶναι. Καὶ γὰρ ὥσπερ ἀπὸ πλάτους τῶν Λουκίου λόγων ὁ Λουκιανὸς ἀπολεπτύνας καὶ περιελὼν ὅσα μὴ ἐδόκει αὐτῷ πρὸς τὸν οἰκεῖον χρήσιμα σκοπόν, αὐταῖς τε λέξεσι καὶ συντάξεσιν εἰς ἕνα τὰ λοιπὰ συναρμόσας λόγον, «Λοῦκις ἢ Ὄνος» ἐπέγραψε τὸ ἐκεῖθεν ὑποσυληθέν.

Γέμει δὲ ὁ ἑκατέρου λόγος πλασμάτων μὲν μυθικῶν, ἀρρητοποιΐας δὲ αἰσχρᾶς. Πλὴν ὁ μὲν Λουκιανὸς σκώπτων καὶ διασύρων τὴν Ἑλληνικὴν δεισιδαιμονίαν, ὥσπερ κἀν τοῖς ἄλλοις, καὶ τοῦτον συνέταττεν. Ὁ δὲ Λούκιος σπουδάζων τε καὶ πιστὰς νομίζων τὰς ἐξ ἀνθρώπων εἰς ἀλλήλους μεταμορφώσεις τάς τε ἐξ ἀλόγων εἰς ἀνθρώπους καὶ ἀνάπαλιν καὶ τὸν ἄλλον τῶν παλαιῶν μύθων ὕθλον καὶ φλήναφον, γραφῇ παρεδίδου ταῦτα καὶ συνύφαινεν.

Ἀνεγνώσθη 〈Δαμασκίου〉 λόγοι δʹ, ὧν ὁ μὲν πρῶτος ἐπιγραφὴν ἔχει περὶ παραδόξων ποιημάτων κεφάλαια τνβʹ, ὁ δὲ δεύτερος παραδόξων περὶ δαιμονίων διηγημάτων κεφάλαια νβʹ, ὁ δὲ τρίτος περὶ τῶν μετὰ θάνατον ἐπιφαινομένων ψυχῶν παραδόξων διηγημάτων κεφάλαια ξγʹ, ὁ δὲ τέταρτος καὶ παραδόξων φύσεων κεφάλαια ρεʹ.

Ἐν οἷς ἅπασιν ἀδύνατά τε καὶ ἀπίθανα καὶ κακόπλαστα τερατολογήματα καὶ μωρὰ καὶ ὡς ἀληθῶς ἄξια τῆς ἀθεότητος καὶ δυσσεβείας Δαμασκίου, ὃς καὶ τοῦ φωτὸς τῆς εὐσεβείας τὸν κόσμον πληρώσαντος, αὐτὸς ὑπὸ βαθεῖ σκότῳ τῆς εἰδωλολατρείας ἐκάθευδε.

Κεφαλαιώδης δὲ αὐτῷ ἐν τούτοις ὁ λόγος, καὶ οὔτε ἄκομψος οὔτε τὸ σαφὲς ὑπερορῶν, ὡς ἐν διηγήμασι τοιούτοις. Ἀνεγνώσθη 〈Ἀμυντιανοῦ〉 εἰς Ἀλέξανδρον· προσφωνεῖ δὲ τὸν λόγον τῷ αὐτοκράτορι Ῥωμαίων Μάρκῳ καὶ ἐπαγγέλλεται μὲν ἀξίως εἰπεῖν τῶν Ἀλεξάνδρου πράξεων, ἐδείχθη δὲ προιϊὼν ὡς ἐπαγγεῖλαι μέν ἐστιν ἔνθερμος καὶ τολμητής, πληρῶσαι δὲ τὴν ἐπαγγελίαν ψυχρὸς καὶ δειλός· πολὺ γὰρ καταδεέστερον καὶ τῶν ἔμπροσθεν εἰρηκότων λέγει περὶ αὐτοῦ. Ἀτόνῳ δὲ καὶ ἐκλύτῳ χαρακτῆρι χρῆται, τοῦ μέντοι σαφοῦς οὐ διαπίπτει, πολλὰ δὲ τῶν ἀναγκαίων παραλιμπάνει.

Ὁ αὐτὸς δὲ καὶ ἑτέρους λόγους ἔγραψε διαφόρους καὶ παραλλήλους συνέθηκε βίους, ὥσπερ Διονυσίου καὶ Δομιτιανοῦ ἐν δυσὶ λόγοις, Φιλίππου τε Μακεδόνων καὶ Αὐγούστου ἐν ἑτέροις δυσίν. Ἔτι δὲ καὶ περὶ Ὀλυμπιάδος τῆς Ἀλεξάνδρου μητρὸς λόγον ἔγραψεν.

Ἀνεγνώσθη 〈Παλλαδίου〉 σοφιστοῦ μελέται διάφοροι, καὶ 〈Ἀφθονίου〉 καὶ 〈Εὐσεβίου〉 σοφιστοῦ καὶ 〈Μαξίμου〉 σοφιστοῦ Ἀλεξανδρέως. Ἀλλὰ τῶν ἄλλων ὁ Παλλάδιος κατὰ πᾶσαν ἀρετὴν τὴν ἐν λόγοις ἐπὶ πλεῖστον διενήνοχεν.

Ἀνεγνώσθη 〈Κυρίλλου〉 οἱ Θησαυροί. Ἐπιχειρηματικόν ἐστι τὸ βιβλίον καὶ κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου λύσσης γενναίως καὶ πολυτρόπως ἀγωνιζόμενον· καὶ γὰρ καὶ λογικαῖς ἐφόδοις ἐπιστημόνως αὐτῶν ἀπελέγχει τὴν ἄνοιαν, καὶ γραφικὰς αὐταῖς συμπλέκων καὶ συνυφαίνων χρήσεις πανταχόθεν τὸ σαθρὸν αὐτῶν στηλιτεύει τοῦ δόγματος. Τίθησι δὲ καὶ μαρτυρίας ἁπλῶς τῆς γραφῆς ὁ θεσπέσιος Κύριλλος, εἰς ἀμηχανίαν αὐτῶν διὰ πάντων συγκλείων τὸ φρύαγμα. Ἔστι δὲ τῶν ἑαυτοῦ λόγων ἐνταῦθα, καὶ μάλιστα τοῖς ἔννοιαν λαβοῦσι τῶν λογικῶν ἐφόδων σαφέστατος.

Ἀνεγνώσθη βιβλιδάριον 〈Εὐνομίου〉, τῆς οἰκείας δυσσεβείας ἔκθεσις, οὗ ἡ ἐπιγραφὴ ... Τοῦτο τὸ βιβλιδάριον ἐπεὶ τοῖς συναιρεσιώταις Εὐνομίου διὰ θαύματος μὲν ἤγετο, κρύφιον δὲ καὶ ἀνέκφορον τοῖς ἄλλοις εἶναι διεσπούδαστο, μόλις ποτὲ ὁ μέγας Βασίλειος ἐπὶ χεῖρας λαβεῖν δυνηθείς, γενναίως τε καὶ λαμπρῶς, καὶ εἴ τις ἀρετὴ λόγων καὶ ἰσχύς, διὰ πασῶν ἐλθών, ἀνέτρεψέ τε καὶ ἀνεσκεύασεν, ὥσπερ τι νήπιον βαβυλώνιον τῇ στερρᾷ τῆς ἀληθείας προσαράξας πέτρᾳ, καὶ θνησιμαῖον καὶ γέλωτα δείξας τό ποτε θαυμαζόμενον.

Ἀνεγνώσθη τοῦ αὐτοῦ δυσσεβοῦς 〈Εὐνομίου〉 βιβλίον, ἐν λόγοις τρισίν, ὡς δῆθεν τῶν ἀποδεδειγμένων κατὰ τῆς βλασφημίας αὐτοῦ τῷ θείῳ βασιλείῳ ἀτόπων ἔλεγχος. Ταύτην τὴν βίβλον ὠδίνοντα πολλάς φασιν αὐτὸν ἐτῶν ὀλυμπιάδας κατατρίψαι, ἐν οἰκίσκῳ ἑαυτὸν καθειργνύντα, καὶ λαθραίαις μίξεσι τὸ πονηρὸν ἐκεῖνο τέρας κύοντα μόλις εἰς φῶς δι᾽ ἐτῶν ἀμβλωθρίδιον ἐκτρῶσαι, θάλπειν τε ἐκεῖθεν, καὶ μόλις καὶ αὐτοῖς τοῖς συμμύσταις ἐπιδεικνύναι τὸ κύημα, δεδιότα μάλιστα μή πως καὶ αὐτὸ ταῖς Βασιλείου χερσὶ περιπεσόν, πρὶν ἢ πῆξιν λαβεῖν διασπασθῇ καὶ πρὸ τοῦ ἀνθῆσαι ξηράνθῃ ἄωρον ἀποφθαρέν. Διόπερ ἐπιμελῶς καὶ ὥσπερ ὁ τοῦ Κρόνου μῦθος τὸ γέννημα καταπιὼν ἔκρυπτέ τε καὶ συνεκάλυπτε, μέχρις ἂν ἡ Βασιλείου ζωὴ τῷ ἐπικήρῳ παρατεινομένη βίῳ τὸν φόβον ἐπέσειεν.

Ἐπεὶ δὲ ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὴν παροικίαν λιπὼν εἰς τὸν οἰκεῖον καὶ οὐράνιον κλῆρον ἀνέδραμε, τοῦ πολλοῦ λυθέντος δέους ὀψὲ τοῦ καιροῦ, δημοσιεύειν οὐδὲ τότε πᾶσιν ἀλλὰ τοῖς φίλοις ἐθάρρησεν· ᾧ περιτυχόντες Θεόδωρος καὶ ὁ Γρηγόριος Νύσσης καὶ Σωφρόνιος, ὧν ἐμνήσθημεν ἄνωθεν, πολλαῖς αἰκίαις λόγων λωβησάμενοι οὐδὲν ἧττον τοῦ προτέρου νεκρὸν καὶ πάσης ἀπόζον ἀκαθαρσίας τῷ γεγεννηκότι ἀπέρριψαν.

Τὰ μὲν τῆς ἀσεβείας οὕτως ἔδωκε δίκην, ὁ δὲ τοῦ λόγου χαρακτὴρ χάριτος μὲν καὶ ἡδονῆς οὐδ᾽ εἴ τίς ἐστιν οὐδ᾽ ἐγγὺς γέγονε τοῦ εἰδέναι, κόμπον δέ τινα τερατώδη καὶ δύσηχον ἦχον φιλοτιμεῖται ψοφεῖν τῶν τε συμφώνων τῇ ἐπαλληλίᾳ καὶ τῶν λέξεων ταῖς δυσεκφράστοις καὶ πολυσυμφώνοις καὶ τοῦ ποιητικοῦ τύπου, ἢ μᾶλλον ἀκριβέστερον εἰπεῖν, τοῦ διθυραμβικοῦ εἴδους τυγχανούσαις.

Συνθήκη τε αὐτῷ ἐκβεβιασμένη καὶ συμπεπιεσμένη καὶ ἔκκροτος, ὡς ἀνάγκην εἶναι τῷ ἀναγινώσκοντι τὰ ἐκείνου τύπτειν σφοδρῶς τὸν ἀέρα τοῖς χείλεσιν, εἰ μέλλοι τρανῶς ἀπαγγέλλειν ἃ περιτραχύνων καὶ συστρέφων συνθλίβων τε καὶ παρεμβάλλων καὶ ἀκρωτηριάζων ἐκεῖνος μόλις συνέταττε. Μακραί τε ἐνίοτε εἰς ἀμετρίαν περίοδοι ἐκτεινόμεναι, καὶ τὸ σκοτεινόν τε καὶ ἄδηλον δι᾽ ὅλου κεχυμένον τοῦ συγγράμματος, ἵνα δοκῇ τε τοῖς πολλοῖς δυνάμει δεινότητος ἐκφεύγειν αὐτῶν τὴν κατάληψιν, καὶ ὅσον ἀσθενὲς τῶν νοηθέντων (καὶ γάρ ἐστι πολύ) τῷ ἀσαφεῖ καὶ δυσκαταλήπτῳ ἐπισκιάζειν ἔχῃ καὶ κρύπτειν τῆς διανοίας τὰ ἀρρωστήματα. Δοκεῖ δὲ καὶ ταῖς λογικαῖς ἐπερείδεσθαι μεθόδοις, ἄλλους τε διασύρων ἐπὶ τούτῳ, καὶ αὐτὸς προθυμούμενος μὲν ἀποκεχρῆσθαι τούτοις ὅτι μάλιστα, ὀψιμαθὴς δὲ κἀν τούτοις καὶ οὐδ᾽ εἰς τὸ βάθος αὐτῶν ἐλθὼν ἐν πολλοῖς πολλάκις ἐλεγχόμενος.

Ἀνεγνώσθη δὲ καὶ ἐπιστολαὶ αὐτοῦ πρὸς διαφόρους μέχρι τεσσαράκοντα. Ἀλλὰ καὶ ἐν ταύταις τὸ αὐτὸ τῶν λόγων εἶδος λεπτουργῶν, παντελῶς τοῦ τῶν ἐπιστολῶν χαρακτῆρος οὐδὲ τοὺς νόμους ἀκούσας, μή τί γε τριβεὶς ἐν αὐτοῖς, εἰς τὸ στηλιτευθῆναι διέπεσεν.

Ἀνεγνώσθη τοῦ μεγάλου 〈Ἀθανασίου〉 ὑπόμνημα εἰς τὸν Ἐκκλησιαστὴν καὶ εἰς τὰ Ἄισματα τῶν ᾀσμάτων. Σαφὴς μέν ἐστιν, ὥσπερ πανταχοῦ τῶν λόγων αὐτοῦ, εἰς μέντοι τὴν χάριν καὶ τὸ κάλλος τῶν ἐπιστολῶν, αἳ τὴν ἀπολογίαν αὐτῷ τῆς φυγῆς καὶ τὰ περὶ αὐτὴν ἐξεργάζονται, οὔτε τόδε τὸ βιβλίον, ἀλλ᾽ οὐδ᾽ ἄλλο τι, ὅσα ἐμὲ τῶν αὐτοῦ εἰδέναι, οὐδὲν ἀναφέρεται.

Ἀνεγνώσθη τοῦ αὐτοῦ ἁγίου ἡ κατὰ Ἀρείου καὶ τῶν αὐτοῦ δογμάτων πεντάβιβλος. Τὴν μὲν φράσιν σαφής τέ ἐστιν, ὡς καὶ ἐν πᾶσι, καὶ ἀπέριττος καὶ ἀφελής, δριμὺς δὲ καὶ βαθὺς καὶ λίαν τοῖς ἐπιχειρήμασιν εὔτονος.

Καὶ τὸ γόνιμον δὲ αὐτοῦ ἐν τούτοις ἡλίκον ὅσον καὶ θαυμάσιον. Λογικαῖς τε μεθόδοις οὔτι γυμνῶς καὶ ἀπὸ τῶν ἐκεῖθεν λέξεων, ὥσπερ οἱ παῖδες καὶ ἀρτιμαθεῖς μειρακιώδη φιλοτιμίαν ἐπιδεικνύμενοι πράττουσιν, ἀλλ᾽ ἐμφιλοσόφως τε καὶ μεγαλοπρεπῶς καὶ ταῖς ἐννοίαις μόναις, καὶ ταύταις διεσχηματισμέναις, ἀποκέχρηται, γραφικαῖς τε μαρτυρίαις καὶ ἀποδείξεσιν εἰς τὸ καρτερὸν κατωχύρωται, καὶ ἁπλῶς ἀρκεῖ τὸ βιβλίον τοῦτο κατὰ πάσης ἀρειανῆς παρατάξεως. Καὶ εἴ τις τὸν θεολόγον Γρηγόριον καὶ τὸν θεῖον Βασίλειον ἐκ ταύτης ὥσπερ ἀπὸ πηγῆς ἀρυσαμένους φαίη τῆς βίβλου τοὺς καλοὺς ἐκείνους καὶ διειδεῖς τῶν οἰκείων λόγων κατὰ τῆς πλάνης ῥεῦσαι ποταμούς, οὐκ ἄν, οἶμαι, σφαλείη τοῦ παραδείγματος.

Ἀνεγνώσθη 〈Βασιλείου〉 τοῦ θεσπεσίου τὰ εἰς τὴν Ἑξαήμερον. Ἄριστος μὲν ἐν πᾶσι τοῖς αὐτοῦ λόγοις ὁ μέγας Βασίλειος· λέξει τε γὰρ καθαρᾷ καὶ εὐσήμῳ καὶ κυρίᾳ καὶ ὅλως πολιτικῇ καὶ πανηγυρικῇ δεινὸς εἴ τις ἄλλος χρήσασθαι, νοημάτων τε τάξει καὶ καθαρότητι πρῶτος ἀλλ᾽ οὐδενὸς δεύτερος εἴδεται, πιθανότητος δὲ καὶ γλυκύτητος καί γε λαμπρότητος ἐραστής, καὶ ῥέων τῷ λόγῳ καὶ ὥσπερ ἐξ αὐτοσχεδίου πηγάζων τὸ ῥεῖθρον. Καὶ τῷ πιθανῷ ἐπὶ τοσοῦτον ἧκεν ἀποκεχρημένος, ὡς εἴ τις πολιτικοῦ λόγου τοὺς αὐτοῦ λόγους παράδειγμα ἑαυτῷ θείη, ἔπειτα τούτους ἐκμελετῴη, μηδὲ τῶν εἰς τοῦτο συντελούντων δηλονότι νόμων ἄπειρος ὑπάρχων, οὐδενὸς αὐτὸν ἑτέρου δεήσεσθαι οἶμαι, οὔτε Πλάτωνος οὔτε Δημοσθένους, οἷς οἱ παλαιοὶ ἐνδιατρίβειν προτρέπονται, εἰς τὸ πολιτικόν τε καὶ πανηγυρικὸν ῥήτορα γενέσθαι.

Ἀνεγνώσθη αὐτοῦ καὶ οἱ λεγόμενοι Ἠθικοὶ λόγοι, ἐν οἷς ἅπασιν ἡ προειρημένη ἀρετὴ τῶν λόγων μάλιστα διαφαίνεται. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ ἐπιστολαί, αἵ τε κανονικαὶ καὶ τὸ ἄλλο πλῆθος, ἃς διαφόροις ἐπέστειλεν· ἐξ ὧν τό τε ἦθος ἔστι τοῦ ἀνδρός, ὁποῖον ἦν ἀξιάγαστον, χαρακτηρίσαι, καὶ κανόνα λαβεῖν, ἂν ἄλλως τις μὴ ἔχῃ, ἐπιστολιμαίου χαρακτῆρος.

Ἀνεγνώσθη καὶ τὰ Ἀσκητικά, ἀσκητικῆς πολιτείας ὑποθῆκαι, καθ᾽ ἅς τις βιοὺς τὴν οὐράνιον οἰκήσει βασιλείαν. Ἓν μέντοι παρηλλαγμένον ἔστιν ἰδεῖν, τὸ κεχρῆσθαι αὐτὸν ἐμφάσεσιν ἐν πολλοῖς κεφαλαίοις. Ἀνεγνώσθη λεξικὸν κατὰ στοιχεῖον 〈Ἑλλαδίου〉, ὧν ἴσμεν λεξικῶν πολυστιχώτατον. Οὐ λέξεων δὲ μόνον ἡ συναγωγή, ἀλλ᾽ ἐνίοτε καὶ κομματικῶν τινῶν χαριεστάτων λόγων καὶ εἰς κώλου πολλάκις σύνθεσιν ἀπαρτιζομένων.

Πεζοῦ δὲ λόγου ἐστὶ τὸ πλεῖστον τῶν λέξεων, ἀλλ᾽ οὐχὶ ποιητικοῦ, ὥσπερ ἡ Διογενιανῷ ἐκπονηθεῖσα συλλογή· οὐδὲ κατὰ πάσας τὰς συλλαβὰς τὴν τοῦ στοιχείου τάξιν φυλάττει, ἀλλὰ κατὰ μόνην τὴν ἄρχουσαν. Πολύστιχος δὲ οὕτως ἡ συλλογὴ ὥστε μήδ᾽ εἰς πέντε σύμμετρα τεύχη τὴν ὅλην πραγματείαν ἀπαρτίζεσθαι· ἡμεῖς δ᾽ ἐν ἑπτὰ τεύχεσιν αὐτῇ ἐνετύχομεν. Χρήσιμον δὲ τὸ βιβλίον τοῖς τε συγγράφουσι καὶ τοῖς ἄλλως πολυμαθίαν τιμῶσιν· ἔχει γὰρ καὶ μαρτυρίας ῥητόρων τε καὶ τῶν εἰς ποιητικὴν μέγα κλέος ἐχόντων.

Ἀνεγνώσθη λεξικὸν κατὰ στοιχεῖον καθαρᾶς ἰδέας. Μέγα καὶ πολύστιχον τὸ βιβλίον, μᾶλλον δὲ πολύβιβλος ἡ πραγματεία. Καὶ χρήσιμον, εἴπερ τι ἄλλο, τοῖς τὸν χαρακτῆρα μεταχειριζομένοις τῆς τοιαύτης ἰδέας.

Ἀνεγνώσθη λεξικὸν σεμνῆς ἰδέας. Εἰς μέγεθος ἐξετείνετο τὸ τεῦχος, ὡς ἄμεινον εἶναι δυσὶ μᾶλλον τεύχεσιν ἢ τρισὶ τοῖς ἀναγινώσκουσι τὸ φιλοπόνημα περιέχεσθαι. Κατὰ στοιχεῖον δὲ ἡ πραγματεία, καὶ δῆλον ὡς χρησίμη τοῖς εἰς μέγεθος καὶ ὄγκον ἐπαίρειν τοὺς λόγους αὑτῶν ἐν τῷ συγγράφειν ἐθέλουσιν.

Ἀνεγνώσθη λεξικὸν ἰδίως λόγου πολιτικοῦ, ἐν τρισὶ τεύχεσι πολυστίχοις. Αὕτη ἡ πραγματεία πλήθει μέν ἐστι πολλή, κατορθωθῆναι δὲ χρησιμωτάτη, καὶ ῥᾴστη δὲ εἰς ἀντίληψιν εἴ τις ἄλλη· οὐ γὰρ νῦν μανθάνειν ἀλλὰ μόνον ἀποσημειώσασθαι τὰς ἐν αὐτῇ λέξεις τὸν ἀναγινώσκοντα δεήσει, εἴπερ μὴ παντάπασίν ἐστιν ἀνήκοος παλαιῶν ἀναγνωσμάτων. Κατὰ στοιχεῖον δὲ καὶ ὁ πόνος οὗτος.

Ἀνεγνώσθη 〈Πολλίωνος〉 λεξικὸν κατὰ στοιχεῖον. Ἔχει πλείστας ποιητικὰς λέξεις, ἧττον δὲ Διογενιανοῦ· εἰς τὸ διπλάσιον δὲ αὐτῷ τῆς ἐκείνου πραγματείας τὸ φιλοπόνημα παρατείνεται. Ἀνεγνώσθη λεξικὸν 〈Ἰουλιανοῦ〉 τῶν παρὰ τοῖς δέκα ῥήτορσι λέξεων κατὰ στοιχεῖον· πολύστιχον δὲ καὶ τοῦτο τὸ βιβλίον, καὶ τῶν τε παρ᾽ Ἀθηναίοις δικῶν ἑρμηνεῦον τὰ ὀνόματα, καὶ εἴ τι καθ᾽ ἱστορίαν ἰδιάζουσαν αὐτοῖς οἱ ῥήτορες παρειλήφασιν ἢ κατά τι πάτριον ἔθος ἀπεχρήσαντο. Δῆλον δ᾽ ὅτι εἰς τὰς τῶν ῥητορικῶν λόγων συναναγνώσεις τὰ μέγιστα ἡ πραγματεία συμβάλλοιτ᾽ ἄν.

Ἐνετύχομεν δὲ καὶ 〈Φιλοστράτου Τυρίου〉 εἰς τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀδοκίμῳ σπουδάσματι· ἀλλ᾽ ἄμεινον ὁ Ἰουλιανὸς διεπόνησεν. Οὐδὲν δὲ ἧττον Ἰουλιανοῦ καὶ 〈Διόδωρος〉 εἰς τὴν αὐτὴν ὑπόθεσιν διεπραγματεύσατο· πλὴν Ἰουλιανῷ ἡ τῶν μαρτυριῶν χρῆσις ἐπὶ πλέον παρατίθεται. Ὅστις δὲ χρόνῳ τῶν δύο πρεσβύτερος (δοκεῖ γὰρ ὥσπερ μεταγραφὴ θατέρῳ τὸ σπούδασμα, ἀλλ᾽ οὐχὶ ἰδίᾳ ἑκατέρῳ αὐτῶν συνειλέχθαι) ἀλλὰ τίς ἐξ ἄλλου μετέγραψε, τέως οὐκ ἔχω λέγειν.

Ἀνεγνώσθη 〈Τιμαίου〉 πρὸς Γαιτιανὸν περὶ τῶν παρὰ Πλάτωνι λέξεων κατὰ στοιχεῖον βραχὺ πονημάτιον ἐν ἑνὶ λόγῳ. Περιείχετο δὲ τῷ τεύχει καὶ 〈Αἰλίου Διονυσίου〉 Ἁλικαρνασσέως Ἀττικῶν ὀνομάτων τῆς πρώτης ἐκδόσεως λόγοι πέντε, ἀπὸ τοῦ 〈α〉 μέχρι τοῦ 〈ω〉 τὰς ἀττικὰς λέξεις κατὰ στοιχεῖον ἀναγράφοντος. Σκύμνῳ δὲ τὸ σύνταγμα προσφωνεῖ.

Χρησιμώτατος δ᾽ ὁ πόνος οὗτος τοῖς τε ἀττικίζειν ἔχουσι φροντίδα καὶ τοῖς τῶν Ἀττικῶν συγγράμμασιν ἐνομιλεῖν προαιρουμένοις. Ὅσαι τε γὰρ ἐπιχωριάζουσι λέξεις τοῖς Ἀθηναίοις περί τε τὰς ἑορτὰς καὶ τὰς δίκας, ἐντεῦθεν ἔστιν ἐκμαθεῖν· καὶ εἴ τι ἄλλο ἰδιοτρόπως αὐτοῖς λέγεται, οὐ χαλεπὸν εὑρεῖν, μάλιστα εἴ τις μὴ τοὺς τῆς πρώτης ἐκδόσεως μόνον τόμους διερευνῴη ἀλλὰ καὶ τῆς δευτέρας ἐκδόσεως, καὶ αὐτοὺς πέντε τόμους ὄντας καὶ ἀπὸ τοῦ 〈α〉 μέχρι τοῦ 〈ω〉 τὰς ἀττικὰς λέξεις περιέχοντας, ὅσαι τε τῇ προτέρᾳ οὐ συμπεριελήφθησαν ἢ περιελήφθησαν μέν, μαρτυρίαις δὲ ταῖς οὔσαις οὐκ ἐβεβαιώθησαν.

Ἐν γὰρ τῇ δευτέρᾳ ἐκδόσει πλατύτερόν τε καὶ ἀφθονέστερον αἱ μαρτυρίαι παρατέθεινται. Ὧν εἴ τις τὰς δύο πραγματείας εἰς ἓν συναγαγεῖν σύνταγμα βουληθείη, χρησιμώτερόν τε τὸ φιλοτέχνημα ἐπιδείξει καὶ μετὰ ῥᾳστώνης ἐκτελέσει.

Ἀνεγνώσθη δὲ ἐν τῷ αὐτῷ τεύχει 〈Παυσανίου〉 λεξικὸν κατὰ στοιχεῖον, οὐδὲν ἔλαττον τῶν προειρημένων εἰς τὰς ἀττικὰς συναναγνώσεις χρήσιμον, εἰ μὴ καὶ μᾶλλον. Εἰ γὰρ καὶ ταῖς μαρτυρίαις ἐνδεέστερον ἔχει, ἀλλ᾽ οὖν ἔν τισι τῶν στοιχείων πολὺ ταῖς λέξεσι πλεονάζει, ὡς ἀμφοτέραις ἅμα ταῖς Αἰλίου Διονυσίου Ἁλικαρνασσέως πραγματείαις τὴν μίαν ταύτην, καίτοι τῶν χρήσεων ἐπ᾽ ἔλαττον (ὡς ἔφημεν) ἁπτομένην, ἐξισάζεσθαι τῷ τῆς γραφῆς ὄγκῳ. Εἰ δέ τις ἐκείναις ταῖς δυσὶν ἐκδόσεσι καὶ τὴν Παυσανίου ἐγκατατάξας ἓν ἀπεργάσαιτο σύνταγμα (ῥᾷστον δὲ τῷ βουλομένῳ), οὗτος ἂν εἴη τὸ κάλλιστον καὶ χρησιμώτατον τοῖς ἀναγινώσκουσι τὰς ἀττικὰς βίβλους σπούδασμα εἰσενηνεγμένος.

Ἀνεγνώσθη δ᾽ ἐν τῷ αὐτῷ τεύχει καὶ 〈Βοηθοῦ〉 λέξεων πλατωνικῶν συναγωγὴ κατὰ στοιχεῖον, πολλῷ τῆς Τιμαίου συναγωγῆς χρησιμώτερον. Προσφωνεῖ δὲ Μελάντᾳ τινὶ τὸ συνταγμάτιον. Συνετάγη δὲ αὐτῷ καὶ ἕτερόν τι Ἀθηναγόρᾳ προσφωνούμενον σπουδασμάτιον, ὃ περὶ τῶν παρὰ Πλάτωνι ἀπορουμένων λέξεων ἐπιγράφει. Ὧν εἴ τις τὰς λέξεις εἰς ἓν συναγάγοι, συνεντάσσων καὶ τὰς συνηγμένας Τιμαίῳ, ἀπηρτισμένην τὴν ὠφέλειαν παράσχοι τοῖς τὰ Πλάτωνος ἀναγινώσκειν ἐθέλουσιν.

Ἀνεγνώσθη δὲ ἐν τῷ αὐτῷ καὶ 〈Δωροθέου〉 περὶ τῶν ξένως εἰρημένων λέξεων κατὰ στοιχεῖον. Δῆλον δὲ ὡς οὐκ ἄχρηστον τοῖς φιλοπόνοις τὸ σύνταγμα. Ἔτι δὲ καὶ 〈Μοίριδος〉 Ἀττικιστής· κατὰ στοιχεῖον δὲ καὶ τοῦτο τὸ πονημάτιον.