Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ιστοριογραφία και Απολογία υπέρ του Ωριγένους
Επισκόπηση ιστορικών όπως ο Ζώσιμος και ο Ηρωδιανός, και εξέταση της συλλογής κειμένων υπέρ της ορθοδοξίας του Ωριγένους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ιστοριογραφία και Απολογία υπέρ του Ωριγένους
Επισκόπηση ιστορικών όπως ο Ζώσιμος και ο Ηρωδιανός, και εξέταση της συλλογής κειμένων υπέρ της ορθοδοξίας του Ωριγένους.
Καὶ ταῦτα μὲν ὧδε. Ὁ δὲ συγγραφεὺς οὗτος οὐκ ὀλίγα φαίνεται παριστορῶν· ἀλλ᾽ οὐδὲν κωλύει τοὺς ἀναγινώσκοντας ἐκλεγομένους τὰ χρήσιμα τὰ λοιπὰ παρορᾶν. Ἀνεγνώσθη 〈Φλέγοντος〉 Τραλλιανοῦ, ἀπελευθέρου τοῦ αὐτοκράτορος Ἀδριανοῦ, ὀλυμπιονικῶν καὶ χρονικῶν συναγωγή. Προσφωνεῖ τὸ σύνταγμα πρὸς Ἀλκιβιάδην τινά, ὃς εἷς ἦν τῶν εἰς φυλακὴν τεταγμένων τοῦ Ἀδριανοῦ. Ἄρχεται δὲ τῆς συναγωγῆς ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος, διότι τὰ πρότερα, καθὼς καὶ οἱ ἄλλοι σχεδόν τι πάντες φασίν, οὐκ ἔτυχεν ὑπό τινος ἀκριβοῦς καὶ ἀληθοῦς ἀναγραφῆς, ἀλλὰ ἄλλο τι ἄλλος τῶν ἐπιτυχόντων καὶ οὐ συμφώνως ἔγραψαν, ὅσοις καὶ γράψαι πεφιλοτίμηται.
Τὴν μὲν οὖν ἀρχὴν τοῦ συγγράμματος, ὥσπερ ἔφημεν, ἀπὸ τῆς πρώτης Ὀλυμπιάδος ποιεῖται· κάτεισι δέ, ὡς αὐτός φησι, μέχρι τῶν Ἀδριανοῦ χρόνων. Ἐμοὶ δὲ ἀνεγνώσθη μέχρι τῆς ροζʹ Ὀλυμπιάδος, ἐν ᾗ ἐνίκα Ἑκατόμνως Μιλήσιος στάδιον καὶ δίαυλον καὶ ὁπλίτην τρίς, Ὑψίκλης Σικυώνιος δόλιχον, Γάϊος Ῥωμαῖος δόλιχον, Ἀριστωνυμίδας Κῷος πένταθλον, Ἰσίδωρος Ἀλεξανδρεὺς πάλην, Ἄπτωτος περίοδον, Ἀτυάνας Ἱπποκράτους Ἀδραμυτίου πύξ, Σφοδρίας Σικυώνιος παγκράτιον, Σωσιγένης Ἀσιανὸς παίδων στάδιον, Ἀπολλοφάνης Κυπαρισσιεὺς παίδων πάλην, Σωτήριχος Ἠλεῖος παίδων πύξ, Κάλας Ἠλεῖος παίδων παγκράτιον, Ἑκατόμνως Μιλήσιος ὁπλίτην (οὗτος ἐν τῇ αὐτῇ τὰ τρία ἐστεφανώθη, στάδιον, δίαυλον, ὁπλίτην), Ἀριστόλοχος Ἠλεῖος τέθριππον, Ἀγήμονος Ἠλείου κέλης, Ἑλλανίκου Ἠλείου συνωρίς, τοῦ αὐτοῦ πωλικὸν τέθριππον, Κλητία Ἠλείου πωλικὴ συνωρίς, Καλλίππου Πηλίου πωλικὸς κέλης.
Λεύκολλος δὲ Ἀμισὸν ἐπολιόρκει, καὶ Μουρήναν ἐπὶ τῆς πολιορκίας καταλιπὼν μετὰ δυοῖν ταγμάτοιν, αὐτὸς μετὰ τρίων ἄλλων προῆγεν ἐπὶ Καβείρων, ὅπου διεχείμαζε. Καὶ Ἀδριανὸν ἐπέταξε πολεμῆσαι Μιθριδάτῃ· καὶ πολεμήσας ἐνίκησε.
Καὶ σεισμοῦ ἐν Ῥώμῃ γενομένου, πολλὰ ταύτης συνέπεσε. Καὶ ἄλλα δὲ πλεῖστα ἐν ταύτῃ ξυνηνέχθη τῇ Ὀλυμπιάδι. Καὶ Ῥωμαίων τῷ τρίτῳ αὐτῆς ἔτει ἀπετιμήθησαν μυριάδες ἐνενήκοντα καὶ μία. Καὶ Σινατρούχην τὸν Πάρθων βασιλέα τελευτήσαντα διεδέξατο Φραάτης ὁ ἐπικληθεὶς θεός. Καὶ Φαῖδρον τὸν Ἐπικούρειον διεδέξατο Πάτρων. Καὶ Οὐεργίλιος Μάρων ὁ ποιητὴς ἐγεννήθη τούτου τοῦ ἔτους εἰδοῖς Ὀκτωβρίαις.
Τῷ δὲ τετάρτῳ ἔτει Τιγράνης καὶ Μιθριδάτης ἀθροίσαντες πεζοὺς μὲν τέσσαρας μυριάδας ἱππέας δὲ τρεῖς, καὶ τὸν Ἰταλικὸν αὐτοὺς τάξαντες τρόπον, ἐπολέμησαν Λευκόλλῳ· καὶ νικᾷ Λεύκολλος, καὶ πεντακισχίλιοι μὲν τῶν μετὰ Τιγράνους ἔπεσον, πλείους δὲ τούτων ἠχμαλωτίσθησαν, χωρὶς τοῦ ἄλλου σύγκλυδος ὄχλου.
Καὶ τὸ Καπιτώλιον ἐν Ῥώμῃ Κάτλος καθιέρωσε, καὶ Μέτελλος ἐπὶ τὸν Κρητικὸν πόλεμον ὁρμήσας, τρία τάγματα ἔχων, ἦλθεν εἰς τὴν νῆσον, καὶ μάχῃ νικήσας τὸν Λασθένη, αὐτοκράτωρ ἀνηγορεύθη, καὶ τειχήρεις κατέστησε τοὺς Κρῆτας. Καὶ Ἀθηνόδωρος πειρατὴς ἐξανδραποδισάμενος Δηλίους τὰ τῶν λεγομένων θεῶν ξόανα διελυμήνατο, Γάϊος δὲ Τριάριος τὰ λελωβημένα τῆς πόλεως ἐπισκευάσας ἐτείχισε τὴν Δῆλον.
Μέχρι μὲν οὖν ταύτης μοι τῆς Ὀλυμπιάδος ἐν λόγοις πέντε ἡ ἀνάγνωσις γέγονεν. Ἔστι δὲ τὴν φράσιν οὔτε λίαν χαμαιπετὴς οὔτε τὸν Ἀττικὸν ἐς τὸ ἀκριβὲς διασῴζων χαρακτῆρα. Ἄλλως τε δὲ καὶ ἡ περὶ τὰς Ὀλυμπιάδας καὶ τὰ ἐν αὐταῖς τῶν ἀγωνισμάτων ὀνόματα καὶ πράξεις καὶ ἡ περὶ τοὺς χρησμοὺς ἄκαιρος φιλοπονία τε καὶ φιλοτιμία, εἰς κόρον ἀπάγουσα τὸν ἀκροατὴν καὶ μηδὲν ἄλλο τῶν ἐν τῷ λόγῳ σχεδόν τι προκύπτειν συγχωροῦσα, ἀηδῆ τε τὸν λόγον δεικνύει καὶ χάριτος οὐδὲν ἔχειν παρατίθησι. Χρησμοῖς δὲ παντοίοις ἐς ὑπερβολήν ἐστι κεχρημένος.
Ἀνεγνώσθη ἱστορικὸν λόγοις ἓξ 〈Ζωσίμου〉 κόμητος ἀπὸ φισκοσυνηγόρου. Ἔστι τὴν θρησκείαν ἀσεβὴς καὶ πολλάκις ἐν πολλοῖς ὑλακτῶν κατὰ τῶν εὐσεβῶν, σύντομος δὲ καὶ τὴν φράσιν εὐκρινής τε καὶ καθαρός, οὐδὲ τοῦ ἡδέος ἀπῳκισμένος.
Ἄρχεται μὲν τῆς ἱστορίας, ὡς ἄν τις εἴποι, ἀπὸ Αὐγούστου, ἐπιτρέχει δὲ πάντας τοὺς μέχρι Διοκλητιανοῦ, ψιλὴν ὥσπερ τὴν ἀνάρρησιν καὶ τὴν διαδοχὴν αὐτῶν ἀφηγούμενος. Ἀπὸ δὲ Διοκλητιανοῦ πλατύτερον περὶ τῶν βεβασιλευκότων διαλαμβάνει ἐν βιβλίοις πέντε.
Τὸ γὰρ πρῶτον τοὺς μέχρι Διοκλητιανοῦ ἀπὸ Αὐγούστου ἀριθμεῖται. Καὶ πληροῖ τὴν ἕκτην βίβλον ἐν ἐκείνοις ἀπαρτιζομένην τοῖς χρόνοις ἐν οἷς Ἀλάριχος τὴν Ῥώμην τὸ δεύτερον πολιορκῶν καὶ τῶν ἐνοικούντων ἀπορουμένων, λύει τὴν πολιορκίαν, βασιλέα τούτοις Ἄτταλον ἀνειπών. Εἶτα δὲ καὶ τῆς βασιλείας τοῦτον παραλύσας διὰ τὸ μὴ δοκεῖν εὖ διατίθεσθαι τὰ τῆς ἐγκεχειρισμένης αὐτῷ βασιλείας, πρὸς Ὁνώριον τὸν βασιλέα κατὰ τὴν Ῥάβενναν διατρίβοντα ἐφ᾽ ᾧ σπείσασθαι ἵετο.
Ἀλλὰ Σάρος, Γότθος καὶ αὐτός, διάφορος ὢν Ἀλαρίχῳ, ἔχων τε ὑπ᾽ αὐτὸν ἄχρι τριακοσίων καὶ προστεθεὶς Ὁνωρίῳ καὶ συμπολεμεῖν αὐτῷ κατὰ Ἀλαρίχου διατεινόμενος, ἐμποδὼν ἔστη. Καὶ ἡ μὲν ἕκτη αὐτῷ ἱστορία ὧδε τελευτᾷ.
Εἴποι δ᾽ ἄν τις οὐ γράψαι αὐτὸν ἱστορίαν, ἀλλὰ μεταγράψαι τὴν Εὐναπίου, τῷ συντόμῳ μόνον διαφέρουσαν, καὶ ὅτι οὐχ, ὥσπερ ἐκεῖνος, οὕτω καὶ οὗτος Στελίχωνα διασύρει· τὰ δ᾽ ἄλλα κατὰ τὴν ἱστορίαν σχεδόν τι ὁ αὐτός, καὶ μάλιστα ἐν ταῖς τῶν εὐσεβῶν βασιλέων διαβολαῖς. Δοκεῖ δέ μοι καὶ οὗτος δύο ἐκδόσεις, ὥσπερ κἀκεῖνος, πεποιηκέναι. Ἀλλὰ τούτου μὲν τὴν προτέραν οὐκ εἶδον· ἐξ ὧν δὲ ἣν ἀνέγνωμεν ἐπέγραψε «νέας ἐκδόσεως» συμβαλεῖν ἦν καὶ ἑτέραν αὐτῷ, ὥσπερ καὶ τῷ Εὐναπίῳ, ἐκδεδόσθαι. Σαφὴς δὲ μᾶλλον οὗτος καὶ συντομώτερος, ὥσπερ ἔφημεν, Εὐναπίου, καὶ ταῖς τροπαῖς, εἰ μὴ σπάνιον, οὐ κεχρημένος.
Ἀνεγνώσθη 〈Ἡρωδιανοῦ〉 ἱστορικοὶ λόγοι ὀκτώ. Ἄρχεται ἐξ οὗ Μάρκος ὁ Ῥωμαίων βασιλεὺς ἐτελεύτησε, καὶ διέξεισιν ὅπως τε Κομόδος ὁ Μάρκου υἱὸς ἐβασίλευσεν, ὅπως τε τῶν πατρῴων ἠθῶν ὑπὸ τῶν κολάκων ἐκδιαιτηθεὶς ὕστερον ὑπὸ Μαρκίας τῆς αὐτοῦ παλλακῆς καὶ Λαΐτου καὶ Ἐκλέκτου συσκευσαθεὶς ἀνῃρέθη.
Καὶ βασιλεύει Περτίναξ πρεσβύτης καὶ καλὸς τὰ ἤθη· ὃν οἱ στρατιῶται, ἀπεχθανόμενοι τὸ σῶφρον, εἰσδραμόντες ἐν τῇ βασιλικῇ κτείνουσιν οἰκίᾳ. Καὶ ὅπως Ἰουλιανὸς ὑπὸ τῶν στρατιωτῶν χρήμασι λαβὼν τὴν ἀρχήν, μετ᾽ οὐ πολὺ ταῖς αὐτῶν ἀνῃρέθη χερσίν. Ὅπως τε Νίγρος, ἀνὴρ ἐπιεικὴς εἶναι δοκῶν, ζῶντος ἔτι Ἰουλιανοῦ εἰς μοναρχίαν ἤρθη.
Καὶ Σεβῆρος δέ, ἀνὴρ ἀγχίνους τε καὶ πόνοις δεινὸς ἐγκαρτερεῖν καὶ βαθυγνώμων ἄλλως, ἀνῆλθέ τε εἰς τὴν βασίλειον ἀρχήν, καὶ Νίγρον μάχῃ νικᾷ καὶ ἀναιρεῖ, καὶ πᾶν τὸ ἀντιστατοῦν ἢ μάχαις βιαίοις ἢ τέχναις δυσδιαφύκτοις ὑπηγάγετο, καὶ τῶν ὑπηκόων ἐπὶ τὸ σοβαρώτερον ἦρξε προιϊών, καὶ τελευτᾷ νόσῳ τὸν πρὸς Βρεττανοὺς διαχειρίζων πόλεμον.
Καὶ Ἀντωνῖνος ὁ τῶν αὐτοῦ παίδων πρεσβύτερος σπονδὰς πρὸς αὐτοὺς θέμενος, ἀναχωρεῖ, καὶ συμβασιλεύοντα καὶ ἄκων λαμβάνει τὸν ἀδελφὸν Γέταν, καὶ μετ᾽ οὐ πολὺ Ἰουλίας τῆς αὐτῶν μητρὸς πρὸς τοῖς κόλποις τοῦτον ἀναιρεῖ, καὶ εἰς ὠμότητα καὶ αἰσχρότητα ὑπερβαλέσθαι πάντας φιλονεικήσας περὶ Συρίαν διάγων ἐπιβουλεύεται· Μακρῖνος δ᾽ ἦν ὁ τὴν ἐπιβουλὴν συσκευάζων, δεδιὼς καὶ αὐτὸς θάνατον καὶ προλαβεῖν ἀγωνισάμενος.
Ἐπεὶ δὲ ἀνῄρητο Ἀντωνῖνος βασιλεύει Μακρῖνος, ἀνὴρ πρεσβύτης καὶ μελλητὴς καὶ οὐδ᾽ ἐγκράτειαν ἀσκῶν, τὰ δ᾽ ἄλλα δοκῶν ἐπιεικής. Τῆς δὲ Μέσης, ἥτις ἦν Ἰουλίας ἀδελφή, δύο θυγατέρας ἐχούσης, Σοαιμίδα καὶ Μαμαίαν, καὶ τῆς μὲν ἐχούσης παῖδα ὄνομα Βασσιανόν, τῆς δὲ Ἀλεξῖνον, οἳ ἐξ Ἀντωνίνου λαθραίαις μίξεσιν ἐλέγοντο γεγενῆσθαι, τὸ στρατιωτικὸν μικρᾶς λαβόμενοι προφάσεως ἐν τῷ σφῶν ἀναγορεύουσι στρατοπέδῳ τὸν Βασσιανὸν μετονομάσαντες Ἀντωνῖνον· καὶ μάχαις ἡττηθεὶς Μακρῖνος καὶ φεύγων ἐκ τῶν μεθορίων Φοινίκης τε καὶ Συρίας τὴν Χαλκηδόνα κατέλαβε, πρὸς τὴν Ῥώμην ἐκεῖθεν ἀφικέσθαι διανοούμενος· ἀλλ᾽ ἐπικαταλαβόντες αὐτὸν οἱ τοῦ Ἀντωνίνου ἐπὶ τοῦτο ἀπεσταλμένοι, τέμνουσί τε τὴν κεφαλὴν καὶ ὀπίσω ἀποκομίζουσιν.
Ἀντωνῖνος δέ, ἕως μὲν ἐπείθετο τῇ μάμμῃ, ἐσωφρόνει καὶ ποιεῖται καὶ τὸν Ἀλεξῖνον υἱόν τε ἅμα καὶ Καίσαρα, εἰς Ἀλέξανδρον μετακληθέντα· ἐπεὶ δὲ τοῖς κόλαξιν ἑαυτὸν ἐξέδωκεν, οὐδεμίαν ὑπερβολὴν αἰσχρότητος καὶ ἀκρασίας ἀπέλιπεν. Ἐπιβουλεύειν δὲ καὶ Ἀλεξάνδρῳ ἐπιχειρήσας ὑπὸ τῶν στρατιωτῶν ἀνεκόπη· ὁ δὲ τούτους τιμωρήσασθαι διανοηθεὶς ὑπ᾽ αὐτῶν ἀνῃρέθη.
Ἐβασίλευσέ τε Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιδʹ, καὶ τό γε ἐπ᾽ αὐτῷ καλῶς τε καὶ ἐπιεικῶς ἄρξας, καὶ χωρὶς αἱμάτων ὅλως· τῆς δὲ μητρὸς Μαμαίας, ὥς φησιν, ἥ τε φιλοχρηματία καὶ τὸ μικρολόγον εἰς σφαγὴν αὐτὸν τὴν ὑπὸ τῶν στρατιωτῶν σὺν αὐτῇ, Μαξιμίνου ἀναρρηθέντος, ἀπήνεγκεν.
Ἦρχε δὲ Μαξιμῖνος ἐπὶ ἔτη τρία ἐμβριθῶς τε καὶ τυραννικῶς, ἀνὴρ ὑπερμεγέθης καὶ τὸ ἦθος ὠμός. Διόπερ τὸν Λιβύης ὑπάρχοντα ὑπ᾽ αὐτοῦ καταστάντα καὶ ὅμοιον ὄντα τοῖς τρόποις οἱ ἐκεῖσε στασιάσαντες καὶ ἀνελόντες, Γορδιανὸν ἀνθύπατον γεγονότα καὶ ὀγδοηκοστὸν ἄγοντα ἔτος χειροτονοῦσι καὶ ἄκοντα βασιλέα. Καὶ ἡ Ῥώμη περιχαρῶς αὐτοῦ τὴν ἀνάρρησιν δεξαμένη, πάσας τοῦ Μαξιμίνου τιμὰς καθεῖλε. Συνανεῖπον δὲ αὐτῷ καὶ υἱὸν Γορδιανοῦ Γορδιανὸν βασιλέα.
Μαξιμίνου δὲ παρασκευαζομένου πρὸς πόλεμον, καὶ Γορδιανὸς ἅμα τῷ υἱῷ τὴν Καρχηδόνα καταλαβὼν καὶ ἐν ἀπογνώσει τῶν ὅλων γεγονὼς βρόχῳ ἀνεπαύσατο τοῦ βίου· ὁ δὲ παῖς τῆς πρὸς Μαξιμῖνον μάχης κροτουμένης ἀναιρεθεὶς ἠφανίσθη.
Οἱ δὲ Ῥωμαῖοι τῷ πάθει τούτων ὑπεραλγήσαντες καὶ δεδιότες καὶ μισοῦντες Μαξιμῖνον, ἀναγορεύουσιν ἐν Ῥώμῃ Βαλβῖνόν τε καὶ Μάξιμον· καθ᾽ ὧν στάσεως ὑπὸ τῶν στρατιωτῶν ἀνεγειρομένης, συμβασιλεύει τούτοις καὶ Γορδιανός, ἀπόγονος Γορδιανοῦ τοῦ πρώτου, κομιδῇ παῖς, θυγατρὸς υἱός. Καὶ Μαξίμου ἐξιόντος κατὰ Μαξιμίνου, ἀναρεῖται Μαξιμῖνος ὑπὸ τῶν οἰκείων στρατιωτῶν, καὶ κομίζεται πρὸς Μάξιμον ἡ κεφαλή, εἶτα καὶ πρὸς αὐτὴν Ῥώμην. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ οἱ στρατιῶται στασιάσαντες ἐξάγουσι τῶν βασιλείων Βαλβῖνον καὶ Μάξιμον, καὶ πᾶσαν αὐτοὺς αἰκίαν αἰκισάμενοι ἀναιροῦσι, μόνον ἀνειπόντες βασιλέα Γορδιανόν, περὶ ἔτη τρισκαίδεκα γεγονότα· ἐν οἷς καὶ ὁ ὄγδοος τελειοῦται λόγος.
Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ λαμπρὸς καὶ ἡδύς, καὶ λέξει χρώμενος σώφρονι, μήτε ὑπεραττικιζούσῃ καὶ τὴν ἔμφυτον ἐξυβριζούσῃ χάριν τοῦ συνήθους, μήτε πρὸς τὸ ταπεινὸν ἐκλελυμένῃ καὶ τὴν ἔντεχνον ὑπερορώσῃ γνῶσιν. Οὔτε δὲ περιττολογίαις ἐστὶ σεμνυνόμενος, οὔτε τι τῶν ἀναγκαίων παραλιμπάνων, καὶ ἁπλῶς ἱστορικῶν ἐν πάσαις ταῖς κατὰ τὴν ἱστορίαν ἀρεταῖς οὐ πολλῶν ἐστὶ δεύτερος.
Ἀνεγνώσθη 〈Ἁδριανοῦ〉 τοῦ βασιλέως μελέται διάφοροι, εἰς τὸ μέτριον τοῦ λόγου ἀνηγμέναι καὶ οὐκ ἀηδεῖς. Ἀνεγνώσθη 〈Βικτωρίνου〉 τοῦ Λαμπαδίου (Ἀντιοχεὺς δὲ οὗτος) ὑπατικοὶ λόγοι διάφοροι, καὶ βασιλικοὶ δὲ εἰς Ζήνωνα τὸν βασιλέα, ἐφ᾽ οὗ καὶ εἰς βαθὺ γῆρας ἦν ἐληλακώς. Τὴν δὲ φράσιν τό τε σαφὲς καὶ τὸ ἀπέριττον καὶ τὸ σύνηθες ἐπικοσμεῖ.
Ἀνεγνώσθη ἐν μονοβίβλῳ 〈Γελασίου〉 ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης, κατὰ Ἀνομοίων. Ἔστι δὲ τὴν φράσιν ἀπέριττός τε καὶ σύντονος, καὶ ἐξηττικισμέναις λέξεσι κεχρημένος, καὶ ἀξιώμασιν ἀπηκριβωμένος, καὶ οὐδὲ τοῖς ἐπιχειρήμασιν ἄπορος, καὶ πάντα καλὸς εἰ μὴ ὅτι κατακόρως καὶ μειρακιωδῶς, ὡς ἄρτι παρακύπτων εἰς τοὺς διαλεκτικοὺς λόγους, τοῖς τῆς λογικῆς τέχνης καὶ κανόσι καὶ αὐταῖς ἀπεχρήσατο λέξεσιν, εἰ καὶ ἀπολογίαν τῆς τοιαύτης ἀκαιρολογίας ἐνυφαίνει τῷ συγγράμματι· ὅπερ γὰρ εἰς ἀπολογίαν αὐτὸν καθιστάνειν ἔγνω, οὐδὲ τὴν ἀρχὴν ἐχρῆν αὐτὸ μεταχειρίζεσθαι· καὶ ἡ τάξις δὲ τοῦ λόγου οὐκ ἀνεπίμωμος.
Ἐμπεριείχετο δὲ τῇ δέλτῳ καὶ 〈Διοδώρου〉 Ταρσοῦ περὶ τοῦ ἁγίου πνεύματος διάφορα ἐπιχειρήματα, ἐν οἷς καὶ τὴν Νεστορίου νόσον αὐτὸς ἐπιδείκνυται προηρρωστηκώς. Ἀνεγνώσθη 〈Φίλωνος〉 τοῦ Ἰουδαίου νόμων ἱερῶν ἀλληγορίαι καὶ περὶ βίου πολιτικοῦ.
Ἀνεγνώσθη δὲ 〈καὶ〉 τῶν παρὰ Ἰουδαίοις φιλοσοφησάντων τήν τε θεωρητικὴν καὶ τὴν πρακτικὴν φιλοσοφίαν βίοι· ὧν οἱ μὲν Ἐσσηνοὶ οἱ δὲ θεραπευταὶ ἐκαλοῦντο, οἳ καὶ μοναστήρια καὶ σεμνεῖα, ὡς αὐταῖς λέξεσι λέγει, ἐπήγνυντο, καὶ τῶν νῦν μοναζόντων τὴν πολιτείαν προϋπέγραφον.
Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ λόγος οὗ ἡ ἐπιγραφή «Γάϊος ψεγόμενος» καὶ «Φλάκκος ἢ Φλάκκων ψεγόμενος» ἐν οἷς λόγοις μᾶλλον τῶν ἄλλων ἥ τε κατὰ τὴν ῥητορείαν ῥώμη καὶ τὸ κάλλος ἐπιφαίνεται αὐτοῦ τῶν λόγων. Ἁμαρτάνει δὲ ἐν πολλοῖς, ἰδέας τε ὑποτιθέμενος, καὶ ἄλλα ἄττα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἀλλότρια συγγραφόμενος.
Ἐν δὲ τοῖς χρόνοις ἤκμασε Γαΐου τοῦ Καίσαρος, πρὸς ὃν καὶ ὑπὲρ τοῦ ἰδίου ἔθνους γράφει πρεσβεῦσαι Ἀγρίππα τῆς Ἰουδαίας βασιλεύοντος. Φέρεται δὲ αὐτοῦ πολλὰ καὶ ποικίλα συντάγματα, ἠθικοὺς λόγους περιέχοντα καὶ τῆς παλαιᾶς ὑπομνήματα, τὰ πλεῖστα πρὸς ἀλληγορίαν τοῦ γράμματος ἐκβιαζόμενα· ἐξ οὗ, οἶμαι, καὶ πᾶς ἀλληγορικὸς τῆς γραφῆς ἐν τῇ ἐκκλησίᾳ λόγος ἀρχὴν ἔσχεν εἰσρυῆναι.
Λέγεται δὲ αὐτὸν καὶ τὰ Χριστιανῶν μυηθέντα ὕστερον τούτων διά τινα λύπην καὶ ὀργὴν ἐκπεσεῖν. Ἀλλὰ πρότερόν γε αὐτόν φασιν, ἐπὶ Κλαυδίου τὴν Ῥώμην καταλαβόντα, Πέρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων ἐντυχεῖν καὶ φιλίως διατεθῆναι, ἐξ οὗ καὶ τοὺς μαθητὰς Μάρκου τοῦ εὐαγγελιστοῦ (ἀκροατὴς δ᾽ ὁ Μάρκος Πέτρου) μνήμης καὶ εὐφημίας ἀξιῶσαι· ἐκείνους γὰρ λέγειν αὐτόν φασι παρὰ Ἰουδαίοις πεφιλοσοφηκέναι. Ὧν καὶ τὰς διατριβὰς μοναστήριά τε καλεῖ, καὶ τὸν ἀσκητικὸν διανύειν αὐτοὺς ἀνακηρύττει βίον, νηστείᾳ καὶ προσευχῇ καὶ ἀκτησίᾳ προσανέχοντας.
Ἔστι δὲ τὸ γένος ἐξ ἱερέων καταγόμενος, Ἀλεξανδρεὺς δὲ τὴν πατρίδα. Τοσοῦτον δ᾽ αὐτὸν τοῖς Ἑλληνισταῖς παρασχεῖν θαῦμα τῆς ἐν τοῖς λόγοις δυνάμεως, ὡς καὶ λέγειν αὐτούς· «Ἢ Πλάτων φιλωνίζει ἢ Φίλων πλατωνίζει».
Ἀνεγνώσθη 〈Θεογνώστου〉 Ἀλεξανδρέως λόγοι ἑπτά, οὗ ἡ ἐπιγραφή «Τοῦ μακαρίου Θεογνώστου Ἀλεξανδρέως καὶ ἐξηγητοῦ ὑποτυπώσεις». Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διαλαμβάνει περὶ τοῦ πατρὸς καὶ ὅτι ἐστὶ δημιουργὸς ἐπιχειρῶν δεικνύναι, καὶ κατὰ τῶν ὑποτιθέντων συναΐδιον ὕλην τῷ Θεῷ.
Ἐν δὲ τῷ δευτέρῳ τίθησι μὲν ἐπιχειρήματα δι᾽ ὧν δεῖν φησι τὸν πατέρα ἔχειν υἱόν, υἱὸν δὲ λέγων κτίσμα αὐτὸν ἀποφαίνει, καὶ τῶν λογικῶν μόνον ἐπιστατεῖν, καὶ ἄλλα ἄττα ὥσπερ Ὠριγένης, ἐπιφορεῖ τῷ υἱῷ, εἴτε ὁμοίως ἐκείνῳ δυσσεβείᾳ ἑαλωκώς, εἴτε (ὡς ἄν τις εἴποι) ἐκβιασάμενος τὴν ὑπὲρ αὐτοῦ ἀπολογίαν, ἐν γυμνασίας λόγῳ καὶ οὐ δόξης ταῦτα προτιθείς, ἢ καὶ πρὸς τὴν τοῦ ἀκροατοῦ ἕξιν καὶ ἀσθένειαν, ἀμυήτου παντελῶς, εἰ τύχοι, ὄντος τοῦ τῶν Χριστιανῶν θειασμοῦ καὶ μὴ δυναμένου δέξασθαι τὴν τῆς θρησκείας ἀκρίβειαν, ὑποκατασπώμενος τῆς ἀληθείας καὶ τὴν ὁπωσδήποτε γνῶσιν υἱοῦ τῆς παντελοῦς ἀνηκοΐας καὶ ἀγνωσίας λυσιτελεστέραν νομίζων εἶναι τῷ ἀκροατῇ.
Ἀλλὰ διαλέξει μὲν ἡ τοιαύτη καταφυγὴ τοῦ μὴ λέγειν ὀρθῶς καὶ ἀναχώρησις οὐκ ἂν ἀπίθανος οὐδὲ ψόγου ἐχομένη δόξῃ· τὰ πολλὰ γὰρ τῇ τοῦ προσδιαλεγομένου γνώμῃ καὶ δόξῃ καὶ ἰσχύϊ διαπράττεται· ἐγγράφου δὲ λόγου καὶ κοινοῦ προκεῖσθαι μέλλοντος ἅπασι νόμου, εἴ τις τῆς ἐν αὐτῷ βλασφημίας τὴν προειρημένην εἰς ἀθώωσιν ἐπιφέρει ἀπολογίαν, εἰς ἀσθενῆ κατέδραμε συνηγορίαν.
Ὥσπερ δὲ ἐν τῷ δευτέρῳ, οὕτω καὶ ἐν τῷ τρίτῳ λόγῳ περὶ τοῦ ἁγίου πνεύματος διαλαμβάνων τίθησι μὲν ἐπιχειρήματα τὴν τοῦ παναγίου πνεύματος ὕπαρξιν δεικνύειν ἀποπειρώμενος, τὰ δ᾽ ἄλλα, ὥσπερ Ὠριγένης ἐν τῷ περὶ ἀρχῶν, οὕτω καὶ αὐτὸς ἐνταῦθα παραληρεῖ.
Ἔν τε τῷ τετάρτῳ περὶ ἀγγέλων καὶ δαιμόνων ὁμοίως ἐκείνῳ κενολογεῖ, καὶ σώματα αὐτοῖς λεπτὰ ἀμφιέννυσιν. Ἐν δὲ τῷ πέμπτῳ καὶ ἕκτῳ περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος διαλαμβάνων ἐπιχειρεῖ μέν, ὡς ἔθος αὐτῷ, δυνατὴν εἶναι δεικνύναι τὴν ἐνανθρώπησιν τοῦ Υἱοῦ, πολλὰ δὲ ἐν αὐτοῖς κενοφωνεῖ, καὶ μάλιστα ὅταν ἀποτολμᾷ λέγειν ὅτι τὸν υἱὸν φανταζόμεθα ἄλλοτε ἐν ἄλλοις τόποις περιγραφόμενον, μόνῃ δὲ τῇ ἐνεργείᾳ μὴ περιγραφόμενον.
Ἐν δὲ τῷ ἑβδόμῳ, ὃν καὶ περὶ Θεοῦ δημιουργίας ἐπιγράφει, εὐσεβέστερόν πως περί τε τῶν ἄλλων διαλαμβάνει, καὶ μάλιστα πρὸς τῷ τέλει τοῦ λόγου περὶ τοῦ υἱοῦ. Ἔστι δὲ τὴν φράσιν ἀπέριττος καὶ βαθύς, καλλιλεξίᾳ τε ὡς ἐν ἀττικῷ καὶ συνήθει χρώμενος λόγῳ, καὶ τοῦ συνήθους οὐδ᾽ ἐν ταῖς συντάξεσιν ἀνακεχωρηκώς. Τοῦ μέντοι μεγέθους δι᾽ ἐνάργειαν καὶ ἀκρίβειαν τῶν ῥημάτων οὐ καταφέρεται.
Ἀνεγνώσθη 〈Βασιλείου〉 πρεσβυτέρου Κίλικος κατὰ Ἰωάννου τοῦ Σκυθοπολίτου, ὃν καὶ δικολόγον λέγει καὶ μυρία ἄλλα αὐτοῦ καταγράφει, ὅτι τε ἐν ὑπονοίᾳ γέγονε μανιχαϊσμοῦ, καὶ ὅτι τὴν ἁγίαν τεσσαρακοστὴν εἰς τρεῖς ἑβδομάδας συγκλείων οὐδὲ ἐν ταύταις τῆς ἐκ τῶν πτηνῶν κρεοφαγίας ἀπείχετο καὶ ὡς ἑλληνικαῖς τελεταῖς συνήγετο, καὶ ὅτι ὡς ἐπίπαν ὑπὸ γαστριμαργίας ἐλαυνόμενος οὐδέποτε ἐκοινώνει τῆς ἱερουργίας τελειουμένης, ἀλλὰ μετὰ τὸ εὐαγγέλιον παισὶν ἅμα τῶν μυστηρίων μετελάμβανε, καὶ παραυτίκα πρὸς τὴν τράπεζαν ἀπέτρεχε.
Ταῦτα κατὰ τοῦ ἀνδρὸς σχεδόν τι δι᾽ ὅλης αὐτοῦ τῆς βίβλου κατασπείρων ἐνασελγαίνει. Τὸ δὲ σύγγραμμα δραματικὸν ποιεῖται· προσφωνεῖ δὲ αὐτὸ πρός τινα Λεόντιον αἰτησάμενον. Τὰ δὲ τοῦ δράματος εἰσάγει πρόσωπα Λαμπάδιον μὲν ὑπερμαχοῦντα αὐτοῦ, Μαρῖνον δέ τινα ὡς δῆθεν ὑπὲρ τοῦ Ἰωάννου ἀγωνιζόμενον, ὃς καὶ μετά τινας διαλέξεις εἰσάγεται αὐτῷ καταγινώσκων μὲν οὗ ἐδόκει προσώπου ὑπερασπίζεσθαι, Λαμπαδίῳ δὲ προστιθέμενος· μεθ᾽ ὃν Ταράσιόν τινα τὸν ἀγῶνα ὑπεισελθεῖν ὑποκρίνεται, ἐκεῖνα δὴ τούτους καὶ ἐρωτᾶν κατασχηματίζων καὶ ἀποκρίνεσθαι ἃ συνοίσειν μὲν ἑαυτῷ, μῶμον δὲ καὶ ἀπορίαν τῷ συνηγορουμένῳ δῆθεν ἑώρα κατασκευάζοντα.
Ἑξκαίδεκα δὲ λόγοις τὸ σύγγραμμα διαιρεῖ, καὶ ἐν μὲν τοῖς τρισὶ καὶ δέκα τὸν διαλογικὸν εἰσάγει τύπον, κατὰ τοῦ πρώτου μόνου τῶν Ἰωάννου λόγων τοσαύτην σπουδὴν καὶ πόνον εἰσενεγκάμενος, ἐν δὲ τοῖς λοιποῖς τρισὶ καταδρομὴν ποιεῖται τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ λόγῳ ῥηθέντων τῷ Ἰωάννῃ.
Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ τὸν πρόλογον ἀπαρτίσας, κατὰ δύο κεφαλαίων ἵσταται, καθ᾽ ἑνὸς μὲν τοῦ ὅτι ὁ λόγος ἔπαθε σαρκί, καθ᾽ ἑτέρου δὲ τοῦ ὅτι ταὐτόν ἐστι τὸ λέγειν Χριστὸν τῷ λέγειν Θεόν. Ἐν δὲ τῷ βʹ λόγῳ, ὅτι τε μάτην ἐλοιδορήθη πειρᾶται δεικνύναι, καὶ ὅτι τὸ «Ἀναβήσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί» κακῶς ὁ Σκυθοπολίτης Ἰωάννης ἐξελάβετο.
Ἐν δὲ τῷ γʹ ὡς δῆθεν συζητεῖ ὅπως δεῖ νοεῖν τὸ «Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ» καὶ τὰ ἑξῆς τοῦ ῥητοῦ. Ἐν δὲ τῷ δʹ, πῶς ἴδιον λέγεται τοῦ θεοῦ τὸ σῶμα, καὶ περὶ ἑνώσεως, καὶ περὶ τοῦ «Ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου», καὶ περὶ τοῦ «Ἐγὼ ἁγιάζω ἐμαυτόν».
Ἐν ᾧ λόγῳ καὶ ὁ Μαρῖνος τῆς ὡς δῆθεν ἀποστὰς ἀντιλογίας τῷ Λαμπαδίῳ συντίθεται. Ἐν δὲ τῷ εʹ, ἔνθα καὶ ὁ Ταράσιος ἀναδέχεσθαι τὸν ἀγῶνα ἀντὶ Μαρίνου ὑποκρίνεται, τὰς κατὰ τοῦ Ἰωάννου κατηγορίας ἀναλαμβάνει πικρότερον, καὶ ὁ λόγος αὐτῷ σχεδόν τι ἐν ταύταις καταναλίσκεται.
Ἐν δὲ τῷ ζʹ δριμύτερόν πως κατατρέχει τῆς κατὰ Χριστὸν τὸν σωτῆρα ἡμῶν ἑνώσεως· καὶ περὶ τοῦ «Ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου» καὶ ὅπως ἡ κατ᾽ αὐτὸν ἐκκλησία περὶ τοῦ ἐσαρκώθη δοξάζει. Ἐν δὲ τῷ ηʹ περὶ τοῦ «Ὁ λόγος σὰρξ ἐγένετο» εἰς ἀτοπίας πολλὰς ἐκτραχηλίζεται, καὶ περὶ τοῦ «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ».
Ἐν δὲ τῷ θʹ, περὶ τοῦ «Ἡ δὲ πέτρα ἦν ὁ Χριστός», καὶ περὶ τοῦ «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην πρὸ τῶν ὀφθαλμῶν ὑμῶν», καὶ περὶ τοῦ «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται», πάντα ταῦτα δυσσεβῶς ἐκλαμβάνεται. Ἐν δὲ τῷ ιʹ περὶ τοῦ «Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη», καὶ περὶ τοῦ «Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο», καὶ περὶ τοῦ «Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς», καὶ περὶ τοῦ «Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ» καὶ ἑξῆς.
Ἐν δὲ τῷ ιαʹ περὶ τοῦ «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν». Εἶτα «Ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ περὶ τοῦ «Ἀνάστα ὁ Θεὸς κρίνων τὴν γῆν», καὶ περὶ τοῦ «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα», καὶ πρὸς τοὺς λέγοντας μὴ δύνασθαι τοὺς ἀποστόλους διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων διδάσκειν τἀληθές.
Ἐν δὲ τῷ ιβʹ, ὅτι εἷς τῆς τριάδος ὁ παθών, καὶ περὶ τοῦ «Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν», καὶ πῶς οὐ λέγομεν δύο Χριστούς, ἀσθενῶς καὶ κακοτρόπως ἀπολογεῖται, πρὸς τὸ οἰκεῖον μέντοι συμβαίνουσαν βούλημα τὴν ἀπολογίαν προάγει.
Ἐν δὲ τῷ ιγʹ περὶ τοῦ πῶς οὐ δύο υἱοί· καίτοι ἐξ ὧν δοκεῖ ἀπολογεῖσθαι, ἀνάγκη λέγειν δύο υἱούς. Ἐν ᾧ καὶ ὁ Ταράσιος ὡς δῆθεν ἐκνενικημένος σιωπᾷ, καὶ παύει καὶ ὁ Βασίλειος ἤτοι ὁ Λαμπάδιος τῆς κατὰ πεῦσιν καὶ ἀπόκρισιν σπουδῆς τὴν σχολήν, καὶ ποιεῖται τὸν ιδʹ, ιεʹ τε καὶ ιϛʹ λόγον διεξοδικωτέρῳ λόγῳ, καὶ κατατρέχει τῶν ἐν τῷ βʹ καὶ γʹ βιβλίῳ εἰρημένων τῷ Ἰωάννῃ.
Ἦν δ᾽ οὗτος ὁ Βασίλειος πρεσβύτερος, ὡς αὐτός φησι, τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἀρχιερατεύοντος μὲν τῶν ἐκεῖσε Φλαβιανοῦ, Ῥωμαίων δὲ Ἀναστασίου βασιλεύοντος. Ἔστι δὲ τὴν φράσιν χυδαῖος, καὶ μάλιστα ἐν τοῖς διαλογικοῖς αὐτοῦ οὐδὲ τῶν ἐκ τριόδου ῥημάτων ἀπέχεται. Ἀλλ᾽ οὐδὲ τὴν σύνταξιν ἀκριβής, ὥστε καὶ μέχρι τοῦ σφάλλειν καὶ σολοικισμοῖς κεχρῆσθαι πολλάκις ἐξάγεται· καὶ τὸ σαφὲς δέ, ὡς ἐν τοιούτοις ἐπετήδευσε.
Τοῖς μέντοι κατὰ τῆς εὐσεβείας ἐπιχειρήμασι, δριμύς τέ ἐστι καὶ ἐντριβής, καὶ τὸν ὅλον βίον τούτοις, ὡς ἔοικε, τοῖς ματαίοις κατὰ τῆς εὐσεβείας πόνοις ἐγκατασαπείς. Καὶ τὴν αἵρεσιν δὲ Νεστορίου νοσῶν Νεστόριον μὲν οὐκ οἰκειοῦται, Διόδωρον δὲ καὶ Θεόδωρον ἐπιγράφεται πατέρας.
Καὶ κατὰ μὲν τοῦ θεσπεσίου Κυρίλλου εἰς πρόσωπον οὕτως ἀναισχύντως οὐ βλασφημεῖ· τὸν μέντοι γε Ἰωάννην, καθ᾽ οὗ τὴν γραφὴν ἐνεστήσατο, μηδενὶ ἄλλῳ ἢ τοῖς Κυρίλλου φησὶν ἐπερείδεσθαι ιβʹ κεφαλαίοις, καὶ τῷ δωδεκάτῳ φησὶ μάλιστα, ὃ παρεισάγει τὴν θεοπάθειαν.
Ἐν οἷς αὐτῷ καὶ τῆς ματαιοπονίας τὸ τέλος. Τὸ δὲ σύνταγμα αὐτῷ πρὸς Λεόντιον, ὡς ἔφημεν, ἐποιήθη, ὃν ὁσιώτατον καὶ θεοφιλέστατον καὶ πατέρα ἀποσεμνύνει. Ἀνεγνώσθη 〈Θεοδώρου〉 μονάζοντος Ἀλεξανδρέως κατὰ Θεμιστίου, οὗ ἡ ἐπιγραφή· «Ἔλεγχος ὡς ἐν συντόμῳ τῆς ἄνωθεν καὶ ἐξ ἀρχῆς Θεμιστίου κατὰ τῶν ἡμῶν πατέρων προπετοῦς καὶ ἀλογωτάτης ἐνστάσεως, ἐκ προφάσεως νῦν ἡμῖν πεπονημένος τῶν προβεβλημένων ὑπ᾽ αὐτοῦ κατὰ τῆς ἀληθείας ζητημάτων τε καὶ προτάσεων, καὶ σαφὴς διευκρίνησις τῆς προκειμένης ὑποθέσεως».
Ἡ μὲν οὖν ἐπιγραφὴ τοιαύτη, βιβλίον μᾶλλον ἢ ἐπιγραφὴ βιβλίου τυγχάνουσα· ἄμφω δέ, ὅ τε Θεόδωρος καὶ Θεμίστιος, αἱρετικοὶ καὶ τῆς τῶν θεοπασχιτῶν μερίδος ὑπάρχουσι, Σεβήρῳ προσανακείμενοι. Ὁ μέντοι Θεμίστιος ἢ Καλώνυμος (ἐξονομάζει γὰρ καὶ οὕτως αὐτὸς ἑαυτόν) καὶ τῆς τῶν Ἀγνοϊτῶν προστάτης ἐστὶν αἱρέσεως, καὶ λόγον ὑπὲρ τῆς τοιαύτης νόσου συνέγραψεν, ὃν ἐπέγραψε «Καλωνύμου τοῦ καὶ Θεμιστίου ἀπολογία ὑπὲρ τοῦ ἐν ἁγίοις Θεοφοβίου», ἐν ᾧ καὶ Σεβήρου, ᾧ προσανάκειται, (τοιοῦτον γὰρ τὸ ψεῦδος καὶ οἱ ἐρασταὶ τοῦ ψεύδους) καθάπτεται.
Εὐθύνας δὲ ἐν τῷδε τῷ λόγῳ παρὰ Θεοδώρου εἰσπράττεται. Τὰ γάρ τοι τοῦ Θεμιστίου ἐπιχειρήματα τέσσαρα μὲν ὄντα, τὴν ἄγνοιαν δέ, ὡς ᾤετο, ἐπὶ Χριστοῦ κατασκευάζοντα, καθ᾽ ἓν ὁ Θεόδωρος ταξάμενος, ἕκαστον μυρίαις ἀτοπίαις ἐχόμενον δείκνυσιν. Εἶτα πάλιν ὁ Θεμίστιος, ὥσπερ τὴν ἧτταν ἀνακαλούμενος, κατὰ Θεοδώρου μονόβιβλον ἔγραψε.
Καὶ ὁ Θεόδωρος πάλιν ἐν τρισὶ τόμοις τοὺς κατ᾽ αὐτοῦ ἐλέγχους ἀποσκευασάμενος, τὴν οἰκείαν ἐπὶ τούτῳ δόξαν ἀληθῆ παρεστήσατο. Ἔστι δὲ τούτων ἑκάτερος τοῦ τε συγγράφειν οὐκ ἀπείρως ἔχων καὶ τὸ σαφὲς μετὰ τοῦ συντόνου καὶ τοῦ καθεστηκότος ἐν λόγοις διώκων.
Ἀνεγνώσθη 〈Κλήμεντος Ἀλεξανδρέως〉 πρεσβυτέρου τεύχη βιβλίων τρία, ὧν τὸ μὲν ἐπιγραφὴν ἔλαχεν Ὑποτυπώσεις, τὸ δὲ Στρωματεύς, τὸ δὲ Παιδαγωγός. Αἱ μὲν οὖν Ὑποτυπώσεις διαλαμβάνουσι περὶ ῥητῶν τινῶν τῆς τε παλαιᾶς καὶ νέας γραφῆς, ὧν καὶ κεφαλαιωδῶς ὡς δῆθεν ἐξήγησίν τε καὶ ἑρμηνείαν ποιεῖται.
Καὶ ἔν τισι μὲν αὐτῶν ὀρθῶς δοκεῖ λέγειν, ἔν τισι δὲ παντελῶς εἰς ἀσεβεῖς καὶ μυθώδεις λόγους ἐκφέρεται. Ὕλην τε γὰρ ἄχρονον καὶ ἰδέας ὡς ἀπό τινων ῥητῶν εἰσαγομένας δοξάζει, καὶ τὸν Υἱὸν εἰς κτίσμα κατάγει. Ἔτι δὲ μετεμψυχώσεις καὶ πολλοὺς πρὸ τοῦ Ἀδὰμ κόσμους τερατεύεται· καὶ ἐκ τοῦ Ἀδὰμ τὴν Εὔαν, οὐχ ὡς ὁ ἐκκλησιαστικὸς λόγος βούλεται, ἀλλ᾽ αἰσχρῶς τε καὶ ἀθέως ἀποφαίνεται· μίγνυσθαί τε τοὺς ἀγγέλους γυναιξὶ καὶ παιδοποιεῖν ἐξ αὐτῶν ὀνειροπολεῖ, καὶ μὴ σαρκωθῆναι τὸν λόγον ἀλλὰ δόξαι. Λόγους τε τοῦ πατρὸς δύο τερατολογῶν ἀπελέγχεται, ὧν τὸν ἥττονα τοῖς ἀνθρώποις ἐπιφανῆναι, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· φησὶ γάρ· «Λέγεται μὲν καὶ ὁ Υἱὸς λόγος, ὁμωνύμως τῷ πατρικῷ λόγῳ, ἀλλ᾽ οὔ νυν οὗτός ἐστιν ὁ σὰρξ γενόμενος· οὐδὲ μὴν ὁ πατρῷος λόγος, ἀλλὰ δύναμίς τις τοῦ Θεοῦ οἷον ἀπόρροια τοῦ λόγου αὐτοῦ, νοῦς γενόμενος τὰς τῶν ἀνθρώπων καρδίας διαπεφοίτηκε».
Καὶ ταῦτα πάντα πειρᾶται ἀπὸ ῥητῶν τινῶν κατασκευάζειν τῆς γραφῆς, καὶ ἄλλα δὲ μυρία φλυαρεῖ καὶ βλασφημεῖ, εἴτε αὐτός, εἴτε τις ἕτερος τὸ αὐτοῦ πρόσωπον ὑποκριθείς. Ἐποιήθησαν δὲ αὐτῷ αἱ βλάσφημοι αὗται τερατολογίαι ἐν τόμοις ὀκτώ. Λέγει δὲ καὶ περὶ τῶν αὐτῶν πολλάκις, καὶ σποράδην καὶ συγκεχυμένως ὥσπερ ἔμπληκτος παράγει τὰ ῥητά.
Ὁ δὲ ὅλος σκοπὸς ὡσανεὶ ἑρμηνεῖαι τυγχάνουσι τῆς Γενέσεως, τῆς Ἐξόδου, τῶν Ψαλμῶν, τοῦ θείου Παύλου τῶν ἐπιστολῶν, καὶ τῶν καθολικῶν, καὶ τοῦ Ἐκκλησιαστοῦ. Μαθητὴς δέ, ὡς καὶ αὐτός φησι, γέγονε Πανταίνου· ἀλλὰ ταῦτα μὲν αἱ Ὑποτυπώσεις.
Ὁ δὲ Παιδαγωγὸς ἐν τρισὶ τόμοις ἐστὶν αὐτῷ διαπεπονημένος, ἤθους καὶ βίου κατορθωτικός. Ἔχει δὲ τούτων καὶ προηγούμενον καὶ συνταττόμενον λόγον ἕτερον, ἐν ᾧ τὴν Ἑλλήνων διελέγχει ἀθεότητα. Οὐδὲν δὲ ὅμοιον ἔχουσι πρὸς τὰς Ὑποτυπώσεις οὗτοι οἱ λόγοι· τῶν τε γὰρ ματαίων καὶ βλασφήμων ἀπηλλαγμένοι δοξῶν καθεστήκασι, καὶ ἡ φράσις ἀνθηρὰ καὶ εἰς ὄγκον ἠρμένη σύμμετρον μετὰ τοῦ ἡδέος, καὶ ἡ πολυμάθεια ἐμπρέπουσα.
Μνημονεύει δὲ πρὸς τῷ τέλει καὶ περὶ εἰκόνων. Οἱ δὲ Στρωματεῖς εἰσι μὲν καὶ αὐτοὶ ἐν ὀκτὼ λόγοις καθ᾽ Ἑλλήνων καὶ αἱρέσεων τὸν ἀγῶνα εἰσενηνεγμένοι, σποράδην δὲ καὶ ὥσπερ οὐκ ἐν τάξει τὴν τῶν κεφαλαίων παράθεσιν κἀνταῦθα ποιεῖται, καὶ τὴν αἰτίαν ὥσπερ ἀποδιδοὺς ἐν τῷ τέλει τοῦ ἑβδόμου λόγου αὐταῖς λέξεσιν οὕτως λέγει· «Τούτων ἡμῖν προδιηνυσμένων, καὶ τοῦ ἠθικοῦ τύπου ὡς ἐν κεφαλαίοις ὑπογραφέντος, σποράδην τε, ὡς ὑπεσχήμεθα, καὶ διερριμμένως τὰ ζώπυρα τῆς ἀληθοῦς γνώσεως ἐγκατασπειράντων μαθήματα, ὡς μὴ ῥᾳδίαν εἶναι τῷ περιτυχόντι τῶν ἀμυήτων τὴν τῶν ἁγίων εὕρεσιν» καὶ ἑξῆς.
Ἡ μὲν οὖν τοῦ διερριμμένως αὐτὰ κατατάξαι αὐτῷ αἰτία αὕτη, ὥς φησι, γέγονεν. Εὗρον μέντοι γε ἔν τινι παλαιῷ βιβλίῳ τὴν αὐτὴν πραγματείαν οὐχὶ Στρωματεῖς μόνον ἐπιγραφομένην ἀλλ᾽ ὁλοκλήρως οὕτως· «Τίτου Φλαβίου Κλήμεντος, πρεσβυτέρου Ἀλεξανδρείας, τῶν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων στρωματέων αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ καὶ ηʹ».
Ἀλλ᾽ ὁ μὲν πρῶτος μέχρι τοῦ ἑβδόμου τὴν αὐτὴν ἔχουσιν ἐπιγραφὴν καὶ ἑνιαῖοι τυγχάνουσιν ἐν ἅπασι τοῖς βιβλίοις. Ὁ μέντοι ὄγδοος διάφορός τέ ἐστι καὶ τῇ ἐπιγραφῇ καὶ τῷ ἐδάφει. Ἔν τισι μὲν γάρ «Τίς ὁ σῳζόμενος πλούσιος;» ἐπιγράφεται, καὶ ἄρχεται οὕτως· «Οἱ μὲν τοὺς ἐγκωμιαστικοὺς λόγους» καὶ ἑξῆς· ἔν τισι δὲ Στρωματεὺς ὄγδοος, ὥσπερ καὶ οἱ πρὸ αὐτοῦ ἑπτά, ἐπιγράφεται, καὶ ἀπάρχεται· «Ἀλλ᾽ οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων» καὶ ἑξῆς.
Αὕτη δὲ ἡ τῶν Στρωματέων βίβλος ἐνιαχοῦ οὐχ ὑγιῶς διαλαμβάνει, οὐ μέντοι γε ὥσπερ αἱ Ὑποτυπώσεις, ἀλλὰ καὶ πρὸς πολλὰ τῶν ἐκεῖ διαμάχεται. Ἐπαγγέλλεται δὲ καὶ ἄλλα πεποιῆσθαι αὑτῷ συγγράμματα οὐκ ὀλίγα, καί γε καὶ ὑφ᾽ ἑτέρων πεποιηκέναι μεμαρτύρηται, περί τε τοῦ Πάσχα καὶ περὶ νηστείας καὶ περὶ κακολογίας, περὶ κανόνων ἐκκλησιαστικῶν, κατὰ τῶν ἀκολουθούντων τῇ τῶν Ἰουδαίων πλάνῃ ὃν Ἀλεξάνδρῳ Ἱεροσολύμων ἐπισκόπῳ προσειπεῖν.
Ἤκμασε δὲ Σεβήρου καὶ Ἀντωνίνου υἱοῦ αὐτοῦ Ῥώμης βασιλευόντων. Ἀνεγνώσθη 〈Κλήμεντος τοῦ Ῥώμης〉 τεύχη βιβλίων δύο, ὧν τὸ μὲν ἐπιγράφεται «Διαταγαὶ τῶν ἀποστόλων διὰ Κλήμεντος», ἐν ᾧ καὶ οἱ τῶν συνοδικῶν κανόνων τῷ ἀθροίσματι τῶν ἀποστόλων κανόνες ἐπιγραφόμενοι περιέχονται· τὸ δὲ τὴν προσφώνησιν ὡς ἐν ἐπιστολῆς εἴδει πρὸς Ἰάκωβον τὸν ἀδελφόθεον ποιεῖται, ἐν ᾧ αἵ τε λεγόμεναι τοῦ ἀποστόλου Πέτρου πράξεις καὶ αἱ πρὸς Σίμωνα τὸν μάγον διαλέξεις, καὶ ἔτι ὁ ἀναγνωρισμὸς Κλήμεντος καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων ἀδελφῶν, διὸ καὶ ἔν τισι τῶν βιβλίων ἡ ἐπιγραφὴ «Κλήμεντος τοῦ Ῥωμαίου ἀναγνωρισμός» ἐπιγράφεται.
Ἔν τισι δέ, ὡς ἔφημεν, ἐπιστολὴ προτάττεται ὡς πρὸς τὸν ἀδελφόθεον Ἰάκωβον, καὶ αὕτη δὲ οὐχ ἡ αὐτή, οὐδὲ ὡς ἀπὸ τοῦ αὐτοῦ προσώπου προενηνεγμένη, ἀλλ᾽ ἐπὶ μέν τινων βιβλίων ὡς ἀπὸ Πέτρου τοῦ ἀποστόλου πρὸς Ἰάκωβον ἐπεσταλμένη, ἐφ᾽ ἑτέρων δὲ ὡς ἀπὸ Κλήμεντος πρὸς Ἰάκωβον, ἄλλη καὶ ἄλλη, καθὼς προείπομεν.
Καὶ ἡ μὲν δηλοῖ Πέτρον τὰς οἰκείας συγγράψασθαι πράξεις καὶ πρὸς Ἰάκωβον αἰτησάμενον ταύτας ἀποστεῖλαι· ἡ δὲ διαλαμβάνει ὡς Κλήμης ταύτας κατὰ πρόσταγμα Πέτρου συγγράψειε, κἀκείνου πρὸς τὴν ἀγήρω μεταναστάντος ἀποστείλοι Κλήμης πρὸς Ἰάκωβον. Ἔστιν οὖν εἰκασμῷ διαλαβεῖν ὡς δύο μὲν εἴησαν τῶν Πέτρου πράξεων ἐκδόσεις γεγενημέναι, τῷ δὲ χρόνῳ τῆς ἑτέρας διαρρυείσης ἐπεκράτησεν ἡ τοῦ Κλήμεντος· ἐν πᾶσι γὰρ τοῖς βιβλίοις ἃ εἴδομεν, καίτοι οὐκ ὀλίγων ὄντων, μετὰ τὰς διαφόρους ἐκείνας ἐπιστολὰς καὶ ἐπιγραφὰς τὴν αὐτὴν εὕρομεν ἀπαραλλάκτως πραγματείαν, ἀρχομένην· «Ἐγὼ Κλήμης» καὶ τὰ ἑξῆς ἐνταττόμενα.
Μυρίων δὲ ἀτοπημάτων ἡ πραγματεία γέμει αὕτη, καὶ τῆς εἰς τὸν Υἱὸν βλασφημίας κατὰ τὴν Ἀρείου δόξαν ἐστὶν ἀνάπλεως. Αἱ δέ γε Διαταγαὶ τρισὶ μόνοις δοκοῦσιν ἐνέχεσθαι· κακοπλαστίᾳ, ἣν οὐ χαλεπὸν ἀποσκευάσασθαι, καὶ ὅτι κατὰ τοῦ Δευτερονομίου ὕβρεις τινὰς ἐπαφίησιν, ἃ καὶ ῥᾷστον διαλύσασθαι, καὶ ἔτι Ἀρειανισμῷ ὅπερ ἄν τις καὶ βιαίως διακρούσαιτο.
Ἡ μέντοι γε τῶν Πέτρου πράξεων βίβλος τῷ τε λαμπρῷ καὶ τῇ σεμνότητι καὶ ἔτι τῷ καθαρῷ καὶ συντόνῳ καὶ τῇ ἄλλῃ ἀρετῇ τοῦ λόγου καὶ πολυμαθείᾳ τοσοῦτον ἔχει πρὸς τὰς Διαταγὰς τὸ παραλλάττον, ὡς μηδὲ συγκρίσει τῇ κατὰ τοὺς λόγους πρὸς ἀλλήλας παραβάλλεσθαι τὰς βίβλους.
Οὗτός ἐστιν ὁ Κλήμης περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους ἐπιστολῇ·» Μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς«. Οὗτος καὶ ἐπιστολὴν ἀξιόλογον πρὸς Κορινθίους γράφει, ἥτις παρὰ πολλοῖς ἀποδοχῆς ἠξιώθη ὡς καὶ δημοσίᾳ ἀναγινώσκεσθαι. Ἡ δὲ λεγομένη δευτέρα πρὸς τοὺς αὐτοὺς ὡς νόθος ἀποδοκιμάζεται, ὥσπερ ὁ ἐπιγραφόμενος ἐπ᾽ ὀνόματι αὐτοῦ Πέτρου καὶ Ἀππίωνος πολύστιχος διάλογος.
Τοῦτόν φασιν οἱ μὲν δεύτερον μετὰ Πέτρον Ῥώμης ἐπισκοπῆσαι, οἱ δὲ τέταρτον· Λῖνον γὰρ καὶ Ἀνάκλητον μεταξὺ αὐτοῦ καὶ Πέτρου Ῥώμης ἐπισκόπους διαγεγονέναι· τελευτῆσαι δὲ αὐτὸν τρίτῳ ἔτει Τραιανοῦ. Ἀνεγνώσθη βιβλίον, αἱ λεγόμεναι τῶν ἀποστόλων περίοδοι, ἐν αἷς περιείχοντο πράξεις Πέτρου, Ἰωάννου, Ἀνδρέου, Θωμᾶ, Παύλου. Γράφει δὲ αὐτάς, ὡς δηλοῖ τὸ αὐτὸ βιβλίον, 〈Λεύκιος Χαρῖνος〉.
Ἡ δὲ φράσις εἰς τὸ παντελὲς ἀνώμαλός τε καὶ παρηλλαγμένη· καὶ συντάξεσι γὰρ καὶ λέξεσι κέχρηται ἐνίοτε μὲν οὐκ ἠμελημέναις, κατὰ δὲ τὸ πλεῖστον ἀγοραίοις καὶ πεπατημέναις, καὶ οὐδὲν τῆς ὁμαλῆς καὶ αὐτοσχεδίου φράσεως καὶ τῆς ἐκεῖθεν ἐμφύτου χάριτος, καθ᾽ ἣν ὁ εὐαγγελικός τε καὶ ἀποστολικὸς διαμεμόρφωται λόγος, οὐδ᾽ ἴχνος ἐμφαίνων.
Γέμει δὲ καὶ μωρίας πολλῆς καὶ τῆς πρὸς ἑαυτὸν μάχης καὶ ἐναντιώσεως. Φησὶ γὰρ ἄλλον εἶναι τὸν τῶν Ἰουδαίων Θεὸν καὶ κακόν, οὗ καὶ Σίμωνα τὸν μάγον ὑπηρέτην καθεστάναι, ἄλλον δὲ τὸν Χριστόν, ὅν φησιν ἀγαθόν· καὶ φύρων ἅπαντα καὶ συγχέων καλεῖ αὐτὸν καὶ Πατέρα καὶ Υἱόν.
Λέγει δὲ μηδ᾽ ἐνανθρωπῆσαι ἀληθῶς ἀλλὰ δόξαι, καὶ πολλὰ φανῆναι πολλάκις τοῖς μαθηταῖς, νέον καὶ πρεσβύτην καὶ παῖδα, καὶ πρεσβύτην πάλιν καὶ πάλιν παῖδα καὶ μείζονα καὶ ἐλάττονα καὶ μέγιστον, ὥστε τὴν κορυφὴν διήκειν ἔσθ᾽ ὅτε μέχρις οὐρανοῦ.
Πολλὰς δὲ καὶ περὶ τοῦ Σταυροῦ κενολογίας καὶ ἀτοπίας ἀναπλάττει, καὶ τὸν Χριστὸν μὴ σταυρωθῆναι ἀλλ᾽ ἕτερον ἀντ᾽ αὐτοῦ, καὶ καταγελᾶν διὰ τοῦτο τῶν σταυρούντων. Γάμους τε νομίμους ἀθετεῖ, καὶ πᾶσαν γένεσιν πονηράν τε καὶ τοῦ πονηροῦ λέγει. Καὶ πλάστην τῶν δαιμόνων ἄλλον ἐκληρεῖ. Νεκρῶν δὲ ἀνθρώπων καὶ βοῶν καὶ κτηνῶν ἄλλων παραλογωτάτας καὶ μειρακιώδεις τερατεύεται ἀναστάσεις. Δοκεῖ δὲ καὶ κατ᾽ εἰκόνων τοῖς εἰκονομάχοις ἐν ταῖς Ἰωάννου πράξεσι δογματίζειν. Καὶ ἁπλῶς αὕτη ἡ βίβλος μυρία παιδαριώδη καὶ ἀπίθανα καὶ κακόπλαστα καὶ ψευδῆ καὶ μωρὰ καὶ ἀλλήλοις μαχόμενα καὶ ἀσεβῆ καὶ ἄθεα περιέχει· ἣν εἰπών τις πάσης αἱρέσεως πηγὴν καὶ μητέρα οὐκ ἂν ἀποσφαλείη τοῦ εἰκότος.
Ἀνεγνώσθη βιβλίον ἀνώνυμον οὗ ἡ ἐπιγραφή· »Λόγος πρὸς Ἰουδαίους καὶ τοὺς μετὰ τούτων αἱρετικοὺς καὶ τοὺς καλουμένους τεσσαρεσκαιδεκατίτας, μὴ τῷ πρώτῳ καθ᾽ Ἑβραίους μηνὶ ἐπιτελοῦντας τοῦ ἁγίου Πάσχα τὴν ἑορτήν«.
Οὗτος μὲν ὁ λόγος σύντομος καὶ ἀπέριττος καὶ κόμπου μετέχων. Λέγει μέντοι τῇ ἁγίᾳ πέμπτῃ μὴ τὸ νομικὸν φαγεῖν Πάσχα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· μηδὲ γὰρ εἶναι τότε τὸν καιρόν, ἀλλὰ τῇ ἐπιούσῃ. Καὶ ὅτι οὐδὲ νομικῶς τελῶν ἔφαγεν ἅπερ ἔφαγεν εἰς τὴν ἐπιοῦσαν· οὔτε γὰρ ἄρνον οὔτε ἄζυμα οὔτε ἄλλο τι πράττων, ὅσα οἱ τὸ νομικὸν τελοῦντες Πάσχα ἔθος ἔχουσι παραφυλάττειν· ἀλλ᾽ ἴδιον μυστικόν φησι δεῖπνον φαγεῖν, ἐξ οὗ καὶ τοῖς μαθηταῖς ἄρτου καὶ ποτηρίου μεταδοῦναι.
Ἐνεφέρετο δὲ λόγος ἕτερος 〈Μητροδώρου〉 τινός, ψῆφος ἐννεακαιδεκαετηρίδων κηʹ εἰς ἑαυτὴν ἀνακυκλουμένη περὶ τῆς τοῦ ἁγίου Πάσχα ἑορτῆς. Οὗτος ὁ Μητρόδωρος, ὅστις ποτέ ἐστιν (οὐ γὰρ ἄλλο τι ἔγνων εἰπεῖν περὶ αὐτοῦ), ἀπὸ Διοκλητιανοῦ ἀρξάμενος φλγʹ ἐτῶν συνήγαγε κατὰ τὴν λεγομένην ἀκριβῆ τῆς τεσσαρεσκαιδεκάτης ψηφοφορίαν ἡμέρας, ὅσα τῷ δοκεῖν, ἑορταστικάς· καὶ γὰρ οὔτε νῦν ἡ ἐκκλησία οὔτε ἡ παλαιὰ παράδοσις ταύταις φαίνεται κεχρημένη.
Ἀνεγνώσθη βιβλίον, ὅσον ἐπὶ τῷ ὀνόματι τοῦ συντεταχότος, ἀνεπίγραφον· ἐπὶ τῇ γε βίβλῳ ἐπεγέγραπτο· »Περὶ τῆς ἁγίας τοῦ Πάσχα ἑορτῆς λόγος τρίτος«, ἐν τόμοις ὀκτώ. Αὕτη ἡ βίβλος ἁπλῇ μὲν καὶ σαφεστάτῃ συγγέγραπται φράσει, πολλὰ δὲ καὶ καλὰ νοήματα περιέχει.
Οὗτος ὁ συγγραφεὺς ἐν τῷ τετάρτῳ τόμῳ καὶ κατὰ Μητροδώρου ποιεῖται ἐλέγχους, καὶ ταῖς γραφικαῖς δὲ μαρτυρίαις ὠχύρωται, καὶ πολλὰ τῶν εἰς τὴν Ἑξαήμερον χρησίμων, ὡς ἐν ἑρμηνείας τύπῳ, κατὰ τούσδε τοὺς περὶ τοῦ Πάσχα λόγους συνυφαίνει. Προσφωνεῖ δὲ Θεοδώρῳ τὸν λόγον, ὃν ἀγαπητόν τε καὶ ἀδελφὸν ὑπαγορεύει.
Πεποίηκε δὲ καὶ ἑτέρας περὶ τῆς αὐτῆς ὑποθέσεως πρότερον βίβλους· ἀλλ᾽ αὕτη πλατυτέρα τε καὶ χρησιμωτάτη, ὡς ἐπὶ λεπτῷ πάντα τὰ πρὸς τὴν ὑπόθεσιν χρήσιμα διεξιοῦσα. Περί τε γὰρ βισέξτου καὶ ἐμβολίμου μηνὸς καὶ ἐπακτῶν ἡλίου καὶ ἐπακτῶν σελήνης καὶ ἐννεακαιδεκαετηρίδων καὶ μεθόδου τῆς εὑρέσεως αὐτῶν λεπτομερῶς καὶ σαφῶς διαλαμβάνει, καὶ περὶ μηνῶν καὶ νεομηνίας καὶ ἑβδομάδος καὶ τῶν ἐν αὐτῇ ἡμερῶν, τίνες τε κύκλοι ἐνιαυτοὶ προσαγορεύονται καὶ τίνες ἐμβόλιμοι ἐνιαυτοί, περί τε ὀκτωκαιεικοσαετηρίδος ἡλίου καὶ ἐννεακαιδεκαετηρίδος σελήνης καὶ τῆς τεσσαρεσκαιδεκάτης αὐτῆς, καὶ περὶ μηνῶν σεληνιακῶν καὶ μηνῶν ἡλιακῶν, καὶ νουμηνίας σεληνιακοῦ μηνὸς καὶ ἡλιακοῦ, μηνός τε ὁμαλοῦ τῆς σεληνῆς καὶ μηνὸς ἀκριβοῦς, καὶ ἀπαριθμήσεως τῶν ἐτῶν τοῦ κόσμου.
Φησὶ δὲ οὗτος ὅτι κατὰ μὲν τοὺς ἄλλους τῆς παρουσίας αὐτοῦ ἐνιαυτοὺς ὁ Κύριος καὶ Θεὸς ἡμῶν ὁ Χριστὸς τὸ νομικὸν ἐπετέλει Πάσχα, καθ᾽ ὃν δὲ παρεδόθη οὐκέτι. Καὶ σκοπεῖν χρή· ὁ γὰρ Χρυσόστομος καὶ ἡ ἐκκλησία καὶ τότε φησὶν αὐτὸν ἐπιτελέσαι τὸ νομικὸν πρὸ τοῦ μυστικοῦ δείπνου.
Ἀνεγνώσθη βιβλίον ὑπὲρ Ὠριγένους καὶ τῶν αὐτοῦ θεοστυγῶν δογμάτων, ἐν τόμοις εʹ. Ἀνεπίγραφον δὲ τὴν ὀνομασίαν ἐτύγχανε τοῦ συντεταχότος, τὴν δὲ φράσιν οὔτε σαφὲς οὔτε καθαρόν, οὔτε εἰς ἄλλο τι ἀξιόλογον ἀνηγμένην ἔχον.
Ὁ δὲ τοῦ γράμματος πατὴρ μάρτυρας ὑπὲρ Ὠριγένους τε καὶ τῶν αὐτοῦ δογμάτων Διονύσιον προκομίζει τὸν Ἀλεξανδρείας, Δημήτριόν τε καὶ Κλήμεντα καὶ ἑτέρους πλείους· μάλιστα δὲ τῶν ἄλλων ἁπάντων Παμφίλῳ τε τῷ μάρτυρι ἐπερείδεται καὶ τῷ Εὐσεβίῳ, ὃς τῆς κατὰ Παλαιστίνην Καισαρείας ἐπεσκόπησεν.
Ἡ δὲ ὑπὲρ αὐτοῦ ἀπολογία οὐκ ἔστι λύσις τῶν ἐπικλημάτων ὡς ἐπὶ πλεῖστον, ἀλλὰ συνηγορία τῆς κατηγορίας· οὕτως οὐδ᾽ οὗτος ἀπήλλακτο τῶν ἐκείνου βλασφήμων δοξῶν τελείως. Ψυχῶν τε γὰρ προὔπαρξιν συνομολογεῖ, γραφικαῖς καὶ πατρικαῖς φωναῖς (ὡς οἴεται) τὸν λῆρον τοῦτον ἐπισυγκροτῶν, καὶ σωμάτων ἄλλων εἰσάγει ἀνάληψιν.
Περὶ μέντοι τῆς ἁγίας Τριάδος οὐδὲν οὗτος τῶν ἐσφαλμένων λέγει. Φησὶ δὲ καὶ περὶ τοῦ Ὠριγένους μηδὲν αὐτὸν κατὰ δόξαν ἐσφάλθαι περὶ τῆς Τριάδος, ἀντιφερόμενον δὲ τῇ αἱρέσει Σαβελλίου εἰς μέγα κακοῦ ἠρμένῃ τότε, καὶ τὴν τῶν προσώπων Τριάδα ἐναργεστάτην καὶ πολλοῖς τρόποις διαφέρουσαν ἀγωνιζόμενον παραστῆσαι, πέρα τοῦ προσήκοντος καὶ εἰς τοὐναντίον ἀπενεχθῆναι, ἐξ οὗ δόξαι καὶ τῷ ἀρειανῷ ἀρρωστήματι προεαλωκέναι.
Ὑπὲρ μέντοι γε τῶν ἄλλων αὐτοῦ δογμάτων, ὅσοις μήτε συγκαταθέσθαι τοῦ θαρρεῖν πρόφασιν ἔχει, μήτε τὴν προειρημένην αἰτίαν πορίσασθαι δυνατὸν οἶδε, πολλὴν εἰσάγει σπουδὴν ἀποφῆναι ἢ γυμνασίας αὐτῷ χάριν εἰρῆσθαι ἢ ὑπό τινων ἑτεροδόξων τοῖς αὐτοῦ συγγράμμασι παρεμβεβλῆσθαι. Καὶ προάγει καὶ αὐτὸν ἐκεῖνον τοῦτο βοῶντα καὶ διατεινόμενον· φωρᾶσαι γὰρ αὐτόν φησι καὶ ἔτι ζῶντα ταύτην κατ᾽ αὐτοῦ τὴν ῥᾳδιουργίαν.
Ἔστι δέ, ἃ λέγει μάτην αὐτοῦ κατηγορηθῆναι, κεφάλαια πεντεκαίδεκα, ἅτινα καὶ διελέγχει διαβολὰς εἶναι ἐκ τῶν αὐτοῦ ἐκείνου συγγραμμάτων ποιούμενος τοὺς ἐλέγχους ἐν τῷ τετάρτῳ τόμῳ, κατὰ δὲ τὸν πέμπτον γενόμενος καὶ ἑτέρων ὑπὲρ αὐτοῦ μαρτυρίαις ἀπορραπίζων ταῦτα.
Τὰ δὲ κεφάλαιά ἐστι ταῦτα· φασὶν αὐτὸν παραγγέλλειν μὴ προσεύχεσθαι τῷ Υἱῷ καὶ μὴ εἶναι αὐτὸν ἁπλῶς ἀγαθόν, καὶ μὴ γινώσκειν τὸν Πατέρα ὡς αὐτὸς ἑαυτόν· καὶ τὰς λογικὰς φύσεις εἰς ἀλόγων εἰσκρίνεσθαι σώματα, καὶ εἶναι μετενσωμάτωσιν, καὶ ὅτι ἡ τοῦ Σωτῆρος Ψυχὴ ἡ τοῦ Ἀδὰμ ἦν, καὶ ὅτι οὐκ ἔστιν αἰώνιος κόλασις οὐδὲ σαρκὸς ἀνάστασις, καὶ ὅτι οὐ κακὸν ἡ μαγεία, καὶ ὅτι ποιητικὴ τῶν πραττομένων ἡ ἀστρονομία, καὶ ὅτι παύεται ὁ μονογενὴς τῆς βασιλείας, καὶ ὅτι ἐκ καταπτώσεως ἦλθον οἱ ἅγιοι εἰς τὸν κόσμον ἀλλ᾽ οὐ δι᾽ ἑτέρων θεραπείαν, καὶ ὅτι ὁ Πατὴρ τῷ Υἱῷ ἀόρατος, καὶ ὅτι τὰ Χερουβὶμ ἐπίνοιαι τοῦ Υἱοῦ εἰσιν, καὶ ὅτι ἡ εἰκὼν τοῦ Θεοῦ ὡς πρὸς ἐκεῖνον οὗ ἐστιν εἰκών, καθὸ εἰκών, οὐκ ἔστιν ἀλήθεια.
Ταῦτα ἀπελέγχει, ὡς προείρηται, ψευδῶς εἰρῆσθαι κατὰ Ὠριγένους, καὶ τό γε ἐπὶ τῇ αὐτοῦ σπουδῇ ἐκκλησιαστικὸν καὶ τῶν ὀρθοδόξων ἀποφαίνεται τὸν ἄνδρα. Ἀλλ᾽ οὐκ εἴ τις, ὦ βέλτιστε, μὴ πάντας τοὺς τρόπους ἐδείχθη δυσσεβῶν, οὐδ᾽ ἐν οἷς προφανῶς βλασφημεῖ τὴν δίκην διαδιδράσκων ὀφθήσεται.
Ἀνεγνώσθη 〈Παμφίλου〉 τοῦ μάρτυρος καὶ 〈Εὐσεβίου〉 ὑπὲρ Ὠριγένους. Τόμοι δὲ τὸ βιβλίον ϛʹ, ὧν οἱ μὲν εʹ Παμφίλῳ τὸ δεσμωτήριον οἰκοῦντι συμπαρόντος Εὐσεβίου ἐξεπονήθησαν, ὁ δὲ ἕκτος, ἐπεὶ ὁ μάρτυς ξίφει τοῦ ζῆν ἀπαχθεὶς ἀνέλυσε πρὸς ὃν ἐπόθει Θεόν, Εὐσεβίῳ λοιπὸν ἀπαρτίζεται.
Καὶ ἄλλοι δὲ πλεῖστοι κατ᾽ ἐκεῖνο καιροῦ καὶ ἀξιολογώτατοι ἀπολογίας ὑπὲρ αὐτοῦ συνετάξαντο. Φασὶ δὲ τὸν Ὠριγένην ἐν τοῖς κατὰ Σεβῆρον διωγμοῖς γράψαι Λεωνίδῃ τῷ πατρὶ ἐπαλείφοντα πρὸς τὸν τοῦ μαρτυρίου δρόμον, ὃν καὶ καλῶς δραμόντι τῶν βραβείων τυχεῖν ἐξεγένετο, καὶ αὐτὸν δὲ ἀποδύσασθαι σπεύδειν πρὸς τὸ αὐτὸ τῶν ἀγωνισμάτων στάδιον, τὴν δὲ μητέρα καὶ ἄκοντα δυνηθῆναι τῆς ὁρμῆς ἐπισχεῖν· καὶ τοῦτο καὶ αὐτὸς ἐν ἐπιστολῇ οἰκείᾳ ἐπισημαίνεται.
Φασὶ δὲ αὐτὸν ὅ τε Πάμφιλος μάρτυς καὶ ἕτεροι πλεῖστοι, οἵτινες ἀπ᾽ αὐτῶν τῶν ἑωρακότων Ὠριγένην τὰ περὶ τοῦ ἀνδρὸς ἠκριβώσαντο, διαβοήτῳ μαρτυρίῳ τοῦ βίου ἐξεληλυθέναι ἐπ᾽ αὐτῆς τῆς Καισαρείας Δεκίου τὴν κατὰ τῶν Χριστιανῶν ὠμότητα πνέοντος.
Οἱ δέ φασιν αὐτὸν ἕως Γάλλου καὶ Βολουσιανοῦ διαρκέσαντα, καὶ ἑξηκοστὸν ἔνατον ἔτος τῆς ἡλικίας ἄγοντα ἐν Τύρῳ καὶ τελευτῆσαι καὶ ταφῇ παραδοθῆναι. Ἔστι δὲ μᾶλλον οὗτος ὁ λόγος ἀληθής, εἴ γε αἱ φερόμεναι αὐτοῦ μετὰ τὸν Δεκίου διωγμὸν ἐπιστολαὶ οὐκ ἔχουσι τὸ πλαστόν.
Παντὸς δὲ μαθήματος ἰδέαν φασὶν αὐτὸν καὶ μετελθεῖν καὶ διδάσκειν. Τοῦτον τοίνυν τὸν Ὠριγένην, ὃν καὶ Ἀδαμάντιον ἐπονομάζεσθαί φασιν, ὅτι ἀδαμαντίνοις δεσμοῖς ἐῴκεσαν οὓς ἂν δήσειε λόγους, ἀκροατὴν καὶ διάδοχον λέγουσι γενέσθαι Κλήμεντος τοῦ Στρωματέως καὶ τοῦ κατὰ τὴν Ἀλεξανδρείαν ἐκκλησιαστικοῦ διδασκαλείου· Κλήμεντα δὲ Πανταίνου γενέσθαι λέγουσι καὶ ἀκροατὴν καὶ τοῦ διδασκαλείου διάδοχον, Πάνταινον δὲ τῶν τε τοὺς ἀποστόλους ἑωρακότων ἀκροάσασθαι οὐ μὴν ἀλλὰ καί τινων αὐτῶν ἐκείνων διακοῦσαι.
Τὰς δὲ κατὰ Ὠριγένους κινήσεις ἐκεῖθεν λέγουσιν ἐκρυῆναι. Δημήτριος Ἀλεξανδρείας ἐπεσκόπει, ὃς Ὠριγένην δι᾽ ἐπαίνων εἶχε καὶ ἐς τοὺς φιλτάτους συνέταττεν. Ἀλλ᾽ Ὠριγένης μέλλων ἀπαίρειν εἰς Ἀθήνας χωρὶς τῆς τοῦ οἰκείου γνώμης ἐπισκόπου εἰς πρεσβύτερον οὐ δέον ἀναβιβάζεται. Θεότεκνος δ᾽ ἦν ὁ κατὰ Καισάρειαν τὴν ἐν Παλαιστίνῃ τὸν ἀρχιερατικὸν χειρίζων νόμον ὁ τῆς Ὠριγένους αὐτουργὸς χειροτονίας, ἔχων συνευδοκοῦντα καὶ τὸν Ἱεροσολύμων Ἀλέξανδρον.
Τρέπεται διὰ τοῦτο Δημητρίῳ εἰς μῖσος τὸ φίλτρον καὶ οἱ ἔπαινοι πρὸς τοὺς ψόγους καὶ σύνοδος ἀθροίζεται κατὰ Ὠριγένους ἐπισκόπων καί τινων πρεσβυτέρων. Ἡ δέ, ὡς ὁ Πάμφιλός φησι, ψηφίζεται μεταστῆναι μὲν ἀπὸ Ἀλεξανδρείας τὸν Ὠριγένην, καὶ μήτε διατρίβειν ἐν αὐτῇ μήτε διδάσκειν, τῆς μέντοι τοῦ πρεσβυτηρίου τιμῆς οὐδαμῶς ἀποκεκινῆσθαι. Ἀλλ᾽ ὅ γε Δημήτριος ἅμα τισὶν ἐπισκόποις Αἰγυπτίοις καὶ τῆς ἱερωσύνης ἀπεκήρυξε, συνυπογραψάντων καὶ τῇ ἀποφάσει τῶν συμψήφων αὐτῷ γεγενημένων. Φυγαδευθέντα δὲ τῆς Ἀλεξανδρείας τὸν Ὠριγένην Θεότεκνος ὁ Παλαιστίνης ἀσμένως τε διάγειν ἐν Καισαρείᾳ ὑπεδέξατο, καὶ τοῦ διδάσκειν πᾶσαν ἐξουσίαν ἐνεχείρισε. Καὶ τὰς μὲν αἰτίας ἐξ ὧν συνέβη τὰς διαβολὰς ἐκραγῆναι τῷ Ὠριγένει, ταύτας φησί.
Τὴν δὲ ὑπὲρ Ὠριγένους ἀπολογίαν, ὡς ἔφημεν, ὁ Πάμφιλος σὺν Εὐσεβίῳ καθειργμένος τῷ οἰκήματι συνεγράψατο, καὶ ταύτην πρὸς τοὺς ἐν μετάλλοις διὰ Χριστὸν ταλαιπωρουμένους διεπέμψατο, ὧν ἦν τὸ ἀκροθίνιον Πατερμούθιος ὁ μετὰ βραχὺ τῆς Παμφίλου ἀναλύσεως διὰ πυρὸς καὶ αὐτὸς σὺν ἑτέροις τὸν βίον τελειωθείς.
Ἦν δὲ Παμφίλου διδάσκαλος ὁ Πιέριος, τοῦ ἐν Ἀλεξανδρείᾳ καὶ αὐτὸς προεστηκὼς διδασκαλείου. Μάρτυς δὲ καὶ ὁ Πιέριος ἅμα τῷ ἀδελφῷ Ἰσιδώρῳ τῶν ἀθλητικῶν ἀξιωθέντες στεφάνων, οἷς (ὥς φασι) καὶ νεὼς καὶ οἶκοι ὑπὸ τῶν εὐσεβούντων ἱδρύθησαν. Ὁ δὲ θεῖος Πάμφιλος πρεσβύτερος ἦν. Καὶ πολλὰ δὲ τῶν Ὠριγένους εἰς τὴν θείαν γραφὴν ἐξηγήσεων ἰδίᾳ χειρὶ λέγουσιν αὐτὸν γεγραφέναι.
Ἀνεγνώσθη βιβλίον 〈Πιερίου〉 πρεσβυτέρου, ὃν καὶ σὺν τῷ ἀδελφῷ Ἰσιδώρῳ τὸν ὑπὲρ Χριστοῦ ἀγωνίσασθαί φασιν ἀγῶνα, Παμφίλου τε τοῦ μάρτυρος ὑφηγητὴν τῶν ἐκκλησιαστικῶν γενέσθαι μαθημάτων, καὶ τοῦ κατὰ Ἀλεξανδρείαν ἡγήσασθαι παιδευτηρίου. Λόγους δὲ τὸ βιβλίον περιεῖχε ιβʹ.
Ἔστι δὲ τὴν φράσιν σαφής τε καὶ λαμπρὸς καὶ ὥσπερ ῥέων τῷ λόγῳ, μηδέν τε ἐπιμελὲς ἐνδεικνύμενος, ἀλλ᾽ ὡς ἐξ αὐτοσχεδίου ὁμαλῶς τε καὶ λείως καὶ ἠρέμα φερόμενος, τοῖς δὲ ἐνθυμήμασιν, εἴπερ τις ἄλλος γονιμώτατος.
Πολλὰ δὲ ἔξω τῶν νῦν ἐν τῇ ἐκκλησίᾳ καθεστηκότων, ἀρχαιοτρόπως ἴσως, ἀποφαίνεται. Ἀλλὰ περὶ μὲν Πατρὸς καὶ Υἱοῦ εὐσεβῶς πρεσβεύει, πλὴν ὅτι οὐσίας δύο καὶ φύσεις δύο λέγει, τῷ τῆς οὐσίας καὶ φύσεως ὀνόματι, ὡς δῆλον ἔκ τε τῶν ἑπομένων καὶ προηγουμένων τοῦ χωρίου, ἀντὶ τῆς ὑποστάσεως, καὶ οὐχ ὡς οἱ Ἀρείῳ προσανακείμενοι, χρώμενος.
Περὶ μέντοι τοῦ Πνεύματος ἐπισφαλῶς λίαν καὶ δυσσεβῶς δογματίζει· ὑποβεβηκέναι γὰρ αὐτὸ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ ἀποφάσκει δόξης. Ἔχει δὲ χρῆσιν εἰς τὸν Λόγον οὗ ἐπιγραφή »Εἰς τὸ κατὰ Λουκᾶν«, δι᾽ ἧς ἔστι παριστᾶν ὅτι ἡ τῆς εἰκόνος τιμὴ καὶ ἡ ἀτιμία τοῦ πρωτοτύπου ἐστὶ τιμὴ ἢ πάλιν ἀτιμία.
Ὑπαινίττεται δὲ οὗτος, κατὰ τὸν Ὠριγένους ὕθλον, καὶ προΰπαρξιν ψυχῶν· ἔχει δὲ καὶ ἐν τῷ εἰς τὸ Πάσχα καὶ τὸν Ὠσηὲ λόγῳ περί τε τῶν ποιηθέντων Χερουβὶμ τῷ Μωϋσεῖ, καὶ περὶ τῆς τοῦ Ἰακὼβ στήλης, ἐν οἷς τὴν μὲν ποίησιν αὐτῶν ὁμολογεῖ, οἰκονομίας δὲ λόγῳ συγχωρηθῆναι ματαιολογεῖ, ὡς οὐδὲν ἦσαν, ὡς ἕτερον ἦσαν, ὡς ἕτερον τὰ γεγενημένα, οὐδὲ τύπον ἄλλον ἔφερε μορφῆς, ἀλλὰ μόνον πτερύγων κενολογεῖ φέρειν αὐτὰ σχῆμα.
Οὗτος ὁ Πιέριος πρεσβύτερος ἦν τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας Θεωνᾶ τηνικαῦτα ταύτης ἀρχιερατεύοντος, ἡνίκα Κᾶρος καὶ Διοκλητιανὸς τὰ Ῥωμαίων σκῆπτρα ἔφερον. Καὶ ἐπὶ τοσοῦτον δ᾽ αὐτὸν ἐλάσαι λέγουσι φιλοπονίας καὶ εὐφυΐας καὶ τῆς ἐν πλήθεσιν ὁμιλίας τέρψιν παρέχειν σὺν ὠφελείᾳ, ὥστε καὶ νέον ἐπονομασθῆναι Ὠριγένην· ἦν γὰρ τότε ἐν τοῖς ἀξιολογωτάτοις Ὠριγένης. Διαλεκτικὴν δὲ καὶ ῥητορικὴν αὐτόν φασιν ἀσκηθῆναι, καὶ ἐγκρατείας δὲ καὶ ἑκουσίου πτωχείας ἐραστὴν γενέσθαι. Καὶ οἱ μὲν αὐτὸν καὶ μαρτυρίῳ τὸν βίον τελειῶσαι, οἱ δὲ μετὰ τὸν διωγμὸν τὸν ὑπόλοιπον τοῦ ζῆν χρόνον ἐν Ῥώμῃ διαγεγονέναι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.