Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Κόνων: Διηγήσεις

Σύνοψη της συλλογής των πενήντα διηγήσεων του Κόνωνος, με πλούσιο μυθολογικό και τοπικό εθνογραφικό υλικό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 13 από 37

Ἀνεγνώσθη βιβλιδάριον 〈Κόνωνος〉 Διηγήσεις· προσφωνεῖ μὲν τὸ πονημάτιον Ἀρχελάῳ Φιλοπάτορι βασιλεῖ, περιέχεται δ᾽ αὐτῷ ἐκ πολλῶν ἀρχαίων συνειλεγμένα νʹ διηγήματα. Ὧν πρῶτον τὰ περὶ Μίδα καὶ Βριγῶν, ὅπως τε θησαυρῷ περιτυχὼν ἀθρόον τε εἰς πλοῦτον ἤρθη, καὶ Ὀρφέως κατὰ Πιέρειαν τὸ ὄρος ἀκροατὴς γενόμενος πολλαῖς τέχναις Βριγῶν βασιλεύει.

Καὶ ὡς Σειληνὸς περὶ τὸ Βρέμιον ὄρος Μίδου βασιλεύοντος ὤφθη, ὑφ᾽ ᾧ καὶ τὸ ἔθνος ᾤκει πολυανθρωπότατον ὄν· καὶ ὡς ἤχθη τὸ ζῷον ἐξηλλαγμένον τὴν ἰδέαν ὡς ἐν ἀνθρώπου φύσει. Καὶ ὅπως αὐτῷ χρυσὸς ἐγίνετο καὶ τὰ εἰς τροφὴν παρατιθέμενα ἅπαντα· καὶ ὡς διὰ τοῦτο πείσας τὸ ὑπήκοον ἀπ᾽ Εὐρώπης διαβῆναι τὸν Ἑλλήσποντον ὑπὲρ Μυσίαν ᾤκισε Φρύγας ἀντὶ Βριγῶν βραχύ τι παραλλαγείσης τῆς λέξεως μετονομασθέντας. Μίδας δὲ πολλοὺς ἔχων ἀπαγγέλλοντας αὐτῷ τὰ ὅσα ἐλέγετό τε καὶ ἐπράττετο τοῖς ὑπηκόοις, καὶ διὰ τοῦτο ἐν τῷ ἀνεπιβουλεύτῳ τὴν βασιλείαν ἔχων καὶ εἰς γῆρας ἐλθών, μακρὰ ὦτα ἔχειν ἐλέχθη, καὶ κατ᾽ ὀλίγον ἡ φήμη ὄνου ὦτα τὰ μακρὰ μετεποίει, καὶ ἀπὸ τοῦ σκῶψαι τὴν ἀρχὴν ὁ λόγος ἔργον εἶναι ἐπιστεύθη.

Δεύτερον τὰ περὶ Βυβλίδος, ὡς παῖς ἦν Μιλήτῳ, ἔχουσα ἐξ αὐτῆς ἀδελφὸν Καῦνον. Ὤικουν δὲ Μίλητον τῆς Ἀσίας, ἣν ὕστερον μὲν Ἴωνες καὶ οἱ ἀπ᾽ Ἀθηνῶν μετὰ Νηλέως ὁρμηθέντες ᾤκησαν, τότε δ᾽ ἐνέμοντο Κᾶρες, ἔθνος μέγα, κωμηδὸν οἰκοῦντες. Καύνῳ δ᾽ ἔρως ἐγείρεται ἀμήχανος τῆς ἀδελφῆς Βυβλίδος· ὡς δ᾽ ἀπετύγχανε πολλὰ κινήσας, ἔξεισι τῆς γῆς ἐκείνης.

Καὶ ἀφανισθέντος μυρίῳ ἄχει κατεχομένη ἡ Βυβλὶς ἐκλείπει καὶ αὐτὴ τὴν πατρῴαν οἰκίαν, καὶ πολλὴν ἐρημίαν πλανηθεῖσα, καὶ πρὸς τοὺς ἀτελεῖς ἱμέρους ἀπαγορεύουσα, βρόχον τὴν ζώνην τινὸς καρύας καθάψασα ἑαυτὴν ἀνήτρησεν. Ἔνθα δὴ κλαιούσης αὐτῆς ἐρρύη τὰ δάκρυα καὶ κρήνην ἀνῆκε, Βυβλίδα τοῖς ἐπιχωρίοις ὄνομα· Καῦνος δὲ πλανώμενος εἰς Λυκίαν φθάνει, καὶ τούτῳ Προνόη (Ναῒς δ᾽ ἦν αὕτη) ἀναδῦσα τοῦ ποταμοῦ τά τε συνενεχθέντα τῇ Βυβλίδι λέγει, ὡς ἐχρήσατο Ἔρωτι δικαστῇ, καὶ πείθει αὐτὸν αὐτῇ ἐπὶ τῷ τῆς χώρας λαβεῖν τὴν βασιλείαν, (καὶ γὰρ εἰς αὐτὴν ἀνῆπτο) συνοικῆσαι. Ὁ δὲ Καῦνος ἐκ τῆς Προνόης τίκτει Αἰγιαλόν, ὃς καὶ παραλαβὼν τὴν βασιλείαν, ἐπεὶ ὁ πατὴρ ἐτελεύτησεν, ἤθροισέ τε τὸν λαὸν σποράδην οἰκοῦντα καὶ πόλιν ἔκτισεν ἐπὶ τῷ ποταμῷ μεγάλην καὶ εὐδαίμονα, Καῦνον ἀπὸ τοῦ πατρὸς ἐπονομάσας.

Τρίτον, ἡ παρὰ τὸν Ἰόνιον πόντον Σχερία νῆσος, οὐχ ἑκὰς οὖσα τῆς ἠπείρου καὶ τῶν Κεραυνίων ὀρῶν, αὕτη Φαίακας ἔσχεν οἰκήτορας τὸ πρότερον, αὐτόχθονας, ἔθνος λαχὸν τὴν ἐπωνυμίαν ἀπό τινος τῶν ἐπιχωρίων βασιλέως· ὕστερον δ᾽ ἐπῴκησαν αὐτὴν μοῖρα Κορινθίων, καὶ τό τε ὄνομα εἰς Κέρκυραν μετέβαλε καὶ τῆς περὶ ἐκεῖνα θαλάσσης ἦρξε. Φαίακος δὲ τοῦ τῆς νήσου βασιλεύοντος τελευτήσαντος, οἱ υἱεῖς Ἀλκίνους καὶ Λοκρὸς στασιάσαντες συνέβησαν πάλιν ἐφ᾽ ᾧ βασιλεύειν μὲν Ἀλκίνουν τῆς Φαιακίδος, Λοκρὸν δὲ κειμήλια καὶ μοῖραν λαβόντα τοῦ ἔθνους ἀποικίζεσθαι τῆς χώρας· ὃς καὶ ἐπ᾽ Ἰταλίας πλεύσας ξενίζεται παρὰ Λατίνῳ Ἰταλῶν βασιλεῖ, δόντι πρὸς γάμον τὴν θυγατέρα Λαυρίνην. Διὰ ταῦτα μὲν ὡς συγγενεῖς Φαίακες Λοκροὺς τοὺς ἐν Ἰταλίᾳ προσεποιοῦντο.

Ὁ δὲ Ἡρακλῆς κατ᾽ ἐκεῖνο καιροῦ τὰς τοῦ Γηρυόνου περικαλλεῖς ὅσαι βόες οὔσας ἐξ Ἐρυθείας ἐλαύνων εἰς Ἰταλίαν ἀφικνεῖται καὶ ξενίζεται φιλοφρόνως παρὰ τῷ Λοκρῷ· ὁ δὲ Λατῖνος πρὸς τὴν θυγατέρα ἐλθὼν καὶ τὰς βοῦς ἰδὼν ἠράσθη τε καὶ ἤλαυνεν· ὅπερ ἀναμαθὼν Ἡρακλῆς ἐκεῖνον τόξῳ βαλὼν ἀνεῖλε, τὰς δὲ βοῦς ἀνεκόμισε. Λοκρὸς δὲ δεδιὼς περὶ τῷ Ἡρακλεῖ μή τι δεινὸν ὑπὸ Λατίνου πάθῃ (ἦν γὰρ Λατῖνος σώματι γενναῖος καὶ ψυχῇ), ἐξελαύνει ἐπὶ βοηθείᾳ τοῦ ξενισθέντος, ἀμειψάμενος καὶ στολήν. Ἡρακλῆς δ᾽ ἰδὼν αὐτὸν θέοντα, καὶ νομίσας τινὰ εἶναι ἄλλον πρὸς ἐπικουρίαν σπεύδοντα Λατίνου, βαλὼν ἄτρακτον κτείνει· ὕστερον δὲ μαθὼν ἀπωλοφύρατο μὲν καὶ τὰ ὅσια αὐτῷ ἐπετέλεσε· καὶ μεταστὰς δ᾽ ἐξ ἀνθρώπων ἔχρησε, φάσματι φανεὶς τῷ λαῷ, πόλιν οἰκίζειν ἐπ᾽ Ἰταλίας, ἐν ᾧ ἦν τὸ σῆμα τοῦ Λοκροῦ. Καὶ διαμένει τῇ πόλει τοὔνομα τιμώσῃ τῇ κλήσει τὸν Λοκρόν· οὕτω μὲν καὶ ἡ τρίτη διήγησις. Ἀλλὰ τί μοι δεῖ μικροῦ μεταγράφειν ταύτας, δέον πολλῷ κεφαλαιωδέστερον ἐπελθεῖν;

Ἡ τοίνυν δʹ διήγησις τὰ περὶ Ὀλύνθου τῆς πόλεως καὶ Στρυμόνος τοῦ Θρᾳκῶν βασιλεύσαντος ἀπαγγέλλει, οὗ καὶ ὁ πάλαι Ἠιονεὺς ποταμὸς ἐπώνυμος· καὶ ὅτι παῖδες αὐτῷ τρεῖς γεγόνασι, Βράγγας καὶ Ῥῆσσος καὶ Ὄλυνθος, καὶ Ῥῆσσος μὲν ἐπὶ Τροίαν Πριάμῳ συστρατεύσας ἀναιρεῖται χειρὶ Διομήδους, Ὄλυνθος δὲ λέοντι συστὰς ἑκουσίως ἔν τινι κυνηγεσίῳ θνῄσκει· καὶ Βράγγας ὁ ἀδελφὸς πολλὰ κατολοφυρόμενος τὴν συμφορὰν Ὄλυνθον ᾧπερ ἐτελεύτησε τόπῳ θάπτει, εἰς Σιθονίαν δὲ ἀφικόμενος πόλιν ἔκτισεν εὐδαίμονα καὶ μεγάλην, Ὄλυνθον αὐτὴν ἀπὸ τοῦ παιδὸς ὀνομάσας.

Ἡ εʹ τὰ περὶ Ῥηγίνου καὶ Εὐνόμου τοῦ Λοκροῦ τῶν κιθαρῳδῶν τὴν ἱστορίαν ποιεῖται, καὶ ὡς εἰς Δελφοὺς ἀφίκοντο καὶ ὅτι ποταμῷ διοριζόμενοι Ῥηγῖνοί τε καὶ Λοκροί (Ἄληξ ὄνομα τῷ ποταμῷ) οἱ μὲν ἀφώνους, ἡ δὲ Λοκρὶς ᾄδοντας ἔχει τοὺς τέττιγας· καὶ ὡς ἐρίζων Εὔνομος τῷ Ῥηγίνῳ τέττιγος ὠδῇ κρατεῖ τοῦ ἀνταγωνιστοῦ.

Ἑπταχόρδου γὰρ τότε τῆς ἁρμονίας οὔσης, καὶ μιᾶς ῥαγείσης τῶν χορδῶν, τέττιξ ἐπιπτὰς τῇ κιθάρᾳ τὸ λεῖπον ἀνεπλήρωσε τῆς ᾠδῆς. Ἡ ϛʹ ὡς Μόψος ὁ Μάντης καὶ Ἀπόλλωνος τῆς μητρὸς τελευτησάσης ἐκδέχεται κλῆρον τὸ ἐν Κλάρῳ Ἀπόλλωνος μαντεῖον· κατ᾽ ἐκεῖνο δὲ καιροῦ ἀφικνεῖται Κάλχας εἰς Κολοφῶνα, ἐν ᾧ Μόψος ἔχων ἔχρα τὸ μαντεῖον, μετὰ Τροίας πλανώμενος ἅλωσιν. Ἤριζον οὖν ἐπὶ πολὺ ἀλλήλοις, καὶ Ἀμφίμαχος ὁ Λυκίων βασιλεὺς λύει τὴν ἔριν· ἐπὶ πόλεμον γὰρ ἐξιόντα Μόψος μὲν ἐκώλυεν ἧτταν προαγγέλλων, Κάλχας δ᾽ ἐπέτρεπε νίκην σημαίνων, καὶ ἡττᾶται, καὶ Μόψος μὲν ἐπὶ μᾶλλον ἐτιμήθη, Κάλχας δ᾽ ἑαυτὸν διεχρήσατο.

Ἡ ζʹ διηγεῖται ὡς Φιλάμμων παῖς Φιλωνίδος, ἣ γέγονεν ἐξ Ἑωσφόρου καὶ Κλεοβοίας ἐν Θορικῷ τῆς Ἀττικῆς, οὗτος ὁ Φιλάμμων ὑπερφυὴς τὸ κάλλος ἐγένετο· μία δὲ τῶν νυμφῶν ἐρᾷ τοῦ νεανίου καὶ ἐγκύμων γίνεται. Αἰδουμένη δ᾽ ἀπαίρει Πελοποννήσου, καὶ εἰς τὴν Ἀκτὴν παραγενομένη τίκτει κοῦρον Θάμυριν, ὃς ἡβήσας ἐπὶ τοσοῦτον ἧκε κιθαρῳδίας ὡς καὶ βασιλέα σφῶν καίπερ ἐπηλύτην ὄντα, Σκύθας ποιήσασθαι. Ἐρίσας δὲ καὶ ταῖς Μούσαις ὑπὲρ ᾠδῆς, καὶ ἄθλων τῷ νικήσαντι τεθέντων, ἐκείνῳ μὲν τοὺς Μουσῶν γάμους, ἐκείναις δὲ ὃ ἕλοιντο τῶν αὐτοῦ, ἐξεκόπη τοὺς ὀφθαλμοὺς ἡττηθείς.

Ἡ ηʹ διηγεῖται τὰ περὶ Πρωτέως τοῦ Αἰγυπτίου μάντεως, οὗ ἡ θυγάτηρ Θεονόη ἐρασθεῖσα Κανώβου (ἦν δ᾽ οὗτος κυβερνήτης Μενελάου τοῦ Τρῴου) ἀποτυγχάνει· καὶ ὡς ὁ Κάνωβος καλὸς καὶ νέος, ἀπαίροντος Μενελάου ἀπ᾽ Αἰγύπτου καὶ Ἑλένης, καὶ προσορμισαμένων τῇ γῇ, ὑπὸ ἐχίδνης δηχθεὶς καὶ σαπεὶς τὸ σκέλος μετ᾽ οὐ πολὺ θνῄσκει καὶ Μενέλαος καὶ Ἑλένη θάπτουσιν αὐτὸν ἐπ᾽ Αἰγύπτου, οὗ νῦν ἐπώνυμος ᾤκισται πόλις.

Καὶ τῶν τοῦ Νείλου στομάτων τὸ τελευταῖον ὁ Κάνωβος ἢ Κανωβικὸν ἐκ τοῦ κυβερνήτου τὴν ὀνομασίαν ἕλκει. Ἡ θʹ τὰ περὶ Σεμιράμεως λέγει, καὶ Σεμίραμιν οὐχὶ γυναῖκα κατὰ τοὺς ἄλλους φησὶ Νίνου γενέσθαι ἀλλὰ θυγατέρα· καὶ λόγῳ ἑνί, ὅσα οἱ ἄλλοι περὶ Ἀτόσσης τῆς Ἀσσυρίου ἀναγράφουσι, ταῦθ᾽ οὗτος εἰς Σεμίραμιν ἀναφέρει, οὐκ ἔχω λέγειν εἴ τε δυσὶν ὀνόμασι τὴν αὐτὴν νομίζων καλεῖσθαι, ἢ τὰ περὶ Σεμιράμεως ἄλλως οὐκ εἰδώς. Λέγει δ᾽ ὡς ἡ Σεμίραμις αὕτη τῷ υἱῷ λάθρᾳ καὶ ἀγνοοῦσα μιγεῖσα, εἶτα γνοῦσα, ἄνδρα ἐν τῷ φανερῷ ἔσχε, καὶ ἐξ ἐκείνου, πρότερον βδελυκτὸν ὄν, Μήδοις καὶ Πέρσαις καλὸν καὶ νόμιμον ἔδοξε μητράσι μίγνυσθαι.

Ἡ ιʹ δὲ ὡς Σίθων ὁ Ποσειδῶνος καὶ Ὄσσης, ὁ τῆς Θρᾳκίας Χερρονήσου βασιλεύς, γεννᾷ θυγατέρα Παλλήνην ἐκ Μενδηΐδος νύμφης· ἣν πολλῶν μνηστευομένων, ἆθλον ἔκειτο τῷ μάχῃ κρατήσαντι Σίθωνος καὶ τὴν κόρην ἔχειν καὶ τὴν βασιλείαν. Ἀναιρεῖται οὖν ὑπὲρ τοῦ γάμου διαθλῶν Μέροψ ὁ Ἀνθεμουσίας βασιλεὺς καὶ Περιφήτης ὁ Μυγδονίας. Ἔπειτα Σίθων ὁρίζει μὴ πρὸς αὐτὸν ἀλλὰ πρὸς ἀλλήλους διαμάχεσθαι τοὺς μνηστῆρας, καὶ τῷ νικήσαντι τὸ αὐτὸ ἆθλον εἶναι.

Διαγωνίζεται τοίνυν Δρύας καὶ Κλῖτος, καὶ πίπτει Δρύας δόλῳ Παλλήνης. Οὗ διαγνωσθέντος Σίθωνι ἔμελλε δίκην θάνατον Παλλήνη διδόναι, εἰ μὴ Ἀφροδίτη νυκτὸς ἐπιφοιτήσασα πᾶσι τοῖς πολίταις τὴν κόρην ἥρπασε θανάτου. Καὶ τελευτήσαντος τοῦ πατρὸς Παλλήνη καὶ Κλῖτος τὴν βασιλείαν ἐκδέχονται, καὶ ἀπ᾽ αὐτῆς ἡ χώρα Παλλήνη ἔλαβεν ὄνομα.

Ἡ ιαʹ τὰ περὶ τῆς Ἡρακλέος θυσίας, ἣν Λίνδιοι μετὰ ἀρᾶς θύουσιν αὐτῷ, διέξεισι, καὶ ὡς τὴν ἀρχὴν ἔσχεν ἀπό τινος ἀροτῆρος Λινδίου, ὃς ἐπεὶ τροφὰς ᾔτει Ἡρακλῆς ὑπὲρ Ὕλλου τοῦ παιδός, ὃν κομιδῇ νέον κατὰ τὴν ὁδὸν συνεπήγετο, ἀντὶ τοῦ παρασχεῖν καὶ προσύβρισεν.

Ἡρακλῆς δὲ χαλεπήνας, ἕνα τῶν βοῶν κατασφάξας, αὐτός τε θοινᾶται καὶ τῷ παιδὶ δίδωσιν. Ἠρᾶτο δὲ πόρρωθεν ὁ ἀροτήρ. Καὶ ὁ Ἡρακλῆς γέλωτι διδοὺς τὰς ἀράς, οὐδέποτε ἀπεφθέγξατο θοίνης ἡδίονος ἀπολαῦσαι ἢ τῆς μετὰ τῶν ἀρῶν.

Ἡ ιβʹ τὰ περὶ Τρωὸς τοῦ Ἐριχθονίου τοῦ Δαρδάνου διαλαμβάνει, ὃς ἐβασίλευσε τῶν περὶ τὴν Ἴδην χωρίων, καὶ γεννᾷ ἐκ Καλλιρρόης τῆς Σκαμάνδρου Ἶλον (ἐξ οὗ τὸ Ἴλιον) καὶ Ἀσάρακον καὶ Γανυμήδην, ὃν ἥρπασε Ζεύς. Ἀσάρακος σὺν τῷ πατρὶ Δαρδανίας ἐβασίλευσε, καὶ ἦν τοῦτο τῶν Τρώων βασίλειον. Ἶλος δέ, ὃς κτίζει τὸ Ἴλιον, καὶ κρατεῖ μάχῃ Βεβρύκων βασιλέως Βύζου ὄνομα, καὶ ἐπὶ μέγα τὸ Ἴλιον αἴρει.

Ἡ δὲ ιγʹ τὰ περὶ Αἰθίλλας διέξεισιν, ἥτις ἦν θυγάτηρ μὲν Λαομέδοντος, ἀδελφὴ δὲ Πριάμου. Ταύτην Πρωτεσίλαος ἐξ Ἰλίου μετὰ καὶ ἄλλων νηυσὶν ἄγων αἰχμάλωτον, εἰς τὸν μεταξὺ Μένδης καὶ Σκιώνης μετὰ πολλοὺς χειμῶνας μόλις ὁρμίζονται· καὶ πρὸς ὑδρείαν τῶν περὶ Πρωτεσίλαον ἁπάντων τοῦ αἰγιαλοῦ ἄνωθεν πρὸς τὴν χώραν ἀναδραμόντων, ἄλλα τε ἡ Αἰθίλλα ταῖς συναιχμαλώτισιν εἰποῦσα, καὶ ὡς, εἰ ἀφίκοιντο σὺν τοῖς Ἕλλησιν εἰς τὴν Ἑλλάδα, χρυσὸς ἂν αὐταῖς δόξειε τὰ τῆς Τροίας κακά, πείθει πῦρ ἐνεῖναι ταῖς ναυσί.

Καὶ καταμένουσι σὺν αὐταῖς ἐν τῇ χώρᾳ καὶ ἄκοντες οἱ Ἕλληνες, καὶ πόλιν κτίζουσι Σκιώνην καὶ συνοικίζουσιν. Ἡ ιδʹ τὰ περὶ Ἐνδυμίωνος ἱστορεῖ, ὅτι τε παῖς ἦν Ἀέθνου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος, καὶ ὡς δύο τέκοι παῖδας Εὐρυπύλην καὶ Αἰτωλόν, ὃς ἐκ Πελοποννήσου τὴν πατρῴαν λιπὼν ἀρχὴν εἰς τὴν ἀντίπερα ταύτης γῆν μετὰ τῆς ἑπομένης μοίρας, Κουρῆτας ἐκβαλών, ᾤκησε, καὶ ἀντὶ Κουρητίδος Αἰτωλίδα καλεῖσθαι δίδωσιν. Ὁ δ᾽ Εὐρυπύλης καὶ Ποσειδῶνος παῖς Ἦλις τελευτήσαντος τοῦ μητροπάτορος Ἐνδυμίωνος τὴν βασιλείαν ἐκδέχεται, καὶ τῇ κτισθείσῃ πόλει ὑπὸ Ἐνδυμίωνος Ἦλιν ἐπώνυμον ἔθετο.

Ἡ ιεʹ τὰ περὶ Φενεατῶν καὶ Δήμητρος καὶ Κόρης, ἣν Πλούτων ἁρπάσας καὶ λαθὼν τὴν μητέρα εἰς τὰ κάτω βασίλεια ἤγαγε. Καὶ ὡς Φενεάταις μηνύσασι Δήμητρι τὸ χωρίον δι᾽ οὗ ἡ κάθοδος (ἦν δέ τι χάσμα ἐν Κυλλήνῃ) ἄλλα τε ἀγαθὰ ἐχαρίσατο, καὶ μηδέποτε ὑπεριδεῖν ἑκατὸν ἄνδρας Φενεατῶν ἐν πολέμῳ πεσεῖν.

Ἡ ιϛʹ τὰ περὶ Προμάχου καὶ Λευκοκόμα τῶν Κνωσσίων (πόλις δὲ Κρήτης ἡ Κνωσσός) διέξεισιν ὡς ἤρα Πρόμαχος νεανίου καλοῦ τοῦ Λευκοκόμα, ὡς ἆθλα αὐτῷ μεγάλα προὔτεινε καὶ κινδύνων μεστά, ὡς πάντα ὑπέστη Πρόμαχος ἐλπίδι τοῦ τυχεῖν, ὡς οὐδ᾽ οὕτω τυγχάνει, καὶ ἀντιλυπεῖ Λευκοκόμαν, τὸ τελευταῖον τῶν ἄθλων (κράνος δ᾽ ἦν περιβόητον) [ἐν] ἑτέρῳ καλῷ νεανίᾳ ὁρῶντος περιθεὶς τοῦ Λευκοκόμα· καὶ ὃς οὐκ ἐνεγκὼν τὴν ζηλοτυπίαν ξίφει ἑαυτὸν διεχρήσατο.

Ἡ ιζʹ ὅτι Δίκαιος καὶ Συλεὺς ἀδελφοί, Ποσειδῶνος υἱοί, περὶ τὸ Πήλιον ὄρος τῆς Θεσσαλίας ᾤκουν. Καὶ ἦν ὁ μὲν δίκαιος, καὶ ὡς ὠνομάζετο, οὕτω καὶ ἦν. Συλέα δὲ ὑβριστὴν ὄντα Ἡρακλῆς ἀναιρεῖ. Ξενίζεται δ᾽ ὑπὸ Δικαίου, καὶ ἐρᾷ τῆς Συλέως θυγατρὸς ἰδὼν αὐτὴν παρ᾽ αὐτῷ τρεφομένην, καὶ ἄγεται εἰς γυναῖκα. Ἡ δὲ ἀποδημήσαντος Ἡρακλέος τῷ περὶ αὐτὸν ἔρωτι καὶ πόθῳ βαλλομένη θνῄσκει· καὶ ἐπὶ προσφάτῳ τῇ κηδείᾳ ἐπανιὼν Ἡρακλῆς ἔμελλεν αὑτὸν τῇ πυρᾷ συγκατακαίειν, εἰ μὴ οἱ παρόντες λόγοις παρηγοροῦσι μόλις ἐκώλυσαν. Καὶ ἀπελθόντος Ἡρακλέος τὸ σῆμα τῆς κόρης οἱ πρόσοικοι περιεδείμαντο, καὶ ἀντὶ μνήματος ἱερὸν Ἡρακλέους ἀπέφηναν.

Ἡ ιηʹ, Λοκροὶ μαχόμενοι, ἐπεὶ συγγενὴς αὐτοῖς Αἴας ἦν, ἐν τῇ παρατάξει χώραν κενὴν ἐῶσιν, ὡς δῆθεν Αἴας ἐν ᾗ παρατάττοιτο. Παρατεταγμένων οὖν ἐν τῇ πρὸς Κροτωνιάτας μάχῃ, Αὐτολέων Κροτονιάτης ἠβουλήθη διὰ τοῦ διαλείποντος διεκπεσεῖν μέρους καὶ κυκλώσασθαι τοὺς πολεμίους. Τρωθεὶς δ᾽ ὑπὸ φάσματος τὸν μηρὸν ἀπετράπη, καὶ ἐσφακέλιζεν, ἕως ἂν κατὰ χρησμὸν εἰς τὴν ἐν Πόντῳ Ἀχίλλειον νῆσον (ἔστι δ᾽ αὕτη παραπλεύσαντι τὸν Ἴστρον ὑπὲρ τῆς Ταυρικῆς) ἐκεῖσε παραγεγονώς, καὶ τούς τε ἄλλους ἥρωας ἐκμειλιξάμενος, μάλιστα δὲ τὴν Αἴαντος τοῦ Λοκροῦ ψυχήν, ἰάθη κἀκεῖθεν ἐξιόντα ἀπαγγέλλειν αὐτὸν Στησιχόρῳ Ἑλένη κελεύει τὴν εἰς αὐτὴν ᾄδειν, εἰ φιλεῖ τὰς ὄψεις, παλινῳδίαν.

Στησίχορος δ᾽ αὐτίκα ὕμνους Ἑλένης συντάττει καὶ τὴν ὄψιν ἀνακομίζεται. Ἡ ιθʹ ὡς Ψαμάθη ἡ Κροτώπου ἐξ Ἀπόλλωνος κύει, καὶ τεκοῦσα, ἐπεὶ τὸν πατέρα ἐδεδοίκει, ἐκτίθεται, Λίνον ὀνομάσασα. Καὶ ὁ δεξάμενος ποιμὴν ὡς ἴδιον ἀνέτρεφε, καί ποτε οἱ τῆς ποίμνης κύνες διέσπασαν αὐτόν. Ἡ δὲ ὑπερπαθήσασα κατάφωρος γίνεται καὶ τῷ πατρί, καὶ δικάζει αὐτῇ θάνατον, πεπορνεῦσθαι καὶ καταψεύδεσθαι αὐτὴν Ἀπόλλωνος οἰηθείς. Ἀπόλλων δὲ τῷ τῆς ἐρωμένης φόνῳ χολωθεὶς λοιμῷ κολάζει τοὺς Ἀργείους καὶ χρωμένοις ὑπὲρ ἀπαλλαγῆς Ψαμάθην ἀνεῖλε καὶ Λίνον ἱλάσκεσθαι. Οἱ δὲ τά τε ἄλλα ἐτίμησαν αὐτούς, καὶ γύναια ἅμα κόραις ἔπεμπον θρηνεῖν Λίνον· αἱ δὲ θρήνους ἀντιβολίαις μιγνῦσαι τάς τε ἐκείνων καὶ τὰς σφετέρας ἀνέκλαιον τύχας. Καὶ οὕτως ἦν ἐκπρεπὴς ὁ ἐπὶ Λίνῳ θρῆνος, ὡς ἀπ᾽ ἐκείνων καὶ τοῖς ἔπειτα ποιηταῖς παντὸς πάθους παρενθήκη Λίνος ᾄδεται. Μῆνά τε ὠνόμασαν Ἀρνεῖον ὅτι ἀρνάσι Λίνος συνανετράφη· καὶ θυσίαν ἄγουσι καὶ ἑορτὴν Ἀρνίδα, κτείνοντες ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ κυνῶν ὅσους ἂν εὕρωσι· καὶ οὐδ᾽ οὕτως ἐλώφα τὸ κακόν, ἕως Κρότωπος κατὰ χρησμὸν ἔλιπε τὸ Ἄργος καὶ κτίσας πόλιν ἐν τῇ Μεγαρίδι καὶ Τριποδίσκιον ἐπικαλέσας κατῴκησεν.

Ἡ κʹ ὡς Θέοκλος ὁ Χαλκιδεὺς αἰχμάλωτος ὑπὸ Βισαλτῶν γεγονώς (οἱ δὲ Βισάλται Θρᾳκικὸν ἔθνος, ἀντίπερα Παλλήνης οἰκοῦντες) οὗτος Χαλκιδεῖς λάθρᾳ μεταπεμψάμενος προδίδωσι Βισάλτας· καὶ αὐτοὶ πρῶτον μὲν τῷ αἰφνιδίῳ ἐτάραξαν Βισάλτας, εἶτα τειχήρεις ποιήσαντες βουκόλου δόλῳ αἰχμαλώτου παρ᾽ αὐτῶν γεγενημένου αἱροῦσι τὴν πόλιν ἐκδιώξαντες τοὺς Βισάλτας.

Τὸν δὲ προδότην βουκόλον, παραβάντες τὰς συνθήκας, κτείνουσι. Καὶ μῆνις αὐτοῖς διὰ τοῦτο θεόθεν ἐνέσκηψε. Καὶ κατὰ χρησμὸν τάφον περικαλλῆ χώσαντες τῷ βουκόλῳ καὶ ὡς ἥρωϊ θύοντες τοῦ κακοῦ ἀπηλλάγησαν.

Ἡ καʹ Δάρδανος καὶ Ἰάσων παῖδες ἤστην Διὸς ἐξ Ἠλέκτρας τῆς Ἀτλαντίδος, καὶ ᾤκουν Σαμοθρᾴκην τὴν νῆσον. Ἀλλ᾽ ὁ μὲν Ἰάσων φάσμα Δήμητρος αἰσχῦναι βουληθεὶς ἐκεραυνώθη, Δάρδανος δὲ ἐπὶ τἀδελφῷ συγχυθεὶς εἰς τὴν ἀντίπερα γῆν, ἐν ᾗ καὶ πεδιὰς πολλὴ καὶ τὸ ὄρος ἡ Ἴδη, σχεδίαις (πλοίων γὰρ χρῆσις οὐδέπω ἦν) διαβαίνει. Εἶχε δὲ τὸ κράτος τότε τῆς χώρας ὁ Σκαμάνδρου τοῦ ποταμοῦ καὶ νύμφης Τεῦκρος, ἐξ οὗ Τεῦκροί τε οἱ οἰκήτορες καὶ Τευκρία ἡ γῆ· ᾧ κατὰ λόγους συνελθὼν Δάρδανος λαμβάνει τὴν ἡμίσειαν, καὶ πόλιν ἐν ᾧ τῆς σχεδίας ἀπέβη, κτίζει Δαρδανίαν· ὕστερον δὲ τελευτήσαντος Τεύκρου ἡ πᾶσα τῆς χώρας εἰς αὐτὸν ἀρχὴ περιῆλθεν.

Ἡ κβʹ, μειρακίῳ Κρητὶ γέννημα δράκοντος ἐραστὴς δωρεῖται. Ὁ δὲ ἔτρεφέ τε καὶ ἐπεμελεῖτο ἕως ηὐξήθη καὶ φόβον ἐποίει ὁ δράκων τοῖς ἐπιχωρίοις· οὗτοι γὰρ τότε ἠνάγκασαν τὸ μειράκιον ἐκθεῖναι τὸ θηρίον ἐπὶ τῆς ἐρημίας, καὶ πολλὰ κλαίων ἐξέθετο. Ὕστερον δ᾽ ἐπὶ θήραν ἐξελθόντος τοῦ μειρακίου καὶ λῃσταῖς περιπεσόντος, ἀνακαλουμένου τοὺς βοηθήσοντας, ἀναγνωρίσας ὁ δράκων τὴν φωνὴν τοὺς μὲν λῃστὰς διέφθειρεν, ἑκάστῳ περιειληθείς, σημεῖα δὲ τῷ παιδὶ παλαιᾶς αἰσθήσεως ἐνδειξάμενος, ἀπαλλάσσει τῆς ἐπιβουλῆς.

Ἡ κγʹ ὡς Ἀλεξάνδρου τοῦ Πάριδος καὶ Οἰνώνης, ἣν ἐγήματο πρὶν ἢ τὴν Ἑλένην ἁρπάσαι, παῖς Κόρυθος γίνεται, κάλλει νικῶν τὸν πατέρα. Τοῦτον ἡ μήτηρ Ἑλένῃ προσέπεμπε ζηλοτυπίαν τε κινοῦσα Ἀλεξάνδρῳ καὶ κακόν τι διαμηχανωμένη Ἑλένῃ· ὡς δὲ συνήθης ὁ Κόρυθος πρὸς Ἑλένην ἐγένετο, Ἀλέξανδρός ποτε παρελθὼν εἰς τὸν θάλαμον καὶ θεασάμενος τὸν Κόρυθον τῇ Ἑλένῃ παρεζόμενον καὶ ἀναφλεχθεὶς ἐξ ὑποψίας εὐθὺς ἀναιρεῖ. Καὶ Οἰνώνη τῆς τε εἰς αὐτὴν ὕβρεως καὶ τῆς τοῦ παιδὸς ἀναιρέσεως πολλὰ Ἀλέξανδρον ἀρασαμένη καὶ ἐπειποῦσα (καὶ γὰρ ἦν ἐπίπνους μαντείας καὶ τομῆς φαρμάκων ἐπιστήμων) ὡς τρωθείς ποτε ὑπ᾽ Ἀχαιῶν καὶ μὴ τυγχάνων θεραπείας δεήσεται αὐτῆς, οἴκαδε ᾔει· ὕστερον δὲ Ἀλέξανδρος ἐν τῇ ὡς Ἀχαιοὺς ὑπὲρ Τροίας μάχῃ τρωθεὶς ὑπὸ Φιλοκτήτου καὶ δεινῶς ἔχων δι᾽ ἀπήνης ἐκομίζετο πρὸς τὴν Ἴδην, καὶ προεκπέμψας κήρυκα ἐδεῖτο Οἰνώνης· ἡ δὲ ὑβριστικῶς μάλα τὸν κήρυκα διωσαμένη πρὸς Ἑλένην ἰέναι Ἀλέξανδρον ἐξωνείδιζε· καὶ Ἀλέξανδρος μὲν κατὰ τὴν ὁδὸν ὑπὸ τοῦ τραύματος τελευτᾷ, τὴν δὲ μήπω πεπυσμένην τὴν τελευτὴν μετάμελος ὅμως δεινὸς εἶχε, καὶ δρεψαμένη τῆς πόας ἔθει φθάσαι ἐπειγομένη.

Ὡς δ᾽ ἔμαθε παρὰ τοῦ κήρυκος ὅτι τεθνήκοι καὶ ὅτι αὐτὴ αὐτὸν ἀνῄρηκε, ἐκεῖνον μὲν τῆς ὕβρεως λίθῳ τὴν κεφαλὴν πατάξασα, ἀναιρεῖ, τῷ δ᾽ Ἀλεξάνδρῳ νεκρῷ περιχυθεῖσα, καὶ πολλὰ τὸν κοινὸν ἀμφοῖν καταμεμψαμένη δαίμονα, ἑαυτὴν ἀνήρτησε τῇ ζώνῃ.

Ἡ κδʹ, ἐν Θεσπείᾳ τῆς Βοιωτίας (ἔστι δ᾽ ἡ πόλις οὐχ ἑκὰς τοῦ Ἑλικῶνος) παῖς ἔφυ Νάρκισσος πάνυ καλὸς καὶ ὑπερόπτης Ἔρωτός τε καὶ ἐραστῶν. Καὶ οἱ μὲν ἄλλοι τῶν ἐραστῶν ἐρῶντες ἀπηγόρευσαν, Ἀμεινίας δὲ πολὺς ἦν ἐπιμένων καὶ δεόμενος· ὡς δ᾽ οὐ προσίετο ἀλλὰ καὶ ξίφος προσέπεμψεν, ἑαυτὸν πρὸ τῶν θυρῶν Ναρκίσσου διαχειρίζεται, πολλὰ καθικετεύσας τιμωρόν οἱ γενέσθαι τὸν θεόν. Ὁ δὲ Νάρκισσος ἰδὼν αὑτοῦ τὴν ὄψιν καὶ τὴν μορφὴν ἐπὶ κρήνης ἰνδαλλομένην τῷ ὕδατι, καὶ μόνος καὶ πρῶτος ἑαυτοῦ γίνεται ἄτοπος ἐραστής· τέλος ἀμηχανῶν, καὶ δίκαια πάσχειν οἰηθεὶς ἀνθ᾽ ὧν Ἀμεινίου ἐξύβρισε τοὺς ἔρωτας, ἑαυτὸν διαχρᾶται. Καὶ ἐξ ἐκείνου Θεσπιεῖς μᾶλλον τιμᾶν καὶ γεραίρειν τὸν Ἔρωτα καὶ πρὸς ταῖς κοιναῖς θεραπείαις καὶ ἰδίᾳ θύειν ἔγνωσαν· δοκοῦσι δ᾽ οἱ ἐπιχώριοι τὸν νάρκισσον τὸ ἄνθος ἐξ ἐκείνης πρῶτον τῆς γῆς ἀνασχεῖν, εἰς ἣν ἐχύθη τὸ τοῦ Ναρκίσσου αἷμα.

Ἡ κεʹ ὡς Μίνως ὁ Διὸς καὶ Εὐρώπης, ὁ βασιλεύων Κρήτης, κατὰ ζήτησιν Δαιδάλου στόλῳ πλεύσας εἰς Σικανίαν (αὕτη δ᾽ ἐστὶν ἡ νῦν Σικελία) ὑπὸ τῶν Κωκάλου θυγατέρων (ἐβασίλευε δ᾽ οὗτος Σικελῶν) ἀναιρεῖται· καὶ τὸ Κρητικὸν πολεμεῖ Σικελοῖς ὑπὲρ τοῦ βασιλέως καὶ ἡττᾶται. Καὶ ἐπανιόντες ὑπὸ χειμῶνος ἐξέπεσον εἰς Ἰάπυγας, καὶ αὐτόθι τότε ἱδρύσαντο, ἀντὶ Κρητῶν γεγονότες Ἰάπυγες. Χρόνῳ δὲ ὕστερον μοῖρά τις κατὰ στάσιν ἐκπεσόντες τῆς χώρας χρησμὸν ἔλαβον, ἔνθα ἄν τις αὐτοῖς γῆν καὶ ὕδωρ ὀρέξῃ, ἐνταῦθα οἰκίζεσθαι, καὶ ᾤκησαν τὴν Βοττιαίων· ἐκεῖ γὰρ παῖδες ἄρτων εἴδη καὶ ἄλλων ὄψων παίζοντες ἀπὸ πηλοῦ καὶ πλάττοντες αἰτουμένοις ἐπέδωκαν αὐτοῖς ἀντὶ ἄρτων τοὺς πηλίνους ἄρτους· καὶ οἵ γε τὸν χρησμὸν τετελέσθαι νομίσαντες ᾐτήσαντο τὸν βασιλέα Μακεδόνων, καὶ ἔλαβον οἰκεῖν τὴν Βοττιαίων, καὶ Βοττιαῖοι μὲν τρίτον γένος ἀπὸ Κρητῶν ἀμείψαντες μοῖρα νῦν εἰσι Μακεδόνων.

Ἡ κϛʹ διέξεισιν ὡς φάσμα Ἀπόλλωνος, ὄνομα Κάρνος Δωριεῦσιν ἑπόμενον, Ἱππότης τις τῶν ἀφ᾽ Ἡρακλέους ἀναιρεῖ, ὅτε κατῄεσαν εἰς Πελοπόννησον Ἡρακλεῖδαι. Καὶ λοιμοῦ τούτοις προσπεσόντος, χρησμὸν λαβόντες ἤλασαν τὸν Ἱππότην τοῦ στρατοπέδου· μάντις δ᾽ ἦν τὸ φάσμα τοῖς Δωριεῦσιν. Ἡρακλείδαις μὲν κάθοδος εἰς Πελοπόννησον ἐγένετο· ὁ δ᾽ Ἱππότης ἀλώμενος, τίκτει παῖδα, ἐκ τοῦ πράγματος Ἀλήτην καλέσας, ὃς ἀνδρωθεὶς καὶ μοῖραν τοῦ Δωρικοῦ συλλέξας, καὶ Σισυφίδας ἐκβαλὼν Κορίνθου βασιλέας ὄντας καὶ τοὺς σὺν αὐτοῖς Ἴωνας, ἀνοικίζει τὴν πόλιν· καὶ ἐπῄει κατὰ τῆς Ἀττικῆς, ὅτε καὶ χρησμὸν λαμβάνει νικήσειν, εἰ ἀπόσχοιντο τοῦ βασιλέως Ἀθηναίων. Καὶ τοῦ χρησμοῦ γνωσθέντος Ἀθηναίοις, πείθουσι Κόδρον ἑβδομηκοντούτην ὄντα ἑκόντα δοῦναι ἑαυτὸν ὑπὲρ τῆς πατρίδος.

Καὶ ἀμειψάμενος τὴν στολήν, ὡς εἷς τῶν ξυλοφόρων ὑφ᾽ ἑνὸς τῶν Δωριέων ἀναιρεῖται· καὶ γνόντες ὕστερον Δωριεῖς, καὶ ἀπογνόντες τὴν νίκην, ἐσπείσαντο Ἀθηναίοις. Ἡ κζʹ τὰ περὶ Δευκαλίωνος ἀπαγγέλλει ὃς ἐβασίλευε τῆς Φθιώτιδος, καὶ τοῦ κατ᾽ αὐτὸν τῆς Ἑλλάδος κατακλυσμοῦ· καὶ περὶ Ἕλληνος τοῦ παιδὸς αὐτοῦ, ὃν ἔνιοι τοῦ Διὸς παῖδα εἶναί φασιν, ὃς καὶ διεδέξατο τὴν βασιλείαν τελευτήσαντος Δευκαλίωνος, καὶ τίκτει παῖδας τρεῖς, ὧν Αἴολον μὲν τὸν πρῶτον βασιλεύειν ἐδικαίωσεν ἧς ἦρχε γῆς, Ἀσώπῳ καὶ Ἐνιπεῖ δυσὶ ποταμοῖς τὴν ἀρχὴν διορισάμενος, ἐξ οὗ τὸ Αἰολικὸν κατάγεται γένος. Δῶρος δ᾽ ὁ δεύτερος μοῖραν τοῦ λαοῦ λαβὼν παρὰ τοῦ πατρὸς ἀποικίζεται, καὶ ὑπὸ τὸν Παρνασσὸν τὸ ὄρος κτίζει πόλεις, Βοιόν, Κυτίνιον, Ἐρινέον, ἐξ οὗ Δωριεῖς. Ὁ δὲ νεώτατος Ἀθήναζε ἀφικόμενος κτίζει τετράπολιν καλουμένην τῆς Ἀττικῆς, καὶ γαμεῖ Κρέουσαν τὴν Ἐρεχθέως, καὶ τίκτει ἐξ αὐτῆς Ἀχαιὸν καὶ Ἴωνα. Καὶ ὁ μὲν Ἀχαιὸς ἀκούσιον φόνον ἐργασάμενος ἠλάθη καὶ εἰς Πελοπόννησον ἐλθὼν Ἀχαΐαν κτίζει τετράπολιν, ἐξ οὗ Ἀχαιοί. Ἴων δὲ θανόντος τοῦ μητροπάτορος διά τε τὴν ἀρετὴν καὶ τὴν ἄλλην ἀξίωσιν αἱρεθεὶς βασιλεύει Ἀθηναίων, ἐξ οὗ Ἴωνες οἵ τε Ἀθηναῖοι ἤρξαντο καλεῖσθαι καὶ τὸ ἄλλο πᾶν Ἰωνικόν.

Ἡ κηʹ ὡς Τέννης καὶ Ἡμιθέα παῖδες ἤστην Κύκνῳ βασιλεῖ Τρῳάδος, καὶ Κύκνος ἀποθανούσης αὐτῷ τῆς γυναικὸς ἑτέραν ἐπεισάγεται· ἡ δ᾽ ἐπιμανεῖσα Τέννῃ καὶ μὴ τυγχάνουσα καταψεύδεται τοῦ παιδὸς τὰ ἑαυτῆς· καὶ ὁ πατὴρ ἀκρίτως εἰς λάρνακα Τέννην κατακλείει, ἀλλὰ καὶ τὴν Ἡμιθέαν περιαλγοῦσαν τἀδελφοῦ, καὶ ἀφίησι τῇ θαλάσσῃ. Ἡ δὲ εἰς νῆσον ἐκφέρεται, καὶ οἱ ἐπιχώριοι τὴν λάρνακα ἀνακομίζονται καὶ τὸ κράτος τῆς γῆς ἐκείνης ἀνίσχουσι Τέννης καὶ Ἡμιθέα καὶ ἡ νῆσος Τένεδος ἀντὶ Λευκόφρυος ὠνομάσθη. Ὁ δὲ Κύκνος μεταγνοὺς καὶ ὁρμισάμενος πρὸς τὴν νῆσον, ἐδεῖτο τοῦ παιδὸς ἀπὸ τῆς νεὼς ἀμνηστίαν ἔχειν, ὁ δέ, ὡς μὴ ἐπιβαίη τῆς νήσου, πέλεκυν ἀράμενος τὰ πείσματα τῆς νεὼς διακόπτει· καὶ ἀπ᾽ αὐτοῦ οἱ ἄνθρωποι ἐπὶ παντὸς ἀποτόμου πράγματος τὸν Τέννου πέλεκυν ἐπιλέγουσιν.

Ἡ κθʹ ὡς Μάγνητες οἱ Μαγνησίαν τὴν ἐν Ἀσίᾳ νῦν οἰκοῦντες τὸ πρότερον περὶ Πηνειὸν ποταμὸν καὶ τὸ Πήλιον ὄρος ᾤκησαν, καὶ συνεστράτευσαν Ἀχαιοῖς κατὰ Τροίας ἡγουμένου αὐτῶν Προθόου, καὶ ἐκαλοῦντο Μάγνητες. Εἶτα δεκάτη Μαγνήτων ἀνακομιζομένων αὐτῶν ἀπὸ Τροίας οἰκίζει κατ᾽ εὐχὰς εἰς Δελφούς.

Μετὰ χρόνον δὲ ἀναστάντες τοῦ ἱεροῦ καὶ κατιόντες ἐπὶ θάλασσαν ἐπεραιώθησαν εἰς Κρήτην. Ὕστερον δὲ βιασθέντες ἀνέστησαν ἐκ Κρήτης, καὶ πλεύσαντες εἰς τὴν Ἀσίαν ἐρρύοντο κακῶν νεόκτιστον οὖσαν τὴν Ἰωνίαν καὶ τὴν Αἰολίδα, συμμαχοῦντες αὐτοῖς κατὰ τῶν ἐπιτιθεμένων. Ἐκεῖθεν ἀφικνοῦνται ἐν ᾧ νῦν εἰσι, καὶ κτίζουσι πόλιν, ἀπὸ τῆς κατὰ τὸ ἀρχαῖον πατρίδος Μαγνησίαν αὐτὴν ἐπικαλέσαντες.

Ἡ λʹ τὰ περὶ τοῦ Πειθηνίου τοῦ Ἀπολλωνιάτου, ὃς τὰ ἱερὰ Ἡλίου νέμων πρόβατα, ἐπεὶ αὐτῶν ἑξήκοντα λύκοι διεσπάραξαν ἀμελήσαντος, τὰς ὄψεις ὑπὸ τῶν πολιτῶν ἐκκόπτεται· καὶ ἡ γῆ καρπὸν Ἀπολλωνιάταις μηνίσαντος αὐτοῖς τοῦ θεοῦ οὐκ ἐδίδου, ἕως τέχνῃ καὶ προαστείοις δυσὶν ἱλασάμενοι Πειθήνιον καὶ οἰκίᾳ μιᾷ ὧν αὐτὸς ᾑρετίσατο, τὴν ἀκαρπίαν διέφυγον. Τῶν ἐπιφανῶν δ᾽ ἦν ὁ Πειθήνιος, καὶ ὅσοι ἄλλοι ἐκ διαδοχῆς τῶν ἱερῶν εἶχον προβάτων τὴν ἐπιμέλειαν. Καὶ ἡ Ἀπολλωνία πόλις Ἑλλάς ἐστιν ἐν τῇ Ἰλλυριῶν γῇ, κεῖται δ᾽ ἐπὶ τῆς θαλάσσης, καὶ ποταμὸς Λῶος διὰ μέσης αὐτῆς ῥέων εἰς τὸ Ἰόνιον ἐκβάλλει πέλαγος.

Ἡ λαʹ ὡς Τηρεύς, βασιλεὺς Θρᾳκῶν τῶν περὶ Δαυλίαν καὶ τὴν ἄλλην Φωκίδα, ἄγεται Πρόκνην γυναῖκα τὴν Πανδίονος βασιλεύοντος Ἀθηνῶν, καὶ ὡς ἐπεμάνη καὶ ἐμίγη ἀκούσῃ Φιλομήλᾳ τῇ ἀδελφῇ Πρόκνης, καὶ τέμνει τὴν αὐτῆς γλῶτταν δεδιὼς τὸν ἐκ λόγων θρίαμβον. Ἡ δὲ πέπλον ὑφαίνουσα γράφει τὰ πάθη τοῖς νήμασι. Καὶ ἡ Πρόκνη μαθοῦσα καὶ ἀμυνομένη, παρατίθησιν αὐτῷ δεῖπνον τὰ αὐτοῦ γεννήματα. Ὁ δὲ Τηρεὺς μαθὼν τοῦ δείπνου τὸ μύσος ὑπ᾽ αὐτῆς Πρόκνης, ἐδίωκεν αὐτήν τε καὶ τὴν ἀδελφὴν ὡς συνεργὸν ξίφει ἀνελεῖν. Τὰς δὲ μῦθος λαβὼν ἐντεῦθεν Πρόκνην μὲν ἀηδόνα ποιεῖ, Φιλομήλαν δὲ χελιδόνα· καὶ ᾄδουσι διὰ παντὸς τὰς τότε συμφοράς. Ἀλλὰ καὶ ὁ Τηρεὺς εἰς ἔποπα ἔπτη τῷ μύθῳ· καὶ οὐδ᾽ ἐν ὀρνίσιν αὐτούς φασι πεπαῦσθαι τῆς ὀργῆς, ἀλλ᾽ ἔποπες ἀεὶ ἀηδόνας καὶ χελιδόνας διώκουσιν.

Ἡ λβʹ τὰ περὶ Εὐρώπης τῆς τοῦ Φοίνικος θυγατρὸς ἀφανοῦς γεγενημένης, καὶ ὡς πέμψειε τοὺς υἱεῖς ὁ πατὴρ κατὰ ζήτησιν τῆς ἀδελφῆς, ὧν ἦν καὶ Κάδμος, μεθ᾽ οὗ συναπαίρει καὶ Πρωτεὺς ἐξ Αἰγύπτου, τὴν Βουσίριδος δεδιὼς βασιλείαν. Καὶ ὡς μετὰ πολλὴν πλάνην μηδὲν εὑρόντες κατέσχον εἰς Παλλήνην, καὶ ὡς Πρωτεὺς ξένια δοὺς Κλίτῳ καὶ λαβὼν φιλίαν (βασιλεὺς δ᾽ ἦν ὁ Κλῖτος σώφρων καὶ δίκαιος Σιθώνων Θρᾳκίου ἔθνους) ἄγεται Πρωτεὺς γυναῖκα τὴν θυγατέρα Χρυσονόην. Καὶ Βισαλτῶν ἀπελαθέντων τῆς οἰκείας γῆς τῷ πρὸς αὐτοὺς πολέμῳ, ὃν ἐπολέμησε Κλῖτος καὶ Πρωτεύς, βασιλεύει τῆς χώρας Πρωτεὺς καὶ τίκτει παῖδας οὐχ ὁμοίους αὐτῷ ἀλλ᾽ ὠμοὺς καὶ παρανόμους, οὓς Ἡρακλῆς μισοπόνηρος ὢν ἀναιρεῖ.

Καὶ αὐτοῖς μὲν ὁ πατὴρ χῶμα ἔχωσεν, Ἡρακλέα δέ (ἦν γὰρ ἐναγής) καθῆρε τοῦ φόνου. Ἡ λγʹ ὡς Δήμοκλος ὁ Δελφὸς γεννᾷ παῖδα ἐκπρεπῆ Σμῖκρον ὄνομα· καὶ ὡς πλεῖ κατὰ χρησμὸν ἐπὶ Μιλήτου, ἔχων μεθ᾽ ἑαυτοῦ καὶ τὸν παῖδα ἐν ἡλικίᾳ· καὶ ὡς καταλιμπάνει τοῦτον σπουδῇ τοῦ ἐκπλεῦσαι καὶ ἀγνοίᾳ, τρισκαιδέκατον ἔχοντα ἔτος· καὶ ὡς παῖς Ἐριθάρσου αἰπόλος καταλαμβάνει τὸν Σμῖκρον ἀθυμοῦντα, καὶ ἄγει πρὸς τὸν πατέρα· καὶ ὁ Ἐριθάρσης οὐκ ἔλαττον τοῦ ἰδίου παιδός, μαθὼν τὰς τύχας καὶ γένος τοῦ Σμίκρου, τοῦτον περιεῖπε. Καὶ περὶ τοῦ κύκνου τοῦ συλληφθέντος ἄμφω τοῖς παισὶ καὶ τῆς ἔριδος καὶ τοῦ τῆς Λευκοθέας φάσματος, ὡς εἴποι τε τοῖς παισὶ πρὸς Μιλησίους φάναι τιμᾶν αὐτὴν καὶ παίδων ἀγῶνα γυμνικὸν τελεῖν αὐτῇ· ἡσθῆναι γὰρ αὐτὴν τῇ ἔριδι τῶν παίδων.

Καὶ ὡς ὁ Σμῖκρός τινος τῶν ἐν Μιλησίοις ἐνδόξων θυγατέρα γαμεῖ, καὶ αὕτη τίκτουσα ὁρᾷ ὄψιν τὸν ἥλιον αὐτῇ διὰ τοῦ στόματος εἰσδύντα διὰ τῆς γαστρὸς καὶ τῶν αἰδοίων διεξελθεῖν· καὶ ἦν τὸ ὅραμα τοῖς μάντεσιν ἀγαθόν. Καὶ ἔτεκε κόρον, Βράγχον ἀπὸ τοῦ ὀνείρου καλέσασα ὅτι ὁ ἥλιος αὐτῆς διὰ τοῦ βράγχου διεξῆλθε. Καὶ ἦν ὁ παῖς κάλλιστος ἀνθρώπων καὶ αὐτὸν ἐφίλησεν ἐρασθεὶς Ἀπόλλων εὑρὼν ποιμαίνοντα, ἔνθα βωμὸς Ἀπόλλωνος φιλίου ἵδρυται· ὁ δὲ Βράγχος ἐξ Ἀπόλλωνος ἐπίπνους μαντικῆς γεγονὼς ἐν Διδύμοις τῷ χωρίῳ ἔχρα· καὶ μέχρι νῦν χρηστηρίων Ἑλληνικῶν ὧν ἴσμεν, μετὰ Δελφοὺς κράτιστον ὁμολογεῖται τὸ τῶν Βραγχιδῶν.

Ἡ λδʹ ὡς μετὰ τελευτὴν Ἀλεξάνδρου τοῦ Πάριδος οἱ Πριάμου παῖδες Ἕλενος καὶ Δηΐφοβος ἤριζον ὑπὲρ τῶν Ἑλένης γάμων, καὶ κρατεῖ βίᾳ καὶ θεραπείᾳ τῶν δυνατῶν Δηΐφοβος, νεώτερος ὢν Ἑλένου· Ἕλενος δὲ τὴν ὕβριν οὐ φέρων, εἰς τὴν Ἴδην ἀποχωρήσας ἡσύχαζε καὶ κατὰ συμβουλὰς Κάλχαντος οἱ πολιορκοῦντες Τροίαν Ἕλληνες λόχῳ τὸν Ἕλενον συλλαμβάνουσι· καὶ τὰ μὲν ἀπειλαῖς τὰ δὲ δώροις, πλέον δὲ τῇ πρὸς Τρῶας ὀργῇ, ἀποκαλύπτει αὐτοῖς Ἕλενος ὡς ξυλίνῳ ἵππῳ πεπρωμένον ἐστὶν Ἴλιον ἁλῶναι, καὶ τὸ τελευταῖον, ἐπειδὰν Ἀχαιοὶ λάβωσι τὸ διοπετὲς Ἀθηνᾶς Παλλάδιον, πολλῶν ὄντων τὸ σμικρότατον.

Στέλλονται οὖν ἐπὶ τῇ κλοπῇ τοῦ Παλλαδίου Διομήδης καὶ Ὀδυσσεύς, καὶ ἀναβαίνει ἐπὶ τὸ τεῖχος Διομήδης, ἐπιβὰς τῶν ὤμων Ὀδυσσέως· ὁ δὲ οὐκ ἀνελκύσας Ὀδυσσέα καίτοι τὰς χεῖρας ὀρέγοντα, ᾔει τὴν ἐπὶ τὸ Παλλάδιον, καὶ ἀφελόμενος αὐτὸ πρὸς Ὀδυσσέα ἔχων ὑπέστρεφε. Καὶ διὰ τοῦ πεδίου κατιόντων πυνθανομένῳ ἕκαστα τῷ Ὀδυσσεῖ Διομήδης, τὸ δόλιον τἀνδρὸς εἰδώς, οὐχ ὅπερ ἔφησεν Ἕλενος Παλλάδιον λαβεῖν αὐτόν, ἀλλ᾽ ἀντ᾽ ἐκείνου ἕτερον ἀποκρίνεται.

Κινηθέντος δὲ τοῦ Παλλαδίου κατά τινα δαίμονα, γνοὺς Ὀδυσσεὺς αὐτὸ ἐκεῖνο εἶναι καὶ κατόπιν γεγονὼς σπᾶται τὸ ξίφος, ἐκεῖνον μὲν ἀνελεῖν βουληθείς, αὐτὸς δ᾽ Ἀχαιοῖς τὸ Παλλάδιον κομίζειν. Καὶ αὐτοῦ μέλλοντος πληγὴν ἐμβαλεῖν (ἦν γὰρ σελήνη) ὁρᾷ Διομήδης τὴν αὐγὴν τοῦ ξίφους. Ὀδυσσεὺς δ᾽ ἀναιρεῖν μὲν ἀπέσχετο ἀντισπασαμένου κἀκείνου ξίφος, δειλίαν δ᾽ ὀνειδίσας πλατεῖ τῷ ξίφει οὐκ ἐθέλοντα προϊέναι τύπτων τὰ νῶτα ἤλαυνεν. Ἐξ οὗ ἡ παροιμία «ἡ Διομήδειος ἀνάγκη» ἐπὶ παντὸς ἀκουσίου λεγομένη.

Ἡ λεʹ δύο ποιμένας ὑπὸ Λυσσὸν τὸ ὄρος τῆς Ἐφεσίας γῆς εἰσάγει νέμοντας, οἳ μελισσῶν ἐσμὸν ἔν τινι βαθεῖ καὶ δυσκαθόδῳ θεασάμενοι σπηλαίῳ ὅμως ὁ μὲν εἰς φορμίδα κατιέναι ἐνέβη, ὁ δὲ καθίει κάλῳ ἀρτησάμενος. Ὁ κατελθὼν δὲ καὶ τὸ μέλι καὶ χρυσὸν πολὺν εὑρὼν καὶ τῇ φορμίδι ἕως τρὶς ἐμβαλὼν ἀνιμᾶν ἐκέλευσεν, ἐπιλείψαντος δὲ τοῦ χρυσοῦ ἑαυτὸν ἐμβαίνειν λοιπὸν προσβοήσας, ἐπεὶ ἐπιβουλῆς ἔννοια αὐτῷ ἅμα τῷ ῥήματι συνεισῄει, λίθον ἀνθ᾽ αὑτοῦ τῇ φορμίδι βαλὼν ἐκέλευσεν ἀνιμᾶν· ὡς δ᾽ ἐγγὺς τῆς στεφάνης ὁ ἀνιμῶν ἀπῃωρήσατο, αὐτίκα ὡς διαφθερῶν τὸν ἕτερον ἀφίησι κατά τινος φάραγγος, καὶ τὸ χρυσίον κατορύξας πιθανὰς ὑπὲρ τοῦ ἀφανοῦς ποιμένος ἐπλάττετο τοῖς πυνθανομένοις τὰς προφάσεις.

Ὡς δ᾽ ἦν ἄπορα πανταχόθεν τῷ ἐν τῷ σπηλαίῳ ποιμένι τὰ τῆς σωτηρίας, Ἀπόλλων ὄναρ κελεύει ὀξεῖ λίθῳ τὸ σῶμα ἀμύξαντα κεῖσθαι ἠρέμα· τοῦ δὲ πράξαντος τὸ προσταχθὲν γῦπες ὡς ἐπὶ νεκρὸν ἐφιπτάμενοι, καὶ τοὺς ὄνυχας οἱ μὲν εἰς τὴν χαίτην οἱ δ᾽ εἰς τὴν ἐσθῆτα πηξάμενοι, ἐκούφιζον καὶ κατέφερον αὐτὸν κακῶν ἀπαθῆ ἐπὶ τὸν ὑποκείμενον αὐλῶνα.

Ἐλθὼν δ᾽ ἐπὶ τὸ ἀρχεῖον ἅπαντα φράζει· καὶ τὸν μὲν ἐπιβουλεύσαντα οἱ Ἐφέσιοι ἐλεγχθέντα καὶ τὸν χρυσὸν κατορωρυγμένον καὶ ἄκοντα ἐπιδείξαντα τιμωροῦνται, τῷ δ᾽ ἠδικημένῳ τὴν ἡμίσειαν τοῦ χρυσίου νείμαντες τὴν ἑτέραν ἡμίσειαν ἱερὰν ἀπέφηναν Ἀρτέμιδι καὶ Ἀπόλλωνι. Ὁ δὲ διασωθεὶς καὶ τῷ χρυσίῳ τιμηθεὶς ποιμὴν τῶν τε πάνυ πλουσίων ἐγένετο, καὶ βωμὸν ἐπ᾽ ἄκρας τῆς κορυφῆς τοῦ ὄρους Ἀπόλλωνος εἵσατο, Γυπαιέως εἰς μνημεῖον τῶν συνενεχθέντων ὀνομάσας.

Ἡ λϛʹ ὡς Φιλόνομος ὁ Σπαρτιάτης προδοὺς Λακεδαίμονα Δωριεῦσι δῶρον ἔχει Ἀμύκλας, καὶ συνοικίζει ταύτην ἐξ Ἴμβρου καὶ Λήμνου. Τρίτῃ δὲ γενεᾷ στασιάσαντες πρὸς Δωριέας μετανίστανται Ἀμυκλῶν, συμπαραλαβόντες δὲ καί τινας Σπαρτιατῶν, ἡγουμένων αὐτοῖς Πόλιδος καὶ Δελφοῦ, ἔπλεον ἐπὶ τῆς Κρήτης· ἐν τῷ παράπλῳ δὲ τοῦδε τοῦ στόλου Μῆλον Ἀπόδασμος οἰκίζει, καὶ τὸ τῶν Μηλιέων γένος ἐνθάδε οἰκειοῦται Σπαρτιάτας· οἱ δὲ λοιποὶ ἅπαντες Γόρτυναν μηδενὸς εἴργοντος λαβόντες, ταύτην ἅμα τῶν περιοίκων Κρητῶν συνοικίζουσιν.

Ἡ λζʹ ὡς ἀπὸ Θάσου τοῦ Κάδμου ἀδελφοῦ Θάσος ἡ νῆσος ὠνομάσθη· ἐκεῖ γὰρ αὐτὸν ὁ ἀδελφός, δοὺς τοῦ στρατοῦ μοῖραν, ἀπολείπει. Καὶ ὡς Κάδμος ὑπὸ τοῦ Φοινίκων βασιλέως, μέγα καὶ αὐτὸς δυνάμενος παρὰ Φοίνιξιν, ἐπὶ τὴν Εὐρώπην σταλείη. Οἱ δὲ Φοίνικες τότε μέγα τε (ὡς λόγος) ἴσχυον, καὶ πολλὴν τῆς Ἀσίας καταστρεψάμενοι τὸ βασίλειον ἐν Θήβαις ταῖς Αἰγυπτίαις εἶχον. Σταλῆναι δὲ Κάδμον οὐχ ὡς Ἕλληνές φασι, κατὰ ζήτησιν Εὐρώπης, ἣν παῖδα Φοίνικος οὖσαν ἥρπασε Ζεὺς ἐν σχήματι ταύρου, ἀλλ᾽ ἀρχὴν μὲν ἰδίαν ἐν Εὐρώπῃ μηχανώμενον πλάττεσθαι ἀδελφῆς ἡρπασμένης ποιεῖσθαι ζήτησιν, ἐξ οὗ καὶ ὁ τῆς Εὐρώπης μῦθος ἧκεν εἰς Ἕλληνας. Περιπλέων δὲ τὴν Εὐρώπην τὸν μὲν ἀδελφὸν Θάσον, ὡς εἴρηται, τῇ νήσῳ λείπει, αὐτὸς δ᾽ εἰς Βοιωτίαν πλεύσας, ἄνεισι πρὸς τὰς νῦν καλουμένας Θήβας, καὶ σὺν τῇ δυνάμει περιτειχίσας τὸ χωρίον Θήβας ἀπὸ τῆς οἰκείας ἐπωνόμασε πατρίδος.

Τῶν δὲ Βοιωτῶν εἰς μάχην αὐτοῖς συμπλακέντων ἡττῶνται Φοίνικες, εἶτα κρατοῦσιν ἐνέδραις καὶ προλοχισμοῖς καὶ τῇ ἀήθει τῶν ὅπλων ὄψει· κράνος γὰρ καὶ ἀσπὶς οὔπω τοῖς Ἕλλησιν ἔγνωστο. Καὶ κρατεῖ Κάδμος τῆς Βοιωτῶν γῆς, καὶ φυγόντων τῶν διασωθέντων ἐπὶ τὰς οἰκείας πόλεις οἰκίζει Φοίνικας ἐν Θήβαις καὶ τὴν Ἄρεως καὶ Ἀφροδίτης Ἁρμονίαν γαμεῖ. Βοιωτοῖς δὲ πρὸς τὴν ἔκπληξιν τῶν ὅπλων καὶ τῶν προλοχισμῶν καὶ τῆς ἐνέδρας δόξα παρέστη αὐτοῖς ὅπλοις ἀνεῖναι τῆς γῆς τοὺς ἄνδρας καὶ Σπαρτοὺς ὡς ἐκ τοῦ χωρίου φύντας αὐτοὺς ἐκάλεσαν. Περὶ μὲν Κάδμου καὶ Θηβῶν οἰκίσεως οὗτος ὁ ἀληθὴς λόγος, τὸ δ᾽ ἄλλο μῦθος καὶ γοητεία ἀκοῆς.

Ἡ ληʹ ὡς Μιλήσιός τις ἀνήρ, τῆς πατρίδος αὐτῷ ὑπὸ Ἁρπάγου τοῦ Κύρου ἐν κινδύνῳ οὔσης, εἰς τὸ ἐν Σικελίᾳ Ταυρομένιον ἀπαίρει, κἀκεῖ φίλῳ τινὶ τραπεζίτῃ παραθέμενος τὸ χρυσίον οἴκαδ᾽ ἔπλει, εἶτα δεδούλωτο μὲν Μίλητος Κύρῳ, δεινὸν δ᾽ οὐδὲν ἄλλο ὧν ὑφεωρᾶτο ἐπεπόνθει· καὶ ὁ Μιλήσιος ἧκεν εἰς Ταυρομένιον ἀνακομισόμενος τὴν παρακαταθήκην. Ὁ δὲ λαβὼν ὡμολόγει μὲν λαβεῖν, διετείνετο δ᾽ ἀποδεδωκέναι.

Ὡς δὲ μετὰ πολλὴν ἔριν καὶ λογομαχίαν ὁ Μιλήσιος εἰς ὅρκον τὸν ἀδικοῦντα προὐκαλεῖτο, ὁ τραπεζίτης μηχανᾶται τοιόνδε· νάρθηκα κοιλάνας καθάπερ αὐλὸν καὶ συντήξας τὴν παραθήκην τῷ νάρθηκι ἐγχεῖ καὶ ἀσφαλίζεται· ἐπὶ δὲ τὸν ὅρκον ἰών, κατέχων ὡς βακτηρίαν προφάσει ποδῶν ἀσθενείας, τῷ νάρθηκι ἐπηρείδετο· μέλλων δ᾽ ὀμνύειν πλησίον ἑστῶτι τῷ Μιλησίῳ ὡς αὐτίκα πάλιν ἀναληψόμενος, τὸν νάρθηκα ἐπιδίδωσιν· ὡς δὲ τὰς χεῖρας ἀνασχὼν κατώμνυτο τὴν παραθήκην ἀποδοῦναι τῷ παραθεμένῳ, περιπαθήσας ὁ Μιλήσιος ῥίπτει τὸν νάρθηκα, ἔρρειν ἅμα ἀνακραγὼν τὴν ἐν ἀνθρώποις πίστιν. Καὶ ὁ νάρθηξ ἐρρήγνυτο, καὶ περιφανὲς ἦν πρὸς τὴν ὄψιν τοῦ χρυσίου τὸ σόφισμα τῆς ψευδορκίας, καὶ ὁ μὲν Μιλήσιος τὸ ἴδιον εἶχεν, ὁ δὲ τραπεζίτης ὑπ᾽ αἰδοῦς καὶ τοῦ κακίζεσθαι πρὸς ἁπάντων βρόχῳ τοῦ ζῆν ἑαυτὸν ἐξάγει.

Ἡ λθʹ, Μέλανθος γένος μὲν ἦν τῶν Νηλεϊδῶν οἳ Πύλου καὶ Μεσσήνης ἀπὸ Ποσειδῶνος ἐβασίλευον. Τοῦτον ἀναστήσαντες Ἡρακλεῖδαι πολέμῳ τὴν γῆν ἔσχον. Ὁ δὲ κατὰ χρησμοὺς Ἀθήναζε ἀφικνεῖται, καὶ πολίτης γίνεται, καὶ ἦν τῶν τιμωμένων. Ἀθηναίοις δὲ καὶ Βοιωτοῖς πόλεμος ὑπὲρ Οἰνόης συνίστατο, καὶ ἐδόκει ἐν τῇ τῶν βασιλέων μονομαχίᾳ τὴν κρίσιν εἶναι. Θυμοίτης μὲν οὖν βασιλεύων Ἀθηναίων ἐδεδοίκει τὸν ἀγῶνα, καὶ ἐξίστατο τῆς βασιλείας τῷ βουλομένῳ διακινδυνεῦσαι πρὸς Ξάνθον, ὃς ἐβασίλευσε Βοιωτῶν. Καὶ Μέλανθος ἐπ᾽ ἄθλῳ τῆς βασιλείας ὑπέρχεται τὸν ἀγῶνα, καὶ προβαίνουσιν αἱ συνθῆκαι· ἐπεὶ δ᾽ εἰς μάχην ἧκον, καθορᾷ ὁ Μέλανθος φάσμα τι τῷ Ξάνθῳ ἄνδρα ἑπόμενον ἀγένειον. Ὡς δ᾽ ἀνεβόησε μὴ δίκαια ποιεῖν παρὰ τὰς συνθήκας ἐπαγόμενον βοηθόν, μετεστράφη ὁ Ξάνθος, πρὸς τὸ ἄπιστον τοῦ λόγου ἐκπλαγείς· καὶ αὐτὸν εὐθὺς ὁ Μέλανθος τῷ δόρατι βαλὼν κτείνει, καὶ τήν τε Οἰνόην Ἀθηναίοις καὶ ἑαυτῷ τὴν βασιλείαν ἑνὶ περιεποιήσατο ἀγωνίσματι. Τὸ μὲν δὴ τῶν Ἐρεχθειδῶν γένος εἰς τοὺς Μελανθίδας, ὧν ἦν καὶ Κόδρος ἀπὸ τούτου μετέστη· Ἀθηναῖοι δ᾽ ὕστερον Διονύσῳ Μελανθίδῃ κατὰ χρησμὸν ἱερὸν ἱδρυσάμενοι θύουσιν ἀνὰ πᾶν ἔτος, καὶ τῷ Ἀπατουρίῳ Διὶ ἱερὰ ἀνάπτοντες, ὅτι αὐτοῖς ἐκ τῆς ἀπάτης ἀγώνισμα ἐγένετο.

Ἡ μʹ ἱστορία τὰ περὶ Ἀνδρομέδας ἱστορεῖ ἑτέρως ἢ ὡς ὁ Ἑλλήνων μῦθος· ἀδελφοὺς μὲν γὰρ δύο γενέσθαι Κηφέα καὶ Φινέα, καὶ εἶναι τὴν τοῦ Κηφέως βασιλείαν τότε ἐν τῇ μετονομασθείσῃ μὲν ὕστερον Φοινίκῃ, τηνικαῦτα δ᾽ Ἰόππᾳ ἀπὸ Ἰόππης τῆς ἐπιθαλασσιδίου πόλεως τοὔνομα λαβούσῃ. Καὶ ἦν τὰ τῆς ἀρχῆς ὅρια ἀπὸ τῆς καθ᾽ ἡμᾶς θαλάσσης μέχρι Ἀράβων τῶν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν ᾠκημένων. Εἶναι δὲ τῷ Κηφεῖ καὶ θυγατέρα πάνυ καλὴν Ἀνδρομέδαν, καὶ αὐτὴν μνᾶσθαι Φοίνικά τε καὶ τὸν ἀδελφὸν Κηφέως Φινέα.

Κηφεὺς δὲ μετὰ πολλοὺς τοὺς ἐφ᾽ ἑκατέρῳ λογισμοὺς ἔγνω δοῦναι μὲν Φοίνικι, ἁρπαγῇ δὲ τοῦ μνηστῆρος τὸ αὑτοῦ ἑκούσιον ἀποκρύπτειν· καὶ ἁρπάζεται ἀπό τινος νησῖδος ἐρήμου ἡ Ἀνδρομέδα ἐν ᾧ εἰώθει ἀπιοῦσα θυσίας τῇ Ἀφροδίτῃ θύειν· Φοίνικος δ᾽ ἁρπάσαντος νηΐ (κῆτος δ᾽ αὕτη ἐκαλεῖτο, ἢ μίμησιν ἔχουσα τοῦ ζῴου ἢ κατὰ τύχην), ἡ Ἀνδρομέδα, ὡς κατὰ ἄγνοιαν τοῦ πατρὸς ἁρπαζομένη, ἀνωλοφύρατό τε καὶ μετ᾽ οἰμωγῆς τοὺς βοηθήσοντας ἀνεκαλεῖτο. Περσεὺς δ᾽ ὁ Δανάης κατὰ δαίμονα παραπλέων κατίσχει καὶ πρὸς τὴν πρώτην ὄψιν τῆς κόρης, οἴκτῳ καὶ ἔρωτι συσχεθεὶς τό τε πλοῖον, τὸ κῆτος, διαφθείρει καὶ τοὺς ἐμπλέοντας ὑπὸ ἐκπλήξεως μόνον οὐχὶ λιθωθέντας ἀναιρεῖ. Καὶ τοῦτο Ἕλλησι τὸ τοῦ μύθου κῆτος καὶ οἱ παγέντες εἰς λίθους ἄνθρωποι τῆς Γοργόνος τῇ κεφαλῇ. Ἄγεται δ᾽ οὖν γυναῖκα τὴν Ἀνδρομέδαν, καὶ οἴχεται αὐτὴ συμπλέουσα εἰς τὴν Ἑλλάδα τῷ Περσεῖ, καὶ βασιλεύοντος τὸ Ἄργος οἰκεῖται.

Ἡ μαʹ ὡς Ἄντανδρον ᾤκισαν Πελασγοί, ἀλλ᾽, ὡς μὲν ἔνιοί φασι, δόντος αὐτοῖς Ἀσκανίου λύτρον ἀνθ᾽ αὑτοῦ ἐπεὶ ἐνέδρᾳ συνελήφθη ὑπ᾽ αὐτῶν, καὶ ἀπολυθέντος· διὸ καὶ Ἄντανδρος, ὅτι ἀντὶ ἑνὸς ἀνδρὸς ἔλαβον πόλιν. Ὁ δ᾽ Ἀσκάνιος υἱὸς μὲν ἦν Αἰνείου, μετὰ δὲ Τροίας ἅλωσιν ἐβασίλευσεν Ἴδης. Οἱ δέ φασιν ἐντεῦθεν οἰκῆσαι Πελασγοὺς Ἄντανδρον· Ἀπόλλωνος καὶ Κρεούσης Ἄνιος γίνεται παῖς, τοῦ δὲ Ἄνδρος, ὃς μίαν οἰκήσας τῶν νήσων τὸ ὄνομα λείπει τῇ νήσῳ, κατὰ στάσιν δ᾽ ἐκεῖθεν ἐκπεσών, καὶ τὸ χωρίον ἰδὼν ὑπὸ τὴν Ἴδην παραπλήσιον Ἄνδρῳ, πολίζει τὸ χωρίον καὶ Ἄντανδρον πρὸς τὴν ὁμοιότητα ὀνομάζει. Τὴν δ᾽ Ἄνδρον ἔρημον οὖσαν λαὸς Πελασγῶν ἐσῳκίσατο, καὶ ἡ Κύζικος δὲ Πελασγοὺς ἔσχεν οἰκήτορας· καὶ γὰρ Κύζικος ὁ Ἀπόλλωνος, Πελασγῶν τῶν ἐν Θεσσαλίᾳ βασιλεύων, ὑπὸ Αἰολέων μετὰ Πελασγῶν ἐκπεσών, τὴν Χερρόνησον τῆς Ἀσίας πολίζει, δοὺς αὐτῇ καὶ τοὔνομα καὶ ηὐξήθη ἐκ ταπεινῆς Κυζίκῳ εἰς μέγα ἡ ἀρχή, ἀφ᾽ οὗ Κλείτην τὴν Μέροπος, ὃς τῶν περὶ Ῥύνδακον χωρίων ἐβασίλευε, γυναῖκα ἠγάγετο. Οἱ δὲ μετὰ Ἰάσονος ἐπὶ τὸ δέρας ἰόντες κατίσχουσι πρὸς τὴν Κύζικον τῇ Ἀργοῖ, καὶ μαθόντες οἱ Πελασγοὶ Θεσσαλίδα τὴν ναῦν, κατὰ μῆνιν τῆς ἐκβολῆς, νυκτὸς ἐμάχοντο τῇ Ἀργοῖ.

Κύζικον δὲ λῦσαι τὴν μάχην ἐπιστάντα ἀγνοῶν Ἰάσων κτείνει, πεσόντων καὶ ἄλλων Πελασγῶν· καὶ ἡ μὲν Ἀργὼ ἔπλει ἐπὶ Κόλχους· οἱ δὲ τότε μὲν ὑπερηχθέσθησαν ἐπὶ τῇ τοῦ βασιλέως τελευτῇ, καὶ τοῖς παρ᾽ αὑτοῖς δυνατοῖς τὰ τῆς πόλεως ἐνεχείρισαν (οὐδὲ γὰρ ἦν παῖς Κυζίκῳ διάδοχος) ὕστερον δὲ ὑπὸ Τυρρηνῶν Κυζίκου μετανέστησαν, καὶ Τυρρηνοὶ τὴν Χερρόνησον ἔσχον, καὶ τούτους Μιλησίων μοῖρα μάχῃ νικήσαντες αὐτοὶ Κύζικον ᾤκησαν.

Ἡ μβʹ ὡς Γέλων ὁ Σικελιώτης τυρρανίδι ἐπιθέσθαι διανοούμενος Ἱμεραίων ἐθεράπευε τὸν δῆμον, καὶ κατὰ τῶν δυνατῶν ὑπερεμάχει, καὶ αὐτὸν ἠγάπα τὸ πλῆθος, καὶ φυλακὴν τοῦ σώματος αἰτοῦντι ὡρμᾶτο διδόναι. Στησίχορος δ᾽ ὁ Ἱμεραῖος ποιητὴς ὑποτοπήσας ἐπιχειρεῖν αὐτὸν τυραννίδι, στὰς αἶνον ἔλεξεν εἰς τὸ πλῆθος, εἰκόνα τοῦ μέλλοντος πάθους. Ἵππος, φησι, νεμόμενος ἐφοίτα πιούμενος ἐπὶ κρήνην, ἔλαφος δὲ τὸ πεδίον διαθέουσα τήν τε πόαν κατέστειβε καὶ τὸ νᾶμα ἐτάραττε. Καὶ ὁ ἵππος ποθῶν τὴν ἀδικοῦσαν τιμωρῆσαι, τάχει δὲ ποδῶν λειπόμενος, ἄνδρα κυνηγέτην βοηθὸν ἐκάλει· ὁ δὲ εἰ χαλινὸν δέξοιτο καὶ ἀναβάτην, ῥᾷστα ἀμύνειν αὐτῷ ὑπισχνεῖτο. Καὶ ἐγίνετο οὕτω, καὶ ἡ μὲν ἔλαφος ἀκοντίοις ἔκειτο βληθεῖσα, ὁ δ᾽ ἵππος ᾔσθετο δεδουλωμένος τῷ κυνηγέτῃ· τοῦτ᾽, ἔφη, δέδοικα καὶ αὐτός, ὦ Ἱμεραῖοι, μὴ νῦν δῆμος ὄντες τῶν ἐχθρῶν μὲν διὰ Γέλωνος περιγένησθε, αὐτοὶ δ᾽ ὕστερον Γέλωνι δουλεύσητε· φίλην γὰρ ἅπασαν τὴν δύναμιν τῷ λαβόντι ἐπὶ τὸν δόντα εἶναι, ὅταν ὥσπερ δοῦναι αὐτὴν μηκέτι ἐκ τοῦ ὁμοίου κομίσασθαι ἔχῃ.

Ἡ μγʹ, οἱ τῆς Αἴτνης τοῦ πυρὸς κρατῆρες ἀνέβλυσάν ποτε ποταμοῦ δίκην φλόγα κατὰ τῆς χώρας, καὶ Καταναίοις (πόλις δ᾽ Ἑλλὰς ἐν Σικελίᾳ ἡ Κατάνη) ἔδοξε παντελὴς ἔσεσθαι φθορὰ τῆς πόλεως, καὶ ταύτης φεύγοντες ὡς εἶχον τάχους οἱ μὲν χρυσὸν οἱ δὲ ἄργυρον ἔφερον, οἱ δὲ ὅ τι ἄν τις βούλοιτο ἐπικούρημα τῆς φυγῆς. Ἀναπίας δὲ καὶ Ἀμφίνομος ἀντὶ πάντων τοὺς γονεῖς γηραιοὺς ὄντας ἐπὶ τοὺς ὤμους ἀναθέμενοι ἔφευγον. Καὶ τοὺς μὲν ἄλλους ἡ φλὸξ ἐπικαταλαβοῦσα ἔφθειρεν, αὐτοὺς δὲ περιεσχίσθη τὸ πῦρ καὶ ὥσπερ νῆσος ἐν τῇ φλογὶ πᾶς ὁ περὶ αὐτοὺς χῶρος ἐγένετο. Διὰ ταῦτα οἱ Σικελιῶται τόν τε χῶρον ἐκεῖνον εὐσεβῶν χώραν ἐκάλεσαν καὶ λιθίνας εἰκόνας ἐν αὐτῷ τῶν ἀνδρῶν, μνημεῖα θείων τε ἅμα καὶ ἀνθρωπίνων ἔργων ἀνέθεσαν.

Ἡ μδʹ ἱστορία φησὶν ὡς Λεωδάμας καὶ Φίτρης ἤρισαν ὑπὲρ τῆς Μιλησίων βασιλείας γένους ἄμφω ὄντε βασιλείου. Τὸ κοινὸν δὲ τῇ ἐκείνων κακούμενοι στάσει τῆς μὲν φιλονεικίας μετὰ πολλὰ πάθη ἐξίσταντο, ἔκρινον δ᾽ ἐκεῖνον βασιλεύειν, ὃς Μιλησίους πλείω ἀγαθὰ ἐργάσοιτο. Ἦσαν δ᾽ αὐτοῖς τότε δύο πόλεμοι Καρυστίοις καὶ Μηλιεῦσι. Καὶ πρὸς μὲν Μῆλον (αὐτῷ γὰρ ὁ κλῆρος τοῦτον ἐδίδου τὸν πόλεμον) Φίτρης στρατεύσας ἄπρακτος ἀναστρέφει· Λεωδάμας δὲ λαμπρῶς κατὰ Καρυστίων ἀνδραγαθήσας, καὶ κατὰ κράτος ἑλὼν τὴν πόλιν καὶ ἀνδραποδισάμενος, Μιλήτου ἐπανιὼν κατὰ τὰ συγκείμενα βασιλεύει. Αἰχμάλωτον δὲ κατὰ χρησμὸν γυναῖκα Καρυστίαν, παῖδα φέρουσαν ὑπομάσθιον, μετὰ πολλῶν καὶ ἄλλων ἀναθημάτων, ἃ δεκάτη τῶν λαφύρων ἐτύγχανον, ἀνέπεμψεν ἐν Βραγχίδαις.

Αὐτὸς δὲ τότε Βράγχος προὐστήκει τοῦ τε ἱεροῦ καὶ τοῦ μαντείου, ὃς τήν τε αἰχμάλωτον γυναῖκα ἐνόμισε καὶ τὸν παῖδα αὐτῆς ἔθετο. Ηὔξανε δ᾽ ὁ παῖς οὐ κατὰ λόγον ἀλλὰ θείᾳ τινὶ τύχῃ, καὶ πλέον ἢ πρὸς τὴν ἡλικίαν ἀπήντα τὸ εὐσύνετον. Ποιεῖται δ᾽ αὐτὸν ὁ Βράγχος καὶ ἄγγελον τῶν μαντευμάτων, Εὐάγγελον ὀνομάσας· οὗτος ἡβήσας τὸ Βράγχου μαντεῖον ἐξεδέξατο, καὶ ἀρχὴ γένους Εὐαγγελιδῶν παρὰ Μιλησίοις ἐγένετο.

Ἡ μεʹ ὡς Ὀρφεὺς ὁ Οἰάγρου καὶ Καλλιόπης μιᾶς τῶν Μουσῶν, ἐβασίλευε Μακεδόνων καὶ τῆς Ὀδρυσίδος, ἐπετήδευε δὲ μουσικήν, καὶ μάλιστα κιθαρῳδίαν. Καί (φιλόμουσον γὰρ τὸ Θρᾳκῶν καὶ Μακεδόνων γένος) ἤρεσκεν ἐν τούτοις διαφερόντως τῷ πλήθει. Κατέσχε δὲ δόξα ὡς εἰς Ἅιδου κατάβοι ἔρωτι τῆς γυναικὸς Εὐρυδίκης, καὶ ὡς τὸν Πλούτωνα καὶ τὴν Κόρην ᾠδαῖς γοητεύσας, δῶρον λάβοι τὴν γυναῖκα· ἀλλ᾽ οὐ γὰρ ὄνασθαι τῆς χάριτος ἀναβιωσκομένης, λαθόμενον τῶν περὶ αὐτῆς ἐντολῶν. Οὕτω δὲ θέλγειν καὶ κατακηλεῖν αὐτὸν ᾠδαῖς εἶναι σοφόν, ὡς καὶ θηρία καὶ οἰωνοὺς καὶ δὴ καὶ ξύλα καὶ λίθους συμπερινοστεῖν ὑφ᾽ ἡδονῆς. Τελευτᾷ δὲ διασπασαμένων αὐτὸν τῶν Θρᾳκίων καὶ Μακεδόνων γυναικῶν, ὅτι οὐ μετεδίδου αὐταῖς τῶν ὀργίων, τάχα μὲν καὶ κατ᾽ ἄλλας προφάσεις. Φασὶ δ᾽ οὖν αὐτὸν δυστυχήσαντα περὶ γυναῖκα πᾶν ἐχθῆραι τὸ γένος.

Ἐφοίτα μὲν οὖν τακταῖς ἡμέραις ὡπλισμένων πλῆθος Θρᾳκῶν καὶ Μακεδόνων ἐν Λιβήθροις, εἰς οἴκημα ἓν συνερχόμενον μέγα τε καὶ πρὸς τελετὰς εὖ πεποιημένον. Ὁπότε δ᾽ ὀργιάζειν εἰσίασι, πρὸ τῶν πυλῶν ἀπετίθεσαν τὰ ὅπλα. Ὃ αἱ γυναῖκες ἐπιτηρήσασαι καὶ τὰ ὅπλα ἁρπασάμεναι, ὑπ᾽ ὀργῆς τῆς διὰ τὴν ἀτιμίαν τούς τε προσπίπτοντας κατειργάσαντο, καὶ τὸν Ὀρφέα κατὰ μέλη ἔρριψαν εἰς τὴν θάλασσαν σποράδην. Λοιμῷ δὲ τῆς χώρας, ὅτι μὴ ἀπῃτήθησαν δίκην αἱ γυναῖκες, κακουμένης, δεόμενοι λωφῆσαι τὸ δεινόν, ἔλαβον χρησμὸν τὴν κεφαλὴν τὴν Ὀρφέως ἢν ἀνευρόντες θάψωσι, τυχεῖν ἀπαλλαγῆς. Καὶ μόλις αὐτὴν περὶ τὰς ἐκβολὰς τοῦ Μέλητος δι᾽ ἁλιέως ἀνεῦρον ποταμοῦ, καὶ τότε ᾄδουσαν καὶ μηδὲν παθοῦσαν ὑπὸ τῆς θαλάσσης, μηδέ τι ἄλλο τῶν ὅσα κῆρες ἀνθρώπιναι νεκρῶν αἴσχη φέρουσιν, ἀλλ᾽ ἐπακμάζουσαν αὐτὴν καὶ ζωϊκῷ καὶ τότε αἵματι μετὰ πολὺν χρόνον ἐπανθοῦσαν. Λαβόντες οὖν ὑπὸ σήματι μεγάλῳ θάπτουσι, τέμενος αὐτῷ περιείρξαντες, ὃ τέως μὲν ἡρῷον ἦν, ὕστερον δ᾽ ἐξενίκησεν ἱερὸν εἶναι· θυσίαις τε γὰρ καὶ ὅσοις ἄλλοις θεοὶ τιμῶνται γεραίρεται· ἔστι δὲ γυναιξὶ παντελῶς ἄβατον.

Ἡ μϛʹ ὡς Τροίας πορθουμένης ὑπεκτίθεται Πρίαμος εἰς Λυδίαν δύο παῖδας Ἕκτορος, Ὀξύνιον καὶ Σκάμανδρον. Ἐπεὶ δὲ τὸ Ἴλιον ἥλω, Αἰνείας ὁ Ἀγχίσου καὶ Ἀφροδίτης, διαφυγὼν τοὺς Ἀχαιούς, τὸ μὲν πρῶτον ᾤκει τὴν Ἴδην, Ὀξυνίου δὲ καὶ Σκαμάνδρου ἐλθόντων ἀπὸ Λυδίας καὶ ὡς πατρῴας λήξεως μεταποιουμένων τῶν περὶ τὸ Ἴλιον τόπων, ἀναλαβὼν Ἀγχίσην τὸν πατέρα καὶ ὅσους δύναιτο τῶν συμφυγάδων, πρὸς ἥλιον ἀνίσχοντα ᾤχετο κατὰ Ἀφροδίτης ἐπίσκηψιν. Διαβὰς οὖν τὸν Ἑλλήσποντον καὶ ἀφικόμενος εἰς Θερμὸν καλούμενον κόλπον, Ἀγχίσην μὲν ἀποθανόντα θάπτει, αὐτὸς δέ, τῶν ἐπιχωρίων δεομένων ὥστε βασιλεύειν αὐτῶν, οὐκ ἐδέξατο. Εἶτα εἰς τὴν Βρουσιάδα γῆν ἔρχεται· πᾶσι δ᾽ ἦν ἐφίμερος οἷς ἐντυγχάνοι κατὰ χάριν τῆς Ἀφροδίτης. Ἐνταῦθα μυκησαμένης τῆς συνεπομένης αὐτῷ βοὸς ἐξ Ἴδης (τοῦτο γὰρ Ἀφροδίτη ἐπέσκηψε) λαμβάνει τὸ κράτος τῆς γῆς διδόντων τῶν ἐπιχωρίων, καὶ τὴν βοῦν θύει Ἀφροδίτῃ καὶ κτίζει πόλιν ἣ τότε μὲν Αἴνεια ἀπὸ τοῦ κτίσαντος, ὕστερον δὲ παρενεγκόντος τοῦ ὀνόματος Αἶνος ἐκλήθη. Λόγος μὲν οὖν εἷς οὗτος ὑπὸ Ἑλλήνων ἐπὶ πολλοῖς ἄλλοις λέγεται· ὁ δὲ τὸ Ῥωμαίων γένος εἰς αὐτὸν ἀναφέρων καὶ οἰκιστὴν ποιῶν Ἄλβας, καὶ τὸ χρηστήριον ὃ κατοικεῖν ἐπέτρεπεν ὁπόταν αὐτὸς ἅμα τῶν σὺν αὐτῷ θύσας μετὰ τῶν σιτίων καταφάγοι καὶ τὰς τραπέζας, οὗτος κατημάξευται.

Ἡ μζʹ ὡς Ἀλθαιμένης τοῦ Ἡρακλειδῶν γένους τρίτη γενεὰ ἀπὸ Τημένους, στασιάζει πρὸς τοὺς ἀδελφούς (νεώτατος δ᾽ ἦν) καὶ μετανίσταται Πελοποννήσου, στρατὸν Δωριέων ἔχων καί τινας Πελασγῶν. Ἔστελλον δὲ καὶ Ἀθηναῖοι τότε τὴν σὺν Νειλέῳ τε καὶ τοῖς Κοδρίδαις ἀποικίαν· ὁμοίως δὲ καθ᾽ ἑαυτοὺς καὶ Λακεδαιμόνιοι τὸν Φιλονόμου λαὸν ἀπῴκιζον ὧν ἡγεῖτο Δελφὸς ὄνομα καὶ Πόλις. Ἑκάτεροι οὖν παρεκάλουν Ἀλθαιμένην συμμετέχειν αὐτοῖς τοῦ ἔργου, οἵ τε Δωριεῖς τοῦ ἐπὶ Κρήτην πλοῦ, ἅτε καὶ αὐτὸν Δωριέα ὄντα, οἵ τε Ἴωνες, εἰς τὴν Ἀσίαν μετὰ σφῶν περαιωθῆναι.

Τῷ δ᾽ οὐδετέροις ἐδόκει συμπλεῖν, ἀλλὰ κατὰ τὸν δοθέντα αὐτῷ χρησμὸν ἐπὶ Δία καὶ Ἥλιον κομίζεσθαι καὶ παρ᾽ αὐτῶν αἰτεῖν εἰς κατοίκισιν γῆν· εἶναι δὲ Διὸς μὲν Κρήτην, Ἡλίου δὲ Ῥόδον. Ἀναγόμενος οὖν ἐκ Πελοποννήσου προσίσχει πρὸς τὴν Κρήτην, καὶ μέρος τοῦ λαοῦ τοὺς βουλομένους αὐτόθι οἰκεῖν καταλείπει· αὐτὸς δὲ τοὺς πλείους ἔχων Δωρικῶν ἔπλει ἐπὶ Ῥόδον.

Τὴν δὲ Ῥόδον τὸ μὲν ἀρχαῖον λαὸς αὐτόχθων ἐνέμοντο, ὧν ἦρχε τὸ Ἡλιαδῶν γένος, οὓς Φοίνικες ἀνέστησαν καὶ τὴν νῆσον ἔσχον· Φοινίκων δ᾽ ἐκπεσόντων Κᾶρες ἔσχον, ὅτε καὶ τὰς ἄλλας νήσους τὰς περὶ τὸ Αἰγαῖον ᾤκησαν.

Οἷς ἐπιπλεύσαντες οἱ Δωριεῖς, πολέμῳ τὸ Καρικὸν καταστρεψάμενοι, τρεῖς πόλεις ἔκτισαν, Λίνδον, Ἰήλυσον καὶ Κάμειρον. Οἱ μὲν οὖν Δωριεῖς ἀπὸ Ἀλθαιμένους ἀρξάμενοι μέχρι καὶ δεῦρο καταβεβήκασιν. Αἱ δὲ τρεῖς πόλεις εἰς μίαν ἀποκλεισθεῖσαι μεγάλην καὶ εὐδαίμονα ταὐτὸν ὄνομα τῇ νήσῳ Ῥόδον ἔδοσαν καλεῖσθαι.

Ἡ μηʹ τὰ περὶ Ῥώμου καὶ Ῥωμύλου διηγεῖται, παραλλάσσουσα πρὸς τοὺς ἄλλους ἔν τισι. Φησὶ δὲ ὡς Ἀμόλιος ἐπιβουλεύσας Νεμέτορα τὸν ἀδελφὸν κτείνει, καὶ τὴν αὐτοῦ θυγατέρα Ἰλίαν, ἵνα μὴ τέκοι μηδ᾽ ἀνδρωθείη, τῆς Ἑστίας ἱέρειαν ἀπέφηνε. Ταύτῃ μιχθεὶς Ἄρης, ἀπολυόμενος τῆς ὁμιλίας, ὅστις τε ἦν ἐδήλωσε καὶ ὅτι δύο κόρους τέξεται ἐξ αὐτοῦ καὶ χρὴ θαρρεῖν.

Ἀλλὰ τεκοῦσαν αὐτὴν μὲν Ἀμόλιος εἰς δεσμωτήριον ἔτρυχε βαλών, τινὶ δὲ ποιμένι τῶν αὐτῷ πιστῶν τὰ τεχθέντα διαφθεῖραι δίδωσιν. Ὁ δὲ λαβὼν τὸ μὲν μίασμα χερσὶν ἰδίαις πρᾶξαι οὐ προσίετο, εἰς σκάφην δὲ μεθῆκε κατὰ τοῦ Θύβρεως φέρεσθαι. Αὕτη δὲ μετὰ πολλὴν φορὰν περὶ προὔχουσαν ᾐόνα κατίσχεται ῥίζαις ἐρινεοῦ, ὃς μέγας ἐκεῖσε ἐπεφύκει· καὶ ἡ σκάφη ἐκεῖθεν τὰ παιδία πρὸς τὴν ᾐόνα ἐκβάλλει ἐπὶ μαλακῆς καὶ ψαμμώδους γῆς. Λύκος δὲ νεοτόκος ἐπιτυγχάνει τοῖς παιδίοις, καὶ ἀμφιβᾶσα κλαυθμυριζομένοις καὶ χεῖρας ὀρέγουσι παρεῖχε τὰς θηλάς· τὰ δ᾽ ἐτρέφετο βαρυνομένην ἀναπαύοντα ἐκ τῆς συντυχίας τὴν λύκον. Φαιστύλος δέ τις ποιμένων τοῦτο ἰδὼν καὶ θεῖον νομίσας, ἀναλαμβάνεται καὶ ὡς ἑαυτοῦ τρέφει τὰ παιδία. Χρόνῳ δ᾽ ὕστερον περιτυγχάνει τῷ ἐκθεμένῳ ποιμένι καὶ ἅπαντα παρ᾽ αὐτοῦ μαθὼν τὰ περὶ τῶν παίδων, ἀπαγγέλλει τούτοις ἡβήσασιν ἤδη ὡς εἴησαν βασιλείου τε γένους καὶ Ἄρεως γοναί, καὶ ὅσα ἡ μήτηρ καὶ ὁ μητροπάτωρ πάθοι. Οἱ δέ (ἤστην γὰρ καλοί τε ὄψει καὶ ῥώμην ἄμαχοι καὶ τόλμῃ γενναῖοι) αὐτίκα ἐγχειρίδια ἀναλαβόμενοι καὶ κρύψαντες ἐπὶ τὴν Ἄλβαν ἐχώρουν, καὶ ἐπιτυχόντες Ἀμολίῳ διὰ τὸ ἀπροσδόκητον τῆς ἐπιβουλῆς ἀφυλάκτῳ ἐπάγουσι τὴν τιμωρίαν, ξίφεσιν ἀνελόντες, καὶ τὴν μητέρα λύουσι τῶν δεσμῶν, τό τε πλῆθος δεξιοῦνται, καὶ βασιλεύουσιν Ἄλβας καὶ τῶν περὶ αὐτήν.

Πολλοῦ δὲ αὐτοῖς προσερρυηκότος πλήθους μεταστάντες Ἄλβας κτίζουσι πόλιν, Ῥώμην ἐπονομάσαντες ἣ νῦν ὡς εἰπεῖν τὸ ἀνθρώπων ἔχει κράτος. Δείκνυται δὲ μαρτυρία τῶν τότε παρὰ Ῥωμαίοις ἐπὶ τῆς ἀγορᾶς ἐρινεὸς ἱερά, τοῦ βουλευτηρίου κιγκλίσι χαλκαῖς περιειργομένη, καὶ καλύβη τις ἐν τῷ τοῦ Διὸς ἱερῷ γνώρισμα τῆς Φαιστύλου διαίτης, ἣν ἐκ φορυτῶν καὶ νέων φρυγάνων συνιστῶντες διασῴζουσιν.

Ἡ μθʹ ὡς ἐν Ἀνάφῃ τῇ νήσῳ (αὕτη δ᾽ ἐστὶν ὑπὲρ νήσου Θήρας, οὐχ ἑκὰς τῆς Λακεδαιμονίων) ἱερὸν Ἀπόλλωνος Αἰγλήτου ἵδρυται, ἐν ᾧ σὺν τωθασμῷ οἱ ἐπιχώριοι θύουσι δι᾽ αἰτίαν τοιαύτην. Ὅτε Ἰάσων ἐκ Κόλχων Μήδειαν ἁρπάσας οἴκαδ᾽ ἔπλει, χειμὼν αὐτοὺς ἄφατος περιέσχε καὶ ἀμηχανία πᾶσα· εὐχομένων δὲ καὶ πολλὰ τῶν ἐν τῇ Ἀργοῖ δεομένων, Ἀπόλλων, τόξον αὐτῶν ὑπερανασχών, τὰ δεινὰ διέλυσεν ἅπαντα, καὶ σέλατος ἐξ οὐρανοῦ διαΐσσοντος νῆσον ἀνέσχεν ἡ γῆ ἐκ τοῦ βυθοῦ, εἰς ἣν ὁρμισάμενοι, ὡς πρῶτον ὀφθεῖσαν ὑφ᾽ ἡλίου τότε, Ἀνάφην ἀπὸ τῆς συντυχίας ἐκάλεσαν, καὶ ἱερὸν Ἀπόλλωνος Αἰγλήτου ἱδρύσαντο, καὶ εὐφραίνοντο τῆς ἀνελπίστου τῶν κακῶν ἀπαλλαγῆς καὶ ταῖς ἄλλαις εὐωχίαις. Μήδεια δὲ σὺν ταῖς ἀμφ᾽ αὐτὴν γυναιξίν, αἳ δῶρον ἦσαν γάμων τῶν Ἰάσονος, παίζουσαι μετὰ μέθην ἔσκωπτον τοὺς ἥρωας ἐν τῇ παννυχίδι· οἱ δὲ ἀντετώθαζον τὰς γυναῖκας. Ἐκ τούτου τοιγαροῦν καὶ Ἀνάφης ὁ λαός (ᾠκίσθη γὰρ ἡ νῆσος) ἀνὰ πᾶν ἔτος Ἀπόλλωνι Αἰγλήτῃ κερτομοῦντες ἀλλήλους ἑορτὴν κατὰ μίμησιν ἐκείνων ἄγουσιν.

Ἡ νʹ ὡς Ἀλέξανδρον τὸν τύραννον Θήβη ἀναιρεῖ ἡ αὐτοῦ γυνή· αὕτη δ᾽ ἦν Ἰάσονος μὲν θυγάτηρ, τοῦ ποτε Θεσσαλίας τυραννήσαντος, ἀδελφοὺς δ᾽ εἶχε τρεῖς, Τισίφονον καὶ Λυκόφρονα καὶ Πυθόλαον· ὁμομήτριοι δ᾽ ἦσαν, πατὴρ δ᾽ αὐτῶν Εὐάλκης ἦν. Τούτους Ἀλέξανδρος οὗτος ὁ Φερῶν δι᾽ ὑποψίας ἔχων ἐμελέτα ἀνελεῖν· εἰδὼς δ᾽ ὡς οὐκ ἀνάσχοιτο Θήβη περιϊδεῖν τοὺς ὁμομητρίους ἀναιρουμένους ἀδελφούς, καὶ αὐτὴν ἐπενόει συνανελεῖν. Καὶ νήφων μὲν ἔκρυβε τὸ βούλευμα, μεθύων δέ (ἦν γὰρ ἥττων οἴνου) παρεγύμνου τε καὶ ἀπεκάλυπτε. Θήβη δὲ τὸ βούλευμα μαθοῦσα, τοῖς μὲν ἀδελφοῖς ἐγχειρίδια δοῦσα παρασκευάζεσθαι πρὸς τὴν σφαγὴν παρεκάλει, οἴνῳ δὲ πολλῷ Ἀλέξανδρον βαπτίσασα καὶ κατευνάσασα ἐκπέμπει τοὺς τοῦ θαλάμου φύλακας προφάσει ὡς λουτροῖς χρησομένη, καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὸ ἔργον ἐκάλει. Οἱ δὲ ἀπεδειλίων καὶ μάλιστα αὐτῶν ὁ νεώτατος. Ἡ δὲ ἄλλα τε διαπειλησαμένη, καὶ ὡς τὸν Ἀλέξανδρον αὐτίκα ἀνεγερεῖ καὶ καταγορεύσει αὐτῶν τὸν φόνον, θαρρεῖν αὐτοὺς ἐβιάσατο· καὶ κτείνουσι κοιμώμενον τὸν Ἀλέξανδρον. Θήβη δὲ τοὺς ἡγεμόνας τῶν φυλάκων εἰσκαλεσαμένη, καὶ τὰ μὲν ἀπειλαῖς τὰ δ᾽ ἐπαγγελίαις μετελθοῦσα, πείθει συγκατασκευάζειν αὐτῇ τὴν τυραννίδα. Καὶ οἱ μὲν ἐπέτρεπον, καὶ αὐτὴ τὴν μὲν ἰσχὺν δέχεται, τοὔνομα δὲ καὶ τὴν δόξαν τῆς τυραννίδος Τισιφόνῳ τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν δίδωσι.

Ταῦτα μὲν τῶν Κόνωνος νʹ διηγήσεων. Ἀττικὸς δὲ τὴν φράσιν ἐστί, ταῖς τε συνθήκαις καὶ ταῖς λέξεσι χαρίεις τε καὶ ἐπαφρόδιτος, ἔχων τι καὶ τοῦ συνεστραμμένου καὶ ἀνακεχωρηκότος τοῖς πολλοῖς. Ἐν τῷ αὐτῷ δὲ τεύχει καὶ 〈Ἀπολλοδώρου〉 γραμματικοῦ βιβλιδάριον ἀνεγνώσθη μοι· Βιβλιοθήκη αὐτῷ ἡ ἐπιγραφή· περιεῖχε δὲ τὰ παλαίτατα τῶν Ἑλλήνων, ὅσα τε περὶ θεῶν καὶ ἡρώων ὁ χρόνος αὐτοῖς δοξάζειν ἔδωκεν, ὀνομασίας τε ποταμῶν καὶ χωρῶν καὶ ἐθνῶν καὶ πόλεων ὅθεν καὶ τὰ ἄλλα ὅσα εἰς τὸ ἀρχαῖον ἀνατρέχει, καὶ κάτεισι μέχρι τῶν Τρωϊκῶν, καὶ ἀνδρῶν τινῶν πρὸς ἀλλήλους μάχας καὶ ἔργα ἐπιτρέχων καὶ τῶν ἀπὸ Τροίας πλάνας τινάς, μάλιστα δ᾽ Ὀδυσσέως εἰς ὃν αὐτῷ καὶ ἡ ἀρχαιολογία καταλήγει.

Σύνοψις δ᾽ ἐστὶ τὰ πολλὰ τοῦ βιβλίου, καὶ οὐκ ἄχρηστος τοῖς τὰ παλαιὰ ἐπὶ μνήμης ἔχειν λόγον ποιουμένοις. Ἔχει δὲ καὶ ἐπίγραμμα τὸ βιβλιδάριον οὐκ ἄκομψον τόδε· αἰῶνος σπείρημα ἀφυσσάμενος ἀπ᾽ ἐμεῖο παιδείης, μύθους γνῶθι παλαιγενέας, μηδ᾽ ἐς Ὁμηρείην σελίδ᾽ ἔμβλεπε μηδ᾽ ἐλεγείην, μὴ τραγικὴν Μοῦσαν, μηδὲ μελογραφίην, μὴ κυκλίων ζήτει πολύθρουν στίχον· εἰς ἐμὲ δ᾽ ἀθρῶν εὑρήσεις ἐν ἐμοὶ πάνθ᾽ ὅσα κόσμος ἔχει.