Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Νικόμαχος Γερασηνός και Πτολεμαίος Ηφαιστίων
Θεολογική ανάλυση των αριθμών από τον Νικόμαχο και παραδοξογραφικές, μυθολογικές διηγήσεις από τον Πτολεμαίο Ηφαιστίωνα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Νικόμαχος Γερασηνός και Πτολεμαίος Ηφαιστίων
Θεολογική ανάλυση των αριθμών από τον Νικόμαχο και παραδοξογραφικές, μυθολογικές διηγήσεις από τον Πτολεμαίο Ηφαιστίωνα.
Ἀνεγνώσθη 〈Νικομάχου Γερασηνοῦ〉 ἀριθμητικῶν θεολογουμένων βιβλία βʹ· Ἡ μὲν οὖν ἐπιγραφὴ οὕτω θαυμάσαι καὶ δριμὺν ἔρωτα κινῆσαι ἀξία, ὁ δὲ πόνος, ἵνα μὴ λέγω λογισμῶν κενεμβατούντων καὶ ματαιοσχόλων ἔργον, πόρρω τῆς ἐπιγραφῆς διερριμμένος.
Διαλαμβάνει μὲν γὰρ περὶ τῶν ἀπὸ μονάδος μέχρι δεκάδος ἀριθμῶν, οὐχ ὥσπερ ἐν τῇ ἀριθμητικῇ αὐτοῦ καὶ πρὸ ταύτης εἰσαγωγῇ, ὅσα τοῖς ἀριθμοῖς φύσει πρόσεστι καὶ θεωρίας ἔχεται σπουδαίας διεξιών, ἀλλὰ τὰ πλεῖστα διανοίας οὐ καθαρευούσης βλάβης ἀναπλάσματα καὶ οὐχὶ πρὸς τὴν τῶν πραγμάτων φύσιν τοὺς λογισμοὺς ἰθυνούσης, τὰ δὲ πράγματα πρὸς τὰς ἰδίας φαντασίας μεταμείβειν φιλονεικούσης. Ἀλλ᾽ ὅσα μὲν ὁ ἀνὴρ τὴν τῶν ὄντων φύσιν εἰς τὴν τῶν ἀριθμῶν ὑπόστασιν ἀναφέρειν τε καὶ συγκατακλείειν διανέστη, περικόπτων, περιτιθείς, ἀμείβων, διασπῶν ποτε μὲν τὰ πράγματά, ποτε δὲ τοὺς φίλους ἀριθμοὺς καὶ θεούς, καὶ τοῦτο ἢ παρὰ μέρος ἑκάτερον ἢ καὶ δι᾽ ἀμφοῖν ἰών, καίτοι μεγάλας ὑπέχων εὐθύνας, ὅμως ἐάσθω τοῦτο.
Ἀλλ᾽ ὅτι θεούς τε καὶ θεὰς ἐπιθυμήσας ἰδεῖν τοὺς ἀριθμούς, καὶ τοῦτο διδοὺς αὐτοῖς διὰ μόνην τὴν ἰδιάζουσαν καὶ ὡρισμένην ἑκάστου ποσότητα, οὐ φυλάττει ταύτην ἀκέραιον ἀναφέρων εἰς τὸ θεῶν γένος αὐτούς, ἀλλ᾽, ὡς καὶ προείπομεν, τέμνων, αὔξων, παντοίως κεραΐζων, οὕτως αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον θεοὺς προσκυνεῖ, τὴν μὲν ἐξ ἀρχῆς φθείρων ποσότητα, ἵνα θεὸς ᾖ διὰ ταύτην, ταύτης δ᾽ αὐτὸν ἀποστερῶν· οὐ γὰρ ἀπόρρητος καὶ σεπτὴ ἡ τηλικαύτη θεολογία. Τὸ δὲ σοφώτερον καὶ στέργεσθαι δίκαιον, δεῖ τῷ μέλλοντι τῇ θαυμασίᾳ ταύτῃ ἐμβαθῦναι θεολογίᾳ καὶ τῆς κρυφιότητος εἴσω διεισδῦναι γεωμετρίας μὲν οὐκ ἀμαθῶς ἔχειν, ἐλάσαι δὲ καὶ πρὸς ἀριθμητικὴν ἀκριβολογίαν, οὐδὲ τῆς ἀστροθεάμονος σοφίας ἐν τῷ παρέργῳ τὴν μάθησιν πεποιῆσθαι, καὶ μὴν καὶ τοῖς μουσικοῖς θεωρήμασι καὶ δὴ καὶ ὀργάνοις ἐγγεγυμνάσθαι. Ἵνα γὰρ τοὺς ἀριθμοὺς θεοποιήσῃ καὶ τῶν ὄντων τῆς οὐσιώσεως αἰτίους ἀναπλάσῃ, ἀφ᾽ ἑκάστης τῶν εἰρημένων ἐπιστημῶν ἔνιά τινα τῶν θεωρημάτων τῇ περὶ τοὺς ἀριθμοὺς ἐνυφαίνει θεοπλαστίᾳ, ὧν ἡ ἄγνοια ἐμποδὼν ἂν σταίη πρὸς τὴν τῶν τηλικούτων μυσταγωγίαν, καὶ μάτην τὸ πρόθυμον ἐπιδείξεται ὁ ταῖς εἰρημέναις μὴ προτελεσθεὶς ἐπιστήμαις.
Καὶ δεῖ ἄρα, ὡς ἔοικε, βίον ἀνθρώπου κατατρῖψαι καὶ προαναλῶσαι τῆς θεολόγου ταύτης τῶν ἀριθμῶν τερατείας, καὶ φιλοσοφῆσαι περὶ τοῖς μαθήμασι σπουδαίως, ἵν᾽ ἐξῇ καὶ ματαιολογῆσαι τελείως. Ὡς μὲν οὖν ἐν κεφαλαίῳ, μᾶλλον δὲ πρὸς τὴν ἐπιγραφὴν φάναι, τοιοῦτον ἡ τοῦ Γερασηνοῦ Νικομάχου Θεολογία.
Λέγει δὲ τὴν μονάδα ἄλλα τε οὐκ ὀλίγα τῶν πλασμάτων τῇ περὶ αὐτὴν ἀληθείᾳ καὶ τοῖς προσοῦσι φυσικοῖς ἰδιώμασι καταμιγνύς, καὶ ὡς νοῦς τε εἴη, εἶτα καὶ ἀρσενόθηλυς, καὶ θεός, καὶ ὕλη δέ πως, πάντα χρήματα μιγνὺς ὡς ἀληθῶς, καὶ πανδοχεὺς λοιπὸν καὶ χωρητικὴ καὶ χάος, σύγχυσις, σύγκρασις, ἀλαμπία, σκοτωδία, χάσμα, Τάρταρος. Καὶ Στύγα δὲ αὐτὴν τερατολογοῦσι καὶ φρικωδίαν καὶ ἀμιξίαν καὶ βάραθρον ὑποχθόνιον, καὶ Λήθην, καὶ στιφρὰν πάρθενον, καὶ Ἄτλαντα· ἄξων τέ ἐστιν αὐτοῖς καὶ ἥλιος καὶ πυράλιος, καὶ Μορφὼ δὲ καὶ Ζανὸς πύργος, καὶ σπερματίτης λόγος, Ἀπόλλων τε καὶ προφήτης καὶ λόγιος. Ἡ δὲ τῶν ὀνομάτων αἰτία ἡ μὲν φρενὸς ἀστάτου καὶ δεισιδαιμονούσης, ἡ δὲ οὐδὲ τῆς παιδαριώδους ἀνατυπώσεως ἀπηλλαγμένη. Ἀλλ᾽ ἡ μὲν μονὰς οὕτω Νικομάχῳ καὶ τοῖς αὐτοῦ διδασκάλοις θεολογεῖταί τε ἅμα καὶ βάλλεται ὕβρει.
Ἡ δὲ δυὰς τόλμα τέ ἐστιν αὐτοῖς, καὶ ὕλη, καὶ τῶν ἀνομοίων αἰτία, καὶ μεταίχμιον πλήθους καὶ μονάδος. Ἐκ συνθέσεώς τε καὶ κατακράσεως μόνη ἴσον ποιεῖ, διὸ καὶ ἴση. Ἀλλὰ καὶ ἄνισος καὶ ἔλλειψις, καὶ πλεονασμός, καὶ μόνη ἀσχημάτιστος καὶ ἀόριστος, καὶ ἄπειρος, ἀρχή τε ἀρτίου μόνη, καὶ οὐκ ἄρτιος, οὐ μὴν οὐδ᾽ ἀρτιάκις ἀρτία, οὐδὲ περισσάρτιος, οὐδ᾽ ἀρτιοπέριττος.
Ἀλλὰ τούτων μὲν τὰ πλείω ἐγγύς ἐστι τῇ δυάδος φυσικῇ ἰδιότητι· ἃ δὲ τῆς τερατείας, πηγή ἐστι πάσης συμφωνίας, καὶ Μουσῶν ἡ Ἐρατώ, καὶ ἁρμονία, καὶ τλημοσύνη, καὶ ῥίζα οὐ κατ᾽ ἐνέργειάν πω, καὶ δύναμις, καὶ πόδες πολυπιδάκου Ἴδης, καὶ κορυφαί, καὶ Φάνης. Ἀλλὰ καὶ ἴσον Δία τὴν δυάδα ἡ μυθοπλαστία θεολογεῖ, καὶ δίκην, καὶ Ἶσιν, καὶ φύσιν, καὶ Ῥέαν, καὶ διομάτερα, καὶ πηγὴν διανομῆς· ἔστι δ᾽ αὐτοῖς ὡς Ῥέα καὶ Φρυγία καὶ Λυδία καὶ Διδυμήνη, καὶ Δήμητρα καὶ Ἐλευσινία, καὶ Ἄρτεμις, καὶ Ἵμερος, καὶ Δίκτυννα, καὶ Ἀερία, καὶ Ἀστερία, καὶ Δίσαμος καὶ Ἐστὼ καὶ μὴν καὶ Ἀφροδίτη καὶ Διώνη καὶ Μυχαία καὶ Κυθέρεια, καὶ ἄγνοια καὶ ἀγνωστία καὶ ψεῦδος καὶ ἀδιοριστία, καὶ ἑτερότης καὶ νεῖκος καὶ διχοστασία, καὶ μόρος καὶ θάνατος. Τοιαῦτα μὲν αὐτοῖς καὶ ἡ δυὰς θεολογεῖται.
Ἡ δὲ τριάς ἐστι μὲν πρῶτος περισσὸς κατ᾽ ἐνέργειαν, καὶ τέλειος πρῶτος, καὶ μεσότης, καὶ ἀναλογία· τήν τε τῆς μονάδος δύναμιν εἰς ἐνέργειαν καὶ ἐπέκτασιν προχωρεῖν ποιεῖ. Ἀλλὰ καὶ πρωτίστη, καὶ κυρίως μονάδων σύστημα. Εἶτα λοιπὸν ἐντεῦθεν αὐτοῖς πρὸς τὸ φυσιολογικὸν αἴρεται ὁ ἀριθμός· αἰτία τε γὰρ τοῦ τριχῇ διαστατοῦ, καὶ περατωτικὴ τῆς ἀπειρίας τῆς ἐν ἀριθμῷ, καὶ ὅμοιον, καὶ ταὐτόν, καὶ ὁμόλογον, καὶ ὡρισμένον. Ἀλλ᾽ οὔπω ταῦτα φορτικά· τὰ δ᾽ οὐχ ὅμοια.
Καὶ νοῦς τις ἡ τριάς, καὶ εὐβουλίας καὶ συνέσεως αἰτία, καὶ γνῶσις, ἀριθμοῦ τὸ κυριώτατον, μουσικῆς τε πάσης κυρία καὶ σύστασις, καί γε καὶ γεωμετρίας ὅτι μάλιστα. Καὶ μὴν καὶ τῶν κατὰ ἀστρονομίαν καὶ οὐρανίων φύσιν τε καὶ γνῶσιν αὕτη τὸ κράτος ἔχει καὶ συνέχει καὶ εἰς οὐσίωσιν ἄγει. Καὶ ἡ ἀρετὴ δὲ πᾶσα ταύτης ἐξῆπται καὶ ἐκ ταύτης πρόεισιν. Εἶτα λοιπὸν τὰ μυθώδη. Διὰ ταῦτα αὐτοῖς ἡ τριὰς Κρονία καὶ Λατὼ καὶ Ἀμαλθείας κέρας, Ὀφίονά τε αὐτὴν τερατολογοῦσι καὶ Θέτιν καὶ Ἁρμονίαν, Ἑκάταν τε καὶ Ἐράναν καὶ Χαριτίαν καὶ Μουσῶν Πολυμνίαν, Ἀΐδαν τε καὶ Λοξίαν, ἄρκτον, ἕλικα, καὶ ποτὶ βυθὸν οὐ δυομέναν, Δαματράμην τε καὶ Διοσκορίαν, καὶ Μῆτιν καὶ τριδύμην, Τρίτωνα, θαλασσοῦχον, Τριτογένειαν, Ἀχελῶον, Νάστιν, καὶ Ἀγυιόπεζαν Κουρητίδα, Κραταΐδα Ἁρμονίαν, Συμβηνίαν, Γάμον, Γοργονίαν, Φορκίαν, Τρίσαμον καὶ Λύδιον. Οὕτω μὲν αὐτοῖς καὶ ἡ τριὰς καὶ εἰς τοσούτους αὐτῶν θεοὺς ἀναπλάττεται.
Ἡ δὲ τετρὰς πάλιν αὐτοῖς θαῦμα μέγιστον, ἄλλη θεός, πολύθεος μᾶλλον δὲ πάνθεος· ἔστι γὰρ αὐτοῖς τῶν τε φυσικῶν ἀποτελεσμάτων πηγὴ καὶ κλειδοῦχος τῆς φύσεως. Ἀλλὰ καὶ τῆς κατὰ τὰ μαθήματα συστάσεώς τε καὶ διαμονῆς αὕτη προαγωγὸς καὶ αἰτία. Ἀλλὰ καὶ αὐτὴ φύσις καὶ αἰόλα ἐστὶν αὐτοῖς καὶ Ἡρακλῆς καὶ Ἔξαρμα καὶ Ἀλκιμωτάτη καὶ Ἀρρενικὴ καὶ Ἀθήλυντος, Ἑρμῆς τε καὶ Ἥφαιστος καὶ Διόνυσος καὶ Σωρίτας, καὶ Μαιαδεὺς ἢ Μαιάδης (τῆς γὰρ Μαίας υἱὸς ἤτοι τῆς δυάδος ἡ τετράς) καὶ Ἐριούνιος καὶ Σῶκος καὶ Διάκτορος, καὶ Βασσαρεὺς καὶ Διμάτωρ, μητρὸς τετευχὼς δυάδος, Θηλύμορφός τε καὶ Ἔπανδρος καὶ ἀρρενουργὸς καὶ βακχασμὸν ἀνεγείρων καὶ ἁρμόνιτα ἢ Ἁρμονία, καὶ τῶν Μουσῶν ἡ Οὐρανία. Ἀλλ᾽ οὕτω μὲν αὐτοῖς καὶ ἡ τετρὰς τερατολογουμένη θεολογεῖται, καὶ τὸ πρῶτον τῶν θεολογουμένων ἀριθμῶν Νικομάχῳ συναπαρτίζεται βιβλίον.
Ἐν δὲ τῷ βʹ μετὰ τὸ προοίμιον ἡ πεντὰς αὐτῷ πληροῖ τὸν ἀγῶνα. Ἡ γὰρ πεντὰς πρώτη μεσότητος τῆς ἀρίστης καὶ φυσικωτάτης ἐμφατική, κατὰ διάζευξιν ἀμφοτέροις πέρασι τοῦ φυσικοῦ ἀριθμοῦ, μονάδι μὲν ὡς ἀρχῇ δεκάδι δὲ ὡς τέλει συνεζευγμένη, καὶ συλληπτικὴ τῶν ἐν τῇ κοσμικῇ φύσει φαινομένων· καὶ γὰρ κατὰ μὲν τὴν μονάδα ὁ κόσμος ἐρρίζωται, ἤνυσται δὲ καὶ πέφανται κατὰ τὴν δεκάδα. Ἀλλὰ καὶ ὅτι προσεχέστατον καὶ μόνον μέρος τῆς δεκάδος. Καὶ τὰ στοιχεῖα δὲ τοῦ παντὸς κατὰ τὴν πεντάδα· προστίθησι γὰρ τοῖς τέσσαρσι καὶ τὸν αἰθέρα, ὃ οὐκ ἂν ἀνέξοιτο ὑμνῶν τὴν τετράδα. Καὶ πολλὰ τοιαῦτα ἀλλ᾽ οὔπω ταῦτα κομψὰ καὶ σοφά. Τὰ δ᾽ ἐφεξῆς σκόπει. Ἀνεικία γὰρ ἡ πεντὰς καὶ Ἀλλοίωσις καὶ Φάος καὶ Δικαιοσύνη, καὶ ἐλαχίστη ἀκρότης τῆς ζωότητος, καὶ Νέμεσις, καὶ Βουβάστια καὶ Δίκησις καὶ Ἀφροδίτη καὶ Γαμηλία καὶ Ἀνδρογυνία, καὶ Κυθέρεια, καὶ Ζωναία, καὶ Κυκλιοῦχος, καὶ Ἁμίθεος, καὶ Ζανὸς πύργος, καὶ Διδυμαία, καὶ Ἄξων ἑδραία. Ἄμβροτόν τε αὐτὴν ὑψηλολογοῦσι καὶ Παλλάδα, καὶ Κραδεᾶτιν καὶ Ἁγεμονίαν καὶ Ἀκρεῶτιν καὶ Ἀτάλαντον καὶ Ἄζυγα καὶ Ὀρθιᾶτιν, καὶ Μουσῶν Μελπομένην, καὶ ἀμειβομένην ὀπὶ καλῇ, καὶ μέσων μέσην καὶ Ἀκρότητα γονίμων. Ἐπὶ τούτοις μὲν οὖν σεμνύνει καὶ τὴν πεντάδα.
Ἡ δὲ ἑξὰς Εἶδος εἴδους αὐτῷ αἰτιολογεῖται, καὶ τῇ ψυχῇ μόνος ἀριθμῶν ἁρμόζων, καὶ Διάρθρωσις τοῦ παντὸς ψυχοποιὸς καὶ τῆς ζωτικῆς ἕξεως ἐμποιητική (παρὸ καὶ ἑξάς) καὶ Ἁρμονία καὶ Οὐλομέλεια καὶ κυρίως αὕτη μᾶλλον Ἀφροδίτη ζυγία τε καὶ γαμηλία καὶ Ἀνδρογυνία θεολογεῖται. Ἀλλὰ καὶ Ζυγῖτις καὶ Φιλοτησία καὶ Εἰρήνη καὶ Φιλία καὶ Ὑγεία, Ἄκμων τε καὶ Ἀλήθεια, καὶ Μοιρῶν δὲ Λάχεσιν αὐτὴν ποιοῦσι, καὶ ἀρχὴν καὶ ἥμισυ παντός, καὶ Ἑκατηβελέτιν, καὶ Τριοδῖτιν καὶ Διχρονίαν καὶ Περσείαν καὶ Τρίμορφον, καὶ Ἀμφιτρίτην, καὶ Ἀγχιδίκαν, καὶ Μουσῶν Θάλειαν, καὶ Πανάκειαν. Οὕτω μὲν οὐδ᾽ ἡ ἑξὰς αὐτοῖς θεὸς εἶναι καὶ θεοῖς διέφυγε φιλοτιμεῖσθαι.
Ἡ δὲ ἑβδομάς—τί ἄν τις καὶ εἴποι, εὐθὺς μὲν γάρ ἐστι σεπτάς· κἂν τὸ 〈σ〉 φθείροι ἡ συνήθεια, ἕλκει τοῦτο ῥᾷστα ἐκ διπλοῦ τοῦ 〈ξ〉, ὅπερ τῷ πρὸ αὐτοῦ ἀριθμῷ ἡ φύσις πρὸς τῷ τέλει ἀπεπλήρωσεν, ἵν᾽ ᾖ τοῦτο ἐπικούρημα τῷ σεβαστῷ ἀριθμῷ πρὸς τὴν ἐπιβουλὴν τὴν ἀπὸ τῶν πολλῶν. Τοιαύτη μὲν ἡ ἀπόδειξις θαυμαστή, ὡς ἔστι πάντως σεπτὰς καὶ σεβασμοῦ ἄξιος ὁ ἑπτά. Πάλιν δὲ καὶ αὐτὴ μεσότης μονάδος καὶ δεκάδος Τύχη καὶ Καιρός, Ἀθηνᾶ καὶ Ἄρης, καὶ Ἀκρεῶτις, καὶ Ἀγελεία, καὶ Ἀτρυτώνη, Φυλακῖτις, Ὀβριμοπάτρα, Τριτογένεια, Γλαυκῶπις, Ἀλαλκομένεια, Παντευχία, Ἐργάνη, Πολυαρήτη, Οὐλομέλεια, Ἀμαλθείας γένος, Αἰγίς, Ὄσιρις, Ὄνειρος, Φωνή, Αὐδή, καὶ Μουσῶν ἡ Κλειώ, εἰ βούλει δὲ καὶ Κρίσις καὶ Ἀδράστεια καὶ πολὺς φλύαρος τοιοῦτος. Οὕτω μὲν ἡ πάνσεπτος αὐτοῖς ἑπτὰς μακροτέρῳ πόνῳ μέγας καὶ πολὺς θεὸς ἀνυμνεῖται.
Ἡ δ᾽ ὀκτάς, εἰ καὶ μὴ τοῖς ἴσοις μηδ᾽ ὀγδόῳ μέρει, ἀλλ᾽ οὖν τῷ θεὸς αὐτοῖς εἶναι οὐδ᾽ αὐτὴ τοῦ θρόνου ἀπερρίφη· Παναρμονίαν γὰρ αὐτὴν προσκυνοῦσι, καὶ Καδμείαν Μητέρα τε καὶ Ῥέαν καὶ Θηλυποιὸν καὶ Κυβέλην, Κυβήβην τε καὶ Δινδύμην καὶ Πολιοῦχον, Ἔρωτά τε καὶ Φιλίαν, Μῆτιν, Ἐπίνοιαν, Ὀρείαν, Θέμιν, Νόμον, Ἠλιτομήναν καὶ τῶν Μουσῶν τὴν Εὐτέρπην.
Καὶ ἡ ἐννὰς δὲ ὑστερεῖ μὲν καὶ τῆς θειότητος καὶ τῆς μακρᾶς συγγραφῆς, οἷς ἡ ἑβδομὰς ὑπερῆρτο· πλὴν τῆς ὀκτάδος ἐγγὺς θεολογεῖται. Ὠκεανὸς γὰρ αὐτοῖς αὕτη περιρρεῖται, καὶ Ὁρίζων ἀνυμνεῖται· Προμηθέα τε αὐτὴν καὶ Ὁμόνοιαν καὶ Περσείαν καὶ Ἅλιον ἱερολογοῦσιν, Ἀνεικίαν, Ὁμοίωσιν, Ἥφαιστον, Ἥραν, Διὸς ἀδελφὴν καὶ σύνευνον, Ἑκάεργον, Παιᾶνα, Νυσσηΐδα, Ἀγυιέα, Ἐνυάλιον, Ἀγελείαν, Τριτογένειαν, Ὁμόνοιαν, Πειθώ, Κουρητίδα τε καὶ Κόρην, Ὑπερίονα, καὶ Μουσῶν Τερψιχόρην.
Ἡ μέντοι δεκὰς αὕτη ἐστὶν αὐτοῖς τὸ Πᾶν, Θεὸς Ὑπέρθεος καὶ Θεὸς θεῶν, ὅτι δέκα χειρῶν καὶ δέκα ποδῶν δάκτυλοι, καὶ δέκα κατηγορίαι, καὶ τοῦ λόγου δέκα μέρη· ἵνα γὰρ ᾖ αὐτοῖς πάντα ἡ δεκάς, προστιθέασι τοῖς τοῦ λόγου μέρεσι προσηγορίαν καὶ παραπλήρωμα.
Τί δεῖ λέγειν ὡς ἐν αὐτῇ περιλαμβάνουσι τά τε στερεὰ καὶ τὰ ἐπίπεδα, ἄρτια, περισσά, ἀρτιοπέρισσα, τέλεια, πρῶτα καὶ ἀσύνθετα, ἰσότητα καὶ ἀνισότητα, τὰς δέκα σχέσεις, τὰ σφαιρικά, τὰ κυκλικά, γεννητικά, τελεστικά, ἐναρμόνια, τὰ τοιαῦτα, ἀλλ᾽ ὅπως αὐτοῖς Κόσμος ἡ δεκὰς καὶ Οὐρανός, Εἱμαρμένη, Αἰών, Κράτος, Πίστις, Ἀνάγκη, Ἄτλας, Ἀκάμας θεός, Φάνης, Ἥλιος, Οὐρανία, Μνήμη, Μνημοσύνη; Καὶ πάντα ἂν οἶμαι τὰ προειρημένα τῶν θεῶν αὐτῶν ὀνόματα τῇ δεκάδι ἀνήψαντο ἄν, εἰ μὴ προλαβόντες ἐκεῖνοι ταῦτα ἰδιοποιήσαντο καὶ συνεχῶς τὰ αὐτὰ κατὰ πάντων λέγειν οὗτοι ἀπώκνησαν, ἐπεὶ Ὑπέρθεός γε αὐτοῖς ἡ δεκάς, καὶ τὸ κράτος τῆς ἐν ἀριθμοῖς ἔχουσα θεότητος. Διὰ τοῦτο Νικομάχῳ καὶ πολύστιχος ὁ περὶ αὐτὴν πόνος.
Εἰ γὰρ καὶ πολλῷ μακροστιχώτερος ὅ τε τῆς μονάδος καὶ ἑβδομάδος, ἀλλ᾽ ὁ μὲν τῆς μονάδος, ὅτι καὶ περὶ τῶν ἑξῆς ἀριθμῶν οὐκ ὀλίγα διεξέρχεται καὶ προοιμίοις πλατύνεται. Πλὴν ἐν ἀμφοῖν πολλὰ καὶ περὶ τῆς δεκάδος ἐμφιλοχωρεῖ, ὥσπερ καὶ ἐν τῷ περὶ τῆς πεντάδος λόγῳ μικροῦ πρὸς τὸν τῆς ἑβδομάδος παρισουμένῳ κατὰ τὸ μῆκος.
Ἀλλὰ γὰρ αὕτη σοι, ὦ φίλτατε ἀδελφῶν, καὶ τῶν Νικομάχου ἀριθμῶν ὡς ἐν κεφαλαίῳ ἡ πολυθρύλητος καὶ δυσεύρετος θεολογία, οὐ (μὰ τὴν ὑμῶν ἀγχίνοιαν καὶ φιλοπονίαν) διὰ τὸ ἐν αὐτῇ δυσέμβατόν τε καὶ δυσκατάληπτον μικροῦ τῶν ἀνθρώπων ἀνακεχωρηκυῖα, ἐπεὶ νῦν τά τε γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ τἄλλα τῶν μαθημάτων, ὡς καὶ σὺ συνεπίστασαι, πολλοὶ τῶν ἡμᾶς ἐγνωκότων οὐκ ἔλαττον, οἶμαι, τοῦ παιδὸς Ἑρμείου (οἶδας πάντως τὴν περὶ ταῦτα δεξιότητα τοῦ Ἀμμωνίου) διακριβοῦσι, καὶ οὐδὲν αὐτοὺς λάθοι ἂν τῶν θεωρημάτων, ἃ συνεπεισκυκλεῖ Νικόμαχος τῷ περὶ ἀριθμῶν πόνῳ.
Ἀλλὰ πόθεν; ἐσπάνισεν ὁ χρόνος, οἶμαι, καὶ τὸ μὴ φείδεσθαι τῶν χρησίμων ἐκ τοῦ ῥᾷστα τὰ ἄχρηστα φθείρειν ἔθος ἔλαβε μέγα καὶ ἄμαχον κράτος, καὶ ἐκέρδανεν ἂν καὶ ἡ Νικομάχου σπουδὴ τὸ μετὰ πολλῶν χρησίμων μικροῦ νομίζεσθαι διεφθάρθαι. Ἀλλ᾽ ἔστι καὶ πράττεται, οὐκ ὀλίγην δόξαν, ὡς ὁρᾷς καὶ, οἶδα, ὄψει σαφέστερον, ἀποκειραμένη.
Ἀνεγνώσθη 〈Ἀλεξάνδρου〉 θαυμασίων συναγωγή. Λέγει μὲν ἐν τῷ βιβλίῳ πολλὰ τερατώδη καὶ ἄπιστα, πλὴν ἄλλους τῶν οὐκ ἀφανῶν εἰσάγει ταῦτα προϊστορήσαντας. Λέγει δὲ περί τε ζῴων καὶ φυτῶν καὶ χωρῶν τινῶν καὶ ποταμῶν καὶ κρηνῶν καὶ βοτανῶν καὶ τῶν τοιούτων. Σαφὴς δὲ τὴν φράσιν καὶ κεφαλαιώδης ἐστί, καὶ οὐδὲ τοῦ ἡδέος ἀπεστερημένος.
Ἐν ταὐτῷ δὲ καὶ 〈Πρωταγόρου〉 γεωμετρίας τῆς οἰκουμένης ἐπιγραφὴν ἔχον, λόγοι ϛʹ, ὧν τὰ μὲν εʹ, εἰ καὶ μὴ σπουδαίως καὶ ὡς οἱ ὕστερον ἀκριβῶς, ἀλλ᾽ οὖν τὴν τῆς Ἀσίας καὶ Λιβύης, ἀλλὰ καὶ Εὐρώπης περιήγησιν ποιεῖται. Τὸ δὲ ἕκτον σύστοιχόν πώς ἐστι τῇ Ἀλεξάνδρου συναγωγῇ· τῶν γὰρ κατὰ τὴν οἰκουμένην παραδοξολογουμένων ἀναγράφει τὴν ἱστορίαν, ὧν τὰ μὲν εἰς ἀρχαιοτέρους ἀναφέρει, πολλὰ δὲ καὶ εἰς αὐτοψίαν ἕλκει, οὐκ ἔλαττον τῶν ἄλλων προβαλλόμενα τὸ παράδοξον.
Σαφὴς δὲ καὶ οὗτος καὶ κεφαλαιώδης κατὰ τὸ ἕκτον τὴν φράσιν μάλιστα. Ἀνεγνώσθη 〈Σωτίωνος〉 τῶν σποράδην περὶ ποταμῶν καὶ κρηνῶν καὶ λιμνῶν παραδοξολογουμένων. Σύστοιχον καὶ τοῦτο τὸ βιβλιδάριον τῷ ἕκτῳ τε τῶν Πρωταγόρου καὶ τῇ Ἀλεξάνδρου συναγωγῇ, πλὴν ὅτι ἐνταῦθα τὰ περὶ κρηνῶν μόνον καὶ λιμνῶν παραδοξολογούμενα ἱστορεῖται, ἐν ἐκείνοις δὲ καὶ πλειόνων ἄλλων. Ἡ δὲ φράσις παραπλήσιος ἐκείνοις.
Ἐν ταὐτῷ δὲ συνανέγνων καὶ 〈Νικολάου〉 λόγον Ἡρώδῃ τῷ Ἰουδαίων βασιλεῖ προσπεφωνημένον, ἐν ᾧ παραδόξων ἐθῶν ἐστι συναγωγή. Συμβαίνει μὲν εἰς ταὐτὸν ἐνίοις τῶν ὑπ᾽ Ἀλεξάνδρου παραδόξων συνειλεγμένων, καὶ περὶ ὧν δὲ Κόνων συνέταξεν, οὐκ ὀλίγα προσέγραψε· πλὴν ἔν τισι παραλλάσσει ταῖς ἱστορίαις, ἑτεροτρόπως αὐτὰ διεξιών. Τὴν δὲ φράσιν ἐστὶ μὲν καὶ αὐτὸς κεφαλαιώδης, οὐ μὴν οὐδὲ τοῦ σαφοῦς ἀνακεχωρηκώς, μετέχων δέ πως καὶ τῶν προειρημένων μᾶλλον συστροφῆς τινος καὶ δεινότητος.
Λέγει δ᾽ ἔνια μὲν πολλοῖς, εἰ καὶ ξενίζοντα εἴη, ὅμως ὁμολογούμενα, τινὰ δ᾽ ἀγνοούμενα μέν, οὐ μὴν ἐκ τοῦ ἐμφανοῦς πρὸς μάχην τῷ πιθανῷ καθιστάμενα· ἔθη γὰρ ἐθνῶν ἰδιότροπα τὰ πολλὰ περιαγγέλλει· εὑρεῖν δ᾽ ἔστιν ἐν αὐτοῖς καὶ τὸ ἀπίθανον προϊσχόμενα. Ὁ ἐκ Δαμασκοῦ δ᾽ ἐστὶν οὗτος, οἶμαι, Νικόλαος, ὁ ἐπὶ τῶν Αὐγούστου χρόνων ἀκμάσας καὶ φίλος αὐτῷ χρηματίσας· ἐξ οὗ καὶ πλακούντων τι εἶδος, ἃ διέπεμπε Καίσαρι, εἰς τιμὴν τοῦ δεξιουμένου νικολάους ὁ Καῖσαρ ἐκάλεσεν. Οὗτος καὶ Ἀσσυριακὴν ἱστορίαν ἐν πολυστίχῳ βιβλίῳ, ὅσα παλαιὰν μνήμην ἀναγνωσμάτων ἔχομεν καταλέλοιπεν.
Ἐν ταὐτῷ δὲ τεύχει συνανεγνώσθη ἐν λόγοις δʹ 〈Ἀκεστορίδου〉 τῶν κατὰ πόλιν μυθικῶν. Ἔοικε μὲν οὖν οὗτος ὁ ἀνὴρ οὐκ ὀλίγων εὐστοχώτερον τῇ ἐπιγραφῇ κεχρῆσθαι· ἃ γὰρ ἕτεροι ἢ οἵ γε μετριώτεροι μηδὲν ἐπισημηνάμενοι, ἢ ἔνιοι καὶ ὡς ἀληθῆ σπουδαιολογήσαντες ἀνεγράψαντο, ταῦθ᾽ οὗτος σὺν τῷ φιλαλήθει μύθους καλέσας, τὴν περὶ αὐτῶν ἱστορίαν ἢ μυθολογίαν, ὡς καὶ αὐτὸς χαίρει λέγων, συνετάξατο.
Πολλὰ μὲν οὖν ἔστιν ἐν τούτοις εὑρεῖν, ἅ τε συνείλεκται Κόνωνι καὶ Ἀπολλόδωρος ἐν τῇ αὑτοῦ εἶπε Βιβλιοθήκῃ καὶ Ἀλέξανδρος ἤθροισε καὶ Νικόλαος προσεφώνησε καὶ Πρωταγόρας προδιέλαβεν. Ἔστι δ᾽ Ἀκεστορίδῃ τούτῳ καὶ πολλὰ μὲν τῶν ἐκείνοις ἀφειμένων ἀναγεγραμμένα, πλὴν καὶ ἐν πολλοῖς, περὶ ὧν οὗτός τε κἀκεῖνοι διεξέρχονται, ἀσύμβατόν ἐστιν αὐτῶν θεάσασθαι τὴν ἀφήγησιν.
Πολλὰ μὲν οὖν ὁ ἀνὴρ καὶ ἱστορίαις ἐπιδόξοις μαρτυρούμενα ἐν τοῖς αὑτοῦ λόγοις ἀναγράφει, ἔστι δ᾽ ἃ καὶ ταῖς ἐναργείαις τὸ πιστὸν ἐνδείκνυσθαι δεδυνημένα. Καὶ ἔοικε μᾶλλον τὸ μυθικὸν οὐκ ἐπὶ διαβολῇ τῶν συντεταγμένων αὐτῷ ἐπειρῆσθαι ἀλλὰ τὸ χαρίεν καὶ ψυχαγωγὸν αὐτῶν ἐνδεικνυμένῳ, πλὴν ἀλλ᾽ ἔμοιγε κριτῇ εὐγνώμονος ἂν ἀπενέγκοι δόξαν, ὅτι πολλὰ ψευδῆ τοῖς γεγενημένοις συναναγράφειν μέλλων ἀμφιβόλῳ ῥήματι τῆς ἐπιγραφῆς ἀφοσιοῦται τὴν μέμψιν. Παραπλήσιος δὲ τὴν φράσιν καὶ οὗτος.
Ἀνεγνώσθη 〈Πτολεμαίου τοῦ Ἡφαιστίωνος〉 περὶ τῆς εἰς πολυμαθίαν καινῆς ἱστορίας λόγοι ϛʹ. Χρήσιμον ὡς ἀληθῶς τὸ βιβλίον τοῖς περὶ τὴν ἱστορικὴν πολυμαθίαν πονεῖν ὡρμημένοις· ἔχει γὰρ δοῦναι συνειλεγμένα βραχεῖ χρόνῳ εἰδέναι, ἃ σποράδην τις τῶν βιβλίων ἀναλέγειν πόνον δεδεγμένος μακρὸν κατατρίψει βίον. Ἔχει δὲ πολλὰ καὶ τερατώδη καὶ κακόπλαστα, καὶ τὸ ἀλογώτερον, ὅτι καὶ ἐνίων μυθαρίων αἰτίας, δι᾽ ἃς ὑπέστησαν, ἀποδιδόναι πειρᾶται.
Ὁ μέντοι τούτων συναγωγεὺς ὑπόκενός τέ ἐστι καὶ πρὸς ἀλαζονείαν ἐπτοημένος, καὶ οὐδ᾽ ἀστεῖος τὴν λέξιν. Προσφωνεῖ δὲ τὸ σύνταγμα Τερτύλλᾳ τινί, ἣν καὶ δέσποιναν ἀνυμνεῖ καὶ τὸ φιλολόγον αὐτῇ καὶ πολυμαθὲς ἐπιφημίζει. Διαβάλλει δ᾽ ἐνίους καὶ τῶν πρὸ αὐτοῦ οὐχ ὑγιῶς ἐπιβαλόντας τῇ ὑποθέσει. Τά γε μὴν πλεῖστα τῶν ἱστορουμένων ὑπ᾽ αὐτοῦ, καὶ ὅσα τοῦ ἀπιθάνου καὶ ἀπίστου καθαρεύει, παρηλλαγμένην ὅμως καὶ οὐκ ἄχαρι εἰδέναι τὴν μάθησιν ἐμπαρέχει.
Περιέχει μὲν οὖν τὸ αʹ βιβλίον περὶ Σοφοκλέους τῆς τελευτῆς, καὶ πρὸ αὐτοῦ περὶ τῆς Πρωτεσιλάου, εἶτα καὶ περὶ τῆς Ἡρακλέους, ὡς πυρὶ αὑτὸν ἀνεῖλε μὴ δυνηθεὶς τὸ οἰκεῖον ἐντεῖναι τόξον πεντηκοντούτης γενόμενος, περί τε τῆς Κροίσου ἐν τῇ πυρᾷ σωτηρίας, περί τε τῆς Ἀχιλλέως τελευτῆς, καὶ περὶ Λαΐδος τῆς ἑταίρας, ὡς τελευτήσοι ὀστοῦν ἐλαίας καταπιοῦσα.
Τούτων ἕκαστον διεξιὼν ἀποφαίνεται τοὺς πρὸ αὐτοῦ ἐσφαλμένως τὰ περὶ τούτων ὑπολαβεῖν τε καὶ ἀναγράψαι. Ἐφεξῆς δὲ περὶ Ἀλεξάνδρου τοῦ βασιλέως φησὶν ὡς ἐν Ἐφέσῳ θεασάμενος Παλαμήδην δολοφονούμενον ἐν πίνακι ἐθορυβήθη, διότι ἐῴκει τῷ δολοφονουμένῳ Ἀριστόνεικος ὁ σφαιριστὴς Ἀλεξάνδρου· τοιοῦτος γὰρ ἦν Ἀλέξανδρος τὸ ἦθος, ἐπιεικὴς καὶ φιλέταιρος.
Εἶτα ὅτι τὸ παρ᾽ Εὐφορίωνι ἐν Ὑακίνθῳ ἀπορούμενον «Κωκυτὸς μοῦνος ἀφ᾽ ἕλκεα νίψεν Ἄδωνιν» τοιοῦτόν ἐστι· Κωκυτὸς ὄνομα, Χείρωνος ἐπὶ τῇ ἰατρικῇ μαθητής, ἐθεράπευσε τὸν Ἄδωνιν ὑπὸ τοῦ συὸς τρωθέντα. Λέγει δ᾽ ὅτι ὁ παρ᾽ Ἡροδότῳ ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν ὑπὸ Ἀδράστου τοῦ Γορδίου ἀνῃρημένος Ἀγάθων ἐκαλεῖτο, καὶ ἀναιρεθῆναι αὐτὸν περὶ ὄρτυγος φιλονεικοῦντα. Καὶ ὡς Κάδμος καὶ Ἁρμονία εἰς λέοντας μετεμορφώθησαν, καὶ ὡς Τειρεσίας ἑπτάκις μετεμορφώθη, διὰ τί τε ὑπὸ Κρητῶν οὗτος Φόρβαντος κόρη ἐκαλεῖτο. Ὅτι Ἐρύμανθος ὁ παῖς Ἀπόλλωνος ἐτυφλώθη διότι ἴδοι λουμένην Ἀφροδίτην ἀπὸ τῆς Ἀδώνιδος μίξεως, καὶ Ἀπόλλων μηνίσας ἑαυτὸν εἰς σύαγρον μετεμόρφωσε καὶ τοῖς ὀδοῦσι πλήξας ἀνεῖλε τὸν Ἄδωνιν.
Διὰ τί ὁ ποιητὴς πελειάδας ἐποίησε τῆς τροφῆς τῶν θεῶν διακόνους, καὶ τίνα Ἀλέξανδρος ὁ βασιλεὺς καὶ Ἀριστοτέλης εἰς τοῦτο εἶπον, καὶ περὶ Ὁμήρου καὶ πελειάδων. Ὅτι Ἐπίχαρμος ὁ ποιητὴς ἀπ᾽ Ἀχιλλέως τοῦ Πηλέως εἷλκε τὸ γένος. Ὅτι Πάτροκλον ἐξόχως Ὅμηρος ἱππέα καλεῖ ὡς παρὰ Ποσειδῶνος ἐραστοῦ γεγονότος μαθόντα τὴν ἡνιοχικήν.
Ὅτι Ὀδυσσεύς, διότι ὦτα μεγάλα εἶχεν, Οὖτις πρότερον ἐκαλεῖτο· ὑετοῦ δέ φησι γενομένου μὴ ἀντισχοῦσαν τὴν μητέρα ἔγκυον οὖσαν κατὰ τὴν ὁδὸν τεκεῖν, καὶ τὸν Ὀδυσσέα διὰ τοῦτο οὕτως ὀνομασθῆναι. Ὅτι Περίτανός τις ὄνομα Ἀρκὰς Ἑλένην συνοῦσαν Ἀλεξάνδρῳ ἐν Ἀρκαδίᾳ ἐμοίχευσεν, Ἀλέξανδρος δ᾽ αὐτὸν ποινὴν τῆς μοιχείας εἰσπραττόμενος ἐξευνούχισε, καὶ ἐξ ἐκείνου Ἀρκάδες τοὺς εὐνούχους περιτάνους λέγουσιν.
Ὡς Ἀχιλλέα μὲν Ἀριστόνικος ὁ Ταραντῖνος διατρίβοντα ἐν ταῖς παρθένοις παρὰ Λυκομήδει Κερκυσέραν καλεῖσθαί φησιν, ἐκαλεῖτο δὲ καὶ Ἰσσὰν καὶ Πυρρὰν καὶ Ἄσπετος καὶ Προμηθεύς. Ὅτι Βοτρύας ὁ Μύνδιος τοὺς Νιόβης παῖδας πάντας ὑπὸ Ἀπόλλωνός φησιν ἀνῃρῆσθαι. Ὅτι Ὀδυσσεῖ ἕπεσθαι δίδωσιν ὁ πατὴρ μνήμονα Μυΐσκον τοὔνομα Κεφαλλῆνα. Εἵπετο καὶ Ἀχιλλεῖ μνήμων τοὔνομα Νοήμων, γένει Καρχηδόνιος, καὶ Πατρόκλῳ Εὔδωρος. Ἀντίπατρος δέ φησιν ὁ Ἀκάνθιος Δάρητα, πρὸ Ὁμήρου γράψαντα τὴν Ἰλιάδα, μνήμονα γενέσθαι Ἕκτορος ὑπὲρ τοῦ μὴ ἀνελεῖν ἑταῖρον Ἀχιλλέως. Καὶ Πρωτεσιλάου δέ φησι Δάρδανον γενέσθαι γένος Θεσσαλόν· καὶ Ἀντιλόχῳ δὲ Χάλκωνα ὑπασπιστὴν καὶ μνήμονα ὑπὸ Νέστορος συνεζεῦχθαι τοῦ πατρός.
Ταῦτα μὲν ἐν τῇ αʹ βίβλῳ τὰ κεφάλαια. Ἡ δὲ βʹ περὶ Ἡρακλέους, ὡς μετὰ τὴν μανίαν ἐλλεβόρῳ καθαρθείη ὑπὸ Ἀντικυρέως τοῦ καὶ τὸ φάρμακον εὑρόντος τὸ ἐν Ἀντικύρᾳ τῆς Φωκίδος πλεονάζον, κἂν ἄλλοι ἄλλως αὐτόν φασι καθαρθῆναι. Ὅτι Νέστορά φησιν ἐρώμενον Ἡρακλέους γενέσθαι. Ὅτι οὐ Φιλοκτήτης, φησὶν, ἀλλὰ Μόρσιμος ὁ Τραχίνιος ὑφῆψεν Ἡρακλεῖ τὴν πυράν. Ὅτι Ἡρακλῆς ἀποβρωθέντος αὐτοῦ τῶν δακτύλων ἑνὸς ὑπὸ τοῦ Νεμαίου λέοντος ἐννεαδάκτυλος γέγονε, καὶ ἔστι τάφος τοῦ ἐκκεκομμένου δακτύλου· οἱ δὲ κέντρῳ τρυγόνος ἀποβαλεῖν τὸν δάκτυλον ἔφασαν, λέοντα δ᾽ ἔστιν ἰδεῖν τῷ τοῦ δακτύλου τάφῳ ἐφεστῶτα λίθινον ἐν Λακεδαίμονι, σύμβολον τῆς τοῦ ἥρωος ἀλκῆς. Ἐξ ἐκείνου δὲ καὶ τοῖς ἄλλων τάφοις λιθίνους ἐφιστῶσι λέοντας. Ἄλλοι δ᾽ ἄλλως περὶ τῆς τοῦ λέοντος ἀναστηλώσεώς φασιν. Ὡς ἐκ τῆς Ἡρακλέους πυρᾶς ἀκρίδες πλῆθος ἀνήφθησαν καὶ λοιμοῦ δίκην τὴν χώραν ἐσίνοντο, καὶ ὡς ἀνῃρέθησαν.
Ὡς Ἀφροδίτη διὰ Ἄδωνιν τὸν αὐτῆς τε καὶ Ἡρακλέους ἐρώμενον Νέσσον τὸν Κένταυρον διδάξειε τὴν κατὰ Ἡρακλέους ἐνέδραν. Ὡς Νιρεὺς ὁ Συμαῖος Ἡρακλέους ἦν ἐρώμενος, καὶ συγκατειργάσατο τὸν ἑλικώνιον λέοντα.
Οἱ δὲ υἱὸν Ἡρακλέους τὸν Νιρέα φασί. Τίνες αἱ παρὰ τῷ ποιητῇ Χάριτες, αἷς παραβάλλει τὰς Εὐφόρβου κόμας; Ὅτι Νεῖλος ὁ Ἡρακλῆς ἀπὸ γενέσεώς φησιν ἐκαλεῖτο, ἐπεὶ δ᾽ Ἥραν ἔσωσεν ἐπερχόμενον αὐτῇ ἀνελὼν τὸν ἀνώνυμον καὶ πυρίπνοον γίγαντα, ἐκεῖθεν διὰ τὸ ἀπαλαλκεῖν τῆς Ἥρας τὸν πόλεμον μετέβαλε τὴν κλῆσιν.
Ὅτι Ἄβδηρος ὁ Ἡρακλέους ἐρώμενος τὰ περὶ τῆς πυρᾶς αὐτοῦ Θησεῖ ἀναγγείλας ὑπ᾽ αὐτοῦ ἀναιρεῖται. Ὅτι τὴν μέσην κεφαλὴν τῆς ὕδρας Ἀριστόνικός φησιν ὁ Ταραντῖνος χρυσῆν εἶναι. Ὅτι Ἀλέξανδρος ὁ Μύνδιός φησι δράκοντα γηγενῆ συμμαχῆσαι Ἡρακλεῖ πρὸς τὸν Νεμεαῖον λέοντα, ὃν καὶ ἀνατραφῆναι ὑπὸ Ἡρακλέους καὶ συνακολουθήσαντα αὐτῷ εἰς Θήβας ἐν αὐλίδι μεῖναι· καὶ τοῦτον εἶναι τὸν τοὺς νεοσσοὺς καταφαγόντα τῆς στρουθοῦ καὶ ἀπολιθωθέντα.
Ὡς τὴν Ἀργὼ ἐν Ὄσσῃ τῆς Θεσσαλίας Ἡρακλῆς μὲν κατασκευάζει, ὄνομα δ᾽ αὐτῇ τίθησιν ἀπὸ Ἄργου τοῦ Ἰάσονος, ὃς ἦν ἐρώμενος αὐτῷ, δι᾽ ὃν καὶ Ἰάσονι τὸν ἐπὶ Σκυθίας συνήρατο πλοῦν. Ὡς Ἥρα συμμαχοῦσα τῷ Γηρυόνῃ τιτρώσκεται ὑφ᾽ Ἡρακλέους κατὰ τὸν δεξιὸν μαζόν, καὶ ὅσα ἐξ ἐκείνου τελεῖται. Ὡς Κόρυθος, Ἴβηρ τὸ γένος ὢν καὶ Ἡρακλέους ἐρώμενος, πρῶτος κόρυθα κατεσκεύασεν, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν λαβεῖν φησι τὸ ὅπλον.
Ὡς ὁ ἐν Κρήτῃ τάφος λεγόμενος τοῦ Διὸς Ὀλύμπου τοῦ Κρητός ἐστιν ὅσπερ τοῦ Κρόνου λαβὼν τὸν Δία ἔτρεφέ τε καὶ ἐπαίδευε τὰ θεῖα, ἀλλὰ γὰρ βάλλει, φησίν, ὁ Ζεὺς τὸν τροφέα καὶ διδάσκαλον κεραυνῷ, ὅτι δὴ τοὺς Γίγαντας αὐτοῦ τῇ βασιλείᾳ ἐπιθέσθαι ὑπετίθετο.
Ἀλλὰ βαλὼν καὶ νεκρὸν ἔχων μετεμελεῖτο. Μὴ ἔχων δ᾽ ἄλλως τὸ πάθος ἐκκλῖναι, δίδωσι τὸ ἴδιον ὄνομα τῷ τάφῳ τοῦ ἀνῃρημένου. Τίνος ἐστὶ τὸ ὑπ᾽ Ἀλεξάνδρου τοῦ Φιλίππου εἰρημένον «Πρωτέα, τῇ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα» καὶ πολλὰ περὶ Πρωτέου· ποίαν ᾠδὴν εἶχεν ἐν συνηθείᾳ Ἀλέξανδρος καὶ τίνος ἦν ποίημα, εἰς τίνα ἔγραψεν ἐπικήδειον ὁ αὐτὸς Ἀλέξανδρος ὁ Φιλίππου. Ταῦτα καὶ τὰ τοῦ βʹ κεφάλαια βιβλίου.
Τὸ δὲ γʹ περὶ Ὕλλου τοῦ Ἡρακλέους υἱοῦ, ὡς κέρας εἶχε περὶ τὸ ἀριστερὸν μέρος τῆς κεφαλῆς ἐκπεφυκὸς μικρόν, καὶ τοῦτο λάβοι ὁ Σικυώνιος Ἐπωπεὺς ἐκ μονομαχίας ἀνελὼν αὐτόν, καὶ κομίσοι ἐν τῷ κέρατι τὸ Στυγὸς ὕδωρ, καὶ βασιλεύσοι τῆς χώρας. Ὅτι περὶ τοῦ ἐν Ἀρκαδίᾳ Στυγὸς ὕδατος οὕτω φασίν, ὡς Δημήτηρ πενθοῦσα τὴν θυγατέρα, ἐπεὶ Ποσειδῶν αὐτὴν ἐν κατηφείᾳ οὖσαν ἐπείρα, εἰς ἵππον ἑαυτὴν μετεμόρφωσε χαλεπήνασα, ἐλθοῦσα δ᾽ ἐπὶ τὴν πηγὴν καὶ θεασαμένη τὴν μορφὴν ἐστύγησέ τε καὶ τὸ ὕδωρ μέλαν ἐποίησε.
Περὶ Ἑκάλης καὶ πόσαις γέγονεν ἐπώνυμον τοὔνομα. Ὅτι Ἀλεξάνδρου πατὴρ οὐχ ὁ Φίλιππος γένοιτο ἀλλά τις τοὔνομα Δράκων, γένος Ἀρκάς, ἐξ οὗ καὶ τὸν περὶ τοῦ δράκοντος μῦθον ῥυῆναι. Περὶ τοῦ Πτολεμαίου κυνός, καὶ ὡς συνεμάχει τῷ δεσπότῃ, καὶ ὡς μετὰ τελευτὴν ἀνασχισθεὶς τὴν καρδίαν εὑρέθη ἔχων τετριχωμένην· ἦν δὲ γένος Μολοττός, ὄνομα Βριάρεως.
Περὶ Πουλυδάμαντος· τί ἐστι τὸ παρὰ τῷ ποιητῇ «ὡς δ᾽ ὅτε Πανδαρέη κούρη Χλωρηῒς ἀηδών» καὶ ἑξῆς. Περὶ τοῦ Παλλαδίου, ὅτι δύο κλέψειαν Διομήδης καὶ Ὀδυσσεύς. Περὶ τοῦ καλάμου τοῦ εἰπόντος ὅτι Μίδας ὄνου ἔχει ὦτα. Περὶ τῶν παρὰ Στησιχόρῳ ζητουμένων Ἀκεσταλίων ὀρνίθων. Περὶ τῆς παρὰ τὸν Ὠκεανὸν Γιγωνίας πέτρας, καὶ ὅτι μόνῳ ἀσφοδελῷ κινεῖται, πρὸς πᾶσαν βίαν ἀμετακίνητος οὖσα. Ὅτι Ῥόπαλος υἱὸς Ἡρακλέους ἦν, ὃς ἐν ἡμέρᾳ μιᾷ καὶ ὡς ἥρωϊ τῷ πατρὶ ἐνήγισε καὶ ὡς θεῷ θύσειεν. Ὅτι Ἀμφιάραος ἐκλήθη, ἐπεὶ ἄμφω οἱ τῆς μητρὸς γονεῖς ἠράσαντο αὐτὴν ἄνευ τεκεῖν μόγου.
Τίνος ἐστὶν ὁ ὕμνος ὁ ᾀδόμενος ἐν Θηβαίοις εἰς Ἡρακλέα, ἐν ᾧ λέγει Διὸς καὶ Ἥρας υἱός; Ἔνθα περὶ τῶν κατὰ πόλεις τοὺς ὕμνους ποιησάντων, καὶ ὡς Φιλοστέφανος ὁ Μαντινεὺς ὁ ποιητὴς ἐκ γενετῆς ἱματίῳ οὐκ ἐχρήσατο, καὶ ὡς Μάτρις ὁ Θηβαῖος ὑμνογράφος, μυρσίνας παρ᾽ ὅλον τὸν βίον ἐσιτεῖτο. Καὶ ὡς Εὐπόμπου τοῦ Σαμίου, ὃς δράκοντα θηρίον τέρας ἔτρεφεν ἄπιστον καὶ εἰπεῖν καὶ ἀκοῦσαι, τούτου τοῦ Εὐπόμπου παῖδα Δράκοντα τοὔνομα ὀξυωπέστατον γενέσθαι φασίν, ὡς διὰ σταδίων κʹ θεωρεῖν ῥᾳδίως· ὃν καὶ Ξέρξῃ ἐπὶ χιλίοις συγγενόμενον ταλάντοις καὶ συγκαθεζόμενον ὑπὸ τῇ χρυσῇ πλατάνῳ διηγεῖσθαι βλέποντα τὴν Ἑλλήνων καὶ βαρβάρων ναυμαχίαν καὶ τὴν Ἀρτεμισίας ἀνδρείαν. Καὶ ὡς Πλησίρροος ὁ Θεσσαλὸς ὁ ὑμνογράφος, ἐρώμενος γεγονὼς Ἡροδότου καὶ κληρονόμος τῶν αὐτοῦ, οὗτος ποιήσειε τὸ προοίμιον τῆς πρώτης ἱστορίας Ἡροδότου Ἁλικαρνασσέως· τὴν γὰρ κατὰ φύσιν εἶναι τῶν Ἡροδότου ἱστοριῶν ἀρχήν· «Περσέων οἱ λόγιοι Φοίνικας αἰτίους γενέσθαι φασὶ τῆς διαφορῆς». Καὶ ὡς Κυρηναῖος ὁ Πολύζηλος οὐδέποτε γελάσειεν· ἐξ οὗ καὶ τὸ ἐπώνυμον αὐτῷ ὁ ἀγέλαστος.
Καὶ ὡς ἐπὶ θεοσεβείᾳ πάντων διενεγκεῖν οἱ μὲν Ἀντίγονον τὸν Ἐφέσιον, οἱ δὲ Λυκίαν τὸν Ἑρμιονέα, οὗ καὶ Θεόφραστος ἐν ἐπιστολαῖς μνημονεύει, καὶ ὡς Ἀχιλλέως καὶ Δηϊδαμίας δύο ἐγενέσθην παῖδες, Νεοπτόλεμος καὶ Ὄνειρος· καὶ ἀναιρεῖται κατ᾽ ἄγνοιαν ὑπὸ Ὀρέστου ἐν Φωκίδι ὁ Ὄνειρος περὶ σκηνοπηγίας αὐτῷ μαχεσάμενος.
Εἶτα διαλαμβάνει περὶ συνεμπτώσεως ἱστορικῆς, ὡς Ἀμύκου τῷ τάφῳ ῥοδοδάφνη ἔφυ, καὶ οἱ φαγόντες αὐτῆς ἐπεθύμουν πυκτικήν, καὶ ὡς Ἀντόδωρος φαγὼν αὐτῆς δεκατρεῖς στεφάνους ἀνείλετο, πλὴν ὑπὸ Διοσκόρου τοῦ Θηραίου ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἀγωνίᾳ ἡττήθη, ὥσπερ καὶ αὐτὸς ὁ Ἄμυκος λέγεται ὑφ᾽ ἑνὸς τῶν Διοσκούρων καταπαλαισθῆναι. Καὶ τὸν Κροῖσόν φασι γεννηθῆναι ἐν ἑορτῇ Ἀφροδίτης, καθ᾽ ἣν Λυδοὶ τὸν ἅπαντα πλοῦτον περιτιθέντες αὐτῇ πομπεύουσι.
Καὶ ταῦρον θύοντι τῷ πατρὶ ἀπήγγελται τεχθῆναι Θεμιστοκλῆς, καὶ ταύρου πιὼν αἷμα ἀπεβίω. Ὡς ὁ Ὑστάπου Δαρεῖος ἐκτεθεὶς ὑπὸ τῆς μητρὸς ἵππου θηλαῖς ἀνετράφη ὑπὸ Σπαργαπίσῃ τῷ ἱπποφορβῷ, καὶ ἵππου χρεμετισμῷ βασιλεύει. Καὶ ὡς Ἰβύκου τοῦ μελοποιοῦ θεράπων τοὔνομα Ἡρακλῆς, ζῶν ἐκαύθη, συναράμενος τοῖς λῃσταῖς κατὰ τοῦ δεσπότου.
Ὡς Ὀρέστης κατὰ τὴν ἑορτὴν τεχθείη τῆς Δήμητρος τῆς καλουμένης Ἐριννύος. Ὡς Φίλιππος ἔτι παῖς ὢν τοὺς ἀφαλλομένους τῆς κινήσεως [ὡς] ἀστέρας ἐπειρᾶτο καθ᾽ ἑσπέραν τοξεύειν, καὶ Διόγνητον μὲν εἰπεῖν τὸν μάντιν ἐγκρατῆ πολλῶν τὸ παιδάριον ἔσεσθαι· Ἀστὴρ δ᾽ ἦν ὄνομα καὶ τῷ ἐκκόψαντι αὐτοῦ βέλει τὸν ὀφθαλμόν.
Ὡς Μαρσύας ὁ αὐλητής, ὃς ἐξεδάρη, ἐν ἑορτῇ Ἀπόλλωνος ἐτέχθη, ἐν ᾗ πάντων τῶν θυομένων ζῴων τὰ δέρματα αὐτῷ ἐκδερόμενα ἀνατίθεται. Περὶ Τιτυοῦ τοῦ ἐπιβουλεύσαντος Ἀλέξανδρον. Ὡς Κλαύδιον κύουσα ἡ μήτηρ βωλητῶν τοὺς μύκητας ἐπιθυμήσασα φάγοι, καὶ Κλαύδιος μύκητας πεφαρμακευμένους φαγὼν ἀποβιῴη.
Περὶ Κενταύρου τοῦ Λαμίου, ὡς μοιχεύων ληφθείς, οἱ μὲν ὑπὸ Πειρίθου τοῦ εὐνούχου, οἱ δ᾽ ὑπὸ Θησέως ἀναιρεθῆναι. Οὕτω πολλὰ ταῖς ἱστορίαις τῶν συνεμπτώσεων ἕπεται. Ἀλλὰ καὶ τὸ γʹ ἐν τούτοις βιβλίον. Τὸ δὲ δʹ διεξέρχεται ὡς Ἑλένη πρώτη ἐπενόησε τὸν διὰ δακτύλων κλῆρον, καὶ Ἀλεξάνδρῳ λαχοῦσα ἐνίκησε· καὶ ὡς Ἀφροδίτης εἴη θυγάτηρ. Καὶ ὡς Ἑλένης καὶ Ἀχιλλέως ἐν μακάρων νήσοις παῖς πτερωτὸς γεγόνοι, ὃν διὰ τὸ τῆς χώρας εὔφορον Εὐφορίωνα ὠνόμασαν· καὶ ὡς ἐρᾷ τούτου Ζεὺς, καὶ ἀποτυχὼν κεραυνοῖ ἐν Μήλῳ τῇ νήσῳ καταλαβὼν διωκόμενον, καὶ τὰς νύμφας, ὅτι θάψειαν αὐτόν, εἰς βατράχους μετέβαλε. Καὶ ὡς κυνηγοῦσαν Ἑλένην ἔνιοί φασιν ἐν τῷ Παρθενίῳ ὄρει ἁρπασθῆναι ὑπ᾽ Ἀλεξάνδρου, καὶ ἐκπλαγεῖσαν τὸ κάλλος ἀκολουθῆσαι ὡς θεῷ.
Περὶ τοῦ κεστοῦ ἱμάντος ὡς λάβοι μὲν αὐτὸν Ἥρα παρὰ Ἀφροδίτης, δοίη δ᾽ Ἑλένῃ, κλέψοι δ᾽ αὐτὸν ἡ Ἑλένης θεράπαινα Ἀστυάνασσα, ἀφέλοι δ᾽ αὐτὸν ἐξ αὐτῆς πάλιν Ἀφροδίτη. Τί ἐστι τὸ παρ᾽ Ὁμήρῳ περὶ τῆς Ἑλένης εἰρημένον· «Πάντων Ἀργείων φωνὴν ἴσκουσαν ἀλόχοισιν». Ὡς Ἡλίου θυγάτηρ καὶ Λήδας Ἑλένη, ἐκαλεῖτο δὲ Λεοντή. Καὶ ὡς κατ᾽ ὀργὴν Ἀφροδίτης τὴν πρὸς Μενέλαον τὴν ἁρπαγὴν λέγουσιν Ἑλένης γενέσθαι, ἐπεὶ ὑποσχόμενος Ἀφροδίτῃ ἑκατόμβην ὑπὲρ τοῦ γάμου οὐκ ἀπέδωκε.
Περὶ τῆς Ἑλενείου βοτάνης, ἣ ἐν Ῥόδῳ φύεται, ὅτι ἀπὸ τῆς Ἑλένης ἐπωνομάσθη (παρὰ γὰρ τὴν δρῦν ὤφθη φυεῖσα, ἀφ᾽ ἧς ἑαυτὴν ἀπῆγξεν Ἑλένη) καὶ ὡς οἱ φαγόντες αὐτῆς πάντως εἰς ἔριν καθίστανται. Ὡς Μενελάου ἠράσθη Ἑλένη καὶ οὕτως ἔγημεν αὐτήν. Ὡς ἔνιοι τὴν Ἑλένην φασὶ παραγενομένην εἰς Ταύρους τῆς Σκυθίας σὺν Μενελάῳ ἐπὶ τὴν Ὀρέστου ζήτησιν σφαγιασθῆναι ὑπὸ Ἰφιγενείας τῇ Ἀρτέμιδι σὺν Μενελάῳ· οἱ δέ φασιν ὡς Θέτις αὐτὴν ἀνέλοι ἐν τῷ ἀπόπλῳ τῶν Ἑλλήνων, ἀπεικασθεῖσα φώκῃ.
Φασὶ δ᾽ Ἠχὼ μὲν τὴν Ἑλένην τὸ κύριον κληθῆναι διὰ τὸ φωνόμιμον αὐτὴν γενέσθαι, Ἑλένην δὲ ἀπὸ τοῦ ἐν ἕλει ὑπὸ Λήδας τεχθῆναι. Ὅτι ὁ ἐν Λακεδαίμονι τόπος τὸ Σανδάλιον ἀπὸ τοῦ τῆς Ἑλένης σανδαλίου, ἐκπεσόντος αὐτῆς ἐν αὐτῷ διωκομένης ὑπ᾽ Ἀλεξάνδρου ἕλκει τὴν κλῆσιν. Ὡς γένοιτο παῖς θήλεια ἐξ Ἀλεξάνδρου Ἑλένῃ, διαφιλονεικησάντων δὲ περὶ τῆς κλήσεως (ὁ μὲν γὰρ Ἀλεξάνδραν, ἡ δ᾽ Ἑλένην ὀνομάζειν ἠξίου) νικᾷ Ἑλένη, ἀστραγάλοις λαβοῦσα τὸ κῦρος, καὶ ἡ παῖς τῇ μητρὶ ὁμώνυμος ἐγεγόνει. Ταύτην ἀναιρεθῆναί φασιν ὑπὸ Ἑκάβης ἐν τῇ Ἰλίου ἁλώσει.
Ὅτι ἀπὸ τῶν Ἰλιακῶν ὀνομασταὶ γεγόνασιν Ἑλέναι ἡ Αἰγίσθου καὶ Κλυταιμνήστρας θυγάτηρ, ἣν ἀνεῖλεν Ὀρέστης, καὶ ἡ διακονήσασα Ἀφροδίτῃ ἐν τῇ πρὸς Ἄδωνιν ὁμιλίᾳ, ἡ Ἐπιδαμνίου θυγάτηρ, ἣν Ἐπιδάμνιοι ἐν Ἀφροδίτης σχήματι τιμῶσι, χρήματα λιμώττουσιν ἐπιδοῦσαν, καὶ ἡ Φαιστύλου θυγάτηρ τοῦ ἀναθρεψαμένου Ῥῶμον καὶ Ῥωμύλον. Καὶ ἡ τρεῖς ἐρίφους ἐσθίουσα καθ᾽ ἡμέραν Ἑλένη ἐκαλεῖτο, καὶ ἡ Δικαιάρχου τοῦ Τελεσίνου ἀδελφή, καὶ ἕτεραι ὀκτωκαίδεκα, ὧν καὶ ἡ πρὸ Ὁμήρου Ἑλένη ἡ τὸν Ἰλιακὸν συγγραψαμένη πόλεμον, Μουσαίου τοῦ Ἀθηναίου θυγάτηρ γενομένη· παρ᾽ ἧς καὶ Ὅμηρον λέγεται λαβεῖν τὴν ὑπόθεσιν· ἣν καὶ κτήσασθαι τὸ δίγλωσσον ἀρνίον· καὶ ἡ Τιτύρου τοῦ Αἰτωλοῦ θυγάτηρ, ἥτις εἰς μονομαχίαν Ἀχιλλέα προκαλεσαμένη, ἐκεῖνον μὲν κατὰ τῆς κεφαλῆς ἐγγὺς θανάτου τραύματι ἔτρωσεν, αὐτὴ δ᾽ ὑπ᾽ αὐτοῦ ἀνῄρηται.
Καὶ ἡ ζωγράφος Ἑλένη τοῦ καταλόγου ἐστὶ τούτου, Τίμωνος τοῦ Αἰγυπτίου θυγάτηρ, ἥτις τὴν ἐν Ἰσσῷ μάχην, ἐν ἐκείνοις ἀκμάζουσα τοῖς χρόνοις, ἔγραψε· καὶ ἐν τῷ τῆς Εἰρήνης τεμένει ἐπὶ Οὐεσπασιανοῦ ἀνέκειτο ἡ γραφή. Ἀρχέλαος δὲ ὁ Κύπριος Στησιχόρου φησὶ τοῦ ποιητοῦ Ἑλένην Ἱμεραίαν ἐρωμένην γενέσθαι, Μικύθου θυγατέρα· ἀποστᾶσαν δὲ Στησιχόρου καὶ πρὸς Βούπαλον πορευθεῖσαν ἀμυνόμενον τῆς ὑπεροψίας τὸν ποιητὴν γράψαι ὡς Ἑλένη ἑκοῦσα ἀπῇρε· ψευδῆ δὲ τὸν περὶ τῆς πηρώσεως εἶναι λόγον.
Περὶ τοῦ παρ᾽ Ὁμήρῳ μώλυος τῆς βοτάνης, ἣν ἐκ τοῦ αἵματος τοῦ ἀναιρεθέντος ἐν τῇ Κίρκης νήσῳ Γίγαντος λέγουσι φῦναι, ἣ καὶ τὸ ἄνθος ἔχει λευκόν· ὅτι ὁ συμμαχῶν τῇ Κίρκῃ καὶ ἀνελὼν τὸν Γίγαντα ὁ Ἥλιος ἦν· μῶλος δ᾽ ἡ μάχη, ἐξ οὗ καὶ ἡ βοτάνη.
Ὡς Διόνυσος ἐρώμενος Χείρωνος, ἐξ οὗ καὶ μάθοι τούς τε κώμους καὶ τὰς βακχείας καὶ τὰς τελετάς. Περὶ τοῦ ἐν Ὀλυμπίᾳ Ταραξίππου καὶ τῶν Μυρτίλων πατρὸς καὶ παιδός. Ὅτι τὸν ὑπὸ Φημονόης χρησμὸν μόνον Νεοπτόλεμον τὸν Μακιώτην παρὰ Αἴθου τινὸς τῶν Δελφῶν ἀκοῦσαί φασι· περὶ τούτου δὲ τοῦ Αἴθου καὶ Ἡρόδοτός φησιν ἐν πρώτῃ ἱστοριῶν ὅτι «εἰδὼς αὐτοῦ τὸ ὄνομα οὐκ ἐπιμνησθήσομαι».
Περὶ τῆς παρ᾽ Ὁμήρῳ διωνυμίας παρὰ θεοῖς καὶ ἀνθρώποις, καὶ ὅτι Ξάνθος μόνος ποταμῶν Διὸς υἱός, καὶ περὶ ἄλλων διωνύμων. Καὶ ὡς ἐν Τυρρηνίᾳ φασὶν εἶναι Ἁλὸς πύργον καλούμενον, ὀνομασθῆναι δὲ ἀπὸ Ἁλὸς Τυρρηνῆς φαρμακίδος, ἣ Κίρκης θεράπαινα γενομένη διέδρα τῆς δεσποίνης.
Πρὸς ταύτην δέ φησι παραγενόμενον τὸν Ὀδυσσέα εἰς ἵππον μετέβαλε τοῖς φαρμάκοις καὶ ἔτρεφε παρ᾽ ἑαυτῇ ἕως γηράσας ἐτελεύτησεν. Ἐκ ταύτης τῆς ἱστορίας λύεται καὶ τὸ παρ᾽ Ὁμήρῳ ἀπορούμενον· «θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ». Ἐν τούτοις μὲν καὶ τὸ δʹ βιβλίον.
Ἡ δὲ εʹ βίβλος, ὡς μετὰ Ἀμύκου φασὶν Ἰάσων, ἀλλ᾽ οὐχὶ Πολυδεύκης ἐμαχέσατο. Καὶ ὁ χῶρος μαρτυρεῖ, Ἰησόνιος αἰχμὴ καλούμενος· καὶ πηγὴ ἀνατέλλει ἀγχοῦ Ἑλένη καλουμένη. Ἐκ τούτου λύεται καὶ τὸ Κριναγόρου ἐπίγραμμα. Ὅτι τὸ «Χαἱ Προκλέους ἵπποι χλωρὰν ψαλάκανθαν ἔδουσιν», ἀγνοηθὲν Καλλιμάχῳ Εὐβούλου ἐστὶ τοῦ κωμικοῦ εἰς Διονύσιον κωμῳδία· καὶ περὶ τῆς παρῳδήσεως τοῦ στίχου. Ἡ δὲ ψαλάκανθα βοτάνη ἐστὶν Αἰγυπτία, ἥτις ἵπποις περιαπτομένη νίκην παρέχει καὶ εὐδαιμονίαν. Φασὶ δὲ ὡς ἡ Ψαλάκανθα νύμφη ἐγένετο ἐν Ἰκαρίᾳ τῇ νήσῳ, ἥτις ἐρασθεῖσα Διονύσου συνέπραξεν αὐτῷ τὴν πρὸς Ἀριάδνην ὁμιλίαν, ἐφ᾽ ᾧ καὶ αὐτῇ συγγένοιτο· καὶ ὡς Διόνυσος μὲν οὐκ ἠβουλήθη· Ψαλάκανθα δ᾽ ἐπεβούλευσεν Ἀριάδνῃ, ὁ δ᾽ ὀργισθεὶς μετεμόρφωσεν αὐτὴν εἰς τὴν πόαν· μεταγνοὺς δὲ ἐπὶ τιμῇ τοῦ φυτοῦ τῷ Ἀριάδνης αὐτὸ περιέθηκε στεφάνῳ τῷ κατηστερισμένῳ ἐν οὐρανῷ. Τὴν δὲ πόαν οἱ μὲν ἀρτεμισίᾳ ἐοικέναι, οἱ δὲ μελιλώτῳ.
Ὡς Ἀθηνόδωρος ὁ Ἐρετριεὺς ἐν ὀγδόῳ ὑπομνημάτων φησὶ Θέτιν καὶ Μήδειαν ἐρίσαι περὶ κάλλους ἐν Θεσσαλίᾳ, καὶ κριτὴν γενέσθαι Ἰδομενέα, καὶ προσνεῖμαι Θέτιδι τὴν νίκην, Μήδειαν δ᾽ ὀργισθεῖσαν εἰπεῖν Κρῆτες ἀεὶ ψεῦσται, καὶ ἐπαράσασθαι αὐτῷ μηδέποτε ἀλήθειαν εἰπεῖν, ὥσπερ ἐπὶ τῆς κρίσεως ἐποίησε· καὶ ἐκ τούτου φησὶ τοὺς Κρῆτας ψεύστας νομισθῆναι. Παρατίθεται δὲ ἱστοροῦντα τοῦτο ὁ Ἀθηνόδωρος Ἀντίοχον ἐν δευτέρῳ τῶν κατὰ πόλιν μυθικῶν.
Ὅτι Ἶλός φησιν, ὁ Λαομέδοντος πατήρ, ἵππουριν εἶχε, καὶ τῶν Πριάμου παίδων Μελάνιππος καὶ Ἰδαῖος. Ὡς Ξάνθος καὶ Βαλίος, οἱ Ἀχιλλέως ἵπποι, πρότερον Γίγαντες ἦσαν καὶ μόνοι Γιγάντων συνεμάχησαν τοῖς θεοῖς κατὰ τῶν ἀδελφῶν.
Ὡς περὶ τὰς Θύλας τῆς Σικελίας ναυαγήσαντος Ὀδυσσέως, ἡ Ἀχιλλέως ἀσπὶς ἐξεβράσθη περὶ τὸ μνημεῖον τοῦ Αἴαντος, καὶ ἀνατεθεῖσα τῷ τάφῳ τῇ ἐπαύριον ἐκεραυνώθη. Ὡς ὁ Ἡρακλῆς οὐχὶ τὸ τοῦ Νεμεαίου λέοντος δέρας ἠμπέσχετο, ἀλλὰ Λέοντός τινος ἑνὸς τῶν Γιγάντων ἐπὶ μονομαχίας προκλήσει ὑφ᾽ Ἡρακλέους ἀνῃρημένου. Ὡς ἀδελφὸς ἦν ὁ δράκων ὁ τὰ χρυσᾶ μῆλα φυλάσσων τοῦ Νεμεαίου λέοντος.
Ὡς ὁ παρ᾽ Ὁμήρῳ Ἶρος Βοιωτὸς ἦν· ὡς ἡ Κανδαύλου γυνή, ἧς Ἡρόδοτος οὐ λέγει τοὔνομα, Νυσία ἐκαλεῖτο· ἣν καὶ δίκορον καὶ ὀξυωπεστάτην φασὶ γενέσθαι, τὸν δρακοντίτην κτησαμένην λίθον, διὸ καὶ αἰσθέσθαι τὸν Γύγην ἐξιόντα διὰ τῶν θυρῶν· ἄλλοι Τουδοῦν αὐτὴν καλεῖσθαι, οἱ δὲ Κλυτίαν, Ἄβας δὲ Ἀβρὼ ταύτην καλεῖσθαι· σιγῆσαι δὲ τοὔνομά φασι τῆς γυναικὸς τὸν Ἡρόδοτον, ἐπεὶ ὁ ἐρώμενος Ἡροδότου Πλησίρροος Νυσίας ὀνόματι ἐρασθείς, Ἁλικαρνασίας τὸ γένος, ἐπεὶ μὴ τύχοι τῆς ἑταίρας οὐκ ἀνεχομένης βρόχῳ ἑαυτὸν ἀνήρτησε· διὸ φυλάξασθαι ὡς ἀπεχθὲς εἰπεῖν τὸ τῆς Νυσίας ὄνομα Ἡρόδοτον.
Ὡς οἱ Κένταυροι φεύγοντες Ἡρακλέα διὰ Τυρσηνίας λιμῷ διεφθάρησαν, θελχθέντες ὑπὸ τῆς Σειρήνων ἡδυφωνίας. Ὡς Ἄβδηρος ὁ Ἡρακλέους ἐρώμενος ἀδελφὸς ἦν Πατρόκλου. Ὡς Ἐπιπόλη ἡ Καρυστία, ἡ Τραχίωνος θυγάτηρ, κρύπτουσα τὴν γυναικείαν φύσιν συνεστρατεύετο τοῖς Ἕλλησι, μηνυθεῖσα δὲ ὑπὸ Παλαμήδους, ὑπὸ τῶν Ἑλλήνων κατελεύσθη. Ὡς Ἀλεξάνδρου ἁρπάζοντος Ἑλένην Μενέλαος ἐν Γορτύνῃ τῆς Κρήτης ἑκατόμβην ἔθυε τῷ Διί. Ὡς Παλαμήδης ἀντ᾽ Ἀγαμέμνονος Ἑλλήνων βασιλεύοι· ἐν Αὐλίδι γὰρ παραγενόμενος Ἀγαμέμνων αἶγα ἀγρίαν ἱερὰν Ἀρτέμιδος κατατοξεύοι· ἀπλοίας δὲ γενομένης τοῖς Ἕλλησι χρᾷ Κάλχας λυθῆναι τὸ δεινὸν εἰ θύσειε τὴν θυγατέρα Ἰφιγένειαν Ἀγαμέμνων Ποσειδῶνι. Τοῦ δὲ μὴ ἀνασχομένου, ὀργισθέντες οἱ Ἕλληνες ἀφείλαντο αὐτοῦ τὸ κράτος, καὶ κατέστησαν βασιλέα Παλαμήδην.
Ὡς Φιλοκτήτης ὑπὸ ὄφεως πληγεὶς ἀνῃρέθη, καὶ Ἀλέξανδρος ὑπὸ Μενελάου δόρατι τὸν μηρὸν πληγεὶς πίπτει. Ὅτι τελευτήσαντος Δημητρίου τοῦ Σκηψίου τὸ βιβλίον Τέλλιδος πρὸς τῇ κεφαλῇ αὐτοῦ εὑρέθη· τὰς δὲ Κολυμβώσας Ἀλκμάνους πρὸς τῇ κεφαλῇ Τυρονίχου τοῦ Χαλκιδέως εὑρεθῆναί φασι, τοὺς δ᾽ Ὑβριστοδίκας Εὐπόλιδος πρὸς τῇ Ἐφιάλτου, τοὺς δὲ Εὐνίδας Κρατίνου πρὸς τῇ Ἀλεξάνδρου τοῦ βασιλέως Μακεδόνων, τὰ δ᾽ Ἔργα καὶ τὰς Ἡμέρας Ἡσιόδου πρὸς τῇ τοῦ Σελεύκου τοῦ Νικάτορος κεφαλῇ. Ὁ μέντοι νομοθέτης Ἀρκάδων Κερκίδας συνταφῆναι αὑτῷ τὸ αʹ καὶ βʹ τῆς Ἰλιάδος κελεύσειεν. Ὁ δὲ Πομπήϊος ὁ Μάγνος οὐδ᾽ εἰς πόλεμον προίοι, πρὶν ἂν τὸ λʹ τῆς Ἰλιάδος ἀναγνώσειε, ζηλωτὴς ὢν Ἀγαμέμνονος· ὁ δὲ Ῥωμαῖος Κικέρων Μήδειαν Εὐριπίδου ἀναγινώσκων ἐν φορείῳ φερόμενος, ἀποτμηθείη τὴν κεφαλήν.
Ὡς Διόγνητος ὁ Κρής, ὁ πύκτης, νικήσας οὐ λάβοι τὸν στέφανον ἀλλὰ καὶ ἐλαθείη ὑπὸ Ἠλείων, διότι ὁ νικηθεὶς καὶ ἀναιρεθεὶς ὑπ᾽ αὐτοῦ Ἡρακλῆς ἐκαλεῖτο ὁμωνυμῶν τῷ ἥρωϊ· τοῦτον τὸν Διόγνητον ὡς ἥρωα Κρῆτες τιμῶσιν. Ὅτι τὸ Ὁμηρικὸν τιτρώσκεσθαι μέλλοντος «Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο», τοῦτον τὸν στίχον παρῴδησεν ὁ Πύθιος Μενέδημε ἀντὶ τοῦ Μενέλαε. Προετάθη δὲ τὸ ζήτημα παρὰ δεῖπνον Αὐγούστου τοῦ βασιλέως, ποῖον στίχον Ὁμήρου παρῴδησεν ὁ χρησμός, καὶ τίς ἐστιν ὁ ἐν τῷ χρησμῷ ἱστορούμενος. Καὶ ὡς Μενέδημος Ἠλεῖος Βουνέα υἱὸς ὑπέδειξεν Ἡρακλεῖ περὶ τῆς καθάρσεως τοῦ Αὐγέου κόπρου, ὥστε ἀποστρέψαι τὸν ποταμόν· ὃν καὶ συμμαχῆσαι Ἡρακλεῖ ἐν τῷ πρὸς Αὐγέαν πολέμῳ φασίν, ἀναιρεθέντα δὲ ταφῆναι ἐν Λεπρέῳ παρὰ πεύκης δένδρῳ· ἀγῶνα δὲ θεὶς ἐπ᾽ αὐτῷ Ἡρακλῆς ἐπάλαισε Θησεῖ· ἰσοπαλοῦς δὲ τοῦ ἀγῶνος γενομένου ἐρρήθη παρὰ τῶν θεατῶν περὶ τοῦ Θησέως «ἄλλος οὗτος Ἡρακλῆς».
Ὅτι Φαντασία τις Μεμφῖτις Νικάρχου θυγάτηρ συνέταξε πρὸ Ὁμήρου τὸν Ἰλιακὸν πόλεμον καὶ τὴν περὶ Ὀδυσσείας διήγησιν καὶ ἀποκεῖσθαί φασι τὰς βίβλους ἐν Μέμφιδι, Ὅμηρον δὲ παραγενόμενον, καὶ τὰ ἀντίγραφα λαβόντα παρὰ Φανίτου τοῦ ἱερογραμματέως, συντάξαι ἐκείνοις ἀκολούθως.
Ὡς Ἄδωνις ἀνδρόγυνος γενόμενος τὰ μὲν ἀνδρεῖα πρὸς Ἀφροδίτην πράσσειν ἐλέγετο, τὰ θηλυκὰ δὲ πρὸς Ἀπόλλωνα. Ὡς Ἀλφειῷ τῷ ποταμῷ γέρας δωρούμενος Ἡρακλῆς, νικήσας ἐν Ὀλυμπίᾳ, ἀπ᾽ αὐτοῦ ἐκάλεσε τὸ ἄλφα καὶ προέταξε τῶν στοιχείων.
Ὅτι φλυαρῶν οὗτος ὁ μυθογράφος, Μωσῆς, φησίν, ὁ τῶν Ἑβραίων νομοθέτης ἄλφα ἐκαλεῖτο διὰ τὸ ἀλφοὺς ἔχειν ἐπὶ τοῦ σώματος· Γαλέριος δὲ Κράσσος ὁ χιλίαρχος, ὁ ἐπὶ Τιβερίου Καίσαρος χιλίαρχος, βῆτα ἐκαλεῖτο ἡδέως σεύτλῳ χρώμενος ὃ δὴ βητάκιον καλοῦσι Ῥωμαῖοι. Καὶ Ὁρπυλλὶς δὲ ἡ Κυζικηνὴ ἑταίρα, γάμμα, Ἀντήνωρ δὲ ὁ τὰς Κρητικὰς γράψας ἱστορίας, δέλτα, διὰ τὸ ἀγαθὸς εἶναι καὶ φιλόπολις· τοὺς γὰρ Κρῆτας τὸ ἀγαθὸν δέλτον καλεῖν. Ἀπολλώνιος δέ, ὁ ἐν τοῖς τοῦ Φιλοπάτορος χρόνοις ἐπ᾽ ἀστρονομίᾳ περιβόητος γεγονώς, 〈ε〉 ἐκαλεῖτο διότι τὸ σχῆμα τοῦ 〈ε〉 συμπεριφέρεται τῷ τῆς σελήνης περὶ ἣν ἐκεῖνος μάλιστα ἠκρίβωτο. Σάτυρος δ᾽ ὁ Ἀριστάρχου γνώριμος ζῆτα ἐκαλεῖτο διὰ τὸ ζητητικὸν αὐτοῦ καὶ Αἴσωπόν φασιν ὡς ὑπὸ Ἴδμονος τοῦ δεσπότου θῆτα ἐκαλεῖτο διὰ τὸ δουλικός τις εἶναι καὶ πολύτροπος· θῆτες γάρ οἱ δοῦλοι. Καὶ ἡ Κυψέλου δὲ μήτηρ, χωλὴ οὖσα, Λάβδα ἐκλήθη ὑπὸ τοῦ Πυθίου. Δημοκύδης δὲ Πυθαγόραν φησὶ καταγράψαντα πάντας τοὺς ἀριθμούς, τῷ γʹ στοιχείῳ κληθῆναι. Τοσαῦτα καὶ τὸ εʹ βιβλίον.
Τὸ δὲ ϛʹ βιβλίον κεφάλαια περιέχει τάδε, ὡς Ἀχιλλεὺς ὑπὸ Πενθεσιλείας ἀναιρεθείς, δεηθείσης αὐτοῦ τῆς μητρὸς Θέτιδος, ἀναβιοῖ καὶ ἀνελὼν Πενθεσίλειαν εἰς Ἅιδου πάλιν ὑποστρέφει. Ὡς ἐν τῇ Ἀλεξάνδρᾳ Λυκόφρων εἰπών «ποία δ᾽ ἀηδὼν στεῖρα κενταυροκτόνος» τὰς Σειρῆνας κενταυροκτόνους εἶπεν. Ὡς Ἕλενος ὁ Πριάμου Ἀπόλλωνος ἐρώμενος γένοιτο, καὶ ἔλαβε παρ᾽ αὐτοῦ δῶρον τόξον ἐλεφάντινον ᾧ Ἀχιλλέα τοξεύσειε κατὰ τῆς χειρός.
Ὅτι μετὰ Ἀνδρομάχης καὶ τῶν υἱῶν αὐτοῦ Πρίαμος ὑπὲρ τῶν Ἕκτορος ὀστῶν ἱκέτης ἀφίκετο ὡς Ἀχιλλέα. Ὡς Θέτις τοὺς ἐκ Πηλέως αὐτῇ γινομένους παῖδας πυρὶ λαθραίῳ κατηνάλου ἓξ γεγονότας· ὡς δὲ καὶ Ἀχιλλέα ἐπεχείρησε, γνοὺς Πηλεὺς ἐξείλετο τὸν ἀστράγαλον μόνον τοῦ δεξιοῦ ποδὸς κεκαυμένον καὶ Χείρωνι παρατίθησιν· ὁ δὲ ἀνορύξας τὸ Δαμύσου τοῦ Γίγαντος σῶμα ἐν Παλλήνῃ κείμενον (ταχύτατος δ᾽ ἦν ὁ Δάμυσος πάντων Γιγάντων) καὶ ἀνελόμενος αὐτοῦ τὸν ἀστράγαλον, ἐναρμόζει τῷ Ἀχιλλέως ποδί, καὶ φαρμάκοις αὐτὸν σωματοποιεῖ. Τοῦτον δὲ τὸν ἀστράγαλον ἀποπεσεῖν διωκομένου ὑπὸ Ἀπόλλωνος, καὶ οὕτως αὐτὸν ἀναιρεθῆναι καταπεσόντα.
Φασὶ δὲ ποδάρκην αὐτὸν ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι ὅτι φασὶ τῆς Ἄρκης τὰ πτερὰ τὴν Θέτιν περιθεῖναι τῷ παιδὶ γεννηθέντι, καὶ εἶναι τὸ ποδάρκης ὁ ἐν τοῖς ποσὶ τὰ τῆς Ἄρκης πτερὰ ἔχων. Ἡ δ᾽ Ἄρκη Θαύμαντος ἦν θυγάτηρ, ἧς ἡ ἀδελφὴ Ἶρις· πτερὰ δ᾽ εἶχεν ἑκατέρα. Ἐν δὲ τῷ πρὸς Τιτᾶνας τῶν θεῶν πολέμῳ ἀποπτᾶσα τῶν θεῶν ἡ Ἄρκη πρὸς τοὺς Τιτᾶνας ἦλθε.
Μετὰ δὲ τὴν νίκην, ὁ Ζεὺς τὰ μὲν πτερὰ αὐτῆς ἀφείλετο, αὐτὴν ταρταρώσας, παραγενόμενος δὲ ἐπὶ τῷ Πηλέως καὶ Θέτιδος γάμῳ δῶρον τὰ πτερὰ τῇ Θέτιδι προσάγει. Ὡς Πηλεῖ ἐπὶ τῷ γάμῳ φασὶ δωρήσασθαι Ἥφαιστον μὲν μάχαιραν, Ἀφροδίτην δὲ φιάλην ἐγγεγλυμμένην Ἔρωτα χρυσῆν, Ποσειδῶνα δὲ ἵππους Ξάνθον καὶ Βάλιον, Ἥραν δὲ χλαμύδα καὶ Ἀθηνᾶν αὐλούς, Νηρέα δὲ τοὺς θείους ἅλας καλουμένους ἐν κοίτιδι· τούτους δὲ δύναμιν ἔχειν ἀμήχανον πρὸς πολυφαγίαν καὶ ὄρεξιν καὶ πέψιν, ἐξ οὗ λύεταί σοι καὶ τὸ «πάσσε δ᾽ ἁλὸς θείοιο».
Περὶ Ἀχιλλέως τοῦ γηγενοῦς, καὶ ἀπὸ τῶν Ἰλιακῶν ὅσοι ἐγένοντο Ἀχιλλεῖς περιώνυμοι. Καὶ ὡς οὗτος ὁ γηγενὴς φεύγουσαν τὴν Ἥραν ἀπὸ τῆς τοῦ Διὸς μίξεως ὑπεδέξατο ἐν τῷ αὑτοῦ ἄντρῳ καὶ ἀνέπεισε συνελθεῖν τῷ Διί· καὶ πρώτην μίξιν Ἥρας καὶ Διὸς ταύτην γενέσθαι φασίν· ὁ δὲ Ζεὺς ἐπηγγείλατο Ἀχιλλεῖ πάντας τοὺς τῷ ὀνόματι αὐτοῦ κληθησομένους περιωνύμους ποιήσειν. Διὰ τοῦτο καὶ Ἀχιλλεὺς περιώνυμος ὁ τῆς Θέτιδος. Καὶ ὁ Χείρωνος δὲ διδάσκαλος Ἀχιλλεὺς ἐκαλεῖτο, ἀφ᾽ οὗ καὶ ὁ Πηλέως ἐκλήθη ὑπὸ Χείρωνος. Καὶ ὁ τὸν ὀστρακισμὸν ἐπινοήσας Ἀθήνῃσιν Ἀχιλλεὺς ἐκαλεῖτο, υἱὸς Λύσωνος. Καὶ Διὸς καὶ Λαμίας Ἀχιλλέα φασὶ γενέσθαι τὸ κάλλος ἀμήχανον, ὃν καὶ ἐρίσαντα περὶ κάλλους νικῆσαι τοῦ Πανὸς κρίναντος. Καὶ διὰ τοῦτο Ἀφροδίτη νεμεσήσασα ἐμβάλλει Πανὶ τὸν Ἠχοῦς ἔρωτα, καὶ μὴν καὶ κατειργάσατο καὶ εἰς τὴν ἰδέαν αὐτόν, ὅπως ἐκ τῆς μορφῆς αἰσχρὸς καὶ ἀνέραστος φαίνοιτο. Καὶ Γαλάτου τινὸς υἱὸς Ἀχιλλεὺς ἐκλήθη, ὃν ἐκ γενετῆς πολιὸν γενέσθαι φησίν.
Καὶ ἕτεροι Ἀχιλλεῖς ἐπιφανεῖς γεγόνασι ιδʹ· ὧν οἱ δύο κύνες ἦσαν καὶ θαυμάσιοι τὰ κυνῶν ἔργα. Ὅτι Πρίαμος Διὸς ἐρώμενος γένοιτο, καὶ λάβοι παρ᾽ αὐτοῦ τὴν χρυσῆν ἄμπελον, ἣν δῶρον Εὐρυπύλῳ τῷ Τηλέφου ὑπὲρ συμμαχίας δίδωσιν. Ὡς Αἴσωπος ἀναιρεθεὶς ὑπὸ Δελφῶν ἀνεβίωσε, καὶ συνεμάχησε τοῖς Ἕλλησι περὶ Θερμοπύλας. Ὡς Φιλοκτήτην ἐν Λήμνῳ Πύλιος ἰάτρευσεν, υἱὸς Ἡφαίστου, καὶ ἔμαθε παρ᾽ αὐτοῦ τὴν τοξικήν. Ὡς Σκαμάνδρου τοῦ ποταμοῦ υἱὸς Μῆλος γένοιτο καλὸς τὴν ὥραν, περὶ οὗ ἐρίσαι φασὶν Ἥραν τε καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην τίνος γένοιτο ἱερεύς, Ἀλέξανδρον δὲ κρῖναι νικᾶν Ἀφροδίτην.
Ἐκ ταύτης γοῦν τῆς ἱστορίας ὁ περὶ τοῦ μήλου λόγος διεδόθη. Ὑπερμένης ἐν τῷ περὶ Χίου Ὁμήρου φησὶ θεράποντα γενέσθαι Σκινδαψὸν ὀνόματι· τοῦτον ζημιωθῆναι ὑπὸ Χίων χιλίας δραχμὰς διὰ τὸ μὴ καῦσαι τελευτήσαντα τὸν δεσπότην. Ὁ δὲ τὸ ὄργανον εὑρὼν τὸ οὕτω καλούμενον σκινδαψὸν Ἐρετριεὺς ἦν Ποικίλης τῆς αὐλητρίδος υἱός. Ταῦτα καὶ τὸ ϛʹ βιβλίον.
Ἐν δὲ τῷ ζʹ περιέχεται ὡς Θεόδωρος ὁ Σαμοθρᾲξ τὸν Δία φησὶ γεννηθέντα ἐπὶ ἑπτὰ ἡμέρας ἀκατάπαυστον γελάσαι, καὶ διὰ τοῦτο τέλειος ἐνομίσθη ὁ ἕβδομος ἀριθμός. Ὡς Ἀχιλλεὺς διὰ μὲν τὸ ἐκ πυρὸς αὐτὸν σωθῆναι καόμενον ὑπὸ τῆς μητρὸς Πυρίσσοος ἐκαλεῖτο, διότι δὲ ἓν τῶν χειλέων αὐτοῦ κατακαυθείη, Ἀχιλλεὺς ὑπὸ τοῦ πατρὸς ὠνομάσθη. Ὅτι Τηλέμαχον Ὀδυσσέως υἱὸν μαθοῦσαι εἶναι, ἀνεῖλον αἱ Σειρῆνες.
Ὡς Ὀδυσσεὺς ἐν Τυρρηνίᾳ ἠγωνίσατο αὐλητικὴν καὶ ἐνίκησεν· ηὔλησε δὲ Ἰλίου ἅλωσιν, Δημοδόκου ποίημα. Ὡς Στίχιος ὁ Αἰτωλός, ἐρώμενος ὢν Ἡρακλέους, εὑρέθη ἀνασχισθεὶς τετριχωμένην ἔχων τὴν καρδίαν· ἀνῃρέθη δ᾽ ὑπ᾽ αὐτοῦ Ἡρακλέους, ὅτε μανεὶς καὶ τοὺς ἰδίους ἀνεῖλε παῖδας· καὶ ἐπὶ τούτῳ μόνῳ φασὶ θρηνῆσαι τὸν ἥρωα.
Ὡς Ἑρμῆς Πολυδεύκους ἑνὸς τῶν Διοσκούρων γεγονὼς ἐραστὴς ἐδωρήσατο αὐτῷ Δώτορα τὸν Θεσσαλὸν ἵππον. Ὅτι Ἀπόλλωνος ἐπιτελοῦντος ἐπιτάφιον Πύθωνι παλαίει Ἑρμῆς καὶ Ἀφροδίτη, καὶ κρατήσασα ἆθλον ἔλαβε κιθάραν, ἣν καὶ ἐδωρήσατο Ἀλεξάνδρῳ· περὶ ἧς καὶ Ὅμηρος «οὐκ ἄν τοι χραίσμῃ κίθαρις» καὶ ἑξῆς. Τί ἐστι παρὰ Βακχυλίδῃ ὡς ἀπὸ Σειληνοῦ εἰρημένον, καὶ πρὸς τίνα εἶπε τὸ ἔπος.
Ὡς ἡ Λευκὰς πέτρα ἀπὸ Λεύκου τοῦ Ὀδυσσέως ἑταίρου τὴν κλῆσιν ἔλαβεν, ὃς Ζακύνθιος μὲν γένος ἦν, ἀνῃρέθη δ᾽, ὥς φησιν ὁ ποιητής, ὑπ᾽ Ἀντίφου· τοῦτον ἱδρύσασθαί φασι καὶ ἱερὸν Λευκάτου Ἀπόλλωνος. Τοὺς μὲν οὖν καθαλλομένους ἀπὸ τῆς πέτρας παύεσθαί φασι τοῦ ἔρωτος. Καὶ ἡ αἰτία· μετὰ τὸν Ἀδώνιδός φασι θάνατον περιερχομένη καὶ ζητοῦσα ἡ Ἀφροδίτη εὗρεν αὐτὸν ἐν Ἄργει πόλει τῆς Κύπρου ἐν τῷ τοῦ Ἐριθίου Ἀπόλλωνος ἱερῷ, καὶ ἀνεῖλεν αὐτόν, ἀνακοινωσαμένη Ἀπόλλωνι καὶ τὸν περὶ Ἀδώνιδος ἔρωτα. Ὁ δ᾽ Ἀπόλλων ἀγαγὼν αὐτὴν ἐπὶ τὴν Λευκάδα πέτραν προσέταξε ῥῖψαι κατὰ τῆς πέτρας· ἡ δὲ ἑαυτὴν ῥίψασα ἐπαύσατο τοῦ ἔρωτος. Ζητούσης δὲ τὴν αἰτίαν εἰπεῖν λέγεται τὸν Ἀπόλλωνα, ὡς μάντις ὢν ἐγνώκει διότι ὁ Ζεύς, ἀεὶ ἐρῶν Ἥρας, ἐρχόμενος ἐπὶ τῇ πέτρᾳ ἐκαθέζετο καὶ ἀνεπαύετο τοῦ ἔρωτος.
Καὶ πολλοὶ δὲ ἄλλοι καὶ πολλαὶ ἔρωτι κάμνουσαι ἀπηλλάγησαν τοῦ ἔρωτος, ἐπεὶ τῆς πέτρας καθήλαντο. Ὡς καὶ Ἀρτεμισία ἡ Λυγδάμιδος, ἡ τῷ Πέρσῃ συστρατεύσασα, ἐρασθεῖσα Δαρδάνου Ἀβυδηνοῦ καὶ ὑπερορωμένη ἐκκόψειε τοὺς ὀφθαλμοὺς κοιμωμένου, τῆς δ᾽ ἐπιθυμίας κατὰ θεῶν μῆνιν ἐπιταθείσης, πορευθεῖσα κατὰ χρησμὸν εἰς Λευκάδα ἔρριψεν ἑαυτὴν κατὰ τῆς πέτρας καὶ ἀναιρεθεῖσα ἐτάφη. Καὶ Ἱππομέδοντά φησιν Ἐπιδάμνιον, παιδὸς ἐγχωρίου ἐρασθέντα καὶ μὴ τυγχάνοντα, ὅτι πρὸς ἕτερον κλίνειεν, ἀνελεῖν, εἰς δὲ τὴν Λευκάδα παραγενόμενον καὶ ῥίψαντα ἑαυτὸν ἀποθανεῖν. Καὶ Νικόστρατον δὲ τὸν κωμικὸν Τεττιγιδαίας τῆς Μυριναίας ἐρασθέντα ῥῖψαι ἑαυτὸν καὶ ἀπαλλαγῆναι τοῦ ἔρωτος. Μάκητα δέ φασι τὸν Βουθρώτιον Λευκοπέτραν ἐπικληθῆναι διότι τετράκις αὑτὸν καταβαλὼν τῶν ἐρωτικῶν κακώσεων ἀπαλλάττοιτο.
Καὶ πλῆθος ἄλλο οὕτως ἀπαλλαγῆναι λέγεται. Καὶ Βουλαγόραν δὲ τὸν Φαναγορίτην ἐρασθέντα Διοδώρου τοῦ αὐλητοῦ, καταβαλόντα αὑτὸν ἀναιρεθῆναι γηραιὸν ἤδη ὄντα. Ἀναιρεθῆναι δὲ καὶ Ῥοδόπην Ἀμισηνὴν καταβαλοῦσαν ἑαυτήν, διδύμων παίδων σωματοφυλάκων Ἀντιόχου τοῦ βασιλέως ἐρασθεῖσαν, οἷς ὀνόματα Ἀντιφῶν καὶ Κῦρος. Χαρῖνος δὲ ἰαμβογράφος ἠράσθη Ἔρωτος εὐνούχου τοῦ Εὐπάτορος οἰνοχόου, καὶ πιστεύσας τῷ περὶ τῆς πέτρας λόγῳ κατέβαλεν ἑαυτόν· ἐπεὶ δὲ καταβαλὼν τὸ σκέλος κατεάγη καὶ ὑπὸ ὀδύνης ἐτελεύτα, ἀπέρριψε τάδε τὰ ἰαμβεῖα· ἔρροις πλανῆτι καὶ κακὴ πέτρη Λευκάς, Χαρῖνον, αἲ αἴ, τὴν ἰαμβικὴν Μοῦσαν κατῃθάλωσας ἐλπίδος κενοῖς μύθοις. τοιαῦτ᾽ Ἔρωτος Εὐπάτωρ ἐρασθείη.
Νιρεὺς δὲ Καταναῖος ἠράσθη τῆς Ἀττικῆς Ἀθηναίας, καὶ ἐλθὼν κατέβαλεν ἑαυτὸν ἀπὸ τῆς πέτρας, καὶ ἀπελύθη τοῦ διοχλοῦντος· πεσὼν δ᾽ οὖν, εἰς δίκτυον ἐνέπεσεν ἁλιέως ἐν ᾧ ἀνειλκύσθη σὺν κιβωτῷ χρυσίου· ἐπεδικάζετο δὲ πρὸς τὸν ἁλιέα περὶ τοῦ χρυσίου, ἀλλ᾽ ὁ Ἀπόλλων νυκτερινῇ ὄψει ἀπέστησεν αὐτὸν τοῦ ἐπιδικάζεσθαι δέον εὐχαριστεῖν ὑπὲρ τῆς ἀπαλλαγῆς, ἀπειλησάμενος, ἀλλὰ μὴ καὶ ἀλλότριον περιεργάζεσθαι χρυσίον.
Πᾶνά φασιν ἰχθῦν εἶναι θαλάσσιον κητώδη, ὅμοιον τῷ Πανὶ κατὰ τὴν ὄψιν· ἐν τούτῳ λίθον εὑρίσκεσθαι τὸν ἀστερίτην, ὃν εἰς ἥλιον τεθέντα ἀνάπτεσθαι, ποιεῖν δὲ καὶ πρὸς φίλτρον. Τοῦτον δὴ τὸν λίθον εἶχεν Ἑλένη, γλυφὴν ἔχοντα αὐτὸν τὸν ἰχθῦν τὸν πᾶνα, καὶ ταύτῃ ἐχρῆτο τῇ σφραγῖδι. Ἐν οἷς καὶ τὰ τοῦ ζʹ τῆς Πτολεμαίου τοῦ Ἡφαιστίωνος εἰς πολυμαθίαν καινῆς ἱστορίας τὰ κεφάλαια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.