Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Αίλιος Αριστείδης: Παναθηναϊκός και Υπέρ Ρητορικής

Το εγκώμιο των Αθηνών και η εκτενής υπεράσπιση της ρητορικής τέχνης και των πολιτικών ανδρών απέναντι στην πλατωνική κριτική.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 30 από 37

Ὅτι Πλούταρχος, ὡς αὐτὸς κἀν τῷ παρόντι παραλλήλῳ καὶ ἐν ἄλλοις φησίν, ἐπὶ Νέρωνος ἦν. Ἀνεγνώσθη 〈Ἀριστείδου〉 ὁ Παναθηναϊκός, ἐκλογὴν ὑπέχων ῥημάτων τε καὶ ὀνομάτων καὶ περιόδων, ἀλλὰ καὶ νοημάτων εἰς δεινότητα καὶ κάλλος διεσκευασμένων.

Ἔρρωτο μὲν ἡ γῆ πρὸς ἁπάσας γονάς. Λαβόντες δὲ οὕτω τὰς παρὰ [<τῶν>] θεῶν δωρεάς, οὕτως εὖ τοὺς δόντας ἐμιμήσαντο, ὥστε αὐτοὶ τοῖς ἄλλοις ἀνθρώποις ἀντὶ τῶν θεῶν κατέστησαν. Καὶ πεῖραν ταύτην πρώτην ἔδοσαν τοῦ κατ᾽ ἀξίαν τυχεῖν, τὸ χρήσασθαι τοῖς ὑπάρχουσιν ὡς προσῆκεν. Οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο γῇ κρύψαντες ἐξαρκεῖν, ἀλλὰ τοσοῦτον ἀπέσχον τοῦ φοβηθῆναι μὴ ἄρα τοὺς ἄλλους ἐξ ἴσου σφίσι ποιήσωσιν, ὥστε οὐκ εἶναι κάλλιον ᾠήθησαν ὅσῳ τῶν ἄλλων προέχουσιν ἐνδείξασθαι, ἢ εἰ πάντας εὖ ποιοῦντες ὀφθήσονται.

Ἀλλ᾽ ὁ λόγος γὰρ ὥσπερ ῥεῦμα φέρων ὑπήνεγκε βίᾳ· ἀναχωρεῖν οὖν ὅθεν ἐξέβην καιρός. Πέμπουσι δὴ θείᾳ πομπῇ γῆν ἐπὶ πᾶσαν ἀφορμὰς τοῦ βίου, καθάπερ θεωρικοῦ τινος διάδοσιν. Εὖ γὰρ ποιοῦντες ἔφθανον τὴν ἐπιθυμίαν τῶν εὖ παθεῖν δεομένων. Οὐ γὰρ ἔστι γένος οὐδὲν τῆς Ἑλλάδος, ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστιν. Ὧν ἁπάντων μὲν ἀμήχανον καὶ μνημονεῦσαι πρῶτον καὶ τῆς μνήμης τοὺς λόγους συμμέτρους ἀποδοῦναι. Ἃ δέ ἐστι τῶν παλαιῶν ἐντιμότατα καὶ ὥσπερ ἀρχὴ τοῖς πολλοῖς διηγεῖσθαι· Ἡρακλέους ἐξ ἀνθρώπων ἀπελθόντος ἡ μὲν πόλις καὶ νεὼς καὶ βωμοὺς ἱδρύεται πρώτη.

κατὰ ἔλλειψιν ἡ προκειμένη φράσις, ἔχουσά τι ἐπαγωγόν· πολλαχοῦ δὲ αὐτῇ κέχρηται. Καὶ νῦν εἰσὶ Μεσσήνιοι διὰ τὴν πόλιν· Μόνη γάρ, ὡς εἰπεῖν, διαγέγονε πρὸς τὴν ἁπάντων τύχην ἁμιλλωμένη καὶ πειρωμένη περιτρέπειν πᾶσι τὰς συμφορὰς ἐπὶ θάτερα. Καὶ τὴν παροιμίαν ἐνήλλαξεν· οὐ γὰρ ἐκποδὼν εἶναι κατέδειξε φίλου κακῶς πράσσοντος, ἀλλὰ πολλοὺς καὶ τῶν πρόσθεν διαφόρων ἐπὶ τοῖς ἀτυχήμασι φίλους πεποίηται. Οὐδ᾽ εὖ μὲν πράττουσι κέχρηται, κακῶς δ᾽ ἀπαλλάξαντας ἠτίμακε, τῇ τύχῃ μετροῦσα τὴν φιλανθρωπίαν. Ἀλλὰ τοὺς τοῦ δυστυχεῖν καιροὺς τοῦ πράττειν εὖ πεποιήκει, τοῖς πολλοῖς τὰ παρ᾽ αὑτῆς ἀγαθὰ προσθεῖσα, καὶ ποιησαμένη κοινωνοὺς ὧν ὅτε κάλλιστα ἔπραττον οὐδὲ ἐλπὶς ἦν αὐτοῖς.

Καὶ νῦν ἐπ᾽ ἀμφοτέροις τοῖς πέρασι τῆς γῆς ἡμετέρων παίδων παῖδες οἰκοῦσι, οἱ μὲν ἄχρι Γαδείρων ἀπὸ Μασσαλίας παρήκοντες, οἱ δὲ ἐπὶ τῷ Τανάϊδι καὶ τῇ λίμνῃ μεμερισμένοι. Ἐκδέχεται ἡ πάλαι τοῦ λόγου προσδοκωμένη μοῖρα, ὡς ἐμοὶ δοκεῖ, [<καὶ ὑπὲρ πολλῶν>], αἱ μετὰ τῶν κινδύνων πράξεις· ἃς ἐγὼ δέδοικα μὴ τῷ λέγοντι κίνδυνον ἔχωσιν εἰπεῖν μᾶλλον ἢ τῇ πόλει τῶν ἔργων ὅτε ἐπραγματεύετο. Οὐ μὴν ἀλλ᾽ ἀναγκαῖον ἅψασθαι καὶ τούτων ἤδη. Καὶ μὴν αὐτὸ τοῦτο πρῶτον, τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν, μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον, τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς οὐχ ὅσον λανθάνειν καὶ μαρτύριόν [<γε>] δυεῖν τοῖν καλλίστοιν, ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας.

Ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι, καὶ τὴν ἀνάρρησιν ἀπ᾽ αὐτῶν τῶν ἔργων πεποίηνται μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων, μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλ᾽ εἶναι τὰς μὲν ἄλλας πόλεις τῶν Ἀθηναίων δεομένας, αὐτὰς δ᾽ ἐφ᾽ ἑαυτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δὲ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος, ὥστε ἄμφω τὼ γένη δι᾽ ἀμφοῖν νικᾶν. [<Ταυτὶ μὲν οὖν κοινὰ δείγματα.>]

τὸ προκείμενον τοῦ λόγου σχῆμα διαφόροις ὀνόμασι κέκληται· καὶ γὰρ στρεπτόλυτον καλεῖται καὶ διάλληλον, ἐναγώνιον, διαγώνιον, χῖ, χιαστόν, πλεκτὸν καὶ λυτόν, παρακειμένου κακοῦ ἀναίρεσις· στρεπτόλυτον μὲν παρὰ τὸ ἐκ τῶν ἀντιστρόφων λύειν τὰ λεγόμενα, ἐναγώνιον δὲ διὰ τὸ δοκεῖν ἔχειν ἀγῶνα τῇ ἐπαγωγῇ τῶν νοημάτων, χῖ δὲ καὶ χιαστόν, διότι δύο προτάσεων οὐσῶν τοῦ δικαίου καὶ τοῦ δυνατοῦ, ὃ μὲν ἔδει τῷ δικαίῳ δοῦναι, τοῦτο ἀπένειμε τῷ δυνατῷ, ὃ δὲ ἔδει τῷ δυνατῷ ἀνέθηκε τῷ δικαίῳ πάλιν, ἐναλλάξας τὰς ἐννοίας. Παρακειμένου δὲ κακοῦ ἀναίρεσις λέγεται, ἐπειδὴ παράκειται ὡς δίκαιοις τὸ εὐχερῶς πάσχειν καὶ ἀδικεῖσθαι, ὡς δὲ ἀνδρείοις τὸ ἀδικεῖν, ἀνεῖλε τὴν ἑκατέρου κακίαν, οἷον δικαία οὖσα καὶ οὐ πάσχουσα, καὶ ἀνδρεία οὖσα καὶ οὐκ ἀδικοῦσα. Εἰ γὰρ καὶ ἐν τέλει ἔθηκε τὸ συγκριτικὸν τοῦ ὀνόματος, ἀλλ᾽ οὐκ ἔστι τὸ σχῆμα συγκριτικόν, ἀλλ᾽ ὡς εἴρηται παρακειμένου κακοῦ μεθοδεύει ἀναίρεσιν.

Ἀμαζόσι μὲν γάρ, αἳ παρῆλθον τοῖς ἔργοις τὴν φύσιν, ἱππομαχίᾳ συνάψαντες πανωλεθρίᾳ διέφθειραν, οὐδενὸς ἀνταίροντος [<τῶν>] μέχρι τῆς Ἀττικῆς· ἀλλ᾽ ἐξισώκεσαν ἤδη τὰς ἠπείρους ὥσπερ ἀπὸ σημείου τοῦ Θερμώδοντος [<ὁρμώμεναι>]. Ἐντεῦθεν δέ, ὥσπερ κάλω ῥαγέντος, ἐχώρησεν ὀπίσω· καὶ διελέλυτο Ἀμαζόσιν ἥ τε ἀρχὴ καὶ ὁ δρόμος, [<καὶ ἡ πόλις>] κἀνταῦθα ἐβοήθησε τῇ κοινῇ φύσει, καὶ νῦν εἰς ἄπιστον περιέστηκεν εἴ ποτε ἐγένοντο. Νῦν δ᾽ ἐξ ἴσου καθεστῶτος τοῦ τε εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ ὡς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδ᾽ ἐν ἁπλῇ διηγήσει πάντα πω διελθόντος, πλεῖστα δὲ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δὲ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθ᾽ ἕκαστον ἀκριβῶς, ἀλλ᾽ ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα δὴ τοῖς μεγίστοις χρησώμεθα. Ἐπεὶ τίς οὐκ ἂν ἄσμενος καὶ ταῦτα εἰς μέσον ἤνεγκεν; Ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ μέρος τῆς γῆς ἠγωνίζετο, ὁ δὲ ἀγὼν ἦν ὑπὲρ σωτηρίας ἅμα καὶ ἀρετῆς, τότε ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην αὐτῆς μικρὰν ἀποφανθῆναι, τὸ δὲ πλεῖον χεῖρον ἢ ὅσῳ πλεῖον ἐδόκει.

Ἐν ἐκείνοις μέντοι τοῖς καιροῖς ἔργα λόγων ἡττήθη, —λέγω δὲ τὰ τῶν ἄλλων ἔργα λόγων τῶν παρ᾽ ἡμῖν· καὶ ψήφισμα τροπαίου κρεῖττον εἰς μνήμην ἐνίκησεν, ἅμα λόγῳ καὶ ἔργῳ νικῆσαν. Εὐθὺς γὰρ ἐν χεροῖν κύριον ἦν, οὐ τῇ χειροτονίᾳ μόνον ὡς νόμος, ἀλλὰ καὶ τῷ διαφθεῖραι τοὺς ἀγγέλους.

Τῷ δὲ ἑρμηνεύσαντι τὰ γράμματα διαχειροτονίαν μὲν ἀπέδοσαν, ἵνα ἐπειδήπερ Ἕλλην ἦν, ἔχοι πλέον τὴν τῆς κρίσεως εἰκόνα, ἀπέκτειναν δὲ καὶ τοῦτον ὡς οὐδ᾽ ἄχρι φωνῆς διακονῆσαι προσῆκον τοῖς βαρβάροις, καὶ τὸ ἰσχυρὸν περιῆλθεν αὐτῷ. Τὸν γὰρ τῆς πόλεως ἄποικον οὐκ ἠξίουν κατὰ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ἑρμηνέα τῷ φύσει πολεμίῳ γίνεσθαι. Καὶ οὕτω δὴ ῥίπτουσιν εἰς τὸ βάραθρον, ὥστε ἄλλους ἀναγγεῖλαι τῷ βασιλεῖ τὰς ἀποκρίσεις.

Ὁ ἑρμηνεὺς ὁ ἀναιρεθεὶς Σάμιος μὲν ἦν τὸ γένος, τοὔνομα δὲ Μῦς. Ἡ δὲ πόλις πομπὴν ἀγούσῃ προσεῴκει μᾶλλον ἢ πρὸς ἀγῶνα κοσμουμένῃ· ἱερά τε γὰρ πάντα ἀνέωγε, καὶ τὰ τῶν ἱερέων γένη συνῆγε, καὶ διεπρεσβεύετο πρὸς τοὺς θεοὺς τὸν ἀρχαῖον τρόπον. Καὶ πρῶτον μὲν τοὺς ἐν τοῖς στεφανίταις δρόμους ἀπέκρυψαν, ὅσῳ περὶ καλλιόνων [<τῶν>] ἄθλων ἠγωνίζετο τοσούτῳ θαυμαστότερον τὴν προθυμίαν ἐπιδειξάμενοι. Τοσαύτη δ᾽ ἦν ὑπερηφανία τῆς παρασκευῆς καὶ τῶν ποιουμένων, ὥστε ἐξαρκεῖν ἐδόκει τοῖς βαρβάροις ὀφθῆναι μόνον· ᾤοντο γὰρ ὥσπερ ἐν ἄθλοις ἅπαντας εὐθὺς ἀπογνώσεσθαι καὶ δώσειν ἑαυτοὺς ἀκονιτί. Αὕτη πρώτη δημοτελὴς κρίσις ἐν τῷ μέσῳ κατὰ ἀνθρώπους ἐγένετο ἀρετῆς πρὸς πλοῦτον καὶ φρονήματος Ἑλληνικοῦ πρὸς βαρβάρων πλῆθος καὶ κατασκευήν, οὐ λόγων εὐφημίᾳ κριθεῖσα, ἀλλ᾽ ἔργων ἀποδείξει καὶ τῷ καλοῦντι τοῦ καιροῦ. Οὐ γὰρ εἰς φόβον τὴν θέαν ἔτρεψαν οὐδ᾽ ἐξεπλάγησαν τῶν ὁρωμένων τὴν ἀήθειαν, ἀλλ᾽ ἥσθησαν ὁρῶντες ὅσων κρείττους γενήσονται, καὶ νομίσαντες ὥσπερ ἀφορμὴν εἰληφέναι παρὰ τῆς τύχης ὑπερβάλεσθαι πάντας ἀνθρώπους ἀνδραγαθίᾳ, καὶ τοῦτ᾽ εἶναι πλέον τῆς τοσαύτης στρατιᾶς, ἔχειν ὥσπερ χρήμασιν ἀφθόνως χρήσασθαι, καὶ διανοηθέντες ὅτι νῦν ὥσπερ ἑστιάσονται λαμπρῶς ὑπὸ τῶν βαρβάρων καὶ τῆς ἀρετῆς ἀξίως τῆς ἑαυτῶν.

Καὶ γὰρ ἵπποι καὶ βέλη καὶ νῆες καὶ ψέλλια καὶ στρεπτοὶ καὶ κύνες καὶ πάντα χρήματα δῶρα τῆς τύχης ἐστὶ προκείμενα τοῖς κρείττοσι. Ταῦτα καὶ στρατηγοὶ πρὸς ἑαυτοὺς εἰπόντες, καὶ πρὸς αὑτοὺς ἕκαστοι διαλεχθέντες, ἐκ θεῶν ἀρξάμενοι καὶ τοῦ φίλου παιῶνος ἐχώρουν δρόμῳ καθάπερ διὰ ψιλοῦ τοῦ πεδίου θέοντες, καὶ τοῖς βαρβάροις οὐκ ἔδωκαν ἰδεῖν ὅ τι ἔστι τὰ γινόμενα, ἀλλ᾽ ἅμα τάξεις ἐρρώγεσαν καὶ ἄνδρες ἐκτείνοντο καὶ ἵπποι συνελαμβάνοντο καὶ νῆες εἵλκοντο καὶ χρήματα ἤγετο καὶ χορεία Πανὸς ἦν τὰ ποιούμενα. [<Ἤδη δέ τις καὶ τελευτήσας εἱστήκει περιτοξευθεὶς ὑπὸ τῶν βαρβάρων, φοβῶν τοὺς λοιποὺς ὥσπερ ἀθάνατος ὤν.>] Ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο, καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι.

Ὥστ᾽ εἰκότως εἰπεῖν εἶναι τὴν μὲν πόλιν τὸν ἐλευθέριον Δία τιμᾶν ἐπὶ τοῖς πραχθεῖσι προσήκειν, τοῖς δ᾽ ἄλλοις Ἕλλησι τὴν πόλιν, καὶ νομίζειν τὸν Ἀθηναίων δῆμον ὥσπερ ἐλευθέριον τοῖς ἄλλοις εἶναι. Ὥστε εἰ τὸ μὴ ἔχειν ἐξ ἴσου γενέσθαι τῶν ἡττόνων ἐστίν, ἅπαντας ἀνθρώπους νενικήκασιν. Ὁ δὲ πάντας βασιλέας παρενεγκὼν ταῖς ἐπινοίαις, καὶ μηδὲν καταλιπὼν ἄτοπον νομίσαι, Ξέρξης ὁ Δαρείου καταγνοὺς μὲν τοῦ πατρὸς ὡς ἐνδεῶς ἐπιχειρήσαντος, ὑπεριδὼν δὲ τῆς πόλεως καὶ τῶν Ἑλλήνων ὡς οὐδαμοῦ φανησομένων, ἀγῶνα διπλοῦν ἀγωνίζεται τὸν μὲν ὑπερβαλέσθαι, τὴν δὲ τιμωρήσασθαι μετὰ πολλοῦ τοῦ κρείττονος.

Δοκεῖ δέ μοι καὶ πρὸς τὰς διοσημείας τότε Ξέρξης ἁμιλλήσασθαι, καὶ πρὸς ἅπασαν ὄψιν τε καὶ ἀκοὴν ἀνθρώποις ἀνέλπιστον, ὥσπερ ἐνδείξασθαι βουλόμενος ὅτι αὐτοῦ βεβαίως ἐστὶν ἡ γῆ. Ὅτι Ἰσοκράτης ἀνθηρότερον εἶπεν, οὕτω τὴν πρᾶξιν ἀπαγγείλας· «Καθάπερ πρὸς τὸν Δία τὰ ὄντα διανειμάμενος, καὶ τῷ μὲν Διὶ παραχωρήσας τοῦ οὐρανοῦ, ἑαυτῷ δὲ τὴν γῆν».

Ποίους φόβους ἐγγείους ἢ θαλαττίους οὐχὶ συνέστειλε τοῖς παρ᾽ αὐτοῦ; Οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ἀκοῦσαι. Ἀλλ᾽ ἀπῆγον εἰς ἔσχατα γῆς, καὶ προὔλεγεν ἃ μηδενὸς ἦν εὑρεῖν πλὴν ἐκείνου [<μόνου>]. Ἔτι δὲ Ἀτλαντικοῦ πελάγους κληρουχίας ἀτίμους ἠπείλει, καὶ γῆς ποίησιν ἔξω τῆς οἰκουμένης, ἣν ἀναγκάσειν ἠκρωτηριασμένους προσχοῦν εἰς τὸ πέλαγος, [<ὕδωρ μὲν ἀντλοῦντας πέτρας δὲ ὀρύττοντας>], τοσαῦτα ἔχοντας τοῦ σώματος, ὅσα τοῖς ἔργοις ἀρκέσει. Καὶ οὐκ ἠπείλει μὲν οὕτως ἀήθη καὶ ὑπερόρια καὶ φόβου μείζονα, ἐτελεύτησε δ᾽ ἐνταῦθα· ἀλλ᾽ ἀπέκρυψε τοῖς ἔργοις τὰς ἀπειλάς, ἄνευ τοῦ τι δυνηθῆναι λέγω δὴ χρήσασθαι τῇ πόλει. Καὶ ὁ Ἄθως ἀντὶ στήλης τῷ ἔργῳ λέλειπται.

Κάμηλοι δὲ χρυσοῦ καὶ ἀργύρου κατέλαμπον, ὅσον μήκιστον ἀνύσαι, τοσοῦτον ὑπέχουσαι, εἰ δ᾽ ἐπιθυμήσειε σκιᾶς, δένδρον ἦν αὐτῷ χρυσοῦν ἡ σκιά. Ὥστε νύκτωρ μὲν ἤστραπτεν ἀργύρῳ καὶ χρυσῷ, μεθ᾽ ἡμέραν δὲ νύκτα ἐπῆγεν ὁσαχοῦ τοξεῦσαι κελεύσειεν. Ἀλλὰ τούς [<τε>] Ἕλληνας συνεκάλει πρὸς τὸν ἀγῶνα τὸν κοινόν, αἰσχυνομένη, δοκεῖ μοι, μόνη φανῆναι τῷ βαρβάρῳ καθάπερ πρότερον Μαραθῶνι.

Οὐ γὰρ αὐτή γε ἐν ἄλλοις εἶχε τὰς ἐλπίδας τῆς σωτηρίας, ἀλλὰ πάντες εἶχον ἐν αὐτῇ τὰς ὑπὲρ αὑτῶν. [<Καίτοι>] τίς προθυμία λαμπροτέρα, τίς εὐψυχία φανερωτέρα τίνων Ἑλλήνων ἢ καθάπαξ εἰπεῖν ἀνθρώπων ἐξετάζοντι φανήσεται; Οἳ τῆς γῆς ἐξέστησαν ὑπὲρ τοῦ μήτε ἐν γῇ μήτε ἐν θαλάσσῃ δουλεῦσαι, τὸ μὲν τηρεῖν τὰ ὑπάρχοντα δουλείας ἀρχὴν νομίσαντες εἶναι, τὴν δὲ τῶν ὄντων στέρησιν ἀφορμὴν τῶν μελλόντων ἀγαθῶν ποιησάμενοι, καὶ τοὺς ἔχοντας τὰ ἑαυτῶν ἔσωζον ἀφ᾽ ὧν αὐτοὶ πρόοιντο τὴν ἑαυτῶν. [<Πρὸς ταῦτα αἱρεῖσθε ὁπότερα>] ἆρ᾽ ἢ τῷ δικαίῳ λόγους οὐχὶ συμβαίνοντας ἢ ταῖς παρούσαις ἀνάγκαις οἵους ἐγχωρεῖ παριδεῖν, εἶπον ἄν, εἰ τούτοις ἐχρῶντο; Ἀλλ᾽ εἰ κοινὰ μὲν πάντα ἦν, μηδεὶς δὲ ὑπερεῖχε μηδενός, πάντες δ᾽ ἐξ ἴσου συνετέλουν, οἱ δὲ ναύαρχοι παραπλησίως εἶχον τὰς φύσεις [<ἀλλήλοις>], ἔρανος δ᾽ ἦν, ἔδει δ᾽ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τοὺς ἡγησομένους καταστῆσαι, πῶς οὐκ ἐκεῖνοι διὰ πάντων ἐξέλαμπον ὥσπερ ἄστερες;

Οὐ μὴν ὥσπερ τοῖς ψηφίσμασι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν; Ἀλλ᾽ οἱ μὲν ὄνομα ἡγεμόνων, οἱ δὲ ἔργα παρείχοντο. Καὶ τοσούτῳ κάλλιον αὐτοῖς τὸ σχῆμα καθίστατο, ὅσῳ τῶν ἡγεμόνων αὐτῶν εἶχον τὴν ἡγεμονίαν. Ὅ τι γὰρ Ἀθηναίων μὴ δόξειεν ἑνί, πάντ᾽ ἦν τῶν ἄλλων Ἑλλήνων ἄκυρα, [<ὥσθ᾽ ὁ μὲν Λακεδαιμονίων ναύαρχος τῶν ἀφ᾽ ἑκάστων ἀρχόντων ἦρχεν, ὁ δὲ τῶν Ἀθηναίων ἄρχοντος ἀρχόντων>].

Ἀλλὰ γὰρ ἡ περὶ τὰς ἀποδείξεις σπουδὴ καὶ λόγῳ λόγος παραδιδοὺς ἡμᾶς παρήνεγκε περαιτέρω. Εἶμι δὲ ἐπ᾽ αὐτὰς πάλιν τὰς πράξεις, ἐπειδὴ περὶ ὧν ἐβουλόμην ἐν τῷ μέσῳ διέλαβον. Τίνες οὖν ἀρετῆς ἀγωνισταὶ καλλίους; ἢ τίνες τῶν πώποτε διαρκέστερον τὴν ἐπίδειξιν αὐτῆς ἐποιήσαντο; Οἳ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ καὶ τοῖς πᾶσιν ἀήττητοι διεγένοντο, καὶ πάντα ἀπέφηναν ὁμοίως ἄχρηστα τῷ βασιλεῖ, ὥσπερ ἂν εἰ ἐκρύπτετο ὑπὸ γῆς ἔτι, πενίαν μὲν ἀντὶ πλούτου τιμήσαντες, κινδύνους δὲ ἀντ᾽ ἀσφαλείας ἑλόμενοι, δικαιοσύνην δὲ ἀντὶ τῆς βασιλέως τοσαύτης φιλανθρωπίας.

Ἀλλ᾽ ἵνα μὴ πλέον τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἑξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. Ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον, καὶ καθ᾽ ὁδὸν τοῦ λόγου [<μᾶλλον>] ἢ προειδόμενος· οὐ γὰρ εἰς τοῦτο ὁρῶν ἠπειγόμην.

Τὸ καθ᾽ ὁδὸν ἢ κατ᾽ ἀξίαν λέγει, ὥσπερ ἐστὶν εὐθεῖα ἡ ὁδός, ἢ ὥσπερ συμβαίνει ἐν ὁδῷ γενέσθαι· πολλάκις γάρ τις ἀπερχόμενος τήνδε τὴν ὁδόν, ἄλλην ἕλκοντος αὐτὸν βαδίζει φίλου. Ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν τῶν Περσῶν ἀρχὴν διακινδυνεύοντες [<ἐν τῇ γῇ>] ἀντ᾽ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. Ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε, καὶ ναυμαχία πεζομαχίᾳ παρισώθη. Μόνοι δ᾽ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δ᾽ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. Φυλάκων δ᾽ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων. Ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν. Ἕως ἔγνω βασιλεὺς ἀνταίρων τῇ πόλει παραπλήσιον ποιῶν ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο.

Οὐδὲν γὰρ [<ἦν>] ὅ τι οὐκ ἔπασχεν, ἀλλ᾽ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ, καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο. Τὴν ἰδίαν χώραν καθ᾽ ἑαυτοῦ· ἐξ αὐτῆς γὰρ οἱ Ἀθηναῖοι ἤτοι τῆς Ἀσίας ὡς ἐξ ὁρμητηρίου ἀφορμῶντες ἔβλαπτον αὐτόν.

Εἶχε μέν [<γε>] πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον. Καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς ἤδη τι θαυμαστὸν λέγων. Εἶχε πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ· τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος τοὺς Δελφούς. Ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων τοσοῦτον κατῆλθεν, ὥστε ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάσσης δ᾽ ἀφέξειν ἴσον πανταχῇ σταδίους πεντακοσίους· ὥστ᾽ εἶναι τὸν κύκλον τοῦτον ἀντ᾽ ἄλλου τινὸς στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς, καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.

Καίτοι τί κάλλιον εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον, ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις, καὶ ταῦτα μέντοι τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων, καὶ πάντων ὥσπερ ἀνθελκόντων. Τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλ᾽ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης, ποσῇ τινι [<χρὴ>] τῇ μεγαλοψυχίᾳ προσθεῖναι;

Χωρὶς τοῦ τοσαῦτα μερισθῆναι, καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; Τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολήν, οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν, ὥστε σὺν πέντε καὶ σὺν πλείω ταῦτ᾽ ἔχειν ἀριθμεῖν, ὥσπερ ἄλλα ἄττα συλλήβδην ἀριθμούμενα. Ἐνίκων μέν [<γε>] ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δ᾽ Αἰγινῆτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δ᾽ ἔστησαν τεῖχος μέχρι θαλάσσης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ [<τὴν>] χώραν διεφύλαξαν. Ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων· καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας.

Καὶ οὔπω ταῦτα μεγάλα· ἀλλ᾽ εἰρήσεται γάρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. Ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν [<κατὰ τὴν τῶν>] Αἰγυπτίων χρείαν, [<νῆες πλείους ἢ τοτ᾽ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν>], ἡ δ᾽ Αἰγίνη προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα· ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον ἑαυτοῖς. Εἰ δ᾽ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλ᾽ ἑτέραν πολιορκίαν λύσειν τῆς Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. Οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος, ὥστε οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότε ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων.

Ἀλλὰ μὴν μόνη μὲν ἁπασῶν πόλεων ἰδίοις κινδύνοις κοινὴν ἅπαντι τῷ γένει τὴν ὠφέλειαν ἐπορίσατο, μόνη δὲ ἐκ τῶν κοινῶν εὐεργεσιῶν τὴν ἡγεμονίαν ἐκτήσατο, καὶ μετέθηκε τὸν θεσμόν· οὐ γὰρ ἐξ ὧν κατεδουλώσατο τὰς πόλεις ἔσχε τὴν ἀρχήν, ἀλλ᾽ ἐξ ὧν ἐποίησεν ἐλευθέρας. Ὥστε συμβῆναι τοὺς αὐτοὺς χρόνους τοῖς μὲν Ἕλλησι τὸ τῆς ἐλευθερίας, τῇ δὲ πόλει τὸ τῆς ἀρχῆς κέρδος ἐνεγκεῖν. Μόνοι γὰρ ἑκόντων ἦρξαν, καὶ μόνος οὗτος δήμων ὥσπερ εἷς ἄρχων αἱρετὸς ἐξ ἁπάντων ἐνίκησε, τοὺς μὲν βαρβάρους τοῖς ὅπλοις βιασάμενος, τοὺς δ᾽ ὁμοφύλους οὐ πείσας ἀλλ᾽ ὑπ᾽ αὐτῶν ἄρχειν πεισθείς, σύμβολον δικαιοσύνης ἔχων τὴν ἀρχήν, ἀλλ᾽ οὐκ ἀδικίας. Εἰ δὲ δεῖ διελόντα εἰπεῖν, μόνη πόλεων τῶν μὲν βαρβάρων ἀκόντων, τῶν δὲ Ἑλλήνων ἑκόντων ἔσχε τὴν ἀρχήν.

Ποίᾳ ταῦτ᾽ ἔστι ψυχῇ παραβάλλειν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; Γενομένου δὲ τοῦ μεγάλου πάθους· οὐ γὰρ [<οὖν>] σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν. Οὕτω γὰρ τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν, ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν.

Οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλ᾽ ἄρτι προσκεκομμένῃ. Καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδ᾽ ἂν εἷς ἀξίως εἴποι. Περιστάτων δ᾽ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων, καὶ πανταχόθεν κεκυκλωμένοι, ἔτι δ᾽ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπ᾽ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσιν, προσγενομένου δὲ [<κἀκείνου>] μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ, καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ;

Ἦν μὲν οὖν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν [<οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην>]· οἱ δὲ οὕτω μετέστησαν τὰ πράγματα, ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν ἀλλ᾽ οὐ κατ᾽ αὐτῶν γινομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. Διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι.

Εἴρηταί τε, καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. Τέλος δ᾽ ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας, παρ᾽ ὅσας διέφθειραν. Ὥστε ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς συστάσεως πόλις οὐδ᾽ ὄνομα εἰρήνης ἐπ᾽ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δ᾽ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφευγον εὐθὺς ἐπὶ τὴν εἰρήνην.

Ἔτι δὲ αὕτη μὲν πρὸς ἅπαντας ὁμοῦ πολεμεῖν ἠνάγκασται τοὺς ἐπιόντας ἢ κινοῦντας, τῶν δ᾽ ἐναντίων οἱ πλεῖστοι πρὸς μέρος αὐτῆς ἀντήρκασιν, ἀθρόας δὲ τῆς δυνάμεως ἤ τις ἢ οὐδεὶς ἐπειράθη. Ὥστε ἡ τῶν Ἀθηναίων πόλις νενίκηκε μὲν πολλὰ δὴ πολλάκις, αὐτὴ δ᾽ ἴσα καὶ ἀήττητός ἐστι. Τὸ δὲ πάντων μέγιστον, ὅτι αὐτῆς μὲν οὐδεὶς ἐκράτησεν (οὐδεὶς γὰρ αὐτῆς τὴν γνώμην παρεστήσατο, ἀλλὰ στρατιᾶς γέγονε πάντα τὰ τοιαῦτα ἀτυχήματα), αὕτη δὲ τὰς γνώμας [<τῶν ἐναντίων>] ἅμα τοῖς ἔργοις δεδούλωται, Ξέρξην μὲν φεύγειν ἀπὸ τῶν πραγμάτων ποιήσασα ἐν εὐχῆς μέρει, Λακεδαιμονίους δὲ ἀνακλίνασα οὐχ ἧττον τοὺς ἀκούοντας ἢ τοὺς ἐν ταῖς μάχαις παρόντας καὶ πταίσαντας αὐτῶν.

Εἰς τί ἀνέκλινεν; Ἢ εἰς τὸ ἐπιθυμῆσαι εἰρήνης; Εἰρήνην γὰρ Λακεδαιμόνιοι ἀπηξίωσαν ποιήσασθαι πρὸς Θηβαίους, μόνῃ τῇ τῶν Ἀθηναίων πόλει νομίζοντες εἴκειν εὐπρεπῆ συμφορὰν εἶναι. Ἀναμιχθέντες δὲ τοῖς ἄλλοις πολεμίοις οὐ μᾶλλον σῴζειν ἑτέρους εἶχον, ἢ τῶν ἄλλων ἐδέοντο σῴζειν σφᾶς. [<Οἵ γε ὀλίγων μὲν πλείους ὄντες ἢ πεντήκοντα οἱ πρῶτοι>] ταῦτα δὲ βουλεύσαντες ὁμοῦ πρός τε τὴν Λακεδαιμονίαν ἀρχὴν γῆς καὶ θαλάττης οὖσαν, καὶ πρὸς τοὺς ἐν αὐτῇ τῇ πόλει κινδυνεύειν ὑπέστησαν, οἰόμενοι δεῖν ἢ ζῆν ἐν ἐλευθερίᾳ ἢ μὴ προσορᾶν τὸν ἥλιον κακίας μάρτυρα ἑαυτοῖς γενόμενον. Ἐνόσησε μὲν γὰρ τῇ τῶν πάντων ἀνθρώπων φύσει, ἰάθη δὲ τῇ ἑαυτῆς, ὥστε καὶ τοῦτο ζῆλον αὐτῇ μᾶλλον ἐνήνοχεν ἢ συμφοράν. Κρατήσαντες δὲ εὐψυχίᾳ τοὺς ἐχθρούς, ἐπιεικείᾳ τοὺς οἰκείους ἐνίκησαν. Χρησάμενοι δὲ ἀμφοτέροις, καὶ τῇ παρὰ τοὺς ἀγῶνας ἀνδρείᾳ καὶ τῷ μετὰ τὰς πράξεις ἃ δεῖ βουλεύσασθαι, οὕτως ἀνεκτήσαντο τὴν πόλιν. Ὥστ᾽ εἴ τις βούλοιτο μὴ πάντα διηγεῖσθαι, ἐνεῖναι κλέψαι τὴν σύμπασαν ἐπὶ τοῦ πολέμου συμφοράν· οὕτως ἀκολούθως ταῖς ἄνω πράξεσι τὰς ἐφεξῆς καὶ προείλοντο καὶ κατώρθωσαν. [<Πόσῃ τινὶ τῇ περιουσίᾳ χρὴ νομίζειν ταύτην ὑπεραίρειν>];

Ὁ δὲ οὐδενὸς ἧττον τῶν ὑπ᾽ ἐκείνων πραχθέντων ἄξιον εἰπεῖν τε καὶ τιμῆσαι· Λακεδαιμονίων γὰρ ἃ τοῖς Τριάκοντα ἐδάνεισαν ἐπὶ τὸν δῆμον ἀπαιτούντων, ἐπειδὴ συνέβησαν, συνέτισεν ὁ δῆμος, ἵν᾽ ἔργῳ τὰς συνθήκας βεβαιώσηται. Παράδειγμα δὲ ἀνθρώποις τῶν ἐν τοῖς δεινοῖς ἐλπίδων ἐγένοντο. Ὁ δῆμος ἤδη συνειλεγμένοι ἅμα τε εἰς χεῖρας παρῆσαν καὶ σχεδὸν εἰς λόγους, ὥσπερ ὑπὲρ ἀλλήλων, οὐχ ὑπὲρ ἑαυτῶν πολεμήσαντες ἑκάτεροι· ὥστε μὴ εἶναι διελέσθαι, πότερον τῶν ἐναντίων ἦν καταρᾶσθαι τὴν στάσιν, ἢ τῶν εὔνων συνεύξασθαι τῇ πόλει τοῦτόν γε λυθεῖσαν τὸν τρόπον.

Ἐπεὶ δὲ τῆς εἰρήνης ἐμνήσθην, πάλιν ἐνταῦθα ἐπανελθεῖν βούλομαι βραχύ τι. Ὥστε καὶ πρώτη τοὺς βαρβάρους καὶ μόνη ἐνίκησε· καὶ σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα. Ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδ᾽ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντ᾽ ἄν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. Ἡ δέ, οἶμαι, συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις, οὐδὲ πώποτε ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα.

Διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ἐκεῖνοι τὰ σφέτερα αὐτῶν ἀπῄτησαν. Ἴσως μὲν οὖν κἀγώ τισιν ἄτοπον ποιεῖν δοκῶ, μεμφόμενος μὲν τοὺς συγκρίνοντας Ἀθηναίοις Λακεδαιμονίους, αὐτὸς δὲ εἰς τοὺς ὁμοίους λόγους προεληλυθώς, καὶ δι᾽ αὐτά γε ταῦτα εἰρηκὼς αὐτούς, δι᾽ ἅ φημι δεῖν μὴ λέγειν. Οὐ μὴν ἀλλ᾽ ἐξ αὐτῶν γε τούτων καὶ μάλιστα ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστή, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτε ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον, ἀλλὰ κατὰ τὸ πάρεργον οἷον ὥσπερ νῦν ἐγώ. Ὥστε εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτα εἶναι, σχεδὸν τούτου χάριν εἴρηται.

Καὶ Λακεδαιμόνιοι τῶν Ἑλλήνων προέχοντες καὶ [<προκινδυνεύοντες ἐν ταῖς χρείαις>] παῖδες τῇ πόλει παραβάλλειν εἰσίν. Ὥστε ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπ᾽ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει, καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. Νῦν δὲ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστε οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασιν τὰς πράξεις παρελθεῖν· καὶ γάρ εἰσιν ἃς παρεξέλιπον. Δεῖ δέ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου. Καὶ οὐχ ἓν εἶδος εὐεργεσίας ἐπεδείξαντο, ἀλλ᾽ οὐδὲν εἶδος εὐεργεσίας ἀπέλιπον.

Περιΐσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλ᾽ οὐδενὸς στρατηγοῦ πάντα ἑξῆς. Ὧν τί παρεὶς τίνος μνησθῶ; Ὃ δὲ δεῖ μάλιστα τῆς ἐκείνων φύσεως ἀγασθῆναι καὶ κρεῖττον ἢ κατὰ ἄνθρωπον ἡγήσασθαι· ἑξὸν γὰρ ἑαυτοῖς ἀκολουθοῦντας ἔχειν Λακεδαιμονίους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἢ περιϊδεῖν ἐπὶ κεφαλὴν ὠσθέντας, συμμάχων, περιοίκων, οἰκετῶν [<ἁπάντων>] ἐπανεστηκότων, ἐπὶ τοῖς ἴσοις ἐδέξαντο. Καὶ πορευομένης ὥσπερ φλογὸς τῆς Θηβαίων δυνάμεως ἐπὶ τὴν πόλιν τὴν Λακεδαιμονίων καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου, μόνοι καὶ Ἑλλήνων καὶ βαρβάρων προστάντες ἐκώλυσαν. Ἐξ ὧν οὕτως ὑπὸ πάντων ἑωρῶντο ὥστε καταστῆναι τὴν πόλιν συνέδριον τῆς συμμαχίας ἁπάσης.

Ἔτι τοίνυν πότερον τῆς πόλεως ἢ τῶν συμβάντων κατηγοροῦσιν; Εἰ μὲν γὰρ τῆς πόλεως, οὐδέν, ὡς ἔοικε, τῶν μεγίστων ἐπίστανται, ἀλλ᾽ ἐκπέφευγεν αὐτοὺς ἀφ᾽ ὧν ἡ πόλις γνωρίζεται. Εἰ δὲ τὰ συμβάντα μέμφονται, οὐχ ὅμοια τοῖς ἄλλοις, ὡς ἔοικεν, οἷς προείληπτο ἡ πόλις νομίζοντες, οὕτω μέμφονται· ὥστε ἐξ ὧν τὸ πρᾶγμα κακίζουσι, τὴν πόλιν ἐγκωμιάζουσι. Τότε γὰρ κακία καὶ πόλεως καὶ ἰδιώτου δείκνυται, ὅταν ἢ μόνα τῳ προσῇ τὰ ὑπαίτια, ἢ πλείω τὰ φαῦλα τῶν ἐπιεικῶν ἐλέγχῃ τις ἢ μείζω· προσκείσθω γάρ. Ὅταν δ᾽ ἐξετάζων διὰ πάντων ἑνὸς ἢ δυεῖν λαμβάνῃ, λέληθας ἐπαινῶν οἷς ἀφίης, ἄλλως τε εἰ μὴ δι᾽ ἰδιώτου ποιῇ τὴν κρίσιν, ἀλλὰ πόλεως, [<καὶ ταύτης>] πρεσβυτάτης τῶν Ἑλληνίδων καὶ ᾗ πλεῖστα ὑπάρχει τὰ δέοντα συμβάντα.

Ἅπασα γὰρ δήπουθεν ἀρχὴ τῶν κρειττόνων ἐστὶ καὶ παρ᾽ αὐτὸν τὸν τῆς ἰσότητος νόμον. Εἰ δὲ μή, πῶς ἴσον ἢ ποῦ δίκαιον ἢ φόρους ἐκλέγειν ἀπὸ τῆς ἀλλοτρίας, ἢ νόμους τιθέναι τοῖς οὐδὲν δεομένοις, ἢ κρίνειν τὰ ἐκείνων, ἢ προστάττειν, ἢ πολεμεῖν, ἢ κτᾶσθαι τὰ μὴ προσήκοντα; Ὅλως γὰρ οὐδὲν τούτων ἀπὸ τοῦ ἴσου γίνεται. Ὥστ᾽ εἴ τις ἀκριβολογεῖται περὶ τῶν δικαίων, καὶ σοφιστὴς εἶναι μᾶλλον βούλεται ἢ τῇ τῶν πραγμάτων φύσει συγχωρεῖν, οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχὰς καὶ δυνάμεις ἁπλῶς, ὡς ἅπαντά γε ταῦτά ἐστιν ἐν τῷ θεσμῷ τοῦ κρείττονος. Εἶτα ὑπὸ σοφίας ἄνεισι μέχρι τῶν θεῶν ἐλέγχων, καὶ λέγων ὡς οὐδὲ οὗτοι τοῖς ἀνθρώποις ἐξ ἴσου προσομιλοῦσιν, ἄλλ᾽ ᾕρηνται κρείττους εἶναι.

Ἀλλ᾽ οἶμαι ταῦτ᾽ ἐστὶ γωνίας ἀξίων ἀνθρώπων, καὶ τὸν ἤλιον οὐχ ἑωρακότων, ὃς ἀφαιρεῖται τοὺς ἄλλους ἀστέρας τὸ φαίνεσθαι. Εἰ δὲ ἀναγκαῖον τὸ πάσῃ δυναστείᾳ καὶ πάσῃ περιουσίᾳ τὰ τοιαῦτα προσεῖναι, καὶ οὗτός ἐστιν ἀρχῆς θεσμός, μὴ ἀπὸ τοῦ ἴσου πρὸς τοὺς ὑπηκόους κρίνεσθαι, τότε νικῶν ἀπίτω τις ὅταν δείξῃ τῶν ἄλλων εἴτε Ἑλληνικῶν δυνάμεων εἴτε καὶ βαρβαρικῶν βασιλειῶν ἡντιναοῦν ἐλάττονι τῷ τῆς πλεονεξίας γιγνομένῳ χρησαμένην, ἢ τὸν τῶν Ἀθηναίων δῆμον ἔστιν εὑρεῖν. Φανήσεται γάρ, ἃ μὲν διαφερόντως ἐβουλεύσατο, ἑνὸς ἀνδρὸς ἤθει κεχρημένος τοῦ βελτίστου, ἃ δὲ ἐγκαλοῦσί τινες, οὐ τῇ κοινῇ φύσει τῶν ἀνθρώπων ἐξαμαρτών, ἀλλὰ τῇ τῆς ἀρχῆς ἀκολουθήσας ἀνάγκῃ, καὶ δυνάμει μὲν ἄρχων καταστὰς τὸ ἐξ ἀρχῆς, φιλανθρωπίᾳ δὲ τὸ τῆς ἀρχῆς δεδοικὸς ἑκὼν μεθείς, καὶ σχεδὸν τῶν ἐγκλημάτων αἴτιος αὑτῷ γεγονώς. Πλείστῳ γὰρ τῷ κοινῷ καὶ μετρίῳ πρὸς ἅπαντα χρησάμενος, καὶ τρόπον τινὰ τῆς πολιτείας μᾶλλον κοινωνοὺς ποιησάμενος ἢ δυναστείας νόμῳ κατέχων, ταὐτὸν τοῖς χρηστοῖς ἔπαθε τῶν δεσποτῶν· οὐ γὰρ διὰ τὴν ἄλλην ἐπιείκειαν χάριτος παρ᾽ ἐνίων ἔτυχεν, ἀλλ᾽ εἴ τι προσηνάγκασεν, ἐπιφανῶς ἔδοξε βιάζεσθαι.

Καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπηκόων σχῆμα ταῦτα εἰργασμένος φαίνεται, δῶμεν τοῖς ἐθέλουσι βλασφημεῖν· εἰ δὲ τοὺς μὲν ἀποστάντας καὶ παρ᾽ ἀξίαν ὑβρίσαντας εἰς αὐτόν, τοὺς δὲ ἐκ τοῦ φανεροῦ πολεμίους ὄντας, ποτέροις ἄξιον ἐγκαλεῖν; Οἶμαί [<γε>] τοῖς τὴν ἀνάγκην παρασχοῦσιν. Ἐπεὶ κἀκεῖνοί μοι δοκοῦσιν ὥσπερ ἐνέχυρον αὐτὸ τοῦτο ἔχοντες ἐπαρθῆναι, καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδ᾽ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σῴζειν.

Δῆλον δέ· ἃ γὰρ περὶ Μιτυληναίων μετέγνωσαν, τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; Ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν, τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο· ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν, τῆς πόλεως ἦν μόνης. Καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. Θαυμάζω δὲ εἰ τῶν [<μὲν>] ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοί [<τὰ ἔργα>] δι᾽ οἵων καὶ ὅσων ἀπολογεῖται περὶ τούτων. Καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλ᾽ ὅσων ἀγαθῶν αἴτιοι γίνονται θαυμάζομεν· τὴν πόλιν δ᾽ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλ᾽ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν οὐδὲ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; Οὐκ οἴομαί γε· ὥσπερ καὶ τῶν θεῶν εἴ τις ἂν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, [<κἂν εἴ τι σεισθῇ>] τὰς ὅλας καὶ κοινὰς αὐτῶν εὐεργεσίας ἀμελήσας σκοπεῖν.

Ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν, καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθ᾽ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. Τοσοῦτον δ᾽ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι. Ὥσπερ γὰρ προειδυῖα ἐξ ἀρχῆς ἡ φύσις περὶ τῆς πόλεως, ὅσον τοῖς ἔργοις προέξει τῶν ἄλλων, κατεσκευάσατο αὐτῇ πρὸς ἀξίαν τοὺς λόγους, ἵνα αὐτή τε κοσμοῖτο ὑπὸ τῶν ἑαυτῆς ἀγαθῶν, κἄν τισι τῶν ἄλλων δέῃ, καὶ τοῦτ᾽ ἔχῃ μετὰ τῶν ἄλλων χαρίζεσθαι. Πρότερον μὲν οὖν τοὺς καταφεύγοντας ἐφ᾽ ὑμᾶς τῶν Ἑλλήνων διεσώζετε· νυνὶ δ᾽ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε, ἡγεμόνες παιδείας καὶ σοφίας ἁπάσης γινόμενοι.

Ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν· μὴ γένοιτο δὲ πλειόνων. Τούτων δ᾽ ἐπὶ μὲν τῶν Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον· ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις· τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν· ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δ᾽ ἀπήλλαξε τῶν ἄλλων· ἐπὶ δὲ τῆς πάντα ἀρίστης καὶ μεγίστης, τῆς νυνὶ καθεστηκυίας, τὰ πρεσβεῖα παντὸς ἔχει τοῦ Ἑλληνικοῦ, καὶ πέπραγεν οὕτως ὥστε μὴ ῥᾳδίως ἄν τινα αὐτῇ τὰ ἀρχαῖα ἀντὶ τῶν παρόντων συνεύξασθαι.

Γνοίη δ᾽ ἄν τις ὅσον τῇ πόλει περίεστιν ἐκ τοῦ παντὸς αἰῶνος εἰ τὰ ὑπάρχοντα αὐτῇ, πάντα μὲν οὐκ ἴσως δυνατόν, μᾶλλον δὲ σαφῶς ἀδύνατον, ἀλλ᾽ ὅσα γε ἐγχωρεῖ, μερίσας, ἄλλο ἄλλῃ πόλει καὶ χώρᾳ προσθείς, εἶτα ἀγῶνα τῷ λόγῳ ποιήσειε καθάπερ ποιητῶν ἢ χορῶν· οὐ γάρ μοι δοκεῖ τὴν νικῶσαν εὑρεῖν [<ἂν>] ῥᾳδίως. Οἷον εἰ φιλοτιμοῖτο ἡ μὲν ὡς πρώτη τεκοῦσα τὸ τῶν ἀνθρώπων γένος, ἡ δὲ ὡς πρώτη δείξασα τοὺς καρπούς, ἡ δὲ ὡς πλείστοις μεταδοῦσα, ἡ δέ τις ὡς νόμους καταδείξασα, ἡ δὲ πανηγύρεις, ἡ δὲ ὡς ἐν καλλίστοις κεῖται γῆς ἅμα καὶ θαλάσσης, ἡ δὲ τοῖς τῆς σοφίας ἀγαθοῖς ἀγάλλοιτο, ἡ δὲ τὰς ἐν τοῖς πολέμοις πράξεις καταλέγοι, ἄλλη δὲ ὅσους ὑπεδέξατο τῶν Ἑλλήνων, ἡ δὲ τὰς ἀποικίας ἃς ἀπέστειλεν, ἡ δὲ ὅτι καὶ δοίη τις αὐτῇ τῶν ὑπαρχόντων τῇ πόλει, φήμ᾽ ἔγωγε μάλιστ᾽ ἂν οὕτω γενέσθαι καταφανὲς ὁπόσοις τισὶ τοῖς κρείττοσιν ἡ πόλις ἡμῖν τὰς ἄλλας παρελήλυθεν. Ἃ γὰρ ἐξαρκεῖ νειμαμένη τῇ Ἑλλάδι, ταῦτα μόνη συλλήβδην ἔχει.

Καὶ μὴν τῶν γε δωρεῶν [<ὡσαύτως>] τὴν μεγίστην οὐ ῥᾴδιον εὑρεῖν, ἁμιλλάσθω δὲ καὶ περὶ τούτων ἄλλη πρὸς ἄλλην πόλις, ἡ μὲν τοὺς Δήμητρος καρποὺς κομίζουσα, ἡ δὲ τοὺς τοῦ Διονύσου, καὶ τούτους οὐ μόνον τοὺς ἀπὸ τῆς ἀμπέλου, ἀλλὰ καὶ τῶν ἄλλων ἡμέρων· ἡ δὲ τρίτη λεγέτω τὴν τῆς Ἀθηνᾶς δωρεάν, καὶ ταύτην διπλῆν. Ἆρ᾽ οὐ πολλαῖς πόλεσι μεριζόμενα ἐξαρκεῖ τὰ ἐκ τῶν θεῶν ἑκάστῃ φιλοτιμεῖσθαι ὡς ἐχούσῃ τὸ κάλλιστον; [<Εἶεν· ἀλλὰ ταῦτα μὲν τοιαῦτα>]. Τὰ δ᾽ αὖ τοῦ μεγέθους καὶ τῆς ἄλλης κατασκευῆς τίς ἂν οὐκ ἄξια τῆς ὅλης τύχης εἴποι καὶ τοῦ μεγάλου τῶν Ἀθηναίων ὀνόματος; Τοῦτο μὲν αὐτὸν τὸν κύκλον τοῦ ἄστεως, μέγιστον μὲν τῶν Ἑλληνικῶν, κάλλιστον δὲ τῶν πανταχοῦ. Καὶ σιωπῶ τείχη καθήκοντά ποτε ἐπὶ τὴν θάλατταν, [<ἡμερησίας ὁδοῦ μῆκος τὰ σύμπαντα>], καὶ πρὸς τῇ θαλάττῃ κύκλους ἑτέρους ἀντιστρόφους τῶν περὶ τὴν πόλιν. Ἀλλὰ τοὺς δήμους πάρεστι δήπου θεωρεῖν, ὧν ἔνιοι λαμπρότερον τῶν ἀλλαχοῦ πόλεων κατεσκευασμένοι εἰσί, καὶ πάντα δὴ τὸν κόσμον καὶ τὸν παρὰ τῆς φύσεως καὶ τὸν παρὰ τῆς τέχνης ἐφάμιλλον κἀν τῇ πόλει κἀν τῇ χώρᾳ. Τῶν μὲν αὐτοφυῶν ἀήρ τε οὗτος ἐξαίρετος τοῦ πολλοῦ, καὶ λιμένες τοσοῦτοι, ὧν εἷς ἕκαστος ἀντάξιος πολλῶν, ἔτι δὲ αὐτῆς τῆς ἀκροπόλεως ἡ θέσις, καὶ τὸ ὥσπερ αὔρας εὔχαρι προσβάλλον πανταχοῦ. Ὃ δὲ καὶ ἐν αὐτοῖς τούτοις ἄξιον ἐπισημήνασθαι.

Ταῖς μὲν [<γὰρ>] ἄλλαις πόλεσιν, ὅπως ἂν ἔχωσι τοῦ οὐρανοῦ, τῆς γε αὑτῶν χώρας ἐπιεικῶς ἡττᾶσθαι συμβέβηκε. Τοῦ δὲ πάσης Ἀττικῆς ἀέρος οὕτως ἔχοντος, ἄριστος καὶ καθαρώτατός ἐστιν ὁ τῆς πόλεως ὑπερέχων. [<Γνοίης δ᾽ ἂν αὐτὴν ἐπὶ τῇ πόρρωθεν ὥσπερ αὐγῇ τῷ ὑπὲρ κεφαλῆς ἀέρι.>] Καὶ τὰ μὲν [<παρὰ>] τῆς φύσεως τοιαῦτα, πολλὰ τῶν ὄντων ἀφελόντι· τῶν δ᾽ αὖ τῆς τέχνης τί [<χρὴ>] πρῶτον εἰπεῖν ἢ μέγιστον θεῖναι;

Νεῴ τε γὰρ [<ἐνταῦθα>] οἱ αὐτοὶ μέγιστοι καὶ κάλλιστοι τῶν πανταχοῦ, καὶ ἀγάλματα, ἄνευ τῶν οὐρανίων, τῆς πρώτης τέχνης τὰ πρῶτα, καὶ παλαιὰ καὶ καινά. Πρὸς δὲ τούτοις βιβλίων ταμιεῖα οἷα οὐχ ἑτέρωθι γῆς φανερᾶς, καὶ μάλα τῶν Ἀθηναίων κόσμος οἰκεῖος, καὶ οἷα δὴ τῆς παρούσης ἐξουσίας [<τε>] καὶ διαίτης, λουτρά τε σεμνότητι καὶ τρυφῇ νικῶντα καὶ δρόμοι καὶ γυμνάσια. Ὥστε εἴ τις περιέλοι τῆς πόλεως τοὺς Ἐριχθονίους, τοὺς Κέκροπας, τὰ μυθώδη, τὰ τῶν καρπῶν, τὰ τρόπαια, τὰ ἐν τῇ γῇ καὶ τῇ θαλάττῃ, τοὺς λόγους, τοὺς ἄνδρας, πάντα δι᾽ ὧν τὸν αἰῶνα διεξελήλυθε, σκοποῖτο δ᾽ αὐτὴν ὥσπερ τὰς νῦν φρονούσας ἐφ᾽ ἑαυταῖς, ἐξαρκεῖν αὐτὴν τοῖς ὁρωμένοις νικᾶν. [<Ἀλλὰ>] μόνη δὴ πόλεων τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς· εἰ δὲ βούλει, τὰ μὲν παλαιὰ τοῖς καινοῖς, τὰ δὲ καινὰ τοῖς παλαιοῖς, τοῖς ἑαυτῆς λέγω τὰ τῶν ἄλλων.

Ὅτι πολλάκις σχηματίζεται· σχηματίσαις δ᾽ ἂν τὸ χωρίον μεταλαμβάνων καὶ οὕτω. Τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς παλαιοῖς. Μᾶλλον δὲ ἀντὶ τοῦ· «εἰ βούλει» καὶ ἑξῆς, καὶ ἔτι τὰ μὲν παλαιὰ τοῖς παλαιοῖς νικᾷ, τὰ δὲ καινὰ τοῖς καινοῖς. Εἶτα, πῶς εἶπον; Ἀλλὰ καὶ τὰ παλαιὰ τοῖς καινοῖς καὶ τὰ καινὰ τοῖς παλαιοῖς. Ἔτι δὲ εἴποι ἄν τις ἄμεινον, ἢ διέλοι δ᾽ ἄν τις οἰκειότερον λέγων, ἢ οὐκ ἂν διαμάρτοις, καὶ πολλαχῶς ἄλλως.

Ὡς δ᾽ εἰπεῖν, ἅπαντα ἢ παρ᾽ ὑμῖν ἐστι μόνοις ἢ καὶ παρ᾽ ὑμῶν. Καὶ τριῶν ἕν γέ τι συμβέβηκε· τὰ μὲν γὰρ παρ᾽ ὑμῶν ἤρξατο, τὰ δὲ ὡς κάλλιστα παρ᾽ ὑμῖν ἐστι, τὰ δ᾽ ὡς πλεῖστα. Εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδὲ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφ᾽ ὅτῳ ἂν δικαίως φρονοῖεν, ἐπὶ τοὺς τρωϊκοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν οὐδ᾽ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλ᾽ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, ὥσπερ τινὲς γεωπεῖναι δι᾽ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. Ἡ πόλις δὲ πρὸς τῷ μηδὲν δεῖσθαι τοιαύτης κατασκευῆς, οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος, ἀλλ᾽ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τῶν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον ἔφησεν ἐλθεῖν κοσμῆσαι ἵππους [<τε>] καὶ ἀνέρας ἀσπιδιώτας.

Εἰς Μενεσθέα Ἀλέξανδρον ἀποτείνεται. Εἰ γὰρ δεῖ τῶν ἄλλων ἀποστάντα ὑπὲρ τῆς δημοκρατίας μόνον εἰπεῖν, φανήσονται τοῖς μὲν βουλήμασι καὶ ταῖς ἐπιθυμίαις πολλῷ προπετέστεροι καὶ ὑβριστότεροι πάντες οἱ τοῦ σχήματος τούτου μετασχόντες, τῷ δ᾽ ἀξιώματι καὶ τῇ λαμπρότητι μηδὲ τοῖς ἀπὸ τῆς πόλεως γεγενημένοι. Καὶ μὴν ἐκεῖνό γε ἡ πόλις πρώτη κατέδειξε, μὴ τίθεσθαι πλούτῳ μηδὲ θαυμάζειν. Οὔτε γὰρ τοὺς ὑπερέχοντας ταῖς οὐσίαις οὐδὲ πώποτε ἐπῆρεν, ἀλλ᾽ ὅσον μὴ ἀδικεῖσθαι διὰ τοῦτο, τοσοῦτον αὐτοῖς [<ἠξίου>] παρ᾽ αὐτῆς ὀφείλεσθαι· οὔτε τοῖς ἀρετῇ μὲν ὑπερφέρουσι χρήμασι δ᾽ ἡττημένοις οὐδαμοῦ πώποτε τὸ ἔλαττον ἔνειμεν, αἰσχρὸν οἶμαι νομίζουσα τῶν μὲν οἰκετῶν οὐ τοὺς εὐπορωτάτους ἀλλὰ τοὺς πιστοτάτους βελτίστους νομίζειν, τῶν δὲ ἐλευθέρων φασκόντων εἶναι τὴν ἀξίαν ὡρίσθαι χρήμασιν, ἀλλὰ μὴ ὁποῖός τις ἂν αὐτὸς ἕκαστος ᾖ, τοιοῦτον καὶ νομίζεσθαι. Ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν.

[<Πράγματα εἶπεν ἀντὶ προσώπου· δέον γὰρ εἰπεῖν οἱ τοὺς πεντάθλους νικῶντες, ὁ δὲ εἶπεν οἱ πένταθλοι.>] Ἀντὶ τοῦ ἆθλος ἔχων πέντε ἀγωνίσματα, πάλην, δρόμον, ἀκόντιον, δίσκον, παγκράτιον, ἢ ἀντὶ τοῦ οἱ πέντε ἀγωνιζόμενοι. Ἢ οἱ ἐν τοῖς πέντε ἀγωνίσμασι νικῶντες. Οὐχ ὅτι δὲ οἱ πένταθλοι πάντα νικῶσιν· ἀρκεῖ γὰρ αὐτοῖς τρία τῶν πέντε πρὸς νίκην. Λέγεται δὲ Πηλεύς, ὅτε ἦν μετὰ τῶν Ἀργωναυτῶν, τοῦτον θεῖναι τὸν ἀγῶνα πρῶτος· τὰ δὲ πέντε ἆθλα ἦν ἃ προείρηται· οἱ δὲ ἀντὶ τοῦ παγκρατίου τὸ ἅλμα συναριθμοῦσι.

Καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος; Ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; Ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τὰ ἄλλα πολίσματα. Μόνη δ᾽, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε· πλεῖστά τε γὰρ καὶ κάλλιστα [<ἀνθρώποις>] εἴρηται περὶ ταύτης, καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε.

Πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δ᾽ αὑτῆς οὐδὲν ἤκουσε. Πρότερον μὲν οὖν ἠγάμην τὸ τῆς σοφίας ἀκούων πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα, καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο· νῦν δέ μοι δοκεῖ ταῦτα πάντα εἴσω πίπτειν. Ἀλλ᾽ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν, ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδ᾽ ἄν μοι δοκεῖ δικαίως κληθῆναι. Ἀνθ᾽ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθ᾽ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι.

Τῶν γὰρ Ἀθηναίων νικώντων παρ᾽ ὑμῖν ἐστι τὸ νικᾶν. Πάντας μὲν γὰρ πάντων ἂν εἶναι ἀρίστους ἀδύνατον· ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. Οἶμαι δ᾽ οὐδ᾽ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν.

Ἀντὶ τοῦ τιμιωτέραν καὶ ἐνδοξοτέραν τῆς πάσης Ἀττικῆς εἴ τις λέγοι τὴν ἀκρόπολιν. [<Χρὴ τοίνυν καὶ ὑμᾶς ὥσπερ ἀκρόπολίν τινα ἢ κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν, καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης ἀλλ᾽ οὐκ ἀποστερεῖσθαι νομίζοντας. Εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ· δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ, ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις>].

Ἀνεγνώσθη ἐκ τῶν 〈Ἀριστείδου〉 πρὸς Πλάτωνα ὑπὲρ ῥητορικῆς λόγοι τέσσαρες, τὴν αὐτὴν τῷ προειρημένῳ παρεχόμενοι χρείαν. Οἶμαι δεῖν, ὅστις μέλλει τὰ δέοντα ἐρεῖν ἢ ψήφου κύριος [<ὀρθῶς ἔσεσθαι>], μὴ τοῦτο σκοπεῖν μηδὲ βασκαίνειν, εἴ τινι τῶν πρότερον καὶ δόξαν ἐχόντων ἑτέρως εἰρῆσθαι περὶ τῶν αὐτῶν συμβέβηκεν, ἀλλ᾽ οὗ πανταχοῦ πλεῖστον εἰκός ἐστι λόγον εἶναι, τοῦτο κἀν τῷ παρόντι ζητεῖν ὁποτέρωθι τἀληθές, καὶ τοῦτο συμβούλεσθαι νικᾶν. Ἄτοπον γὰρ ἐν μὲν ταῖς ἐκκλησίαις μὴ τὸν πρῶτον εἰπόντα πιστεύεσθαι, μηδὲ ἐν τοῖς δικαστηρίοις, ἀλλὰ τοῦτό γε εὖ εἰδέναι πάντας, ὅτι εἰ ταύτῃ ταῦτα κριθήσεται, τῶν φευγόντων οὐδεὶς ἀποφεύξεται· πάντες γὰρ δήπουθεν ὕστεροι τοῦ διώκοντος λέγουσιν· ἐν δὲ τοῖς λόγοις αὐτοῖς καὶ τῇ περὶ τούτων κρίσει τοὺς τῷ χρόνῳ προλαβόντας κρατεῖν, ἀλλὰ μὴ τοὺς ἀποδείξοντας περὶ ὧν ἀγωνίζονται.

Καίτοι πῶς οὐκ ἀλογία πολλὴ τοὺς μὲν ἃ τῆς τοῦ σώματος τύχης ἔχεται μελετῶντας ἢ τιμῶντας οὕτω σφόδρα καὶ πρότερον τὸ τοῦ λόγου καλὸν καὶ δίκαιον τετιμηκέναι, [<ἤτοι τῆς εὐταξίας, ἐπειδὴ πᾶν τὸ εὔτακτον κατὰ λόγον γίνεται, τὸ δὲ ἄτακτον ἀλόγως>], τοὺς δὲ ἐπὶ τῶν λόγων ἀνέχοντας, καὶ χωρὶς τῆς ἐν τούτοις διατριβῆς οὐδ᾽ ἂν ζῆν δεξαμένους οὕτως ἀργῶς, μᾶλλον δὲ ἀδίκως ἔχειν, ὥστε ἑνὶ πιστῷ χρῆσθαι περὶ πάντων, ἄν τις φθάσῃ γενόμενος, καὶ τὰ ὀνόματα ἀντὶ τῆς ἀληθείας θαυμάζειν ᾑρῆσθαι, ὥσπερ νομίσαι δέον, οὐχ εὑρεῖν τὸ βέλτιον, καὶ τοὺς μὲν νόμους αὐτοὺς ἂν συμφέρῃ κινεῖν, τοὺς δὲ περὶ τῶν ἀεὶ μενόντων τῇ φύσει λόγους ἐπὶ τοῖς πρώτοις μὴ δέχεσθαι, ἀλλ᾽ ὥσπερ ὅρους ἢ στήλας τοὺς προκατεσχηκότας πρεσβεύειν, καὶ ταῦτα οὐ λύειν ὥσπερ ἐν τοῖς νόμοις τοὺς προτέρους διὰ τῶν ἐναντίων δέον, ἀλλὰ τῆς αὐτῆς χώρας καὶ ἑτέρους ἀξιοῦν αὐτοῖς, καὶ τοῖς μὲν ὅρκοις τοῖς κοινοῖς προσπαραγράφειν ἐξεῖναι ἀνελεῖν καὶ προσθεῖναι ὅ τι ἂν σκοπουμένοις ὕστερον συνδοκῇ, οὓς δὲ ἀπὸ τῆς αὐτῆς ἐξουσίας ἀεὶ καὶ διὰ παντὸς ἐξετάζειν δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν φάσκοι χρῆναι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδὲ ἐκεῖνο ὁρᾷ, ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ λογισμὸς ὁ τοιοῦτος αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ.

Εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν οὐκέτ᾽ ἔχει τόπον ἡ [<νῦν>] παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ [<ἂν>] οὕτω νικῴη [<περὶ λόγους>], καὶ Κρίασος καὶ Κρότωπος [<καὶ Φορωνεύς>], καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου, [<καὶ Δευκαλίων ἀντὶ τῶν νῦν βεβοημένων>]. Ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβαλεῖν καὶ οὐκ ἀρχαῖος· καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων οὐδ᾽ εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροιόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί.

Εἰ δὲ τοῦτο εὔδηλον ἅπασιν, ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὑτῶν ἀπέκρυψαν οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκός, οὐδ᾽ ἀπιστεῖν, εἴ τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν πρόκειται λόγος, [<ἀλλὰ παρ᾽ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν ὑπάρχειν εἰδότας τὸ προσιέσθαι καὶ προσέχειν ὁπόσον διαφέρει>]. Ἅπαντας μὲν οὖν τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν ἴσως δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· [<ὅτι δ᾽ εἰ πρὸς ἄλλον τινά, χρὴ γνώμης οὕτως ἔχειν καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλ᾽ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι>].

Εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλ᾽ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατ᾽ αὐτόν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροᾶσθαι μήπω τοῦτο ἔγκλημα ποιουμένους, ἀλλ᾽ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ.

Καὶ γὰρ ἂν εἴη δεινόν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινα αὐτὴν τῶν ὑπὲρ ἑαυτῆς λόγων, ἀλλ᾽ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτ᾽ ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη.

Ἄτοπον δέ μοι δοκεῖ, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικήν, ἧς ἴσως γε καὶ αὐτῷ μετῆν, ἡμεῖς δ᾽ αἰσχυνόμεθα ὑπὲρ ῥητορικῆς λέγοντες, μή τις δι᾽ ἐκεῖνον ἀχθεσθείη. Χωρὶς δὲ τούτων, εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ ἀλλ᾽ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτ᾽ ἂν εἴη τὸ ἐπίταγμα. Εἰ δ᾽ ἔστιν ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν, οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῷζον, παρ᾽ ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἔστι, ταύτῃ τῶν παρ᾽ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυεῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτον εἶναι δοκεῖν ποιῆσαι. Οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ· ἀλλ᾽ ἅμα τῶν τε δικαίων οὐ τεύξεται, καὶ τὸ σεμνὸν αὐτῆς ἐπ᾽ αὐτῆς ἐξελήλεκται· δόξει γὰρ οὐχ οἵα τε εἶναι σῴζειν τὰ δίκαια.

Ἐνταῦθα ἀπόδειξις μὲν οὐδ᾽ ἡτισοῦν ἐστιν, οὐδ᾽ ἔλεγχος ἀνάγκῃ προεληλυθώς· ὑπόκειται δὲ ἁπλῶς ὥσπερ ἐξόν, οὗ πολὺς ἱδρὼς πρότερον, οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. Καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκός, ἅ γε ζητεῖν γέλως ταῦτα ἐξ ἀρχῆς ὑποτίθεσθαι;

Πῶς γὰρ οὐ γέλως, εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιητική, ζητεῖν; Ὁ δὲ ὥσπερ ὁμολογούμενον εἴληφεν αὐτό. Γνοίη δ᾽ ἄν τις ἐκείνως, εἰ τὸ τῆς ῥητορικῆς ὄνομα ἐξελὼν τὸ τῆς φιλοσοφίας ἀντ᾽ ἐκείνου ὄνομα μεταλάβοι καὶ ἐπὶ τούτῳ πᾶσι τοῖς αὐτοῖς χρήσαιτο.

Καὶ μηδεὶς μήτ᾽ ἀγροικίαν μήτε ψυχρότητα καταγνῶ τοῦ λόγου. Μάλιστα μὲν γὰρ οὐ δήπου δυοῖν ἐπιστήμαιν ἢ δυνάμεοιν τοῖς μὲν τὴν ἑτέραν προϊσταμένοις οὐδ᾽ ἂν ὁτιοῦν βλασφημῶσιν εἰς τοὺς ἑτέρους, οὐδὲν ἄγροικον ὑπεῖναι φήσομεν, τοῖς δ᾽ οὐδὲ τοῖς αὐτοῖς ἀμύνεσθαι δώσομεν· ἔπειτ᾽ οὐ τοῦ φορτικοῦ χάριν εἰρήσεται, ἀλλὰ τῆς ἀποδείξεως, ἣν οὐδαμοῦ τούτοις εἶναί φαμεν. [<Πολλῷ μέντ᾽ ἂν πλέον ἐκείνων ἐλλείποιμεν τοῦ σωφρονεῖν.>] Οὐκοῦν παρὰ πάντων ὡς εἰπεῖν τῶν θεῶν μαρτυρία καὶ ψῆφος ἐπῆκται τοῦ μηδενὸς ἄξιον εἶναι τὸν τοιοῦτον λόγον, ὅστις ἢ τὴν τέχνην ζητεῖ ἢ φαυλίζει τὸ μὴ σὺν ταύτῃ πανταχοῦ.

Εἶτ᾽ οὖν, ὦ πρὸς Διός, ἐν μέτρῳ μὲν εἰπεῖν μουσοληπτούμενον ἄνευ τέχνης οὐ δεινόν, ἀλλὰ καὶ θεῖον πολλάκις, [<ὥσπερ οἱ ῥήτορες>], οὑτωσὶ δὲ εἰπεῖν τὰ βέλτιστα δεινόν, ἐὰν μὴ σὺν τέχνῃ; Ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ τὴν ἀνάγκην. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ ὁ μὲν ποιητὴς ἄνευ τέχνης ποιῶν ὀρθῶς τὸν ῥήτορα μιμήσεται καὶ τὰ βέλτιστα ἐρεῖ, ὁ ῥήτωρ δ᾽ αὐτὸς οὐκ ἐρεῖ τὰ βέλτιστα, ἐὰν μὴ [<σὺν>] τέχνῃ; Εἰ τοίνυν, ὦ Ζεῦ καὶ θεοί, μανία τίς ἐστιν ἀμείνων σωφροσύνης καὶ παρὰ θεῶν ἀνθρώποις γινομένη, πῶς ἄξιόν γε πᾶν τὸ μὴ τέχνῃ γινόμενον ψέγειν, ἢ πῶς ῥητορικὴν [<ἁπλῶς>] αἰσχρὸν ἡγεῖσθαι;

Ὅτι Πλάτων αὐτὴν οὐ τέχνην νομίζει. Καίτοι αὐτὸς Πλάτων [<ἤδη>] διορίζεται τὸ μὴ δεῖν ἐπὶ τῶν μεγίστων τέχνην ζητεῖν. Καὶ μὴν εἰ μὲν ἀξιόπιστος Πλάτων, αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα. Εἰ δὲ [<τὸ ἀξιόπιστον ἦν ἂν>] οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; Ἐγὼ δὲ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον τῶν Ἑλλήνων ἡγοῦμαι, ἡδέως δ᾽ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερον αὐτῷ μᾶλλον πιστεύειν ἄξιον ταῦτα ἢ κεῖνα. Καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. Ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθ᾽ αὑτῷ μηδὲ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατ᾽ αὐτὸ τοῦτο μὴ τἀληθῆ λέγειν.

Περὶ δέ γε τούτου τοῦ μέρους οὐκέτι ἐκ λόγου πρὸς Πλάτωνα ἀγωνιοῦμαι ὡς ἄρα πολλοὶ διὰ θείας μοίρας ἐσώθησαν. Οὐδέ μοι νεμεσήσει δήπουθεν οὔτε Αἰσχίνης ὁ Λυσανίου οὔτε ἄλλος οὐδείς, εἰ φαίην αὐτὸς ἔχειν μαρτυρῆσαι μᾶλλον τοῖς ῥήμασιν ἢ τῆς παρ᾽ ἐκείνου πρὸς δὴ ταῦτα προσδεῖσθαι μαρτυρίας. Ἀλλ᾽ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι, παρ᾽ αὐτῶν τῶν θεῶν ἔχω τὸ μάθημα· ὑφ᾽ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅτι χρὴ προσειπεῖν, μὴ ὅτι ἰάσασθαι, μήτε εἶδεν [<ἐν>] ἀνθρώπου φύσει συμβάντα, ἄλλοτε ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς, ἐκ τοῦ θεοῦ διαφεύγω ζῶν παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός.

Καίτοι τέχνης μὲν ἡμῶν οὐδ᾽ ὁτιοῦν εἰς ταῦτα μέτεστιν οὐδενὶ δήπουθεν τῶν ἰωμένων, ἀλλὰ καὶ τοῦ καταφυγεῖν ἐπὶ τοὺς θεοὺς σχεδὸν ἀρχὴ τὸ τῆς τέχνης ὑπεριδεῖν ἐστιν. Ὅμως δὲ σὺν αὐτοῖς εἰπεῖν, οὔθ᾽ οἱ θεοὶ τὸν τοιοῦτον ἡμῶν λογισμὸν ἀτιμάζουσιν, οὔτε πολλοὶ μετέγνωσαν τῶν πρὸ τῆς τέχνης τὴν παρὰ τῶν θεῶν τύχην ἑλομένων. Ὥστε καὶ τοὺς ἰατροὺς οὐδὲν κωλύει φρίττειν, ἐπειδὰν ἀκούσωσι πολλὰ τῶν ἔργων.

Πότερ᾽ οὖν τὰ ὀνείρατα ποιεῖ θεοῖς ἀνακεῖσθαι τὰ ἀνθρώπινα; Ἢ τὸ θεοὺς ἀνθρώπων κήδεσθαι ποιεῖ καὶ δι᾽ ὀνειράτων ἀνθρώπους σῴζεσθαι; Ἐγὼ μὲν οἶμαι τοῦτο. Τί οὖν, ὦ μεγίστη σὺ γλῶττα τῶν Ἑλληνίδων, [<ἔφη Κρατῖνος ποιῶν; [Ἀλλ᾽ οὕτω σφόδρα ταῦτ᾽ οἰκεῖα τῷ Σωκράτους ἤθει καὶ προσήκοντα ἐκρίθη, ὥστε καὶ ταύτῃ τῇ δόξῃ γενέσθαι χώραν>]. Δοκεῖ δέ μοι καὶ Σωκράτης αὐτός, εἰ καὶ μηδεὶς λόγος αὐτοῦ γραφῇ σῴζεται, οὐχ ἧττον οὔτε Πλάτωνος τοῦ σεμνοῦ οὔτε Αἰσχίνου τοῦ κομψοῦ μαρτυρεῖν, ἀλλ᾽ ἔτι κάλλιον καὶ ὡς ἀληθῶς εἰς τὸ μέσον. Ὁμολογεῖται μὲν γὰρ λέγειν αὐτὸν ὡς ἄρα οὐδὲν ἐπίσταιτο, καὶ πάντες τοῦτό φασιν οἱ συγγενόμενοι· ὁμολογεῖται δὲ αὖ καὶ τοῦτο, σοφώτατον [<εἶναι>] εἰρηκέναι τὴν Πυθίαν Σωκράτη. Πῶς οὖν ταῦτ᾽ ἔχει; Οὐ γὰρ ἂν τόν γε τοῦ παντὸς ἐσφαλμένον ὡς ἀνέλοι σοφώτατον ἀνθρώπων πιστεῦσαι θεμιτὸν περὶ τοῦ θεοῦ. Τέχνην δέ, ὡς ἔοικεν, οὐκ ἔφασκεν ἀσκεῖν, ἀληθῆ λέγων· ᾧ γοῦν συνεγένετο Ἀναξαγόρᾳ οὐ τἀκείνου τιμήσας φαίνεται.

Ἔτι δὲ εἰ μηδὲν ἐπίστασθαι τῶν δεόντων ἀμήχανον, ᾧ [<γε>] παρηκολούθει τὸ δαιμόνιον. Ὅτι δὲ οὐδὲν ἐπίσταιτο, αὐτὸς ἔλεγε. Λέγων δὲ οὐκ ἐψεύδετο, εἴπερ γε μηδ᾽ ὁ θεὸς σοφώτατον αὐτὸν εἰρηκώς. Λοιπὸν οὖν, τί ποτέ ἐστι τὸ φάσκειν αὐτὸν οὐκ εἰδέναι; Οἶμαί γε τὸ μὴ τέχνῃ [<τί ποτε ἐπίστασθαι>]. Ἀλλὰ [<μὴν εἰ>] μηδετέρως γ᾽ ἂν σοφώτατος ἦν ἔτι μήτε ψευδόμενος περὶ αὑτοῦ, εἴπερ ἕν τι τῶν αἰσχρῶν τὸ ψεύδεσθαι, μήτε ἀληθῆ λέγων, εἰ τὸ μὴ χρῆσθαι τέχνῃ τῶν ἁπλῶς αἰσχρῶν ἦν, ἅμα Σωκράτης [<τε>] δι᾽ ἀμφοτέρων μαρτυρεῖ τῷ λόγῳ καὶ ὧν ἔξαρνος ἦν καὶ ὧν ὡμολόγει, καὶ διὰ τοῦ Σωκράτους ὁ θεὸς μεμαρτύρηκε περὶ ἀμφοῖν, χρήσας ἐκεῖνον σοφώτατον εἶναι, ὥστε διπλῆν οὖσαν τὴν τοῦ Σωκράτους μαρτυρίαν ἑτέρᾳ κυρίᾳ τῇ παρ᾽ αὑτοῦ βεβαιοῖ.

Τὸ μὲν παρὸν ἐπιχείρημα διλήμματόν ἐστι, νοῦν δὲ τοιοῦτον δηλοῖ. Εἶπε (φησίν) ὁ Σωκράτης μηδὲν ἐπίστασθαι. Εἰ μὲν ἀληθῆ δῶμεν λέγειν αὐτόν, οὐ σοφὸς Σωκράτης, εἰ δὲ ψευδῆ, πάλιν οὐ σοφός· αἰσχρὸν γὰρ τὸ ψεύδεσθαι. Εἰ τοίνυν κατ᾽ ἀμφότερα οὐ σοφός, καὶ κατ᾽ ἀμφότερα σοφός, καὶ δι᾽ ὧν ἀρνεῖταί τι εἰδέναι (οὐ γὰρ ᾔδει τέχνῃ, καὶ ἠλήθευε λέγων μὴ εἰδέναι) καὶ δι᾽ ὧν ὁμολογεῖ τὸ δαιμόνιον αὑτῷ λέγειν.

Καὶ διπλῆ δὲ μαρτυρεῖ Σωκράτης, μιᾷ μὲν ὅτι τὸ δαιμόνιον αὑτῷ προλέγειν φάσκει, δευτέρᾳ δὲ ὅτι λέγοι μὴ εἰδέναι. Καὶ ἑκατέραν μαρτυρίαν ἐπισφραγίζεται ὁ Ἀπόλλων, σοφώτατον εἶναι λέγων, τουτέστι μήτε ψευδόμενον, μήτ᾽ αἰσχρὸν εἶναι τὸ μὴ εἰδέναι τέχνῃ.

Εἰ δὲ δεῖ καὶ ποιητῶν παρασχέσθαι μαρτυρίας, ἔστι μὲν ἔργον ἢ τὰς ἁπάντων ἢ τὰς τῶν προκριθέντων διὰ πάντων παρασχέσθαι, ὅμως δέ, ὡς ἄν τις ἔχοι τῶν γνωριμωτάτων ἐκλέξας εἰπεῖν, ῥᾳθυμία παραλιπεῖν. Κοινῇ μὲν οὖν πάντες ποιηταὶ μαρτυροῦσι τὴν ἔργῳ μαρτυρίαν, εἴπερ εἰσὶ ποιηταὶ τῷ κρατοῦντι [<τῷ ὑπὲρ τὴν τέχνην>] λόγῳ τῆς τέχνης. Ἀλλ᾽ οὐ ταύτης δέομαι τὰ νῦν (ἔστι γὰρ ἐν τοῖς εἰρημένοις) ἀλλὰ τῆς κατὰ ῥῆμα.

Οὐδὲ τοῦτο πάρεργον προσθεὶς οὐδὲ εἰκῇ οὐδὲ ἐφόλκιον [<ἄλλως ἐπὶ τοῖς ἄνω, ἀλλ᾽ ἐνδεικνύμενος καὶ πρὸς ἓν σημαινόμενος ὅτι τοῦτο τὸ ἐν κόσμῳ καὶ λαμπρῶς οὐκ ἐκ τέχνης ἀλλ᾽ ἐπινοίᾳ θεῶν παραγίνεται>]. Εὑρεῖν οὖν, φησίν, ὦ Πλάτων κρεῖττον ἢ μαθεῖν; Καὶ τέχνη φύσεως δεύτερον, εἰκότως ὁ Ἡσίοδος καὶ φρονῶν οὕτω καὶ λέγων, καὶ τῆς δάφνης οὐκ ἀμνημονῶν, ἣν ἅμα τῷ λαβεῖν ποιητὴς ἦν [<γεγονὼς>] ἐκ ποιμένος· ἐπεὶ καὶ τὰς τέχνας αὐτὰς καὶ τὰ ἐπιτηδεύματα φύσει δήπου διενεγκόντες ἄνθρωποι καὶ νικήσαντες ἀνεῦρον τὸ ἐξ ἀρχῆς. [<Οὐ γὰρ αἱ τέχναι τὰς φύσεις ἐποίησαν, ἀλλ᾽ αἱ κράτισται φύσεις τὰς βελτίστας τῶν τεχνῶν εὗρον. Ὥστε καὶ τῇ τάξει καὶ τῇ δυνάμει παρὰ τῇ φύσει τὰ πρεσβεῖα εἶναι.>] Εἰ δὲ [<δὴ>] μηδ᾽ ἁπλῶς ἀνθρώποις τὴν εὕρεσιν προστίθεμεν [<τῶν τεχνῶν>], ἀλλὰ θεοὺς ἡγήσασθαί φαμεν αὐτοῖς καὶ καταδεῖξαι, πῶς οὐκ εὔδηλον ὅτι πολλῷ τινος εἶναι νικῶντος δεῖ προσθήκην τὴν τέχνην; Καὶ μὴν εἰ τοῦτο δῆλον ἅπασι, καὶ πάντες ἂν συμφαῖεν μὴ θεοὺς παρ᾽ ἀνθρώπων λαβεῖν τὰς ἐπιστήμας [<ἀλλ᾽ ἀνθρώπους παρὰ θεῶν>], καὶ διδασκάλων μὲν ἐκείνους μαθητῶν δ᾽ ἡμᾶς τάξιν ἔχειν, τοσούτῳ κρεῖττον, ὡς ἔοικεν, εὑρεῖν ἢ μαθεῖν, ὅσῳ κρείττων ἀνθρώπου θεός. Οἱ μὲν γὰρ εὑρήκασιν ἅμα πάντα, ἡμεῖς δέ, οἶμαι, λαβόντες χρώμεθα.

Ὀρθῶς ἄρα καὶ δικαίως ὁ τοῦ Ἑλικῶνος πρόσοικος, [<καὶ ὡς εἰκὸς ἦν τὸν αὐτὸν ἐκ θεῶν ἐπινοίας λέγειν εἰληφότα, τὸν μὲν τοιοῦτον ἄνδρα ὡς θεὸν καὶ θεῷ ἐγγὺς πρῶτον καὶ>] κράτιστον μὲν ἔφη, ὃς αὐτὸς πάντα νοήσει, τὸν δ᾽ ἀκούσαντα καὶ μαθόντα δεύτερον.

Εἰ γὰρ ἦν τὸ μαθεῖν ἄριστον καὶ πρῶτον, οὐδ᾽ [<ἂν>] αὐτὸ [<πρῶτον>] τὸ μαθεῖν ἦν. Ἐχρῆν μὲν γὰρ [<δήπου>] μαθεῖν παρ᾽ ἑτέρου, ὥστε οὐκ ἂν ἦν ὁ διδάσκων πρῶτος, εἰ τὸ μαθεῖν κρεῖττον καὶ πρῶτον ἦν. Παρὰ τοῦ γάρ, ὦ καὶ σὺ τὴν ποικίλην στοὰν κοσμήσας, ἀκούσῃ, τίσι πεισθῇ, εἰ κρείττων ὁ μαθών ἐστι τοῦ [<τὸ>] πρῶτον εὑρόντος, καὶ μὴ ἀνάγκῃ δεύτερος, εἴπερ τι μέλλοι μαθήσεσθαι; Πᾶς γὰρ ὁ μανθάνων ὡμολόγηκε δήπουθεν εἶναι χείρων αὐτῷ γε τῷ δεῖσθαι μαθεῖν. [<Ὡς εἴγε μὴ πείσειεν αὑτὸν δεῖσθαι πρότερον, πῶς ἂν μάθοι; Ἢ πῶς ἄλλῳ γ᾽ ἂν εἰπόντι πεισθείη>]; Οὐκοῦν ἄτοπον τόν [<γε αὐτὸν>] ὡμολογηκότα εἶναι χείρω, τοῦτον ἀμείνω καλεῖν, καὶ ταῦτα δι᾽ αὐτὸ τοῦτ᾽ ἐπαινούμενον, ὅτι ὡμολόγηκεν οἷς ἐζήτησε μαθεῖν χείρων εἶναι.

Ἄτοπον δὲ [<καὶ>] μηδ᾽ ἐκεῖνο ὁρᾶν, ὅτι οὐ μόνον ἐξ ἀρχῆς αἱ φύσεις τὰς τέχνας συνεστήσαντο ἀλλὰ καὶ περὶ αὐτὰς τὰς τέχνας οἱ τῇ φύσει νικήσαντες διενηνόχασιν. Ἕνεκα μὲν γὰρ τῆς τέχνης πάντας ἔδει παραπλησίους τοὺς τὰ αὐτὰ μαθόντας εἶναι οἶμαι δὲ καὶ χείρους τοὺς δευτέρους ἀεὶ τῶν προτέρων, ἕως εἰς τὸ λυθῆναι τὴν τέχνην ἀφίκετο· οὐ γὰρ ἂν ἦν πάντα λαβεῖν ἀκριβῶς παρ᾽ ἑτέρου λαμβάνοντα, ἀλλ᾽ ἔδει διαφυγεῖν ἀεί τι. Ῥώμῃ δέ, οἶμαι, φύσεως καὶ περιουσίᾳ τὴν δόξαν οἱ κρατήσαντες εἰλήφασι· καὶ οὐδεὶς τὸν Δαίδαλον οὐδὲ τοὺς ἄνω θαυμάζει παρὰ τὸν Φειδίαν, ἀλλὰ τοὐναντίον ἐκ μικρῶν καὶ φαύλων τὸ κατ᾽ ἀρχὰς εἰς τὸ μεῖζον καὶ τελειότερον αἱ τέχναι κατέστησαν.

Αὐταῖς τοίνυν, ὡς ἔοικε, ταῖς τέχναις οὐ λυσιτελοῦν φαίνεται τὴν τέχνην πρὸ τῆς φύσεως τετιμῆσθαι. Οὔκουν προελθεῖν γ᾽ ἂν αὐταῖς ἦν οὐδὲ τυχεῖν τοῦ νῦν σχήματος οὐδὲ σεμνύνεσθαι. Ἀλλ᾽ οἶμαι οὐχ αἱ τέχναι τοὺς ἄνδρας ἦραν μεγάλους, ἀλλ᾽ οἱ τῇ δυνάμει πρωτεύσαντες ἐντίμους τὰς τέχνας ἐποίησαν, οὐ μείναντες ἐφ᾽ ὧν παρέλαβον. Εἰ δὲ τοῦθ᾽ ἅπασιν εὔδηλον, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν γε εἰρημένον, οἱ μέγιστοι τῶν ἐν ταῖς τέχναις οὐχ ᾧ μετεσχήκασι τῆς τέχνης μέγιστοι γεγόνασιν, ἀλλ᾽ ᾧ τὴν τέχνην παρεληλύθασιν. [<Ἀλλ᾽ ἐνδιδόντες τῇ φύσει τῶν λόγων>], οἱ δὲ τῶν πραγμάτων, παῖδας τοὺς πρὸ αὑτῶν δυνάμει φύσεως ἀπέδειξαν. Ἀλλὰ πάσας τὰς τέχνας, ὅπερ εἶπον, ἡ φύσις εὗρεν. Εἰ γὰρ αἱ τέχναι τὰς τέχνας ἔμελλον εὑρήσειν, οὐκ ἂν ἦν λαβεῖν τὴν ἀρχήν.

Οὐ γάρ πω τεχνῶν οὐσῶν οὐκ ἂν ἦν τέχνην εὑρεῖν· τῇ γὰρ μὴ οὔσῃ πῶς ἐνῆν εὑρεῖν; Οὐκοῦν καὶ κατὰ τοὺς εὑρόντας τὰς τέχνας ἐξ ἀρχῆς καὶ κατὰ τοὺς ὑπερέχοντας ἐν αὐταῖς ἡ φύσις νικᾷ. Φαίνεται τοίνυν [<καὶ κατὰ τοῦτον τὸν λόγον>] ἡ μὲν φύσις ἄρχοντος λόγον ἔχουσα, ἡ δὲ ἐκ τοῦ μαθεῖν τέχνη διακόνου καὶ πειθομένου τῷ κρείττονι.

Ἃ μὲν οὖν, εἰ καὶ μὴ τέχνην εἶναι δοίημεν τὴν ῥητορικήν, ἔχοι τις ἂν λέγειν ὑπὲρ αὐτῆς, πολλὰ ἀφελόντι τῶν ἐπιόντων τοσαῦτα καὶ τοιαῦτά [<ἐστιν>]. Ἴσως δέ τις οἰήσεται, τούτων οὕτως ἀποδεδειγμένων, τὸ φαυλότερον σπεύδειν ἡμᾶς λοιπόν, ἐὰν ὅτι καὶ τέχνῃ διδάσκειν πειρώμεθα. Ἐγὼ δὲ οὔτε τῶν εἰρημένων οὐδὲν μετατίθεμαι, οὔτε Πλάτωνι συγχωρῶ τὸ μηδὲν μετεῖναι ῥητορικῇ τέχνης, ἀλλ᾽ ὅσον αὐτῇ τέχνης [<χρήσομαι γὰρ τοῖς τοῦ Πλάτωνος αὐτοῦ ῥήμασι>], τοῦτ᾽ ἐπέξειμι.

Καίτοι πῶς οὐχ ὑπεναντίον φάσκειν μὲν στοχάζεσθαι τὴν ῥητορικήν, λέγειν δὲ ὡς οὐ χρῆται λόγῳ δι᾽ αὐτὸ τοῦτο; Πάντες γὰρ οἱ στοχαζόμενοι δήπου τῷ λόγῳ προσάγοντες ἑαυτούς, οὕτω στοχάζονται. Οὐ γὰρ ἔστι μὴ λόγῳ χρώμενον στοχάζεσθαι, ἀλλ᾽ ὁ τοῦ πράγματος λόγος οὗτός ἐστιν ὁ ποιῶν στοχάζεσθαι. Ἔστι δὲ στοχάζεσθαι τὸ τυχεῖν τοῦ πράγματος, ὡς οἵ γε ἀποτυγχάνοντες ἀρχὴν οὐδὲ στοχάζονται. Οὐκοῦν οὐχ ᾧ στοχάζεται ἁμαρτάνει τις, ἀλλ᾽ ᾧ διήμαρτεν οὐκ ἐστοχάσατο.

Εἰκότως· οὐδεὶς γὰρ ἁμαρτάνει λόγῳ χρώμενος, ἀλλ᾽ ἅμα ἐσφάλη καὶ τὸν λόγον οὐ διεσώσατο. [<Τὸ μέλλον ἑκάστῳ συνοίσειν ἐκλέγοντες>]. Καὶ ταῦτα, ὦ Πλάτων, ταῖς σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. [<Τί δὲ περὶ ῥητορικῆς, εἰ στοχάζεται, θαυμάζεις>]; Φαίνεται δ᾽ ἡ ῥητορικὴ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ τῶν ὑπηρετῶν ἅττα ἂν εὑρίσκῃ βέλτιστα. Ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν προσήκειν τῇ πολιτικῇ Πλάτων οὐκ ἐρεῖ.

Πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; Ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. Κατ᾽ εἰρωνείαν τὸ οὕτως, οἷον εἰ μὴ κατὰ τὸ ἐοικέναι τῇ στρατηγικῇ, καὶ λοιπὸν ἐξ ἐπικρίσεως, ὅτι οὔτε κατὰ τοῦτο δύναιτ᾽ ἂν εἴδωλον εἶναι.

Ὅτι τοίνυν [<ὅλως>] ἐστὶ σόφισμα τὸ φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι, ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἄλλ᾽ ὅστις γε εὖ φρονεῖ. Ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτε ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν [<εὐθὺς>] ἐᾶν γίνεσθαι, μήτε τοὺς ῥήτορας ἄλλο [<τι μᾶλλον>] σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην, καὶ τοῦτο ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν.

Εἰ δὲ τοὺς ῥήτορας τοῖς πλήθεσιν ὑπείκειν φῂς καὶ ποιεῖν τὰ κελευόμενα ἀλλ᾽ οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέγων ἀδικεῖς τοὺς ῥήτορας. Ἀλλ᾽ οὔθ᾽ οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφ᾽ ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλ᾽ ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶναι. [<Εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν πολλῶν ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδ᾽ ἂν παρρησιάσασθαί ποτ᾽ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν.>] Ἀλλ᾽ οἶμαι συνίσασιν ἑαυτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τῶν δήμων τὰς ἐπιθυμίας σωφρονίζουσιν· [<οὐδὲ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ πολλοὶ ὁρῶσιν εἰς τούτους>]· οὐδ᾽ ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν ἀλλ᾽ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν. Καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρ᾽ αὐτῶν ἀντ᾽ ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν, οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντα ἄνω καὶ κάτω ποιῶν, ἀλλ᾽ ὅτι τοὺς δήμους ἄγουσιν, ὥσπερ [<γε>] δὴ καὶ τοὺς παιδαγωγοὺς οἶμαι καλοῦμεν οὐκ ἐπειδή περ ὑποπεπτώκασι τοῖς παισίν, ἀλλ᾽ ὅτι αὐτοῖς ἡγοῦνται.

Ὅ τι γὰρ ἂν φαίης, ἁρμόττει τὸ τοιοῦτον [<ἀκοῦσαι>] τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος. Πάντα ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. Πάντες μὲν οὖν ἄρχοντες ἐν ἑκάστῃ πράξει κρείττους φύσει τῶν ὑφ᾽ ἑαυτοῖς· εἰ δέ τις μετ᾽ ἐξουσίας καὶ χαρίζεται πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τὸ σῴζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῆς τῶν ὑφ᾽ ἑαυτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικός. Μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων, εἰ χαρίζονται, ἀλλ᾽ εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. Καὶ κατὰ τοῦτο ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, [<ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης>]. Πῶς δέ τις καὶ διακονήσεται μυρίαις γνώμαις δήμου καὶ ἀλλήλαις μαχομέναις [<ταῖς ἐπιθυμίαις; Ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δ᾽ ὡς μὴ κατὰ ταὐτὰ γινώσκοντες, πᾶσι δὲ>] ἀμήχανον τοῖς τοιούτοις ἐκ τῶν αὐτῶν τὰ αὐτὰ χαρίζεσθαι, πῶς οὖν ὁ ῥήτωρ χαριεῖται ταῖς ἐπιθυμίαις αὐτῶν; Ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει, ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ.

Οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δ᾽ οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλ᾽ οὐ πείθοντας παρέχεται. Πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρωθεν, ἀλλ᾽ ἐκ τῶν αὐτῶν λόγων καὶ τοῖς αὐτοῖς τούτοις λόγοις ἀναμίξ. [<Οὐδὲ μεθ᾽ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν ἀλλὰ καὶ>] ὅτι τοίνυν πλεῖστον λόγου μετέχον ἡ ῥητορική, μᾶλλον δ᾽ αὖ πᾶν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τ᾽ εἰπεῖν, εὐχῆς, ἄξιον δεῖξαι.

Οἶμαι τοίνυν ἅπαντας τοὺς ἀνθρώπους οἷς δυνατόν, συμφῆσαι τὸ μὴ κατ᾽ αὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι [<καὶ πλεονεκτεῖν εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δ᾽ οὐκ ἀρετῇ βελτιόνων, ἀλλ᾽ ἰσχυροτέρων>], τὴν δὲ οἵαν ἐλαττοῦσθαι [<καὶ παρὰ γνώμην συγχωρεῖν ἀπειρίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γινώσκομεν>]. Τοῦτο οὖν ἦν αἴτιον τὸ ποιῆσαν ἀνθρώπους εὑρεῖν τι τοιοῦτον ὑπὲρ αὑτῶν ἢ θεούς γε ὑπὲρ [<τῶν>] ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται, ταὐτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. Οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τὰ ἐπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπ᾽ ἄλλων, κατὰ μικρὸν οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων, ἔμελλε τελευτῶντας αὐτοὺς ἐφ᾽ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς Σπαρτούς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται.

Ἔδει δὴ κοινόν τι φάρμακον εὑρεθῆναι τῷ γένει, ταὐτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν, ὡς τοὺς μὲν [<ἢ>] κωλῦσαι πρὸ τῶν ἀδικημάτων ἢ παρ᾽ αὐτὰ τιμωρήσασθαι, τοῖς δὲ ἄδειαν τοῦ βίου παρασκευάσαι, τοῖς δὲ χάριν τὴν πρέπουσαν, ὅσοι τὸ δίκαιον ἐτίμων ἑκόντες.

Εὑρέθη τοίνυν ἐκ τούτων ῥητορική, καὶ παρῆλθε φυλακτήριον δικαιοσύνης καὶ σύνδεσμος τοῦ βίου τοῖς ἀνθρώποις, ὅπως μὴ ταῖς χερσὶ μηδὲ τοῖς ὅπλοις [<μηδὲ τῷ προλαβεῖν μηδὲ πλήθει καὶ μεγέθει>], μηδ᾽ ἄλλῳ τινὶ τῶν ἀνίσων κρίνοιτο τὰ πράγματα, ἀλλ᾽ ὁ λόγος τὸ δίκαιον ἐφ᾽ ἡσυχίας διαιροῖ. Ἀρχὴ μὲν [<οὖν>] αὕτη καὶ φύσις ῥητορικῆς, καὶ βούλημα τοῦτο, σῶσαι πάντας ἀνθρώπους καὶ τὴν βίαν διὰ τῆς πειθοῦς ἀπώσασθαι.

Φαίνεται τοίνυν ἡ ῥητορικὴ τῇ νομοθετικῇ τῆς αὐτῆς μετειληφυῖα φύσεως, [<εἴπερ τό γε ἀκριβὲς ἐπ᾽ ἀμφοτέρων δεῖ θεωρεῖν>], μᾶλλον δὲ μέρος οὖσα [<τῆς ῥητορικῆς>] ἡ νομοθετική, καὶ τοῖς πᾶσι δευτέρα. Πῶς; πρῶτον μὲν ὅτε καὶ περὶ αὐτῶν ἔδει τῶν νόμων λόγου τοῦ πείθοντος. [<Εἰ γάρ ἐστιν εὔδηλον ὅτι οἱ νόμοι μὲν ὑπὲρ τοῦ πάντας τὸ προσῆκον ἔχειν ἔμελλον τεθήσεσθαι, τοῦτο δὲ οἱ τῇ χειρὶ κρείττους ἔμελλον συμβουλήσεσθαι, πῶς οὐκ ἀναγκαίως ἔδει λόγου τοῦ πείθοντος ἤδη>]; Οὐ γὰρ βιάσασθαι ἐνῆν τοὺς τὴν ἐκείνων ἰσότητα μὴ αἱρουμένους, οὐδ᾽ ἦν αὕτη νόμων ἀρχή· ὑπὲρ γὰρ αὐτοῦ τοῦ μὴ βιάζεσθαι τοὺς νόμους ἔδει θέσθαι. Οὔκουν ἦν τιθέναι βιασάμενον, ἀλλὰ τοῦτ᾽ ἦν πρῶτον παρὰ τοὺς νόμους.

Φαίνεται τοίνυν [<κἀνταῦθα>] ἡ ῥητορικὴ βουλομένη μὲν ταὐτὰ τῇ δικαστικῇ, τοσοῦτον δὲ νικῶσα ὅσον ἀμφοτέρας [<τὴν νομοθετικὴν καὶ δικαστικὴν>] συνέχει μόνη βεβαίως. Βουλομένη γὰρ ἡ δικαστικὴ καθάπερ ἐν μάχῃ τῇ νομοθετικῇ βοηθῆσαι, ταὐτὸν ἔπαθεν τῇ νομοθετικῇ. Ἐκείνη τε γὰρ πρότερον ῥητορικῆς ἐδέησεν, ὥστε ταύτῃ ἔχειν πάροδον τοὺς νόμους· ἥ τε δικαστικὴ σχῆμα ἐπικούρου λαβοῦσα τοῖς νόμοις· αὕτη πρότερον ἐδεήθη τῆς παρὰ τῆς ῥητορικῆς βοηθείας. Ἔδει γὰρ δυνηθῆναι βοηθῆσαι, τοῦτο δ᾽ οὐκ ἦν ἄνευ ῥητορικῆς.

Πότερον οὖν πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορική, ἢ τὰ τῆς πολιτικῆς, ὡς σὺ φῄς, μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; Ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται, οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλ᾽ οὕτως ὥσπερ εἴδωλον ἀπολαβὼν ῥητορικῆς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δὲ οὐδ᾽ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. Διαφέροι δ᾽ ἂν τοσοῦτον, ὅτι οὐδὲν ὅμοιον τὸ εἴδωλον τῇ ῥητορικῇ.

Οὐκοῦν ὁπότε μήτ᾽ ἀδικεῖν μήτ᾽ ἀδικεῖσθαί φησι βούλεσθαι, δῆλον ὅτι ἀδικεῖσθαι κακὸν ἡγεῖται ἄμεινον δ᾽ ὅμως τοῦ ἀδικεῖν οὐ μὴν τοῦ μήτ᾽ ἀδικεῖν μήτ᾽ ἀδικεῖσθαι, [<ὀρθῶς οἶμαι καὶ γινώσκων καὶ λέγων>].

Εἰ τοίνυν ἡ ῥητορικὴ ἀδικεῖσθαι μὲν ἐκώλυεν, ἀδικεῖν δὲ προσηνάγκαζεν, οὐδ᾽ οὕτω μὲν [<ἴσως ἂν>] καθάπαξ πονηρὸν ἦν, πονηρόν γε ὂν κωλύουσα τὸ ἀδικεῖσθαι, χεῖρον δ᾽ ἂν ἴσως βελτίονος, [<ὅπερ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν>]. Εἰ δ᾽ οὔτ᾽ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατ᾽ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω (δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι), κατὰ τοῦτο δὲ κυρίως ἀγαθόν.

Καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν· αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν, τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. Ὥσθ᾽ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. Ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει· ὥσπερ γὰρ ἅμα ἠδίκηκε καὶ ἠδίκηται ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. Ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφίας ῥητορική, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. Ὁπότε δ᾽ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίνεται ῥητορικὴ φιλοσοφίας, ἐπειδή [<γε>] ὁμοῦ τὸ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ, ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι ἅμα τε ἀδικεῖν δήπου κωλύουσιν.

Ταῦτα πιθανῶς μᾶλλον ἢ ἀναγκαίως λέγει Ἀριστείδης. Ἃ γὰρ περὶ τοῦ μὴ ἀδικεῖσθαι καὶ τῆς ῥητορικῆς στωμυλεύεται, κρείττω δεικνύναι φιλοσοφίας φιλοτιμούμενος τὴν ῥητορικήν, ταῦτα περὶ τοῦ μὴ ἀδικεῖν καὶ τῆς φιλοσοφίας ἀπαραλλάκτως μεταλαβὼν τὴν φιλοσοφίαν ἀμείνω τῆς ῥητορικῆς ἐπιδείξειέ τις.

Εἰ δὲ [<δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν>], καὶ τὴν [<αὐτὴν καθαρῶς>] τάξιν [<ἔχουσαν>] τοῖς νόμοις, ὡς δέδεικται, ἔχει τὴν αὐτὴν οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ· οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δ᾽ ἀδικεῖν βεβαιώσει, ἀλλ᾽ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. Οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει προνοίαν, ἀλλ᾽ ὅπως μηδ᾽ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν. Ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρότερον αὐτός [<γε>] παρασκευάσεται. Οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. [<Οὐ μὴν>] ἀλλ᾽ εἰ τοῦτο Πλάτων διϊσχυρίζεται ὡς οὐ πολλήν τινα [<οὐδ᾽ ἀξίαν σπουδῆς οὐδὲ λόγου>] χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν λόγοις; [<Ἀλλ᾽ ὥσπερ ἑταιρείας καταγνωσθείσης, μετὰ καὶ τῶν ταῦτα συμβουλομένων νόμων ἐξελαθήσεται.>] Καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους [<συνεκπέμψαι καλῶς ὑμῖν ἔχῃ>] ἐκβάλλωμεν τῆς πόλεως καὶ τοῦ βίου.

Ἀλλ᾽ ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν [<ἐστι>] πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδ᾽ ἡ τοῦτο κωλύουσα δύναμις [<μηδενὸς ἀξία λόγου, μηδ᾽ ὁπόσα ἐστὶ καὶ γίνεται μὴ δι᾽ αὐτῆς μηδὲν χρηστόν, ἀλλ᾽ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστ᾽ εἶναι μόριον κολακείας καὶ σκιᾶς>], τοῦ χάριν ταύτην οἰκίζων τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφ᾽ ἧς μηδ᾽ ὁτιοῦν πείσεται καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδούς, ἵνα μή τι πάθῃ μηδ᾽ ὑπό τινων ἀδικηθῇ πολεμίων; Εἰ γὰρ ἐξαρκεῖ μὴ ἀδικεῖν, τί δέδοικας, [<εἰ πρὸς τοῦτό τ᾽ αὐτὴν παρεσκεύασας>];

Εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν, ὅταν μὴ δίδωσι δίκην, καὶ χρὴ κατά σε καὶ αὐτὸν ἑαυτοῦ κατήγορον, ὅταν ἀδικήσῃ, γίνεσθαι καὶ παίδων καὶ πατρὸς αὐτοῦ, τοὺς δ᾽ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχῃ τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν, καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι, καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι καὶ ἱερὰ πάντα καὶ τάφους συλῆσαι καὶ κατασκάψαι [<πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυτῶν πλεονεξίας>], ἵν᾽ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι, μὴ δόντες δίκην. Ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν, ὥστε κωλύεις καὶ βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μὴ τοιοῦτόν τι γένοιτο· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις, [<οὐδὲ κηρύττειν>] ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις.

Εἰπέ, πρὸς Διὸς τεραστίου, τί χρὴ περὶ τούτων νομίζειν ἡμᾶς; [<Εἶεν, ὦ γενναῖε, νόμους δὲ δὴ τοῦ χάριν ἡμῖν ἐτίθης>]; Εἰ γάρ, ὦ τᾶν, τὸ δίκην λαμβάνειν καὶ τὸ μὴ ἐᾶν ἀδικεῖν οὐχ ἕν τι τῶν σπουδαίων ἦν, τοῦ χάριν νόμους εἰσφέρεις, καὶ σκοπεῖς ὅπως μηδείς που τῶν ἐν τῇ πόλει ἀδικήσεται; Καὶ μὴν ἐν μὲν οἷς ἡμεῖς λέγομεν, καὶ τοῖς ἄλλοις συνδοκοῦν ἐστι καὶ τῷ Πλάτωνι πρόσεστιν· ἃ δ᾽ οὗτος ἐνταῦθα εἴρηκεν, οὐ μόνον τοῖς τῶν πραγμάτων λόγοις ἀλλὰ καὶ τοῖς αὐτοῦ Πλάτωνος ἐξελέγχεται καὶ λόγοις καὶ βουλήμασιν.

Ἐκείνων μὲν ὀρθῶς ἔχειν συγχωρουμένων, καὶ ἡ παρὰ τῶν ἄλλων μαρτυρεῖ δόξα καὶ ψῆφος ὀρθή· ταῦτα δὲ εἰ δοίημεν κρατεῖν, ἄπεστι τὸ ὁτῳοῦν συνδοκεῖν τῶν ἄλλων. Ἰσχυρότερον δὲ τὸ καὶ ἅπασι καὶ Πλάτωνι τοῦ μηδενὶ καὶ μηδὲ Πλάτωνι συνδοκεῖν, [<ὡς οὗτος ἀλλαχοῦ. Οὐκοῦν οὐ τὴν παρὰ τούτου μαρτυρίαν διὰ τὴν παρὰ τῶν ἄλλων φευξόμεθα, ἀλλὰ τῇ τῶν ἄλλων τὴν παρὰ τούτου προσθήσομαι>]. Ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. Τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαί ἐστιν. Οὐ μὴν ἀλλ᾽ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα, ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω.

Σὺ μὲν ξένου χάριν Συρακουσίου, κοινοῦ τῆς πατρίδος ἐχθροῦ, ἔπλεις οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐν γήρᾳ, πέλαγος τοσοῦτον, καὶ τῷ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφυγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. Τὴν δ᾽ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις καὶ γονεῦσι καὶ ἀδελφοῖς εἰ τὴν ὅπως μὴ ἀδικήσωνται φυλακὴν ἔχοι, καὶ σῴζοι καὶ τούτους καὶ ἑαυτόν, καὶ νὴ Δία γε εἰ τοῦτ᾽ αὐτὸ τύραννον ἔσεσθαί τινα μέλλοντα καὶ Διονυσίῳ προσόμοιον οἷός τε εἴη κωλῦσαι καὶ παρελέσθαι λόγῳ τὰς πράξεις, καὶ τὴν ἐκ τῶν νόμων ἄδειαν πᾶσι βεβαιῶσαι, ἔπειτ᾽ οὐδὲν σπουδαῖον τοῦτ᾽ εἶναι φήσομεν, οὐδ᾽ ἐπαινεῖν χρὴ τὴν τοιαύτην εἴτε τέχνην εἴτε μηδὲ τέχνην [<εἰπεῖν>] δεῖ; Ὅτι νὴ Δία ἓν μέγα [<τοῦτ᾽ ἦν>] κακὸν τὸ ἀδικεῖν, τὸ δὲ ἀδικεῖσθαι πρᾶγμα οὐδέν.

Ἐγὼ γὰρ οὔτ᾽ αὐτὸς ἐπέγκλημα [<δήπου>] τοῦτο ποιοῦμαι, εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν εἰς Σικελίαν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας, οὔθ᾽ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθ᾽ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι· μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον. Ἀλλ᾽ ἃ αὐτὸς ἔπραξε καὶ ἅ τινων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις. Καὶ μὴν ὅσῳ κάλλιον φρόνησις ἀνδρείας, τοσούτῳ ῥητορικὴ τῆς κατὰ πόλεμον εὐψυχίας. Εἰ γὰρ δεῖ συνελόντα εἰπεῖν, οὐδέν ἐστιν ἄλλο ῥητορικὴ ἢ φρόνησις λόγων δύναμιν προσειληφυῖα, [<ὡς μὴ μόνον αὐτὸς ἔρδειν τὰ βέλτιστα ἀλλὰ καὶ ἑτέρους πείθειν ἔχοι>]. Ἡγοῦμαι μὲν οὖν καὶ ταῦτα πίστεις ἱκανὰς ἔχειν τῆς ἀληθείας, εἰ μὴ καὶ πλείους ἄρα τῶν ἱκανῶν· εἶμι δ᾽ ἐπ᾽ αὐτὸν ἤδη τὸν κολοφῶνα [<τοῦ>] Πλάτωνος, ὡς ἄν τις εἴποι, ῥήματι.

Οὐ γὰρ μόνον ἐξ ὧν ἐλέγχεται βούλομαι φανῆναι μαρτυροῦντα αὐτόν, ἀλλὰ καὶ ὥσπερ ἂν εἰ καὶ παραστὰς αὐτὸς ἐμαρτύρει τῇ ἑαυτοῦ φωνῇ. Οὐκοῦν [<ὅτ᾽ ἀδικεῖν μὲν οὐκ ἐπηνάγκαζεν, ἀδικεῖσθαι δ᾽ οὐκ ἐᾷ, ὡς δ᾽>] ἐκ τοῦ λόγου συνέβαινε τὴν ῥητορικὴν μήτ᾽ ἀδικεῖν μήτ᾽ ἀδικεῖσθαι ἐᾶν, εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται· εἰ δὲ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μηδ᾽ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον.

Τίς δ᾽ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλήλων κεχώρισται, ὅσον τοῦ πείθειν τὸ βιάζεσθαι; [<Ἀλλὰ μὴν ταῦτά γε οὐδεὶς ἔστιν ὃς ἂν τὴν ἐναντίαν φύσιν εἰπὼν ἔχειν αἰσχυνθείη>]. Πῶς δ᾽ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δ᾽ ἐν τοῖς δυνασταῖς εἰσίν;

Καίτοι τοσοῦτον ἀπέχουσιν οἱ τύραννοι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι, καὶ οὐδενός ἐστι παρ᾽ αὐτῶν τυχεῖν οὐδὲ τῶν μετρίων, μή τι γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· [<ὥσθ᾽ ὁ τύραννος μικροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε>]. Καὶ κόλακος μὲν οὐδέν ἐστι δήπου ταπεινότερον, [<οὐδ᾽ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν>], τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον, οὐδ᾽ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. Ὥστε εἰ [<μὲν>] κολακεία ἡ ῥητορική, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν. Εἰ δ᾽ ὁμοῦ τῇ τυραννίδι τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν, οὐκοῦν τά γε ἕτερα ψευδῆ. Τοσοῦτον δ᾽ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτ᾽ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. Φαίνεται δ᾽ ὅπου ῥητορικὴ σῴζεται οὐδαμοῦ τύραννος ἐγγενόμενος, [<μέχρις ἂν σῴζεται λόγῳ>] οὔτ᾽ αὖ ἐν οἷς τυραννὶς κρατεῖ, ῥητορικὴ περιοῦσα· ἀλλ᾽ ὅ τε ῥήτωρ πάντα πράττων ὥστε μηδεὶς τύραννος ἐγγενήσεται, [<τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τῷ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατ᾽ ἀρχὴν τὰ πράγματα>], οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατός, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γινόμενος ὁμοῦ τῆς ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους αὐτοὺς καταστήσῃ.

Διόπερ τὴν ἔχθραν ἀναγκαίως ἀλλήλοις ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν.

Πῶς οὖν τἀναντία, φησίν, ἀλλήλοις οἱ ῥήτορες λέγουσιν; Ἔστι μὲν [<οὐκέτι τοῦτ᾽ ἐν τοῖς εἰρημένοις ὑπὸ Πλάτωνος· ὅμως δὲ ὑπὲρ τοῦ πανταχῇ διακαθᾶραι τὸν λόγον μηδὲ τοῦθ᾽ ἡμῖν ἀνεξέταστον ἀφείσθω. Καὶ τοῦτ᾽>] οὖν ἰσχυρότατον πάντων, ὡς ἐν ψεύδεσιν [<ὂν σχεδόν>], ὧν ὁ Πλάτων εἴρηκεν, [<ὅτι οἶμαι καὶ ἡμῖν αὐτοῖς ἀπαντῶμεν ἐν τῷ λόγῳ αὐτὸ τοῦτο κἀγὼ νῦν πεποίηκα>]. Ἀλλ᾽ οὐδὲν μᾶλλον ὅ γε ἐξ ἀρχῆς λόγος διαφθείρεται, ἐπεὶ καὶ οἱ φιλοσοφεῖν οὕτω λεγόμενοι οὐ τοῖς αὐτοῖς λόγοις ἅπαντες δήπου χρῶνται, ἀλλὰ καὶ τοῖς ἐναντίοις ἀλλήλοις· ἀλλ᾽ οὐδὲν κωλύει κατὰ τοὺς τυγχάνοντας τῆς ἀληθείας φιλοσοφίαν εἶναι καλόν. Οὐ δή που διπλοῦν ἐστιν οὐδ᾽ ἐναντίον αὐτὸ ἑαυτῷ. Πῶς οὖν, ἂν φαίη τις; ἢ φιλοσοφεῖν ἀμφοτέρους φήσομεν τἀναντία λέγοντας, ἢ τὸ φιλοσοφεῖν εἶναι καλόν; οὕτως ὡς ἔφην. Ἴδοις δ᾽ ἂν καὶ κυβερνήτας ἀλλήλοις ἐναντία ναυμαχοῦντας· ἀλλ᾽ ὅμως τῆς κυβερνητικῆς ἐστι σῴζειν τὴν ναῦν. Οὕτω τοίνυν καὶ ὅταν οἱ ῥήτορες ἀλλήλοις ἐναντία, ὡς ἄν τις φαίη, λέγωσιν, οὐ κωλύεται τὸ ἐξ ἀρχῆς κεφάλαιον τῆς ῥητορικῆς, ἀλλὰ τὸ συμβαῖνον τῷ λόγῳ χρὴ σκοπεῖν, μεμνημένους ὧν ἕνεκα εὑρέθη. Εὑρέθη δὲ τὸ λέγειν ὑπὲρ τῶν δικαίων. [<Ὁ μὲν οὖν ὑπὲρ ῥητορικῆς λόγος οὗτος.>] [<Ὁ μὲν αʹ λόγος ὑπὲρ ῥητορικῆς μόνον ἦν· οὗτος δὲ καὶ ὑπὲρ ῥητορικῆς καὶ ὑπὲρ ῥητόρων.>]

Ἐκ τῶν Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ ῥητορικῆς. Τὸ προοίμιον τοῦ δευτέρου λόγου. Ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὖν ἴσως οὐδὲν κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. Οὗτοι μὲν γάρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δέ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. Συγχωρούντων μὲν οὖν ἡμῶν, ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. Εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο, οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῇ δειχθήσεται φιλονεικῶν.

Τοῦτ᾽ ἐστὶ προύργου τὸ καὶ περὶ τούτων εἰπεῖν. Αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γινόμενοι τοῦ πῶς δεῖ καρτερεῖν, ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. Τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι δι᾽ ἡμᾶς ἐν ἐλευθερίᾳ τέτραφθε.

Εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτ᾽ ἂν ἀντειπεῖν; Πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος [<πρὸς ταῦτα>] ἢ Πλάτωνι. Διὰ τί; Διότι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος ἔγραψεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους, ἔνεστι ταυτί.

Τὸ δὲ πάντων ἀτοπώτατον, ὅτι χρῆται μὲν τούτοις ἐν ἐλέγχῳ τοῦ κολακείαν εἶναι τὴν ῥητορικήν, ὡς δὴ τούτους ὄντας ῥήτορας, πάλιν δ᾽ αὐτὸς αὐτοὺς ἀφίησι τῆς κολακείας, οὔκουν φησί γε αὐτοὺς ταύτῃ χρῆσθαι, ἐν οἷς περὶ ὧν ἔπαθον λέγει. Κἀν τούτοις οὖν ἀνάγκη θάτερα ἐψεῦσθαι. Εἰ μὲν γὰρ ἡ ῥητορικὴ κολακεία, πάντως δεῖ κόλακας τούτους εἶναι, ῥήτοράς γε ὄντας, ὥς φησιν.

Εἰ δὲ οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, πῶς ῥητορικὴ κολακεία διὰ τούτους, ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; Ὤιμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. Οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλ᾽ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύσαντο τοῖς πράγμασιν. Ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν.

Ἐνθυμοῦμαι δὲ ἔγωγε πῶς ἀνέχεσθαι χρή, ὅταν Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι [<καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδ᾽ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν>], τοὺς μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νεοὺς διέφθειρεν, [<οὐδ᾽ εἶναι τὰ ἐκείνων ἁμαρτήματα οὐδ᾽ ὁτιοῦν πρὸς Σωκράτην τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις>]. Εἰ δ᾽ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν, ἔσθ᾽ ἃ μὲν ὀρθῶς [<καὶ προστηκόντως>] ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτ᾽ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι.

Ὥσπερ εἴ τις καὶ τοῦ θείου κατηγοροίη [<τοῖς αὐτοῖς λόγοις>] ὅτι χρῆν αὐτοῦ τὴν πρόνοιαν εἶναι τοιαύτην ὥστ᾽ ἀδικίαν καὶ ἀγνωμοσύνην ἀνελεῖν παντάπασιν ἐξ ἀνθρώπων [<καὶ μηδὲν ἁμαρτάνειν μηδένας ἀνθρώπων μηδαμῇ. Νῦν δὲ πῶς, εἰ προνοιεῖν αὐτοὺς χρὴ νομίζειν, ὅταν μὴ παύωνται>] πλημμελοῦντες [<ὧν ἄρχουσι μὴ δικαίως>] ὑπ᾽ ἐνίων ἀμελεῖσθαι; Καὶ ὁ μὲν ἡνίοχος παραλαβὼν λακτίζοντας τοὺς ἵππους πραΰνει καὶ τιθασσεύει, [<καὶ τελευτῶν ἐπ᾽ αὐτῶν ἀσφαλῶς κατὰ πολλὴν ῥᾳστώνην εἶσιν ὅποι βούλεται>]· οἱ θεοὶ δὲ οὔπω καὶ νῦν ἐξῃρήκασιν ἀδικίαν ἐξ ἀνθρώπων ἐκ τοσούτου, καὶ ταῦτα ἐκ τοῦ αἰῶνος παντὸς πολιτευσάμενοι, [<καὶ προσέτι εἰς ἑαυτοὺς ἁμαρτάνοντας ὁρῶντες ἔστιν οὓς αὐτῶν>]. Ἀλλὰ μὴν εἰ ταῦτα οὐδ᾽ ἂν εἷς ὑγιαίνων εἴποι σπουδῇ, πλὴν ὡς ἡμεῖς μὲν νῦν εἰς ἔλεγχον λόγου, πῶς οὐ κομιδῇ Πλάτων συκοφαντεῖ; Εἰ γὰρ ἃ μηδ᾽ οἱ θεοὶ πώποτε πεποιήκασι, μηδὲ παρ᾽ αὐτῆς τῆς Ἀθηνᾶς τῆς πολιάδος εἶχεν ἀπαιτῆσαι, ταῦτα παρὰ Θεμιστοκλέους καὶ Περικλέους ἀπαιτεῖ, αὐτὸν ἐρωτῶ πῶς οὐ συκοφαντεῖ;

Ἀλλ᾽ οἶμαι τὴν μὲν τοῦ δήμου φύσιν οὐκ ἠδυνήθησαν μεταποιῆσαι· ἔστι δ᾽ αὕτη μηδέποτε γενέσθαι πάντα χρηστὸν μηδ᾽ ἀναμάρτητον· ὅσα δὲ κινδυνεύοντας ἔδει προνοήσασθαι, ἐν οἷς ἅμα καὶ τῶν πολλῶν καὶ τῶν ἐπιεικῶν [<ἦν>] εὐεργέτας εἶναι, ἢ κατ᾽ ἐξουσίαν πράττοντας ἀπάγειν ἀπὸ τῶν δυσχερεστάτων ἀεὶ καὶ εἰς ἐλάχιστον τρέπειν τὰ τῆς φύσεως ἁμαρτήματα, ταῦτα οὐκ ἔστιν ὅπως οὐ παρὰ τούτοις ὄντα φανήσεται, καὶ ταῦτα πρὸς τῷ λόγῳ τῷ παρ᾽ ἡμῶν καὶ ταῖς ἀποδείξεσι Πλάτων αὐτὸς ἐπισφραγίζεται, καὶ ἔστιν ἡμῖν κἀνταῦθα μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος, ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεί.

Καίτοι πῶς οὐκ ἄτοπον [<ἦν>] τὰ ἔργα κοσμεῖν ὧν τὴν πολιτείαν φαυλίζειν ἔστι· καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεταί τις δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ἡγεῖσθαι; Ἔγκειται μὲν [<γάρ που>] ταῦτα μεταξὺ τοῦ μύθου [<χωρίς τινος προφάσεως>] οὐκ ἀσκέπτως ἐμοὶ δοκεῖν [<οὐδὲ φαύλως>] οὐδ᾽ ὡς ἐξέπεσεν, ἀλλ᾽ ὅπως συγκρυφθείη τε ὡς δυνατὸν μάλιστα, καὶ εἴ τις εὑρὼν χρῷτο, μηδ᾽ αὐτὸς δοκῇ παρελθεῖν [<ἀλλ᾽ ἐκείνη>]· οὕτω μέσην τινὰ εὗρε τάξιν, καὶ ἅμα πρὸς τῇ τελεύτῃ τοῦ λόγου τοῦ παντός, ἃ θεὶς ἐν ἀρχῇ, τοῖς ἐφεξῆς οὐκ ἔμελλεν ἕξειν οἶμαι χρῆσθαι.

Οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθ᾽ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνήν, ὥσπερ ὁ Σκάμανδρος καθ᾽ Ὅμηρον. Ἀλλ᾽ εἰ δυνατὸν ἢ μή, καὶ φύσιν ἔστ᾽ ἔχον συμβῆναι, τοῦτ᾽ ἦν ἐκ τοῦ λόγου.

Φανήσεται δ᾽ οὐχ ἁπλῶς, οὐδ᾽ ὡς νῦν μόνον [<δείκνυμεν>] εἰς τοὺς ἐναντίους ἐληλυθὼς αὐτὸς ἑαυτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτιᾶται Ἀριστείδην ὃν ἐπῄνεσεν ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διὰ τὸ αὐτὸ τοῦτο οὐδ᾽ ἐκείνους ἔχων αἰτιάσασθαι. Πῶς;

Ὅτι σύμβολον οἶμαι ποιεῖ τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπ᾽ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς [<γε>] βελτίους ὑπ᾽ αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους, ὑφ᾽ ὧν μηδ᾽ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν.

Ταῦτα δὲ οὕτω θείς, καὶ ἡνιόχους καὶ τὰ τοιαῦτα ἐπεισαγαγὼν ἐνταυθοῖ, τόν [<γε>] Ἀριστείδην οὐ μόνον οὐδὲν φαῦλον εἴρηκεν, ἀλλὰ καὶ σαφῶς ἐξαίρετον τῶν ἄλλων πεποίηκε. Καίτοι εἰ τὸ παθεῖν κακῶς ὑπ᾽ Ἀθηναίων ἦν τι δεῖγμα τοῦ μὴ καλῶς Ἀθηναίων προστῆναι, οὐδ᾽ Ἀριστείδης προὔστη καλῶς· οὐδὲ γὰρ οὗτος ἀθῶος δήπου διέφυγεν, ἀλλ᾽ ἐξέπεσε. Προσθήσω δὲ ὅτι οὗτός γε οὐδ᾽ ἐν δικαστηρίῳ δυστυχήσας ὥσπερ Μιλτιάδης καὶ Περικλῆς, οὐδ᾽ ὑπὸ τούτων οἷς προσέκρουσεν ὑπὲρ τῶν πολλῶν, ἀλλ᾽ ἐξοστρακισθεὶς ὑπ᾽ αὐτοῦ τοῦ δήμου.

Ἔστι δὲ καὶ κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις πλείστους ἀθρόως ἔσωσεν [<ὑπὲρ>] χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σῴζει οὐ κατὰ ναῦν ἐστιν αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες [<αὐτοὶ>] καὶ πόλεις οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαί, τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. Καὶ ὁ μέν [<γε>] κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ· τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. Ἀλλ᾽ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν.

Ὅτι ἡ ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. Τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους [<οὓς μέλλω εἰπεῖν αὐτῆς>] ἰδεῖν ἔστιν. Ἔστι μὲν γὰρ [<δήπου>] ῥητορεύειν τὸ τὰ δέοντα εὑρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. Φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, [<εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν>], ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· [<ἀντὶ δ᾽ αὐτῆς δικαιοσύνης τὸ πρέπον τιθεῖ>]. Τοῦτο δέ ἐστιν ὁποῖα ἄττα ἢ ὁπόσα προσήκει ἑκάστῳ σῶσαι τῷ πράγματι. Ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδ᾽ οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται· τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως, ὡς ὁ λόγος, ἐξορίζει καὶ ὑπεφρονεῖ. [<Εἶεν. Οὗτος ὁ νουθετῶν ἀνύτει, οὗτος ὁ κατηγορῶν πιστεύεται.>] Καὶ μὴν ὅστις γε ἃ προσῆκε λέγειν οἶδεν, οἶδεν ἃ πράττειν προσήκει. Οὐδεὶς γάρ ἐστιν ὅστις ἃ προσήκει πράττειν εἰπεῖν εἰδώς, ἃ προσήκει πράττειν ἀγνοεῖ, οὐδ᾽ ὅστις ἀγνοῶν ἃ προσήκει πράττειν, εἰπεῖν ἔχει. Ὅσῳ δ᾽ ἄρχειν βέλτιον ἢ διακονεῖν, τοσούτῳ λέγειν τὰ δέοντα βέλτιον ἢ πράττειν. Ὁ μὲν γάρ, οἶμαι, πολλοῖς σύμβουλος γίνεται, ὁ δὲ ἀνθ᾽ ἑνὸς ἄλλου τινὸς γίνεται.

Ὥσπερ οὖν τοὺς ἀρχιτέκτονας τῶν τεκτόνων ἀνάγκη προέχειν, ὄντας ὅμως περὶ ταὐτὰ ἃ [<καὶ>] τῆς τῶν τεκτόνων ἐστὶν ἐμπειρίας, οὕτω καὶ τοὺς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς λόγοις προέχοντας τῶν τούτοις ὑπηρετούντων βελτίους ὁ ποιητὴς ἔθηκε καὶ προσεῖπεν ἀριπρεπεῖς μάλα ὀρθῶς προσειπών.

Εἰ δὲ δεῖ καὶ μῦθον λέγειν, δέδοικα μὲν ἐγὼ μὴ καὶ ταῖς γραυσὶν ἡμᾶς ἐξούλης ὀφλεῖν ἐπισκώπτων φῇ τις ἀνὴρ κωμικός, ἐρῶ δὲ οὐ μῦθον ἄλλως αὐτὸν εἰς αὑτὸν τελευτῶντα, ἀλλὰ καὶ ἐνταῦθα ἡ παρὰ τῶν πραγμάτων πρόσεστι πίστις. Ὁ μὲν οὖν Προμηθεὺς καθ᾽ ἕκαστον ἅπασι τάς τε αἰσθήσεις καὶ τὰ μέλη τοῦ σώματος πεπλακὼς ἦν [<πρότερον>]· τὸν δὲ Ἑρμῆν οὐχ οὕτως ἐκέλευσεν ὁ Ζεὺς ὥσπερ θεωρικοῦ διάδοσιν διελεῖν, ἵνα πάντες ῥητορικῆς ἐφεξῆς μετέχοιεν ὥσπερ ὀφθαλμῶν καὶ χειρῶν καὶ ποδῶν, ἀλλ᾽ ἐπιλεξάμενον τοὺς ἀρίστους καὶ γενναιοτάτους καὶ τὰς φύσεις ἐρρωμενεστάτους, τούτοις ἐγχειρίσαι τὸ δῶρον ἵνα ὁμοῦ σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους σῴζειν ἔχοιεν. Ἀφικομένης δὲ ῥητορικῆς ἐκ θεῶν οὕτως εἰς ἀνθρώπους, ἠδυνήθησαν [<μὲν>] ἄνθρωποι τὴν μετὰ τῶν θηρίων δίαιταν χαλεπὴν ἐκφυγεῖν, ἐπαύσαντο δὲ ἐχθροὶ πάντες ὄντες ἀλλήλοις ἐν κύκλῳ, κοινωνίας δὲ εὗρον ἀρχήν. Καταβάντες δὲ ἐκ τῶν ὀρῶν ἄλλοι κατ᾽ ἄλλα μέρη τῆς οἰκουμένης ἐπλησιάσαντό γε πρῶτον ὕπαιθροι, μετὰ δὲ τοῦτο ἤδη λόγου νικήσαντος πόλιν τε κατεσκευάσαντο [<καὶ διεκρίθησαν, οὐχ ὥσπερ πρότερον, ὡς ἔτυχε>], καὶ εἰς τὸ νῦν σχῆμα καὶ ἀξίωμα χρόνῳ τε καὶ κατὰ μικρὸν ἀνήχθησαν.

Καὶ ὁ μῦθος μὲν ἡμῖν ταύτην ἐχέτω τὴν τελευτήν, οἶμαι, κεφαλὴν οὐδὲ ἄτιμον εἰληφώς. Ὅτι δὲ οὐκ ἄλλως μῦθος [<ταῦτα>] οὐδ᾽ ὄναρ, ἀλλ᾽ ὕπαρ καὶ ὁ τῶν πραγμάτων αὐτῶν ἐστι λόγος, δῆλον ἐξ αὐτῶν. Ἐὰν τοίνυν ἔτι τούτων ἐγγυτέρω προσαγάγω τὸν λόγον, ἦ που τρυφή τις ἂν εἴη τῆς ἀποδείξεως, καὶ οὔτε ἔννοιαν οὔτε ἐλπίδ᾽ ἐλέγχων ἰσχυροτέρων οὐδ᾽ ἂν εἷς ἔτι δή που λάβοι. Οὐ γὰρ μόνον αὐτὸς Πλάτων, ὡς πολλάκις ἐδείξαμεν πρότερον, ἀλλὰ καὶ ἐν αὐτοῖς τούτοις τοῖς λόγοις τῷ παραδόξῳ δὴ συγγράμματι διαρρήδην ὁμολογεῖ [<τῇ ῥητορικῇ>] τὰ κάλλιστα εἶναι πράττειν.

Τὰ μὲν οὖν ἄλλα ἢ ψυχαγωγίαν ἢ χρείαν, ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν, ἔχει, μόνον δὲ τὸ τῆς ῥητορικῆς μάλιστά γε ἄμφω πληροῖ, καὶ μετὰ τῶν ὠφελειῶν τὴν χάριν θαυμαστὴν ἔχει, ὥστε καὶ ὅταν εἰς πολέμους ἀλλήλοις ἔλθωσιν ἄνθρωποι, τοὺς παρὰ τῶν αὐτοχείρων πρέσβεις ἀφικνουμένους δέχονται καὶ ἀποπέμπουσιν, ἐνθυμούμενοι τὸ τῶν ῥητόρων φῦλον, ὑπεξαιρούμενοι τὴν τοῦ λόγου φύσιν, αἰδούμενοι ὅτι ἐξ ἀρχῆς ἐπὶ σωτηρίᾳ καὶ κοινῇ χρείᾳ τοῦ γένους εἰσῆλθεν.

Εἰ δέ τις ἡμῖν περὶ Πλάτωνος ὑπολάβοι ὅτι οὐ ταύτην κακῶς εἴρηκε [<τὴν ῥητορικὴν>] ὑπὲρ ἧς νῦν ἡμεῖς τοὺς λόγους ποιούμεθα, ἀλλὰ δύο οὐσῶν τὴν ἑτέραν κακίζει, πρῶτον μὲν οὐδὲν μᾶλλον τά γε ἡμῖν εἰρημένα φαύλως ἔχοντα ἐλέγχονται, [<ἀλλὰ κατ᾽ αὐτὸ τοῦτο καλῶς καὶ προσηκόντως ἅπαντα ταῦτα ἠνύσθαι μαρτυρεῖ>]· ὥσπερ γὰρ ἐκεῖνος τὴν φαύλην δικαίως ψέγει, τί κωλύει τήν γε ἐναντίαν ἡμᾶς ἐπαινοῦντας ὀρθῶς ποιεῖν; Ἔπειτα οὐκ ἀναιρεῖ τοὺς παρ᾽ ἡμῶν ἐλέγχους ἡ παραίτησις αὕτη, ἀλλὰ καὶ οὕτως ἐναντία φαίνοιτ᾽ ἂν εἰρηκὼς αὐτὸς ἑαυτῷ εἰ διττὴν εἶναι τὴν ῥητορικὴν ἀξιῶν εἶθ᾽ ὡς μιᾶς καὶ ἁπλῆς τινος οὔσης τὴν κατηγορίαν πεποίηται. Δῆλον γὰρ ὅτι εἰ τοῦτ᾽ ἐστὶν ἀληθές, τὴν μὲν φαυλίζειν τὴν δ᾽ ἐπαινεῖν προσῆκεν αὐτῷ διελομένῳ, ὥσπερ ἐν τοῖς περὶ ἔρωτος λόγοις φαίνεται πεποιηκώς, καὶ πολύ γε μειζόνων εὐφημιῶν τὸν χρηστὸν ἠξιωκὼς ἢ οἵων τὸν ἕτερον βλασφημιῶν.

Ὁ δ᾽ οὖν [<αὐτὸς>] λόγος καὶ περὶ πάσης φιλοσοφίας καὶ περί γε τῶν τῆς ἀρετῆς, εἴ τις βούλοιτο διαιρούμενος πρῶτον μὲν σοφίας δύο προσαγορεύειν, τὴν μὲν ᾗ τὰ βέλτιστα συνίεμεν, τὴν δὲ ἑτέραν ᾗ κακουργοῦσιν, ἔπειτα σωφροσύνην διπλῆν, τὴν μὲν σπουδῆς ἀξίαν καὶ πολιτικήν, τὴν δὲ νωθράν τε καὶ ὑπτίαν, καὶ δικαιοσύνην διπλῆν καὶ ἀνδρείαν ὁμοίως, τὴν μὲν σὺν νῷ καὶ φρεσί, τὴν δὲ ἀπόνοιαν καὶ μανίαν οὖσαν. Ἀλλ᾽, οἶμαι, πάντα ταῦτα τῶν φυρόντων ἐστὶ τὰ ὀνόματα, [<καὶ διῄρηται σοφία καὶ κακουργία, σωφροσύνη καὶ βλακεία, δικαιοσύνη τε καὶ εὐήθεια, ἀνδρεία καὶ θρασύτης· οὐδέτερον δέ γε οὔτε καλὸν χαλεπὸν οὔτε προσῆκον>]. Πολλῷ γὰρ ταῦτα ἀπ᾽ ἀλλήλων διῄρηται, καὶ οὐ δεῖ κακίας ὑποκορίζεσθαι τοῖς τῆς ἀρετῆς ὀνόμασιν οὐδὲ τὰς ἀρετὰς φαυλίζειν τὰ τῆς κακίας ἑκάστῃ παρατίθεντας.

Εἰ δ᾽ ὅτι μάλιστα οὕτω Πλάτων διενοεῖτο, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, ἀλλ᾽ ὑπεξῄρηται τὴν καθαρὰν καὶ τῷ ὄντι ῥητορικήν, ἄξιον μὴ παρακρουσθῆναι, μηδ᾽ ἀγνοῆσαι τοῦτο [<αὐτὸ>] τοὺς πολλούς, μήδ᾽ ὡς ψήφῳ καθαρᾷ προσέχοντας θᾶττον ἢ συμφέρει βουλεύσασθαι περὶ [<τῶν>] τηλικούτων. Πανταχῇ δὴ καὶ διὰ πάντων ἐκπίπτουσιν ἡμῖν αἱ ψῆφοι. Πρῶτος δὲ Πλάτων αὐτὸς ψηφίζεται καὶ μέσος [<φασὶ>] καὶ τελευταῖος.

Καὶ κινδυνεύω δοκῶν ἀντιλέγειν Πλάτωνι παντὸς μᾶλλον συναγορεύειν. Εἰ δὲ δεῖ τι καὶ παῖξαι, δοκῶ μοι κατὰ τοὺς κωμῳδοποιοὺς ὥσπερ ἀποδιδράσκοντα αὐτὸν ἕλξειν εἰς τοὺς ῥήτορας, ὅτι μαθὼν καλλωπίζεται.

Ἀριστείδου ἐκ τοῦ ἐπιγραφομένου λόγου Πλατωνικὸς τρίτος πρὸς Καπίτωνα τὸ προοίμιον. Νῦν σε καὶ μᾶλλον φιλοῦμεν, οὕτως ἐρωτικῶς τοῦ Πλάτωνος ἔχοντα, ὃν ἐγὼ φαίην [<ἂν τιμῶν>] καθ᾽ Ὅμηρον ἴσον ἐμῇ κεφαλῇ. Εἰ γάρ [<τοι>] καὶ πάντες φαῦλοι πρὸς ἐκεῖνον, ἀλλ᾽ ἕκαστος τιμιώτατος αὐτὸς ἑαυτῷ, φασί. Καίτοι, τί λέγω; Οὐκ οἶδα μὲν γὰρ εἰ πιστεύεις, ἀληθὲς δ᾽ ἐρῶ. Εἰ δὲ μὴ ἐγγὺς ἐκεῖνον ἔφησας ἡμῶν εἶναι, οὐκ ἂν οὕτω με ηὔφρανας, ὡς ὅτι προκατείληψαι δείξας· οὕτως ἐμοὶ φίλος ἀνὴρ καὶ φίλων ἐπέκεινα. [<Συνέβη δέ μοι καὶ περὶ Δημοσθένην τοιοῦτον ἕτερον· φράσω δὲ καὶ πρός σε.>] Ἀνὴρ τῶν ἐκ τῆς γερουσίας τῆς Ῥωμαίων, Λίβυς τὰ ἀρχαῖα, Μάξιμος τοὔνομα, ἄξιος ὅτου βούλει [<(φασὶ δὲ οἱ ταῦτα δεινοὶ καὶ ῥήτορα αὐτὸν ἐν πρώτοις εἶναι Ῥωμαίων), οὗτος>] τοῖς τε Δημοσθένους λόγοις προσέκειτο ὑπερφυῶς, καὶ οὐκ οἶδ᾽ ὅντινα τρόπον καὶ τοῖς ἡμετέροις ἑάλω τούτοις.

Ἔτυχε δέ μοι λόγος τις πεποιημένος ἐκ τρίτων πρὸς Λεπτίνην [<ἐξ ἀρχῆς τοιᾶσδε>]. Εἶχον μὲν γὰρ ἐν χερσὶ τὸν τοῦ Δημοσθένους λόγον, καὶ ὡς ἐγενόμην ἐπὶ τῶν κεφαλαίων ἃ τοῦ Λεπτίνου μέλλοντος ἐρεῖν ὑποτέμνεται, ἀποστήσας ἐμαυτὸν τοῦ Δημοσθένους ὑπ᾽ ἐμαυτοῦ τι συνεώρων. Ὡς δὲ εὗρον καὶ δύο καὶ τρία τῶν χρησίμων, ἐνταῦθα πάλιν αὖ ἐπ᾽ ἄλλο τι ἐχώρουν. Καί μοι πειρωμένῳ τὸ αὐτὸ ἀεὶ συνέβαινε. Καὶ οὕτω δὴ ἀπὸ τοῦ κρασπέδου θοἰμάτιον, εἰ δὲ βούλει, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος ἀπειργασάμην.

Τοῦτον αὐτῷ τὸν λόγον δεῖξαι ἐπεχείρησα· καὶ [<μέλλων δείξειν>], προεῖπον [<ὅτι πρὸς Λεπτίνην ἐφευρημένα σὺν τῷ πρὸς Λεπτίνην ἐφευρήσει>]. Ἆρα μὴ ἀδικῶ [<σε; ἔφην ἐγώ>]. Καὶ ὃς μὰ Δία εὐγενῶς τε καὶ ὡς ἂν πᾶς ἠράσθη τε καὶ ἠγάσθη ὅστις φιλόλογος, οἶσθα, ἔφη, ὅτι κάθημαι πρὸς τοῖς Δημοσθένους; Κἀγώ· τὸν αὐτὸν ἄρα, ἔφην, μοι βουκολεῖς, ὥστε εἰ νικῴη μ᾽, οὐκ ἐχθρὸς ὁ στεφανούμενος, ἀλλ᾽ ᾧ σύ γε κἀγὼ συσπεύδομεν. Ὡς δὲ ἐκέλευσε τὰ βιβλία ἐν μέρει δεικνύναι καὶ τὸ πρᾶγμα πανταχῇ σπουδὴ ἦν, οὑτωσί τοι, ἔφην ἐγώ, σοι ταὐτὰ γινώσκω περὶ Δημοσθένους, καὶ ἡγοῦμαι μηδὲν εἶναι ὃ ῥᾴδιον παρελθεῖν ἐκεῖνον τὸν ἄνδρα. Καὶ ὃς ἥσθη τε ἀκούσας, ὥσπερ ἐγὼ ἐκείνου ἀκούσας ἥσθην ὅτι τῷ Δημοσθένει συνεστήκοι, [<καὶ ἔδωκεν ἄδειαν δεῖξαι τὸν λόγον>]. Ὡς δ᾽ ὁ λόγος ἐδείχθη, ὅπως διετέθη τὰ ἐπὶ τούτοις, αὐτὸς ἂν εἰδείη. Πάρεστι δέ σοι γνῶναι [<ὅτι>] καὶ ἡμῖν τι προσήκει Πλάτωνος, εἰ καὶ μὴ τοσοῦτον ὅσον τοῖς σοφοῖς, ἀλλ᾽ ὅσον ἐπίστασθαι χαίρειν τῷ ἀνδρί.

Φέρε δὴ [<σαφέστερον>] κατίδωμεν, τί ποτε ἦν ὅ σοι προέστη τῶν λόγων, οὓς δὴ πρὸς αὐτὸν ἡμῖν φασί τινες πεποιῆσθαι. Ἐγὼ μὲν γὰρ ἐπειρώμην αὐτὸν πανταχοῦ σύμψηφον [<ὄντα>] ἐμαυτῷ δεικνύναι, εἴτε γάρ τι ἡμῖν λελήρηται, οὐδὲν δεῖ τῆς Στησιχόρου παλινῳδίας, ἀλλὰ σπογγιὰ ἰάσεται, εἴτε τι κρεῖττον ἐν τοῖς λόγοις ἔνεστιν ἢ ὡς τοῦτο τὸ ἆθλον πρέπειν αὐτοῖς.

Σὺ δὲ ἐπαίνει μέν, εἴ σοι μὴ δοκεῖ, μηδὲν μᾶλλον, συγγίνωσκε δὲ ὅμως· εἰ καὶ μὴ τιμῆς ἀξιοῖς, ἀλλὰ τούτου γε ἂν ἀξιοῖς. Ἔφησθα δυσχεραίνειν, ὡς ἐγὼ πυνθάνομαι, ὅτι ἦν ἐν τοῖς λόγοις μνήμη τῆς εἰς Σικελίαν ἀποδημίας αὐτοῦ, καὶ ὅτι δὴ τοῦ βίου τοῦ Πλάτωνος ἐν τούτοις ἐδοκοῦμεν καθάπτεσθαι· ἐχρῆν δὲ ἄρα τοῦτο μὲν χωρίς που εἶναι, τὸν λόγον δὲ ἐλέγχειν. Καὶ ταῦτά [<γε>] οὐκ ἐραστοῦ μόνον ὄντα ἐγκλήματα, ἀλλὰ καὶ σωφρονοῦντος περὶ λόγους. Ὅρα δὲ μὴ ἀναίτιόν με αἰτιᾷ.

Ἐγὼ γὰρ οὐκ ἔλεγον δὴ Πλάτωνα κακῶς, ὥσπερ ἐν δικαστηρίῳ τινὶ κρίνων, οὐδ᾽ ᾐτιώμην τὰς ἀποδημίας, ἵνα χείρων νομίζοιτο, ἀλλὰ κἀν τούτοις μαρτυρεῖν ἔφασκον ἐμαυτῷ τε καὶ ῥητορικῇ. [<Ἀλλὰ μή πω περὶ τούτων.>] Ἀλλὰ τί με χρῆν, ὦ πρὸς Διὸς, ποιεῖν; Πότερον μὴ μνησθῆναι τὸ παράπαν τῆς ἐς Σικελίαν [<ἀποδημίας>] ὥσπερ τι τῶν ἀπορρήτων μέλλοντα ἐρεῖν; Ἀλλ᾽ οὔτε ψήφισμα συνῄδειν ἀπαγορεῦον καὶ τῷ λόγῳ συνέφερε, καὶ ἅμα ἀληθὲς ἦν· καὶ γὰρ ἔπλευσεν οὐχ ἅπαξ καὶ ὑπὲρ τοῦ Δίωνι γενέσθαι τὰ δίκαια.

Ἀλλὰ νὴ Δία ἀνιαρὸν τοῦτο τοῖς Πλάτωνος ἑταίροις. Ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ, ἀλλὰ πρὸς ὁντιναδήποτε. Ἢ καὶ τοῦτο ἀδικῶ ὅτι τὰ ἐκ τῶν νόμων αὐτοῦ παρεγραψάμην; Καὶ ὅπως γε [<κἀκεῖνο>] ἐπιδείξουσιν, ἐπεὶ καὶ δυσχεραίνουσιν, ὡς οὐ τοῖς αὐτὸς ἑαυτοῦ περιπίπτει λόγοις, ἐπειδάν τι λέγῃ «Τοῖς δὲ εὐδαιμόνως ζῶσιν ὑπάρχειν ἀνάγκη πρῶτον τὸ μὴ ἀδικεῖν ἄλλους, μήτε αὐτοὺς ὑφ᾽ ἑτέρων ἀδικεῖσθαι» καὶ ἑξῆς. [<Ἢ καὶ>] τοῦτο ἀδικοῦμεν καὶ περιεργαζόμεθα, ὅτι προσηγάγομεν εἰς μέσον ταῦτα, καὶ οὐ προσκυνοῦμεν ὥσπερ οἱ κύστιν ἀπόρρητα φέρουσαν;

Ἐγὼ δὲ οὐ τοῦτο ᾤμην [<εἶναι>] τὸ τὰ ἀπόρρητα ἐκφέρειν καὶ ἄλλα ἄττα τοιαῦτα. Διὰ ταῦτα ἠξίουν ἀκροᾶσθαι διὰ τέλους, ὅστις μέλλει τὸ ἀγώνισμα πᾶν ὄψεσθαι καὶ ψῆφον ὀρθὴν καὶ δικαίαν ἐποίσειν. Ὅτι ὁ Ἀριστείδης τὴν ἀνακεφαλαίωσιν τῶν προειρημένων ἐπάνοδόν φησιν. Ἐρεῖς δ᾽ ἂν καὶ συγκεφαλαίωσιν καὶ ἐπίλογον καὶ σύνοψιν καὶ ἀνάμνησιν, καὶ συλλογίσασθαι τὰ εἰρημένα, ὡς ὁ Δημοσθένης, καὶ συναγαγεῖν καὶ συντόμως εἰπεῖν καὶ ἀριθμῆσαι καὶ ἀπαριθμήσασθαι, καὶ ἄλλ᾽ ἄττα τοιαῦτα, καὶ ἐπαναλαβεῖν καὶ ἀνακεφαλαιῶσαι.

Οὕτω πᾶσαν [<αἰδῶ καὶ>] τιμὴν ἀπεδώκαμεν αὐτῷ, ὥστε εἰ αὐτὸς πρὸς ἑαυτὸν ἔμελλεν ἀντερεῖν, οὐκ ἄν μοι δοκεῖν μᾶλλον ἑαυτοῦ φείσασθαι. Ἀτάρ, ὦ ἄριστε Καπίτων, ἐνεθυμήθην καὶ τοῦτο μεταξὺ τῶν λόγων, ὅτι πάντα εἴδωλά ἐστι τῷ ἀνδρί, καὶ τοῦτο μὲν οἱ ποιηταὶ μιμηταὶ εἰδώλων ἀρετῆς, τοῦτο δὲ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον. [<«Εἰδώλων δὲ πλέον πρόθυρον» φαίη ἂν εἰς αὐτὸν Ὅμηρος>]. Πότερον ταῦτα θρασύτερα καὶ προπετέστερα ἢ τἀμά; Ἐν οἷς φημὶ Πλάτωνα ἀποδημῆσαι [<ὑπὲρ αὐτῶν>], καί φημι ταῦτα λέγειν οὐ τὴν ἀποδημίαν κακίζων ἀλλὰ τῇ ἀποδημίᾳ τὸν λόγον πιστούμενος. Ναί, ἀλλ᾽ ἀπεστερήκαμεν αὐτὸν δόξης φιλοσοφίας, ὥσπερ ἐκεῖνος τοὺς μὲν τῆς τραγῳδίας ποιητὰς οὐδὲ ἐν ὀλίγῳ τίθησιν, Ὅμηρον δὲ τραγῳδοποιὸν προσείρηκεν οὐ τοῦτον τούτῳ κοσμῶν, ἀλλὰ τούτους μὲν διὰ τούτων κολούων, τοῦτον δὲ ᾧ τιμᾷ καθαιρῶν. Οὐκοῦν δεινόν, εἰ οὗτος μὲν καὶ τραγῳδοποιοὺς καὶ κωμῳδοποιοὺς καὶ πολιτείαν καὶ πόλιν [<καὶ νόμους>] ἑαυτῷ καθίστησιν, ἡμῖν δὲ μηδὲ λόγου [<τινὸς>] ἐξέσται πρὸς αὐτὸς ἀμφισβητῆσαι, καὶ ταῦτα οὐ μύρῳ ἐπαλείφουσιν αὐτόν, ἀλλὰ λόγοις τοῖς εὐφημοτάτοις καὶ ὧν οὐδ᾽ ἂν αὐτὸς ἠξίωσε μείζους ἀκούειν ὑπὲρ ἑαυτοῦ.

Ἀνεγνώσθη τοῦ αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἀπολογίας τὸν ὅμοιον διὰ τῆς ἐκλογῆς περιηνθισμένος τρόπον. [<ὑπὲρ Περικλέως>].

Ἐκ τοῦ Ἀριστείδου πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων τὸ προοίμιον. Παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδ᾽ ὅτι δεῖ περὶ τῶν αὐτῶν πολλάκις, ἄλλως τε καὶ οὐ πρὸς ἄνδρας μέλλοντα ἐρεῖν μᾶλλον ἢ ὑπὲρ ἀνδρῶν καλῶν καὶ ἀγαθῶν, καὶ τούτων οὐκ ὀλίγων, οὐδὲ ἧττον παλαιῶν ἢ Πλάτων, ὅτι μὴ καὶ πρεσβυτέρων ἐκείνου, εἴ τῳ καὶ τοῦτο αἰδοῦς ἄξιον εἶναι δοκεῖ. Ὥστε ὅταν ὡμολόγητο καὶ συγκεχώρητο ὑπὲρ οὗ πᾶς ἤνυστο ὁ λόγος καὶ πρὸς ὃ πάντα ταῦτ᾽ εἶχε τὴν ἀναφοράν, τίς ἦν ζημία τῶν ἀνδρῶν μὴ προσκαθάπτεσθαι;

Νῦν δ᾽ ὥσπερ ὠδίνων, καὶ περιβαλλόμενος κύκλῳ τὴν ἐπ᾽ ἐκείνους ὁδόν, οὕτως ἐπιβούλως ἐλθὼν ἐπὶ τοὺς [<κατ᾽ ἐκείνων τοὺς>] λόγους φαίνεται. Καὶ μὴν τὸ μὲν διάφορον οὐχὶ μικρόν· ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ αὐτῆς τῆς ἀληθείας ἀγωνίζεσθαι, τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτε ἂν φήσαιμι, ἄλλος δ᾽ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶναι.

Περικλῆς τοίνυν τά τε ἄλλα τὸν βίον ἦν ἄριστος, καὶ οὐδὲ γελῶν πώποτε ὑπό τινος ὤφθη. Καὶ τῇ μὲν τῆς πολιτείας φυλακῇ, καὶ τῷ τὸ ἴσον τοῖς ἄλλοις ἔχων ἀνέχεσθαι, κοινός (εἴπερ τις ἀνθρώπων) ἐσπούδαζεν εἶναι, τῷ δὲ ἀξιώματι τῆς γνώμης καὶ τῷ μὴ τῶν αὐτῶν ἡττᾶσθαι τοῖς πολλοῖς, ὀλίγοις καταλιπεῖν ἐγγὺς ἐλθεῖν ἑαυτοῦ.

Ὃ δέ φασιν ὑπάρξαι σοφιστῶν Σωκράτει διαφερόντως, τοῦτ᾽ ἐκείνῳ δημαγωγῶν· ἐπαρθέντα μὲν γὰρ τὸν δῆμον καὶ μείζονα φρονήσαντα δεινότατον εἶναι συστεῖλαι καὶ καθελεῖν, ἀθυμήσαντα δὲ καὶ ταπεινωθέντα ἀναγαγεῖν αὖ τοῖς λόγοις καὶ μεστὸν ἐλπίδων ποιῆσαι, ὅπερ ἐκεῖνος εἰώθει περὶ τοὺς νέους ποιεῖν. Συνελόντι δ᾽ εἰπεῖν, σχῆμα τῆς πόλεως ἦν Περικλῆς, οὐ δουλεύων ταῖς τῶν πολλῶν ἐπιθυμίαις, ἀλλ᾽ αὐτὸς ἄρχων τῶν πολλῶν, οὐδ᾽ ὅ τι δόξειεν ἐκείνοις τοῦτο λέγειν ἀξιῶν, ἀλλ᾽ ὅ τι δόξειεν αὐτῷ τοῦτ᾽ ἐκείνους πράττειν ἐπαναγκάζων, [<οὐδ᾽ ἐν κόλακος μοίρᾳ προσκείμενος, ἀλλ᾽ οὐδαμοῦ τοῖς κόλαξι πάροδον τὸ καθ᾽ αὑτὸν διδούς>], τῇ μὲν χρηστότητι καὶ ἐπιεικείᾳ ἐν πατρὸς ὢν τάξει τῷ δήμῳ, τῷ δὲ κατείργειν ἅπαντας καὶ πάνθ᾽ ὑφ᾽ ἑαυτὸν ἔχειν πλέον ἢ τύραννος. Ἐξ ὧν, ὡς ἔοικεν, ἔξεστι σαφῶς ἰδεῖν ὅτι, εἴ τις ἄλλος, καὶ Περικλῆς ἑκὼν δίκαιος.

Οὐδαμοῦ γὰρ τὴν πλεονεξίαν ἀντὶ τῶν νόμων ἠγάπησεν, οὐδ᾽ ὅπως ἔσται μείζων τῆς τάξεως προὐνοήθη, παρὸν αὐτῷ μᾶλλον παντὸς Πεισιστράτου· ἀλλ᾽ ἦν παραπλήσιος κατέχοντι τὴν ἀκρόπολιν ἐπὶ τῷ σῴζειν τοὺς νόμους καὶ τῷ πάντας εὖ ποιεῖν ἐκ μέσου [<τοῦ δημοσίου>].

Οἷον ἴσως· τὸ γὰρ ἐκ μέσου φερόμενον ἴσον ἐπὶ πάντας ὥσπερ ἐπὶ κύκλου φέρεται. Ἢ ὅτι ἡ ἀκρόπολις μέση κεῖται τῆς πόλεως. Ἐπειδὴ δὲ ἐτελεύτησεν ἐκεῖνος, ὠνειροπόλουν μὲν Σικελίαν, ἐφίεντο δὲ Ἰταλίας, ὠρέγοντο δὲ Καρχηδόνος καὶ Λιβύης, πάντας δ᾽ ἀνθρώπους περιεσκόπουν, ἤρκει δ᾽ αὐτοῖς οὐδέν, [<μακροτέραν δὲ τοῦ πολέμου τὴν παρενθήκην ἐποιήσαντο>]. Ὁ δὲ ταῦτα πείθων ἦν, ὦ Πλάτων τε καὶ Σώκρατες, ὁ ὑμέτερος κοινωνὸς μὲν οὐκ ἔστιν εἰπεῖν, ἑταῖρος δὲ καὶ αὐτὸς ἂν φαίης, μᾶλλον δ᾽ εἴρηκας. Πῶς οὖν ἄν τις [<ταῦτα>] δικαίως κατηγοροίη Περικλέους, ἢ πῶς οὐκ ἀναγκαίως Ἀλκιβιάδου, ὅστις παραλαβὼν τὴν πόλιν εἰδυῖαν ἀκούειν συμβούλων, εἶθ᾽ οὕτως ἐξέμηνεν;

Οὐκοῦν τῷ μὲν ἅπαντος κέρδους κρείττω παρέχειν ἑαυτὸν δικαιοσύνην ἀσκῶν δῆλος ἦν, τῷ δὲ τὸν ἐν τάξει βίον προῃρῆσθαι τοῦ πρὸς ἡδονὴν σωφροσύνης πίστιν παρείχετο ἐμφανῆ. Καὶ μὴν ἀνδρείας γε ἐν οἷς οὐ πρὸς χάριν οὐδ᾽ ὑποπεπτωκώς, ἀλλ᾽ ὡς οἷόν τε μάλιστα ἐλευθέρως ὡμίλει τῷ δήμῳ. Μόνος τοίνυν καὶ τὰ μέλλοντα ἔσεσθαι προειδὼς καὶ τοῖς παροῦσι χρῆσθαι δυνηθεὶς, πῶς οὐκ ἂν σοφίας δικαίως δόξαν φέροιτο τῆς γέ που χρησιμωτάτης, εἴ τις ἀνθρωπίνως ἐθέλοι λογίζεσθαι; Εἶθ᾽ ὃν ἐξ ἁπάντων τῶν τῆς ἀρετῆς μορίων ὑπάρχει προσειπεῖν ἀνδρεῖον, δίκαιον, φρόνιμον, σώφρονα, τοῦτον Πλάτων μετὰ τῶν κολάκων ἠρίθμησε; [<Λάλους γάρ, φησίν, Ἀθηναίους ἐποίησε καὶ ἀργοὺς καὶ δειλοὺς καὶ φιλαργύρους, εἰς μισθοφορὰν καταστήσας>].

Περὶ μὲν δὴ λάλων, ὦ Πλάτων, καὶ ἀργῶν καὶ δειλῶν αὐτόθεν κατάβαλε, μή πού τις καὶ Τρῶας ἐγείρῃσι θεός. Κατάβαλε κατάθου, πέπαυσο, σίγα. Σὺ δὲ Μαντινικὴν μὲν ξένην καὶ Μιλησίαν ἐπίστασαι κοσμεῖν, [<καὶ οὕστινας ἄν σοι δοκῇ, πάνυ ῥᾳδίως μεγάλων ἠξίωσας>]· τῶν δὲ Ἑλλήνων τοὺς ἄκρους καὶ παρὰ πᾶσι βεβοημένους ἐν φαύλῳ καθαιρεῖς; Αἴτιον δ᾽ οὐ τὸ ἀγνοεῖν τὴν ἀξίαν, ἀλλὰ πῶς ἂν εἴποιμι εὐπρεπῶς;

Σφόδρα τῶν λόγων γίνῃ. Ἀντὶ τοῦ λέσχης γίνῃ καὶ οὐ τῆς τῶν πραγμάτων ἀληθείας. Πῶς ἂν εἴη λάλους πεποιηκὼς Ἀθηναίους Περικλῆς, ὅς γε κἀν τοῖς λόγοις αὐτοῖς τὸ μηδὲν φαύλως μηδ᾽ εἰκῆ τιμήσας φαίνεται; Τοὐναντίον γὰρ ἔμοιγε πᾶν αὐτοὺς ἐθίσαι δοκεῖ, μήτε λέγειν ὅπως ἔτυχε μηδὲν μήτε ποιεῖν ἀπὸ τοῦ πρώτου παραστάντος. Ἔτι δ᾽ ἄλλου μέν τινος πράγματος σκήπτεσθαι μάρτυρι κωμῳδοδιδασκάλῳ τάχα ἂν οὐκ ἰσχυρὸν ἦν· εἰς δὲ λόγων κρίσιν μήποτε οὕτω σεμνὸς γενοίμην ὥσθ᾽ ὑπεριδεῖν τῶν ἀνδρῶν τούτων ὡς οὐδενὸς ἀξίων. γίστην ὁ μὲν αὐτοῦ τὴν γλῶτταν εἶπε, λέγων μὲν ἴσον τι καὶ φωνήν, ἀναμίξας δέ τι τῆς παρὰ τῆς τέχνης πικρίας τοῖς ἀπὸ τῆς ἀληθείας. Ὅμως δ᾽ οὐκ ἐξέφυγε τὸ μὴ οὐ τὰ πρῶτα δοῦναι τῷ ἀνδρὶ μηδ᾽ ἐνδείξασθαι τὴν μεγαλοπρέπειαν τὴν περὶ τοὺς λόγους αὐτοῦ.

Ὁ δὲ ἀστράπτειν καὶ βροντᾶν αὐτὸν καὶ μυκᾶν φησι δημηγοροῦντα. Μὴ γάρ μοι τοῦτο, εἴ τι μέμφεται αὐτοῦ· ἀλλ᾽ ὅσον εἰς τὸν παρόντα προσήκει λόγον τῆς μαρτυρίας λάβωμεν. Ἆρ᾽ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζειν ἀπέχων.

Πῶς οὖν ὁ τοσοῦτον ὑπερέχων καὶ μόνος πᾶσι τοῖς κριταῖς νικῶν τὴν τοῦ φλυαρεῖν εἰκῇ καὶ παρὰ καιρὸν Ἀθηναίους ἀνεῖναι φέροιτ᾽ ἂν δόξαν; Ἐγὼ μὲν γὰρ τοὐναντίον ἡγοῦμαι, σιωπῆς [<αἴτιον>] αὐτὸν πλείονος ἢ προπετείας καταστῆναι. Ἴσμεν γοῦν ὅτι κἀν ταῖς ἄλλαις δήπου δυνάμεσιν, οὗ μὲν πολλοὶ παραπλήσιοι καὶ ἐφάμιλλοι πρὸς ἀλλήλους, πολλὰ τὰ πράγματα καὶ πλείων ἡ ἔρις, ἐπειδὰν δέ τις [<εἷς>] ὑπερσχῇ λαμπρῶς, ἅπαντες ἤδη συγκεχωρήκασιν. Οὕτω δὴ καὶ λέγειν ἐπειδάν τις ἄκρος ἐγγένηται, στέργειν ἀνάγκη τοὺς πλείους καὶ μὴ πολυπραγμονεῖν, ἀλλ᾽ ὡς οἷόν τε μάλιστα εὐλαβεῖς καὶ κοσμίους εἶναι περὶ τοὺς λόγους. Οὐ γὰρ ἂν ᾧ γέ τίς ἐστι βέλτιστος, τούτῳ χείρους ἀπεργάζοιτο, ἄλλως τε καὶ πρὸς αὐτὰ ταῦτα ἃ βέλτιστός ἐστιν.

Ἀλλὰ μὴν ὡς αὐτό γε οὐκ ἄτιμον τὸ δύνασθαι λέγειν, οὐδ᾽ εἰς ὄνειδος φέρον, οὐδέ [<γε>] κατηγορίας ἄξιον οὐδὲ συγγνώμης ἀλλά τινος κρείττονος, αἰσχυνοίμην ἂν τοὺς λογίους θεοὺς εἰ ζητοίην ἀποδεικνύναι.

Πλήν γε τοσοῦτ᾽ ἂν εἴποιμι—[<ἐμοὶ γὰρ εἴη, εἴ τις ἄλλος δυσχεραίνει, καὶ τρέπει τὸ ἅπαν εἰς ἐμέ· καὶ οὐ μέμψομαι τῷ δαίμονι—ὡς ἐγὼ δεξαίμην ἂν δύνασθαι λέγειν μετὰ χρηστοῦ βίου καὶ σώφρονος, εἰς ὅσον οἷόν τε, κάλλιστα ἀνθρώπων μᾶλλον ἢ μυριάκις Δαρεῖος ὁ Ὑστάσπου γενέσθαι· καὶ μικρά μοι πάνθ᾽ ὡς ἀληθῶς πρὸς τοῦτο ἤδη φαίνεται>]. Οἶδα δὲ καὶ τὰ Πλάτωνος πράγματα, εἰ μὴ τετυφώμεθα, οὐδὲν ἄλλο σχεδὸν ὄντα ἢ λόγους, καὶ συγχαίρω τῆς λέξεως αὐτῷ· κἄν με προσπαίζων οὑτωσὶ πείθῃ μὴ πάνυ τούτου φροντίζειν, οὐ πάνυ πείσομαι, ἀλλ᾽ εἴσομαι σφόδρα σπουδάζοντα, καὶ τηνικαῦτα μάλιστα, ἡνίκα ἂν ὡς παίζων λέγῃ. Ὥστε τὸν οἴκοι θησαυρὸν διαβάλλοιμεν ἄν, εἰ ταῦτα διασύροιμεν.

Παροιμία. Τάττεται δὲ ἐπὶ τῶν τὰ οἴκοι διαβαλλόντων. Ἀλλ᾽ ὑπὲρ τούτων οὐδὲ λέγειν ἄξιον, ἀλλὰ τοσούτῳ ἧττον, ὅσῳ περ ἂν ᾖ κρεῖττον τὸ δύνασθαι λέγειν. [<Εἶεν>]. Εἶτα τὸν οὕτως ὀξὺν καὶ ἄγρυπνον καὶ ἥδιστα ἂν εἶπον ὑπόπτερον, τοῦτον ἢ ἀργεῖν αὐτὸν ἢ ἑτέρους ἐθίζειν [<ἐγὼ>] πεισθῶ; Οὐκ ἄρα ἐπίστασθαι δόξω τῶν πραγμάτων οὐδέν· ὅστις γε μὴ ὅτι Ἀθηναίοις ἀλλ᾽ οὐδὲ τοῖς πολεμίοις ἀργεῖν ἐπέτρεπεν, ἀλλὰ κἀκείνους ἐποίησε μεταβαλεῖν τοὺς τρόπους· τοσαύτας ἀνάγκας αὐτοῖς περϊίστη [<τοῦ κινεῖσθαι>] καὶ τὸ δικαίως προσῆν ἔφη Δημοσθένης. Ἀλλ᾽ ὅμως Πλάτων ᾐτιάσατο αὐτὸν ἀργοὺς καὶ δειλοὺς πεποιηκέναι. Ὁ Κρὴς [<δὴ>] τὸν πόντον, φήσει τις.

Παροιμία ἐπὶ τῶν προσποιουμένων ἀγνοεῖν· οἱ γὰρ Κρῆτες ἐμπειροθάλασσοι. Λέγεται δὲ καὶ ὁ νησιώτης ἀγνοεῖν τὴν θάλασσαν, καὶ ὁ Σικελὸς τὴν θάλασσαν. Ὥσθ᾽ οἱ μὲν ἄλλοι τοῖς παροῦσι τούτοις ἠθύμουν, ὁ δὲ καὶ τοῦτ᾽ αὐτὸ προσειλήφει μεῖζον, τὸ τοὺς πολίτας οὕτως ἔχοντας ὁρᾶν ὥστε ἀπόρους εἶναι χρῆσθαι, καὶ ταῦτα οὐχ ὅσον τοῖς πολεμίοις ὑποπεπτωκέναι ἀλλὰ κἀκείνῳ δυσμεναίνειν ὡς τῶν παρόντων πραγμάτων αἰτίῳ. Πρὸς δυοῖν τοῖν ἀπὸ τῆς τύχης [<τῷ πολέμῳ καὶ τῇ νήσῳ>] δύο ταῦτα προσειληφότας ὁρῶν αὐτούς, λύπην καὶ παροξυσμὸν εἰς αὐτόν, ἐν μέσοις τοῖς δεινοῖς ἐμβεβηκὼς καὶ πανταχόθεν μεμονωμένος ὡς εἰπεῖν οὐκ ἔδεισεν, οὐδ᾽ ὑπεχώρησεν, οὐδ᾽ ὥσπερ χροιὰν τὴν γνώμην μετέβαλε, τοῖς τε πολίταις καὶ τοῖς πολεμίοις ὁμοῦ ἀντιτεταγμένος.

Ἀλλ᾽ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτούς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδὲ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλ᾽ ὥσπερ ἀριθμὸν ἢ μέτρον ἐρωτηθεὶς ταὐτὸν ἀπεκρίνατο ἂν καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔτε ἑαυτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἅμα καὶ τοῖς καιροῖς ἑτέρων γεγονότων.

Μὴ δὴ τοῦτο λέγωμεν, ὡς οὐκ ἐξῆγεν· ἀλλ᾽ εἰ προσῆκον ἐξάγειν καὶ μάχεσθαι παρεώρα, τοῦτο σκοποῦμεν, ἐπεὶ καὶ Λακεδαιμονίους ἀκούομεν δήπου προσκειμένων αὐτοῖς ποτε Θηβαίων, καὶ κελευόντων ἐξιέναι καὶ μάχεσθαι ἢ χείρους ὁμολογεῖν εἶναι σφῶν, ἀποκρίνασθαι περὶ μὲν τοῦ πότεροι βελτίους τὰς πράξεις κρίνειν τὰς ὑπὲρ τῶν Ἑλλήνων ἑκατέροις πεπραγμένας, μαχεῖσθαι δὲ οὐκ ἐν τῷ τῶν πολεμίων καιρῷ οὐδ᾽ ὅτε ἐκεῖνοι κελεύουσιν, ἀλλ᾽ ἡνίκα ἂν αὐτοῖς δοκῇ, καὶ οὐ χρήσασθαι περὶ τούτου συμβούλοις Θηβαίοις.

Ἐγὼ μὲν οὖν, ὅπερ λέγω περὶ τούτων, οὕτω καὶ χαίρω τῇ μεγαλοπρεπείᾳ παντὸς μᾶλλον, ὥς γε ἐμαυτὸν πείθω. Ὁρῶ δὲ ὅτι πολλὰ τῶν πόλεών ἐστιν ὥσπερ ἐφόλκια, οἷς ἀνάγκη συγχωρεῖν ὥσπερ ἐν σώματι. Καὶ γὰρ τὰ σώματα, καὶ τὰ χείριστα καὶ τὰ κάλλιστα, ἀκούω ἐκ τῶν αὐτῶν κεκρᾶσθαι· τῷ δὲ ἢ πλείονος ἢ ἐλάττονος τούτων [<ἑκάστου>] μετέχειν, τούτῳ κρίνεσθαι τό τε χεῖρον καὶ τὸ βέλτιον.

Οὕτω δὴ καὶ τὰς πόλεις ἀνάγκη τῆς φύσεως τῆς ἀνθρωπείας ἀπολαύειν, κἂν ὡς βέλτιστα οἰκεῖσθαι δοκῶσιν. Ἐπεὶ κἀν τῷδε τῷ παντὶ τοσούτων καλῶν καὶ τοσαύτης [<ἀγαθῆς>] τύχης μετειληφότι καὶ οὐδὲν ἔξω δήπουθεν αὑτοῦ λελοιπότι τῶν καλῶν, πολλὰ ἂν εὕροις, οἷς ἥκιστα ἂν ἡσθείης. Ἀλλ᾽ οὐ κατηγορεῖς διὰ ταῦτα τοῦ παντὸς οὐδὲ τοῦ ποιήσαντος, οὐδὲ νομίζεις ἄλλον τινὰ δήπου [<βελτίω>] γενέσθαι ποτὲ ἂν αὖθις δημιουργὸν τῶν ὅλων· ἀλλὰ δίδως τῇ φύσει ταῦτα ἐφελκύσθαι, καὶ οὐ πολυπραγμονεῖς.

Τί δὴ θαυμαστόν, εἰ καὶ Ἀθήνῃσί τι τῶν πάντων οὕτως ἔσχεν ὥσπερ ἴσως [<ἄν που>] καὶ ἄλλοθι, καὶ συνεχώρησαν οἱ προεστῶτες ἅμα μὲν τὴν τῶν πολλῶν πενίαν καὶ χρείαν ἐπανορθούμενοι, δι᾽ ἣν οὐκ ἐλάχιστα τῶν ἁμαρτημάτων συμβαίνει, ἃ κωλύειν μᾶλλον οὕτως ἡγοῦντο, ἅμα δὲ εὐλαβούμενοι μή τι καὶ χεῖρον ἐξεργάσαιντο τῷ κατείργειν παντελῶς [<αὐτούς>].

Τί γὰρ οὐκ ἦν προσδοκῆσαι ποιήσειν ἀνθρώπους τοσούτους τὸ πλῆθος καὶ οὕτως ὀξεῖς, καὶ χρημάτων τοσούτων παρόντων, εἰ μηδεὶς αὐτοῖς μετεδίδου τὰ μέτρια; Ἆρ᾽ οὐ πάντ᾽ ἂν αὐτοῖς ἐπιχειρῆσαι λαβεῖν; Οὐκ ἔστι ταῦτα, ὦ Πλάτων, ἀλλὰ δυοῖν θάτερον· ἢ οὐκ ἦσαν Ἀθηναῖοι τοιοῦτοι οἵους σὺ κατῃτιάσω, ἢ πάντες μᾶλλον ἢ Περικλῆς αἴτιος, εἴπερ γε μήτε φαύλως ἐδείκνυ τὰ παλαίσματα, μήτε ἀσαφεῖς τινας ἢ κιβδήλους ἢ σκολιὰς παρεῖχε τὰς γραμμάς.

Ἐκ τῶν περὶ Κίμωνος. Ὅτι ὁ Κίμων Μιλτιάδου μὲν ἔφυ πατρός, εὐήθης δὲ τὰ πρῶτα δόξας ὕστερον ἐν πολλοῖς καὶ στρατηγῶν εὐδοκίμησεν. Ἐξοστρακισθεὶς δὲ κατῆλθε, καὶ στρατηγήσας ἐνίκησεν ἐπ᾽ Εὐρυμέδοντι [<ποταμῷ>] καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. Τέθνηκε δὲ τὸ Κίτιον τῆς Κύπρου πολιορκῶν.

Ἐβουλόμην δ᾽ ἂν καὶ πρὸς ἄλλον τινά μοι τὸν ἀγῶνα τυγχάνειν ὄντα καὶ μὴ πρὸς Πλάτωνα, καὶ περὶ τούτου λέγω καὶ περὶ τῶν ἄλλων, ἵνα πᾶσιν οἷς εἶχον ἐχρώμην θαρρούντως, καὶ μὴ συνέβαινέ μοι παραπλήσιον ὥσπερ ἂν εἰ πλέων, καὶ παρὸν ἐξ οὐρίας κομίζεσθαι, εἶτα ὑφιέμην ὑπὸ δειλίας, ἢ καὶ ἵπποις ἀγωνιζόμενος, ἐξὸν καὶ ταχὺ καὶ τοσοῦτον ὅσον βούλομαι παρενεγκεῖν, εἶτ᾽ ἀνεῖχον ἐξεπίτηδες φειδοῖ τοῦ προειληφότος· οὕτω πολὺ πλέον ποιοῦμαι [<λόγον>] μηδὲν ἀπηχὲς εἰς Πλάτωνα τυχεῖν εἰπὼν μηδ᾽ ὡσπερεὶ θρασύνεσθαι δοκεῖν ἢ ἐκείνων ἕκαστον ἐπαινέσαι, εἰκότως· οὐδὲ γὰρ ἐλάττονος ἄξια χάριτός μοι τὰ πρὸς τοῦτον.

Οὐ μὴν ἀλλ᾽ εἴ γε ἄμφω συμβήσεται καὶ τὰς κατ᾽ ἐκείνων αἰτίας ἀπολύσασθαι καὶ Πλάτωνι πᾶν ὅσον αἰδοῦς καὶ τιμῆς ἔξεστι σεσωκέναι, καὶ προσέσται τὸ δίκαιον ἀμφοτέροις μετρίως ἂν ἔχοι τὸ δίκαιον πανταχῇ.

Εἰ γὰρ τἀναντία τοῖς ἐναντίοις ὁριούμεθα, πῶς ἕκαστον ἔθ᾽ ἡμῖν σώσει τὴν ἑαυτοῦ φύσιν; Εἰ γὰρ ἡ ἀρχὴ δουλεία, σχολῇ γ᾽ ἂν ἄλλο τι δουλείαν ἐκφύγοι. Κἂν εἴ γε τὴν ἀρχὴν δουλείαν εἶναι τιθείημεν, τί κωλύει καὶ τὴν δουλείαν ἀρχὴν τοῖς αὐτοῖς τούτοις τιθέναι λόγοις; Κἀκ τούτου περίεισιν ἡμῖν ἡ θέσις καὶ οὐδέποτε ἐν τῷ αὐτῷ μένει, ἀλλ᾽ ἡ μὲν ἀρχὴ δουλεία πρότερον γενομένη δι᾽ ἐκείνης πάλιν ἀρχὴ γίνεται, ἡ δ᾽ αὖ δουλεία πρότερον ἀρχὴ νομισθεῖσα ὑπ᾽ αὐτῆς τῆς ἀρχῆς ἐπάνεισι δουλεία πάλιν εἶναι. [<Καὶ οὕτω πλανήσεται>] καὶ μεταχωρήσει τὰ ὀνόματα ταῦτα, τῶν ἐναντίων πραγμάτων ὄντα, εἰ δὲ βούλει, τὰ ἐναντία τοῦ πράγματος.

Τοῦ πράγματος εἶπε, δεινῶς ἐπειδὴ ἓν καὶ ταὐτὸν εἶναι τὴν ἀρχὴν καὶ τὴν δουλείαν κατεσυλλογίσατο. Τοιούτους ἐπικούρους, ὦ Πλάτων, τοῖς Ἕλλησι παρέσχετο, ὥστε ἕως ἔζη Κίμων, τεθνάναι περιῆν τοῖς βαρβάροις τῷ φόβῳ τοὺς Ἕλληνας.

Δημοσθενικὸν τὸ σχῆμα· ἔφη γὰρ· «τεθνᾶσι τῷ δέει τοὺς ἀποστόλους». Τῷ δὲ φόβῳ τοὺς Ἕλληνας ἀντὶ τῷ φόβῳ τῶν Ἑλλήνων, ἢ ὅτι κατέπτηξαν τοὺς Ἕλληνας οὕτως ὡς ἐγγὺς τοῦ τεθνάναι γενέσθαι. Νὴ Δί᾽, ἀλλ᾽ ἐξωστράκισαν αὐτόν, ὅπως αὐτοῦ [<δέκα ἐτῶν>] τὴν φωνὴν μὴ ἀκούσειαν. Καὶ πάλιν γε κατήγαγον, πρὶν τὰ δέκα ἐξήκειν ἔτη, ἵνα αὐτοῦ τὴν φωνὴν ἀκούσειαν· οὕτως ἐπόθησαν. Σὺ δὲ ὡς μὲν κατέγνωσαν, λοιδορῇ, ὡς δὲ μετέγνωσαν, οὐκ ἐνθυμῇ. Καὶ ἃ μὲν οὐ δικαίως ἐψηφίσαντο κατ᾽ ἀμφοτέρων λέγεις, ἃ δὲ ὀρθῶς ἐβουλεύσαντο, οὐχ ἡγῇ τοῖς μὲν προαχθεῖσι παραίτησιν τῷ δὲ ἀφεθέντι μεγάλην πίστιν τῆς ἀρετῆς ἔχειν. Καὶ ὡς ἔοικεν, οἱ μὲν καταγνόντες αὐτοὶ μετέγνωσαν καὶ οὐκ ἔμειναν ἐφ᾽ ὧν ἔγνωσαν ἐξ ἀρχῆς, σὺ δὲ ὥσπερ τι κύριον ἐγκέκληκας, καὶ οὐκ ἠξίωσας ταύτῃ μιμήσασθαι τοὺς Ἀθηναίους, ἀφεὶς τὸν ἄνδρα τῆς αἰτίας, ἀλλ᾽ ὃ μὲν ἦν χαλεπώτερον αὐτῶν ἐμιμήσω, τὸ δὲ λοιπὸν εἴασας.

Καὶ μὴν πολὺ μεῖζον καὶ κάλλιον εἰς ἀρετῆς λόγον ἐκπεσόντα κατελθεῖν ἢ μὴ φυγεῖν ὅλως. Τὸ μὲν γὰρ καὶ τοῖς τυχοῦσιν ὑπάρχει δήπου, τοῦτο δὲ οὐ κατὰ τοὺς πολλοὺς ἄνδρας ἦν· κἀκεῖνο μὲν ἂν τῇ τύχῃ τις εἶχε λογίζεσθαι, τοῦτο δὲ τῷ κρείττονα ἢ κατὰ τοὺς ἄλλους ὄντα γινώσκεσθαι. Τοῦ μὲν γὰρ ἐκπεσεῖν καὶ φεύγειν φθόνος αἴτιος καὶ τάχα ἄν τι καὶ ἄλλο [<τοιοῦτο>] φανείη, τῆς δὲ πρὸ τοῦ χρόνου κλήσεως καὶ παρακλήσεως οὐδὲν ἔσθ᾽ ἕτερον πλὴν τῆς ἀρετῆς αἰτιᾶσθαι, δι᾽ ἣν καὶ ἀπόντα ᾐσχύνοντο καὶ παρεῖναι λυσιτελεῖν αὐτοῖς ὑπελάμβανον, καὶ τὸ μέγιστον σφῶν αὐτῶν καταγινώσκειν μᾶλλον ἠξίουν ἢ ἐκείνου. Ὥστε εἰ μὲν αὐτὸν ἐφ᾽ ἑαυτοῦ δεῖ σκοπεῖν, τί δεῖ λέγειν, εἴ τις εἰς ἐκεῖνον ἐξήμαρτεν;

Εἰ δὲ ἀπὸ τῶν ἄλλων αὐτὸν δεῖ θεωρῆσαι, διαφερόντως οὗτος τιμηθεὶς φαίνεται. [<Ἀλλὰ μή πω ταῦτα, αὐτίκα γὰρ μᾶλλον ἴσως ἁρμόσει.>] [<ἤγουν ἐν τῇ κοινῇ ἀπολογίᾳ>].

Μιλτιάδης, τὸ προοίμιον. Περιήκει δ᾽ ἡμῖν ὁ λόγος εἰς αὐτὸν Μιλτιάδην, ὃν ἐγὼ μᾶλλον αἰσχυνοίμην ἐπαινῶν ἢ ψέγων· οὕτω μοι δοκῶ πάντα ἂν ἔλαττον εἰπεῖν ἢ βούλομαι. Μιλτιάδης δὲ πάλαι πεπεικὼς ἦν Ἀθηναίους μηδένα δεσπότην πλὴν τῶν νόμων ἡγεῖσθαι, μηδὲ τοῦ καλοῦ καὶ δικαίου μηδένα κρείττω νομίσαι φόβον, μηδ᾽ οὕτως ἀνάγκην ἰσχυρὰν δι᾽ ἣν προσήκειν γενέσθαι χείροσι. Διὰ ταῦτα εἶχεν ὅ τι χρῷτο αὐτοῖς.

Ἀλλ᾽ ὥσπερ οἱ γεωργοὶ πολλοστῷ μηνὶ τῶν σπερμάτων τὴν ἐπικαρπίαν κομίζονται, καὶ οὐχ ἅμα τῷ καταβαλεῖν, οὕτω καὶ ἐκείνους Μιλτιάδης παλαιαῖς ὁμολογίαις κατειληφὼς εἶχεν ἐν καιρῷ χρησίμους οὐκ ἐπὶ τῆς χρείας λαμβάνοντας τὰ μαθήματα [<αἰσχρῶς γὰρ ἂν οὕτω γε χορὸς ἠγωνίσατο αὐτῷ>] ἀλλ᾽ ἐπὶ τῆς ἐξουσίας εἰς τὴν χρείαν ἠσκημένους.

Οἵου τοίνυν καὶ Μιλτιάδου προεστῶτος τοὺς μὲν ὡς πλεῖστον τῆς ἐκείνου δυνάμεως ἀπολαῦσαι, τοὺς δὲ μέσως· κἀν τῷ μέσῳ τὸ παραλλὰξ [<αὖ>] τίθει. Γένοιτο δ᾽ ἄν τις ἐν πλήθει καὶ περὶ ὦτα ἀτυχέστερος· οὔ τοι πάντας οὐδ᾽ ὁ ἥλιος οἷός τέ ἐστι θερμαίνειν, ἀλλ᾽ ἤδη τις ἐν καθαρῷ τῆς μεσημβρίας ἐρρίγωσε, τῆς καταβολῆς ἐπελθούσης.

Ἀλλ᾽ ἐκεῖνος ὁ καιρὸς ὥσπερ κῆρυξ ἐκάλει τῶν Ἑλλήνων τὸν ἀνδρειότατον καὶ τὸν ἐκ πλείστου τοῖς ἀρίστοις λογισμοῖς ὡμιληκότα, καὶ ὅστις οἶδεν ὅπως δεῖ σῴζειν τε καὶ σῴζεσθαι. Εἰ δ᾽ ἀπ᾽ αὐτῶν τῶν κηρύκων ἀρξάμενοι καὶ τῆς ἀποκρίσεως προηγόρευον Ἀθηναίοις ὅτι δεῖ μελετᾶν τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα καὶ μὴ λιπεῖν τὴν τοῦ φρονήματος τάξιν καὶ οὐ τὰ ὅπλα ῥίψαντας οὐδὲ τοῖς φόβοις εἴξαντας, ἀλλ᾽ ἀναλαβόντας τὰ ὅπλα καὶ τῶν φόβων κρείττους γενομένους, μᾶλλον δὲ ἕνα τοῦτον φόβον καὶ δεινὸν καὶ ἀφόρητον νομίσαντας, εἶξαι τοῖς χείροσι καὶ παραχωρῆσαι τοῦ πατρίου σχήματος, εἰ ταῦτα λέγοντας καὶ οὕτω παρεσκευασμένους ἠξίουν ἀπαντᾶν ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν ὅλων καὶ δέχεσθαι τὸ ἐκβησόμενον ὡς ἐπ᾽ ἀμφότερα ὁμοίως κερδανοῦντας, οὐχ ὁρῶ τίνα ταῦτ᾽ ἔχει διακονίαν ἀγεννῆ, ἢ πῶς ἔοικε τοῖς τοῦ κυβερνήτου λογισμοῖς.

Ὁρᾷς ὅσῳ τὸν κυβερνήτην παρελήλυθε. Καὶ γάρ τοι ὅσοι μὲν τοῦτ᾽ ἐπείσθησαν αὐτῷ, σεμνοὶ σεμνῶς κεῖνται, κάλλιστα δὴ πάντων Ἑλλήνων καταλύσαντες τὸν αἰῶνα, μνημεῖον τῆς ἀρετῆς τὸν τάφον κεκτημένοι, καὶ ὑπὸ γῆς ὄντες τὴν γῆν φυλάττοντες αὐτήν, ἀλλ᾽ οὐχ ὑπ᾽ αὐτῆς ἐχόμενοι, τῆς Ἡσιόδου προσρήσεως ἐγγύτατα ἥκοντες μετέχειν, ἣν ἐκεῖνος εἰς τὴν τοῦ χρυσοῦ γένους τελευτὴν ἐποίησεν εἰπών· οἱ μὲν δαίμονες ἁγνοὶ ὑποχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.

Κἀκείνους πλὴν ὅσον οὐ δαίμονας ἀλλὰ δαιμονίους καλῶν, θαρρούντως ἂν ἔχοις [<λέγειν>] ὑποχθονίους τινὰς φύλακας καὶ σωτῆρας τῶν Ἑλλήνων ἀλεξικάκους καὶ πάντα ἀγαθούς, καὶ ῥύεσθαί γε τὴν χώραν οὐ χεῖρον ἢ τὸν ἐν Κολωνῷ κείμενον Οἰδίπουν, ἢ εἴ τις ἄλλοθι που χώρας ἐν καιρῷ τοῖς ζῶσι κεῖσθαι πεπίστευται.

Καὶ μὴν τεχνικόν γε εἶναι περὶ λόγους Πᾶνα τὸν Ἑρμοῦ Πλάτωνος ἡ φωνή. Σκέψαι δὴ καὶ τοῦτο, ὁπόσον τι τῆς ἐκείνου σωφροσύνης τεκμήριον, καὶ ὅτι, εἰ χρυσῆν ἐτύγχανεν ἔχων τὴν ψυχήν, οὐκ ἂν αὐτῇ καλλίω βάσανον προσήνεγκεν. Οἶμαι δὲ κἂν ἐν θεῶν δικαστηρίῳ κρινόμενον Μιλτιάδην ἁπάσας ἀποφυγεῖν, οὐχ ὥσπερ τὸν Ὀρέστην φασὶ τὰς ἡμισείας μεταλαβόντα.

Εἰκότως· ὁ μὲν γὰρ τὴν μητέρα ἀπέκτεινε δικαίως, ὁ δὲ τὴν Ἑλλάδα ἔσωσε δικαίως, καὶ τὰ τροφεῖα κάλλιστα ἀνθρώπων ἐξέτισεν οὐ μόνον τῇ πατρίδι ἀλλὰ καὶ τῇ κοινῇ φύσει τοῦ γένους τοῦ Ἑλληνικοῦ. [<Καὶ γάρ τοι κατὰ πόλεις μὲν ἄλλους ἄλλοι νομίζουσιν ἀρχηγέτας, κοινὸν δὲ τῆς Ἑλλάδος ἀρχηγέτην ἐκεῖνον δικαίως ἄν τις ἡγοῖτο.>] Νομίζω δ᾽ ἔγωγε καὶ τὴν αἰτίαν, ἣν ὕστερον ἔσχεν, εἰ δεῖ τι καὶ περὶ ταύτης εἰπεῖν, ἤδη μέγιστον σύμβολον εἶναι τοῦ πολλῷ τινι τῶν ἄλλων ἐκεῖνον διενεγκεῖν.

Ἅπαντας γὰρ ἠξίουν ἡττᾶσθαι τῆς ἀρετῆς τῆς ἐκείνου, καὶ μηδὲν ἀήττητον εἶναι μήδ᾽ ἀνάλωτον ὅπου Μιλτιάδης παρείη. Εἶτ᾽ ἐγὼ τὸν οὕτως ἀνδρεῖον καὶ φρόνιμον καὶ σώφρονα, τὸν διὰ βίου μελετήσαντα ἀρετήν, τοῦτον κολακείας μορίῳ σχολάσαι δοκῶ; Τὸν οὐδ᾽ ὅτε ἐκρίνετο, οὐδὲν πλέον τοῖς δικασταῖς δείξαντα τοῦ τραύματος, οὐ δακρύσαντα, οὐ παιδία ἀναβιβασάμενον, ὄντος αὐτῷ Κίμωνος, τοῦτον ἐγὼ κόλακα [<οὑτωσὶ>] προσείπω [<μεγαλοπρεπῶς; Καὶ τοῦτ᾽ ἦν τὸ κεφάλαιον τῶν ἐκείνῳ πεπολιτευμένων καὶ βεβιωμένων, κολακεία;>] Καὶ πῶς οὐ δικαίως ἄν τις ἡμᾶς αἰτιῷτο αὐτοὺς κολακεύειν, καὶ διακόνων ἔργον οὐκ ἐλευθέρων ποιεῖν, εἰ τὴν ἑτέρου χάριν διώκοντες τἀληθὲς ἑκόντες διαφθείροιμεν;

Θεμιστοκλῆς τὸ προοίμιον. Λοιπὸς τοίνυν Θεμιστοκλῆς, ἥκιστα δὴ πάντων ἄξιος ἐκ δευτερείων τὰ πρωτεῖα ἔχειν, εἰ τὰ μάλιστα καὶ τοῦτο [<αὐτὸ>] ἐκείνῳ μόνῳ τῶν πάντων ὑπάρξαν φαίνεται. Ἀλλὰ μᾶλλον ὅστις ἐκείνου δεύτερος, τοῦτο ἴσως ἔργον εὑρεῖν.

Τοσούτῳ γὰρ ἡμῖν τὸν Μαραθῶνα, τὸν πάνυ, τὸν ὡς βούλει λέγε, τοσούτῳ δ᾽ οὖν ἐκεῖνον ὑπερεβάλλετο πᾶσι τοῖς εἰς αὐτὸν ἐλθοῦσι πῶς ἂν εἴποιμι ὁμολογουμένως, ὅσῳ Ξέρξης Δαρεῖον ταῖς παρασκευαῖς ἅπασι δῆλός ἐστιν ὑπερβαλλόμενος. Καὶ μὴν ὁ μὲν τοὺς ὑπάρχους τοῦ βασιλέως, ὁ δὲ αὐτὸν ἐνίκα βασιλέα. Καὶ μετὰ μέν [<γε>] τὴν Μαραθῶνι μάχην αὖθις ἐπεστράτευσε, μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν φεύγων ᾤχετο. Πρὸς μὲν γὰρ ἐκείνην [<τὴν ἧτταν>] παρωξύνθη, πρὸς δὲ ταύτην ἀπεῖπεν, ὡς ἱκανὸν κέρδος ἡγεῖτο, ἂν σωθῇ.

Ἤιδει γὰρ τότε μὲν πολλοστὸν μέρος τῆς πάσης ἐλθὸν δυνάμεως, νῦν δὲ σχεδὸν μετὰ πάντων ἀνθρώπων ἡττώμενος. Μιλτιάδῃ μὲν οὖν εἰς ἓν κεφάλαιον ἡ τῆς ἀνδρείας ἀπόδειξις ἧκεν, εἰ καὶ τὰ μάλιστα ἐχρῆτο αὐτῇ παρὰ πᾶσαν τὴν πολιτείαν· Θεμιστοκλέα δὲ ἀεὶ τὰ δεύτερα τῶν προτέρων μείζονα ἐξεδέχετο, καὶ τὸ τῆς παροιμίας αὐτῷ περιειστήκει· τὸ μὲν γὰρ ἔλειπεν αὐτὸν κῦμα, τὸ δὲ ἐγκατελάμβανεν, ἕως διεξῆλθε διὰ τῶν τρικυμιῶν νικῶν. Τί οὖν κωλύει δεῖξαι διὰ βραχέων ἐν ποίοις τισὶ πράγμασι ποῖός τις ἦν ὁ Θεμιστοκλῆς;

Καίτοι [<τοῦτό>] γε οὐδὲν ἴσως προὔργου. Ἃ γὰρ οὐκ ἔστιν ἐνδείξασθαι τῷ λόγῳ, πῶς ἄν τις ἐκ τούτων ἐκεῖνον θεωρήσειε; Πλὴν εἰ τοῦτό γε αὐτὸ ἐνθυμηθείς, ὅτι ὑπὲρ ὧν οὐδ᾽ εἰπεῖν ὡς βούλεταί τις ἐγχωρεῖ, ταῦτ᾽ ἐκεῖνος μετεχειρίζετο ὡς ἐβούλετο. Δέκα μὲν γὰρ ἑξῆς ἔτη ὤδινεν ἅπασα ἤπειρος, φιλονεικοῦντες ἅπαντες ἄνθρωποι δίκην τῆς Μαραθῶνι μάχης λαβεῖν· ἡτοιμάζετο δὲ ἐκ πάσης γῆς καὶ θαλάττης πάντα. Αἰγύπτου δὲ ἀποστάσης ἐν τῷ διὰ μέσου βασιλεὺς οὐδὲν σπουδάσας αὖθις ἦν ἐν τοῖς αὐτοῖς· οὕτω ῥᾳδίως ἐκείνην παρεστήσατο.

Δεκάτῳ δὲ ἔτει συνῆλθον ἐσχατιαὶ πᾶσαι καὶ γένη πάντα, ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης, καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο τὸ πλῆθος ἡ Ἑλλάς, ὥσπερ ἀρχὴ γῆς [<πάσης>] τοῦ στρατοπέδου γινόμενος, καθὸ βούλοιτο, ἀεί.

Καὶ οὐ τοσοῦτόν [<γ᾽ ἂν>] αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληξεν ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γινομένη πρὸς τὴν τοῦ βασιλέως, ἐμοὶ δοκεῖν, ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. Πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο, ὅπως ἀριθμοίη κατὰ μυρίους, ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν, ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δὲ ἀὴρ βελῶν. Παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν ὥστε ἔχεσθαι πάντας· πάντα δὲ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο.

Πάντα δὲ τὰ ἐπιόντα Θεμιστοκλῆς εἰς ἑαυτὸν ἀναδεξάμενος, καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντ᾽ ἄλλου του φυλακτηρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασιν, οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. Οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσονται τῶν πολλῶν νομιζόντων, [<καὶ βλεπόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγάς,>] τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε, εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ βούλοιντ᾽ ἂν μήτ᾽ ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πεπράχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις γεγενῆσθαι, τεθνάναι πάντας ἂν εἰπεῖν [<ἐθέλειν>] μᾶλλον ἢ ταῦτα ἄπρακτα αὐτοῖς εἶναι.

Μικροῦ δεῖν, παρ᾽ ὀλίγον, σχεδόν, ἐγγὺς ἧκεν, οὐ πόρρω ἦν, οὐ πόρρω εἰπεῖν, ὡς εἰπεῖν, ὡς ἔπος φάναι, ὡς τὸ ἔπος φάναι, ὀλίγου δεῖν, ὀλίγου δέω φάναι, μονονουχί. Οὕτως οὐ μόνον τὰς ἐλπίδας, ὅσοι γε [<καὶ>] τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλλετο.

Εἰπὲ γάρ, ὦ πρὸς θεῶν, εἰ δὲ μή, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω, τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι· πότερον εἰς τὴν Πνύκα συλλέξαντα Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι, καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτόκαλον, καὶ τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; Ταχέως μέντ᾽ ἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν.

Ἀλλ᾽ ὅθεν ἀνδρεία ἐκλήθη [<τὸ πρῶτον>] καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; Ἔγνωσαν μέντ᾽ ἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. Ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; Τρίτον γὰρ ἤδη αὐτὸ τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. Πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα; [<Πότε σύμβουλος τῷ ὄντι καὶ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦσαι>];

Καὶ μὴν δυοῖν γε θάτερον, ἢ τὰ πραχθέντα ὑπ᾽ αὐτοῦ μέμψασθαι τίνα ἔχει, ἢ δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον [<καὶ>] ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. Καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν λαμπρόν φασιν οὐδ᾽ ὑπερήφανον. Ἐγὼ δ᾽ οὖν καὶ τοῦτο συγχωρῶ, κἄν τις ἀμείνω τινὰ πρᾶξιν ἢ λόγους βελτίους ἢ προαίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν, παρ᾽ ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν.

Ἢ οὕτως ἐρεῖς, οὐδέν φασι λαμπρὸν οὐδ᾽ ὑπερήφανον· πολλὰ γὰρ ἃ κατὰ μελέτην ἔδοξεν ἄριστα βεβουλεῦσθαι, ἐπὶ τῶν καιρῶν ἐδείχθη τῶν ἀτυχημάτων αἴτια φανέντα. Ἢ καὶ οὕτω, πολλὰ γὰρ ἐν ταῖς βουλαῖς τὴν κρίσιν τοῦ νικᾶν λαβόντα, ἐπὶ τῆς χρείας τὴν αἰτίαν ἀπηνέγκατο τῆς ἀτυχίας.

Καὶ οὐκ ὀλίγα ἄλλα τοιαῦτα. Ἀλλὰ μήποτε τὰ τοιαῦτα καὶ τὰ περιφανῶς οὐκ εὖ πεπραγμένα οὐδὲ βεβουλευμένα τοῖς αἰτιωμένοις οὐ πολλὴν παρέχοι τὴν παρρησίαν. Ἢ οὕτω τοῖς αἰτιωμένοις δόξειεν ἂν εἰς οὐκ εὔλογον ποιεῖν ἀποβλέπειν αἰτιολογίαν· ἀλλὰ γάρ πως ἀπαντήσει ταῦτα τοῖς μὴ ὀρθῶς προελθοῦσιν, ὥσπερ τοῖς οὐ φαύλως. Ἐν ἐκείνοις μὲν γὰρ ἐνῆν τὸ δέον, ἐξ οὗ προήγετο τὸ ἐνθύμημα· ἐν τούτοις δὲ τὸ μὴ δέον προφαινόμενον καὶ αὐτὴν ἐπέχει τὴν γένεσιν τοῦ ἐπιχειρήματος.

Συνιδὼν ἐκεῖνος ὁ πάντα ἄριστος ὡς εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντα ἀπολεῖται κακῶς καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρ᾽ ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων ταύτην ἀνακτήσασθαι· καὶ οὐκ ἐψεύσατο. Σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλ᾽ οὐκ αὐτὴν ἔπεισε παρεῖναι ἐπεί, τό γε ἀληθὲς εἰπεῖν, αὑτοῖς μὲν τὴν ἡγεμονίαν ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν, καὶ περιεγένετο αὐτοῖς, ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τοῦ τῶν μὲν πολεμίων ἀνδρείᾳ τῶν δὲ συμμάχων πραότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. Τοῦτο τὸ ψήφισμα οὐ κόλαξ (ἐμοὶ δοκεῖν) ἄνθρωπος, οὐδὲ κάτω βλέπων, οὐδ᾽ ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώσσης ἐφθέγξατο.

Ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας, ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμένων, ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως, παραπλησίου δὲ μάλιστά πως ὄντος ὥσπερ ἂν εἰ ἑαλωκυίας τῆς πόλεως κατὰ κράτος, εἰκότως (τὸ μὲν γὰρ μέλλον ἦν ἅπασιν ἐν ἀφανεῖ, λεπτὴν καὶ ἄπιστον ἔχον τὴν ἐλπίδα, τὰ δὲ παρόντα στέρησις πόλεως καὶ κτημάτων καὶ διαίτης ἁπάσης τῆς πρότερον), [<καὶ παραλαβὼν αὐτοὺς ὥσπερ παῖδας>], ἀτρεμιζούσῃ τούτους ἐξῆγε τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς.

Οὐκοῦν δεινόν, ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες (ἐξάγομαι γὰρ εἰπεῖν) Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν, καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δέ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἀπέλαυσεν ἅπασα ἡ Ἑλλάς, ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρίας ἐστὶν ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν;

Ὃς καὶ ὅτ᾽ ἀπ᾽ Εὐβοίας ἀνεχώρει νενικηκώς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων [<ὁπωσοῦν ἀπελθεῖν>]. Εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἡ σωτηρία ἄξιον. Τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς, οἳ καὶ καθ᾽ ἕνα ἡμᾶς σῴζουσι καὶ τότε ἐκεῖνα κατεργάσασθαι τοῖς Ἕλλησι παρέσχον. Ἀλλ᾽ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον· ὑπονοεῖν δέ ἐστι τό γε ἐκ τοῦ λόγου συμβαῖνον.

Ἦ που σφόδρα ἄν τι δόξειε λέγειν. Ἀντὶ τοῦ οὐδαμῶς μὲν παραλαμβάνεται τὸ ἦ που· ἐνταῦθα δὲ ὁ Ἀριστείδης ἀντὶ τοῦ πολλῷ πλέον ἔλαβεν. Εἰρωνικῶς δὲ τὸ πολλῷ πλέον εἶπεν, οἷον οὐδ᾽ ὅλως. Καὶ πολλάκις οὗτος τῷ ἦ που ἀντὶ τοῦ πολλῷ πλέον χρῆται, μᾶλλον δὲ σχεδὸν ἀεί.

Καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν ἐν τῷ πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν [<τὴν>] αὑτοῦ δεικνύναι, καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τειχίῳ· [<ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει, καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθηναίους εἰς τὰς τριήρεις>].

Παροιμία· τάττεται δὲ ἐπὶ τῶν ἄλλα ἀντ᾽ ἄλλων ποιούντων ἢ ἐωμένων. Παρῆκται δὲ ἀπὸ τοῦ τὸν Πρίαμον καὶ τὴν Ἑλένην ἐκ τοῦ τείχους θεωροῦντας τοὺς Ἕλληνας περὶ αὐτῶν διαλέγεσθαι. Ἐγὼ δ᾽ εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι ἢ καὶ σωθῆναι τὸ πρῶτον, τάχ᾽ ἄν τι τούτους ᾤμην τοὺς λόγους εἶναι. Ὅτε δ᾽ ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον, ἢ τίς ἡ θαυμαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι; Ἀρχὴν δ᾽ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δ᾽ αἰσχρόν, ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήϊα καὶ τοὺς κωπέας τοῦ μηδενός.

Λείπει τὸ δεῖ νομίζειν. Κρανίαν τὴν περικεφαλαίαν λέγει, βύρσαν δὲ τὸ ὅπλον παρὰ τὸ ἔχειν βύρσαν περὶ αὐτὸ, νήϊα δὲ τὰ σχοινία, κωπέας δὲ τὰ ξύλα τὰ πρὸς κώπας ἐπιτήδεια. Εἰ δ᾽ ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιά, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλ᾽ ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν;

Παροιμία· [<ὥσπερ ὁ Πρίαμος ἐκ τοῦ τείχους καὶ Ἑλένη>]. Μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῇ [<γε>] ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλ᾽ ὅπου ποτ᾽ ἂν ὦσιν ἄνδρες αὑτοὺς σῴζειν εἰδότες, ἐνταῦθα καὶ τείχη καὶ πόλεις. Εἰ μὲν οὖν αὑτοῦ γνώμῃ [<μόνον>] περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι· ἐπεὶ δὲ καὶ θεὸς ταῦτα ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δ᾽ ἄν τις συνίῃ τὸ λοιπόν, ὁ δ᾽ οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. Τουτὶ γὰρ ἐμοὶ τῆς ἀπορίας διαλύσαντες, σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς

[<ἕως ἐχέτωσαν τιμὰς τὰς αὐτὰς τῷ Ἀπόλλωνι>]. ὃν οἱ Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν [<ἕως ἐκ τοῦ τοὺς βαρβάρους καταπολεμῆσαι καὶ τὰ ἐκείνων λαβεῖν>]. Ὁ μὲν τοίνυν θεὸς θείαν προσεῖπε τὴν Σαλαμῖνα, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω.

Καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων εἰς τὸν ἰσθμὸν ἁπάντων, καὶ φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος περὶ τῶν ἀριστείων, ἔξεστι μέν τι καὶ ἄγνωμον [<ἐνταῦθα>] κατηγορῆσαι τῶν Ἑλλήνων, ἔξεστι δὲ τὸ λοιπὸν τῆς εὐγνωμοσύνης ἐπαινέσαι καὶ λαβεῖν ὑπὲρ Θεμιστοκλέους. Ἕκαστος γὰρ ἑαυτὸν πρῶτον φέρων, δεύτερον συνεξέπιπτον ἅπαντες φέροντες Θεμιστοκλέα. Ἡ μὲν οὖν τοῦ πρωτείου ψῆφος, οἶμαι, τοῦ πᾶσι φύσει συμβεβηκότος ἀνθρώποις ἦν· τοῦτο δέ ἐστι μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν· ὥστε οὔτε ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο. Ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας, καὶ ὅτι οὐκ εἶχον ἑτέρως θέσθαι. Ὥστε εἰ προσείρητο ἐξ ἀρχῆς μηδένα ἑαυτὸν φέρειν ἀλλ᾽ ἕτερον, Θεμιστοκλέα πάντες οἴσειν ἔμελλον, ὅν γε καὶ παντὸς [<ἄλλου>] πᾶς τις προὔκρινεν αὐτῶν, καὶ ὁμοίως ἂν τότε πρῶτος ἐγίγνετο ὥσπερ τότε δεύτερος. Οὕτω καὶ νῦν δεύτερον εἶναι ψηφισάμενοι, προσόμοιον ἐποίουν ὥσπερ ἂν εἰ πρῶτον ἐψηφίσαντο.

Οὐ μὴν οὐδ᾽ οὕτως ἔλαττον ἔχων ἀπῆλθεν, ἀλλ᾽ ἀμφοτέροις ἐνίκησε. Τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρ᾽ αὑτοῦ λαβὼν εἶχε (τὸ γὰρ αὐτὸ τοῖς ἄλλοις ἐποίησε μόνος τῶν ἄλλων δικαίως) τὰ δὲ δεύτερα ἤδη συνεκεχώρητο ὥστε ἐξ ἁπάντων πρῶτος ἦν.

Ἔχων δὲ λέγειν πολλὰ καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ ὅπως ἂν ἅπαν τὸ πρᾶγμα συνεσκευάσθη, καὶ ὁποῖόν τινα κἀν τούτοις παρέσχεν ἑαυτόν, ἐβουλόμην ἂν ἐν τούτῳ χρείας εἶναι τὸν λόγον ὥστε καὶ περὶ τούτων ἐπείγειν εἶναι διελθεῖν· οἶμαι γὰρ [<οὐδὲ φαυλότερα οὐδ᾽>] ἐλάττω τῶν εἰρημένων ἤδη εἰπεῖν ἂν περὶ αὐτοῦ.

Ἐπεὶ δὲ ἅμα τε ἔξω τῆς ὑποθέσεώς ἐστι καὶ μῆκος ἐπεισέρχεται τοῖς λόγοις, παραλείψω ταῦτα, τοσοῦτον ἐπιφθεγξάμενος καὶ περὶ τούτου τοῦ μέρους, ὅτι ἐπεὶ ἔδει στρατεύειν ἐπὶ τὴν Ἑλλάδα, προὔκρινε τελευτᾶν, ἔργῳ μὲν λύσας πᾶσαν αἰτίαν, δείξας δὲ ὁπόσου τιμᾶται τὰς πρότερον πράξεις καὶ τὰ πολιτεύματα, καὶ ὅτι οὐδέποτε ἑκὼν εἶναι τοῦ καλοῦ καὶ τοῦ προσήκοντος οὐδὲν πρότερον ποιήσεται, [<οὐ πλοῦτον>], οὐ παῖδας, οὐκ ἐλπίδας, οὐ τὴν σωτηρίαν αὐτήν.

Ἐγὼ μὲν οἶμαι καὶ ἱερέας καὶ ἱερείας, καὶ ὅστις ἄλλος Ἀθήνῃσιν εὔχεται δημοσίᾳ τοῦτ᾽ ἂν εἰκότως πρὸς ἅπασι τοῖς ἄλλοις προσεύχεσθαι, κατ᾽ ἔτος ἕκαστον, κατὰ γοῦν ἐκείνους τοὺς χρόνους, καὶ ἕως ἐξῆν, φῦναί τινα αὐτοῖς ἄνδρα ὅμοιον Θεμιστοκλεῖ, καὶ μετὰ τῆς ἄλλης φορᾶς καὶ τοῦτ᾽ ἐνεγκεῖν τὴν γῆν τἀγαθόν. [<Οὔκουν ἐλάττω γ᾽ ἂν ὄνασθαί μοι δοκοῦσιν ἢ εἰ πάντα εἰς ἑκατὸν καὶ ἔτι πλείω τῆς χώρας αὐτῆς ἐξενεγκούσης>].

Ἄλλως μὲν τοίνυν ᾐσχυνόμην ἔγωγε ἐπὶ τοσούτοις καὶ τοιούτοις τοῖς εἰρημένοις μάρτυσι προσχρώμενος. Ἔστι δέ τι προὔργου μιᾶς μαρτυρίας, ἣν δεῖ παρασχέσθαι. Σκεψώμεθα δὴ ποῖα ἄττα λέγει περὶ Θεμιστοκλέους ἡμῖν [<Αἰσχίνης>] ὁ Σωκράτους μὲν ἑταῖρος, Πλάτωνος δὲ συμφοιτητής· «Ἐπειδὴ τοίνυν τοῦ Θεμιστοκλέους βίου ἐπιλαμβάνεσθαι ἐτόλμησας, σκέψαι οἵῳ ἀνδρὶ ἐπιτιμᾶν ἐτόλμησας· ἐνθυμήθητι δὴ ὁπόθεν ὁ ἥλιος ἀνίσχει [<καὶ ὅπου δύεται>]. Ἀλλ᾽ οὐδέν, ἔφη, [<χαλεπόν>], ὦ Σώκρατες, τὰ τοιαῦτα εἰδέναι».

Καὶ μετὰ πολλὰ ἄλλα ἐγκώμια ἐπάγει καὶ ταῦτα· «[<Τοσοῦτον αὐτοῦ ἐκεῖνος τῷ φρονεῖν περιεγένετο>]. Τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ ὡς σεσωσμένος ὑπ᾽ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε [<καὶ>] φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων, καὶ καλῶν καὶ ἀγαθῶν εἶναι δοκούντων, οἴκοι μενόντων. Τίς οὖν ἐν ἐκείνῳ τῷ χρόνῳ δικαίως ἂν αἰτίαν ἔχοι μέγιστον δύνασθαι ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν [<τῶν>] ἀφ᾽ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα, στρατηγήσας τῶν Ἑλλήνων, κατεστρέψατο;

Ἐνθυμοῦ οὖν, ἔφην ἐγώ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοιαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλ᾽ ἐνεδέησε». Καὶ μὴν ἐξ ἴσου ἔγωγε οὐδέποτ᾽ ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποτε οὕτω φιλονεικήσαιμι, ἀλλ᾽ ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη. Φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκει δέχεσθαι. Τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων· ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα δή που μυρία διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύσασθαι, [<δίκαια μὲν οἶμαι ποιῶν κατ᾽ αὐτό γε τοῦτο, καὶ ἀνδρὸς ἀρίστου τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδ᾽ ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει.>]

Ἐκ τῆς κοινῆς ἀπολογίας τὸ προοίμιον. Ἃ μὲν οὖν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας, μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. Ἰσχυρίζεται δ᾽ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, [<αὐτοὺς>] χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδ᾽ ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον.

Ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτάνουσιν [<αὐτοῖς>] εἰκὸς εἶναι συγγνώμην, ἤ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιον, καὶ οἷς ὅθ᾽ ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν, οὐκ ἐᾷ σκοπεῖν· ἃ δ᾽ εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γε ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. Καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει· ἃ δὲ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτ᾽ ἐπ᾽ ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστάς, τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν, αἰτίους εἶναι φάσκοι τῶν περὶ αὐτὰ ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ γράφοιεν ἐφ᾽ ἑαυτῶν.

Εἰ δὲ μὴ πάντας ἐπαίδευσαν, μηδὲ ὡς οἷόν τε ἀκριβέστατα, μηδ᾽ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; Οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλ᾽ οὐκ ἀπώναντο ἐκείνων ἔτι τι τοῦτό γε. Οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλ᾽ ἐξ ὧν οὐ προσεῖχον, ἐπλημμέλησαν. Οὕτως ἅ γε ἐπείθοντο σαφῶς ἄρ᾽ οἱ πείθοντες ἔπειθον καλῶς.

Τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδ᾽ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατ᾽ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθ᾽ ὑπερφυές τι φήσομεν κατ᾽ αὐτῶν εὑρηκέναι, ὡς οὐδ᾽ αὐτοὶ βελτίους ἦσαν οὐδενὸς εἰς ταῦτα; Καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ [<καὶ>] καθ᾽ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλ᾽ εἰ μὴ πάντα ὁ δῆμος ἀνεγκλήτως καὶ ὥσπερ εἷς ἀνὴρ μετεχείρισε, τοῦτ᾽ ἤδη κατὰ τῶν προστατῶν ἔστι σοι.

Τί οὖν θαυμαστόν, εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις, καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες, μὴ διὰ τέλους αὐτοὺς ἐδυνήθησαν κατασχεῖν μήδ᾽ ἀθάνατα ἰάσαντο, ἀλλ᾽ ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς τῶν ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἐδυνήθησαν ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθ᾽ ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτ᾽ οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ [<λυμαινομένου τὴν χώραν>] σπέρματος. Εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάντα ὑπήκουσεν αὐτοῖς, ἀλλ᾽ ἔστιν ἃ καὶ καθ᾽ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα τοῦτο τοῖς ἀνδράσιν ἔχει φαυλότητα;

Ἢ τί δεῖ τὰ ἐκείνων ἑτέροις λογίζεσθαι, ὥσπερ [<ἂν>] εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει, καὶ τούτων τῆς ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθη. Καὶ τίνα ἔχει φύσιν, οἳ μήτε ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν;

Ἀλλὰ μὴν εἴ [<γε>] μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεταί τις ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν ἀλλ᾽ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι, πῶς εἰρηκέναι αὐτὸν πρότερον κακῶς, ἃ μηδεὶς ἐπηνάγκαζε καὶ δι᾽ ὧν χείρους ᾤετο ἐκείνους ἀποφῆναι, δεξιόν τι νομίζειν κελεύσει; Ἐλελήθεις ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος, εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. Τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπήλαυσαν ἐκεῖνοι; Τί τῶν θείων ἢ τῶν ἀνθρωπίνων ἄμεινον μετεχειρίσαντο Διονύσιος ἢ Δίων μετ᾽ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοι τὰ ὦτα ὑπέσχον;

Τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους, ὦ Πλάτων, ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. Εἰ δ᾽ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. Ἔπειτα [<ὥσπερ>] ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι [<σοι>] δοκοῦσιν, τῆς φύσεως αὐτὸ θὲς τῆς ἑαυτῶν, καὶ μὴ λάμβανε ἐφ᾽ ἡμᾶς, μήδ᾽ ἃ μὲν [<ἡμῶν>] ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους [<ἡμᾶς>] τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δὲ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦτα ὡς ἡμεῖς ἀδικοῦμεν λέγε· ἐκείνων [<μὲν>] γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν.

Καὶ ὁ Πόλλις [<αὖ πάλιν>] παραλαβὼν Πλάτωνα, Διονύσιον μὲν καὶ ἀπὼν ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δὲ ὁρῶν καὶ συνὼν παρ᾽ οὐδὲν ἐποιεῖτο, καὶ ἡ θαυμαστή [<σου>] δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα ἐπιτάξαντι, σοὶ δὲ οὐδέν. Προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὤν, καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα [<τῶν πασῶν>] λαχούσῃ παρά σοι κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν· καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ [<ἐκεῖνα>] εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνηται. [<Ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδ᾽ ἂν εἷς Περσῶν ἢ Σκυθῶν οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν.>] Καίτοι γε εἰ μὲν ἠξίους τὸν ναύαρχον τῶν Πελοποννησίων Πόλλιν ἀμείνονα γενέσθαι Διονυσίου περί σε καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ μὴ τοῦ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχιστα ἐντειλαμένου, πῶς οὐχ ἥττω πάμπολυ τοῦ τυράννου; Καὶ ποῦ δίκαιος εἶ προφέρειν, εἴ τινά τις πείθειν ἐπιχειρῶν ἀπέτυχεν; Εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπήν, οὐδ᾽ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαβες τῆς φύσεως τῆς σεαυτοῦ;

Νὴ Δί᾽ ἀλλ᾽ οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. Οὐδέ γε ἡμεῖς, ὦ μακάριε, εἴ τις πρὸς ἡμᾶς Ἀθηναίων φαῦλος ἐγένετο.

Καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε τὴν ἱερὰν κεφαλήν (οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων), Λίβυς δὲ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδ᾽ ἠπίστατο ἀνθρώπων οὐδείς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. Νῦν δὲ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν ἑαυτῷ καὶ τὸ γινώσκεσθαι. Μὴ τοίνυν νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθ᾽ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. Σύνισμεν ταῦτα, καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις. Ὅμως δέ [<γε>] ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδ᾽ ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. Καὶ σὺ μὲν οὐδὲν ὑβρίσθης ἴσως· ὁ δέ [<γε>] οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτα ἔπραττεν ἢ δι᾽ ὧν ᾔδει τιμήσων.

Ἀλλ᾽, ὦ [<πάντων>] θαυμάσιε Πλάτων, μὴ δι᾽ ἀμφοῖν ὤθει, καὶ ταῦτα οὐ διὰ τῶν φίλων ἑνὸς [<καὶ τῶν ἐχθρῶν>] ἀλλὰ διὰ σαυτοῦ [<τε>] καὶ τούτων οὓς μᾶλλον φίλους ἦν εἰκὸς ἡγεῖσθαι. Εἰ δὲ μή, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλ᾽ ὅ τι ἀπολογήσῃ πρότερον· τοσαῦτά ἐστι καὶ τὰ σά. Εἰ δ᾽ αὐτὴν ἐφ᾽ ἑαυτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δὲ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. Καὶ πρόσεστι καὶ τὸ κρατῆσαι τῶν πραγμάτων, καὶ τὸ μείζω ταῦτα εἶναι τῶν τε ὑπό σου σπουδαζομένων ὧν τε αὐτοὶ προσεκρούσαμεν. Σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δὲ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. Μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δ᾽ οὐχ ὅσον ἡμῖν ὑπάρχει. Ὥστε εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχα ἂν ἡμῖν γε συγγνοίη· εἰ δ᾽ αὖ μὴ ἡμῶν [<φείσεται>], σχολῇ γ᾽ ἂν σοῦ.

Οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίνεται. Πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν ἀλλὰ καὶ τὸ σόν, Τεῦκρος ἔφη τινί· τῷ Ἀγαμέμνονι ὀνειδίσαντι τὸ γένος ὅτι νόθον. Καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύω τοῦ τρίτου λαμβάνου καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθ᾽ ἡμῶν ὄντος. Εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν, οὐδ᾽ ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον· καὶ σύ γ᾽ ἂν οἶμαι ταῦτα συνεβούλευσας. Ἐπεί, φέρε πρὸς Φιλίου, πότερ᾽ ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα δι᾽ ἡμῶν πεπράχθαι τῇ πόλει, μήτε εἰς ἡμᾶς μηδένα τῶν πολιτῶν ἐξαμαρτεῖν; Οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον· ἢ ἐκείνων γε ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτα εἰ δέοι συμβῆναι; Ἐγὼ μὲν οἶμαι ταῦτα. Οὐκοῦν ὅτε ἀμφότερ᾽ ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα, ὁμολογεῖς καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσήκει προσεῖναι, καὶ μειζόνως [<τὰ πρὸς εὐδοξίαν>] τῇ πόλει τῆς αἰτίας εἶναι. Πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; [<Ὡς δ᾽ ἁπλῶς εἰπεῖν>], ποῦ δίκαιον καὶ μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους;

Οὔκουν τούς γε ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ πωλοδάμναι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται, καὶ νὴ Δία γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους.

Φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. Οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐκ ἀπὸ κοινοῦ δόγματος ταῦτα ἔπαθον, ἀρχὴν δὲ οὐδὲ ταῦτα πάντες· πόθεν; Ἀλλὰ καὶ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν· τοῦτο δ᾽ ἦν οὐ μῖσος [<οὔτ᾽ ἀλλοτρίωσις>] τοῦ δήμου πρὸς αὐτούς, ἀλλ᾽ ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε (ἐῶ γὰρ, εἰ μὴ σφόδρα ἄν τις ἐπαινέσαι τὸν νόμον), τὸ δ᾽ οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν ἀλλ᾽ ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν· νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίνετο.

Ἦν δὲ οὗτος ὁ νόμος· ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δὲ οὐδὲν ἔγκλημα προσῆν, [<οὐδ᾽ ὡς ἐπὶ ἐλέγχῳ πραγμάτων ὀργή>]. Καίτοι πῶς οὐ δεινόν, εἰ οὓς οὐδ᾽ αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθα ἡμεῖς διὰ τοὺς μεταστήσαντας; [<Ὥσπερ οἱ βέβαιον μὲν οὐδ᾽ ὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτ᾽ οὐδ᾽ αὐτὴν σαφῆ τὴν ἀκοήν. Ἀλλ᾽ ἐκεῖσε ἐπάνειμι>].

Ὑπὲρ δὲ [<τοῦ>] τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. Οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. Ὥστε τοῦτό γε οὐ κατ᾽ αὐτῶν ἀλλ᾽ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκώς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν.

Δοκοῦσι γάρ μοι τὰς συμφορὰς [<ἐνθυμούμενοι>] τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας [<ἑαυτοῖς>] μηδένα βούλεσθαι μεῖζον [<ἐᾶν>] τῶν πολλῶν φρονεῖν, ἀλλ᾽ ἐξ ἴσου εἰς δύναμιν εἶναι. Δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; Οὐ λέγω ταῦτα, ἀλλ᾽ οὐδ᾽ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν.

Περικλῆς δέ, ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτε ἐλάττω παρ᾽ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλ᾽ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο. [<Καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον ἀλλὰ καὶ πολλῷ τινι πρῶτος ἦν>]. Ἐπεὶ δ᾽ ἅμα τῆς τε χώρας ἠναγκάζετο στέρεσθαι, καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο, καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. Καί μοι τοῦ παραδείγματος ἐνταῦθ᾽ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων· τάχα ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ, καὶ οὐ τοῖς πτεροῖς.

Ἀλλ᾽ οὐδ᾽ εἶχεν [<οὔθ᾽ ὁ Νέστωρ>] ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ τῷ τὴν πληγὴν λαβόντι, ἀλλ᾽ οὐδὲ τοῖς ἄλλοις ἵπποις τεταραγμένοις ὑπὸ τοῦ πάθους. Ἀλλ᾽ οὐδ᾽ ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἐδύνατο, ἀλλ᾽ ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἰστήκει [<μένων>] ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν. Οἴκοι πονηρῶς ἐπεπράγεσαν (ἀντὶ τοῦ ἀτυχῶς). Ἀπεσείσαντο μὲν τὸν ἡνίοχον, ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπ᾽ αὐτοῦ τὸν ἄνω χρόνον, ὥστε ἔγνωσάν τε ὃ ἔδρασαν, καὶ μετέγνωσαν, καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς.

Ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πολλὰ ἑξῆς ἔτη καὶ μετὰ τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; Οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκότησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγράψατο τὴν συμφοράν. Οὐ γὰρ τὸ μέσον κύριόν ἐστιν ἑκατέρων τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου. Εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτο ἀπ᾽ ἀρχῆς· εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέγνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶν βελτίονι.

Καὶ μὴν οὐχ ὅσον δύο ἀνθ᾽ ἑνός ἐστιν, ἀλλ᾽ ὅτι καὶ τὸ πλῆθος ἑκάστου χρόνου οὐκ ἴσον οὐδὲ ἐγγύς. Καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ, ἀλλ᾽ εἶναί τινας οἳ καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο. Οὐκοῦν τούτους βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς;

Καίτοι τί φήσομεν, ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ τότε ἐκείνους ταῦτα τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύθυνον εἶναι; Ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. Καὶ μὴν ἔχοι γ᾽ ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέφειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς εἰ καὶ τὰ μάλιστα ἀδίκως ὑμῖν ταῦτα συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε. Οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑτέρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους [<τε>] καὶ ὧν οἴει. Καὶ νὴ Δί᾽, εἰ βούλει, τὸ μᾶλλον ἀφίημί [<σοι>]. Ὅτι δὲ οὐχ ἧττον, ἀρκεῖ. Εἰ δ᾽ ὑμεῖς ἀθῷοι, κἀκείνους ἐκ τῶν αὐτῶν εἰκός ἐστιν εἶναι, εἴπερ [<γε>] τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών.

Εἶθ᾽ ὃν αὐτὸς ἀφῆκες ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας. Καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν [<ἂν>] λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; Καὶ δι᾽ ἃ τὸν λέγοντα ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; Καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγινώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλ᾽ οὐχ ὃ μηδ᾽ ἐκείνοις καλῶς εἶχε ποιῆσαι; Κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλ᾽ ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον· ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην;

Καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον, ἰσχυρὸν ποιησόμεθα, ἃ δὲ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦτα ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλλον δὲ κατηγοροῦντες; Καὶ τίνα τοῦτ᾽ εἶχε λόγον; Ἐγὼ μὲν οὐκ ἐπινοῶ.

Πλάτων δὲ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δ᾽ ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. Εἰ δὲ τοὺς καταψηφιζομένους τοῖς ἵπποις ἀπεικάζων τοῖς λακτίζουσιν ἰσχυρόν τι λέγειν καθ᾽ ὧν ἡ ψῆφος οἴεται, ταχύ γ᾽ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετ᾽ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν.

Εἰ δ᾽ ἐπ᾽ ἀμφότερα Πλάτων αἰτιάσεται τοὺς ἄνδρας, ὥσπερ σοφοῦ τινος ἐπειλημμένος, τί κωλύει τινὰ τὰς ὁμοίας ἀνταποδιδόντα ἐπ᾽ ἀμφότερα [<αὖ>] φιλονείκως ὑπολαμβάνοντα διαλύειν ὡδὶ τὸν λόγον, ὅτι εἰ καλῶς καὶ τὰ δίκαια αὐτῶν Ἀθηναῖοι κατέγνωσαν, οὐκ ἦσαν ὑπ᾽ αὐτῶν διεφθαρμένοι· τὰ γὰρ δίκαια ἐποίουν. Οὐκοῦν οὐδὲ ἐκεῖνοι διεφθάρκεσαν· ὥστε εἰ δικαίως ἑάλωσαν, οὐδὲν ταύτῃ γε χείρους ἦσαν.

Εἰ δὲ ἀδίκως αὐτῶν ἐκεῖνοι κατεψηφίσαντο, ἀδικεῖσθαι τοῖς ἀνδράσι περίεστιν, ἀδικεῖν δὲ οὐδαμῶς· τοῖς δ᾽ ἀδικηθεῖσι βοηθεῖν, οὐκ ἐγκαλεῖν εἰκός ἐστιν. Εἰ δέ τοι καὶ μὴ δυνατὸν βοηθεῖν, ἀλλ᾽ οὐχὶ καὶ δίκαιον ἐγκαλεῖν.

Ἐγὼ δὲ ταῦτα μὲν τοῖς κομψοτέροις παρίημι· αὐτὸς δὲ τί φημι καὶ πῶς δέχομαι λόγον; Οὐκ ἔστι δίκαιον ἅμα ἀμφοῖν κατηγορεῖν, καὶ τοῦ δήμου κἀκείνων· ἢ σαφῶς τοὺς ἑτέρους συκοφαντήσομεν. Εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα κατεγνώσθη, ἠδίκουν μέν (ὡς ἔοικεν) ἐκεῖνοι, τῷ δήμῳ δ᾽ ἃ προσήκει πέπρακται, ὥστε οὐχὶ δήπου ταῦτά γε δίκαιον κατηγορεῖν αὐτοῦ. [<Πῶς οὖν τοῖς ἀγριαίνουσι τῶν ζῴων αὐτὸν ἀπεικάζοντες ὀρθῶς φήσομεν ποιεῖν;>] Εἰ δ᾽ ἥμαρτεν ὁ δῆμος, ἅμα τε ἐκείνῳ ἡμάρτηται καὶ τοῖς ἀνδράσι τοὔνειδος λέλυται. [<Αὐτὸ γὰρ τοῦτό φαμεν δήπουθεν ἁμαρτεῖν Ἀθηναίους, τιμήσαντας ἐκείνοις φυγῆς ἢ χρημάτων ἢ ὁτουδήποτε ἐτίμησαν ἑκάστῳ. Οὗτος δὲ ὁ λόγος τί λέγει; Μηδενὸς τούτων ἐκείνους ἀξίους εἶναι. Καὶ μὴν εἴ γε ἠδίκουν, ἄξιοι τούτων ἦσαν· ὅτε δὲ οὐ τούτων ἄξιοι, σαφῶς οὐκ ἠδίκουν. Τοὺς δ᾽ οὐκ ἀδικοῦντας κακῶς λέγειν καὶ συκοφαντεῖν οὐχὶ δίκαια ποιεῖν ἐστιν>]. Ἡμεῖς τοίνυν ἀντὶ τοῦ κατηγορεῖν ἀμφοτέρων ὑπὲρ ἀμφοτέρων τὰ πρέποντα ἀπολογούμεθα, οὔτε τοῦ δήμου τὴν αἰτίαν πάντως εἶναι φάσκοντες, οὔτε ἐκείνους προσήκειν, εἰ ὅτι προσέπταισαν, χείρους νομίζεσθαι.

Καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτω συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυίαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ· πάνυ γὰρ μετ᾽ ἀληθείας τοῦτ᾽ ἐκεῖνος ὕμνησεν· «ἐν ἔργμασι νικᾷ τύχα οὐ σθένος».

Ὥστε ἰδὼν τὸν Εὔμηλον Ἀχιλλεὺς τοῦ ἅρματος ἐκπεσόντα ᾤκτειρέ τε καὶ λέγει· «Λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους». Ἆρ᾽ οὖν οὐ παράδοξον ἑξῆς οὕτω θεῖναι παράλληλα, καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; Ἀλλ᾽ ὅμως τοιαῦτα, φησί, τὰ ἀνθρώπεια (τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι) ὁ αὐτὸς ἀνὴρ ἄριστός τε καὶ ἔσχατος. Ὅπερ περὶ τοῦ δακτύλου φασί ποτ᾽ εἰπεῖν Ὀρόντην τὸν Πέρσην, ὡς ὁ αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μυρία σημαίνει, ποτὲ δ᾽ οὐ πλέον ἢ ἕν. Ὥστε μοι μὲν ἀντικρὺς [<εἰς τὸ Πλάτωνος παράδειγμα>] ὁ Εὔμηλος τείνειν δοκεῖ, κατά τε ἄλλα, καὶ οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ ἀγκῶνάς τε περιεδρύφθη στόμα τε ῥῖνάς τε ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφ᾽ ὧν οὐδέποτε ἐσφάλη.

Ὀρόντης ὁ Περσὴς ἐκπεσὼν τῆς ἀρχῆς. «Καὶ ὁ δάκτυλος» ἔφη «ποτὲ μὲν ἕν ποτε δὲ μυρία σημαίνει». Εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῇ ἐξουσίᾳ. Εἰ πάντων κρατήσεις ἡττήσῃ τῆς τύχης.

Ταῦτ᾽ ἐστιν ὁ ἀγὼν οὗτος, ταῦθ᾽ Ὅμηρος λέγει. Οὐδὲν τῶν ἀνθρωπίνων ἀσφαλὲς οὐδ᾽ ὁμαλὸν οὐδ᾽ αὐταρκές. Ἀλλ᾽ ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι· πάντα ταῦτα ἐναλλὰξ περιέρχεται.

Εἰ δὲ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δ᾽ οἱ ἰατροὶ ἅπαντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δὲ οἱ κρείττονες, ἐνίκων δὲ οἱ μείζονες, τὸ δ᾽ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δ᾽ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατα πάντ᾽ ἂν ἦν τὰ τῶν ἀνθρώπων πράγματα, καὶ οὐδὲν ἂν ἴσως εὐχῆς προσέδει, οὐδ᾽ ἂν κατέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν.

Μὴ τοίνυν θαυμάσῃς εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο. Μηδ᾽ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. Πολλὰ καὶ παράδοξα κατ᾽ ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται· ὧν ἔστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμβάντα.

Τίς δ᾽ οὐκ ἂν φαίη; Ἀλλ᾽ οὔπω ταῦτά ἐστιν ἔλεγχος κατ᾽ αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδέν, οὔτε ἐδύναντο βελτίους [<ποιεῖν>]. Ἀλλ᾽ ἐξῆν αὐτοῖς τήν γε τέχνην δήπουθεν ἔχειν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μειζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο.

Ἡδέως δ᾽ ἂν ἐροίμην, ὅστις βούλοιτο δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς [<δὲ>] δὴ τί μαθὼν ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; Ἆρ᾽ οὖν ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο, ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται;

Τί μὴν ἕτερον; Εἶθ᾽ ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις; ταῦτ᾽ εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζῃ; Καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; Εἰ δ᾽ ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ, καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα;

Οὐκοῦν ὅτ᾽ ἐκεῖνοι φαίνονται μηδὲν τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον, ἀλλ᾽ ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου, τῷ Σωκράτους κέχρηνται λόγῳ. Ὥστε ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν· φαῦλοι γὰρ ἂν τῷ γε Σωκράτους λόγῳ εἶεν.

Ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης δόξης ἐκείνοις ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχεν. Ἔπειθ᾽ ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς ἦν τὸν Δημοσθένην παρατάττεσθαι, καὶ συγκεκροτημένους καὶ τοῖς Ἀθηναίοις ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους.

Διὰ γὰρ τῶν προδοτῶν τὰ πολλὰ Φίλιππος ἴσχυεν. Ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνῃσκε καὶ ἄλλων. Πότερος [<καὶ>] τὴν ὅλην γνώμην φιλανθρωπότερος, καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερ᾽ ὅστις, αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης, κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις, ὄντος μὲν τοῦ παροξύνοντος, οὐ προήχθη οὐδ᾽ ἠξίωσεν ἑαυτὸν σεμνύνειν ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν; Ἔχε δὴ πρὸς θεῶν. Πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς ἑαυτῷ; Ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες, καὶ τοῦτ᾽ ἀγωνιζόμενος, εἶτ᾽ αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ· πάλιν δὲ ὧν ἀφῆκεν αὐτοὺς ταῦτα κατηγορεῖ. Καὶ δι᾽ ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη· διὰ δ᾽ ὧν ἀφῆκαν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγξειν ἀξιοῖ.

Καὶ μὴν εἰ μὲν ἔμελλε (τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον) κόλακας τρόπον τινὰ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχα ἄν, εἰ καὶ τὰ μὴ ὄντα μὴ ὄντα κατηγόρησεν, ἀλλ᾽ οὖν ἐδόκει γ᾽ ἄν τι προὔργου τῶν λόγων εἶναι. Ὅτε δὲ εἰπὼν ἅπανθ᾽ ὅσα εἶχε κατ᾽ αὐτῶν, εἶτα ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτούς, τίς ἔσθ᾽ ἡ χρεία τῶν λόγων; Ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντα εἴρηται; Φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; Προστάτης γὰρ πόλεως οὐδ᾽ ἂν εἷς ποτε ἀδίκως ἀπόλοιτο ὑπ᾽ αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. Ταῦτ᾽, ὦ πρὸς Διός, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν;

Ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δ᾽ ἂν ἀπόληται, οὐκ ἄν ποτε τοῦτ᾽ ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ. Ποῦ ταῦτ᾽ ἐστιν ἐοικότα, ἢ πῶς εἰς ταὐτὸν τελεῖ;

Σκοπῷ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρωμένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες ὥστε πῶς ἢ ἐκείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσείρηκέ τινα ἀληθινήν; Εἰ δ᾽ αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορική, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς· ὥστε πῶς ἢ ἐκείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; Εἰ δ᾽ αὖ διπλοῦν τι τὸ τῆς ῥητορικῆς [<ἐστι>], καὶ τὸ μὲν αὐτοῦ κολακεία [<τε καὶ αἰσχρὰ δημηγορία>] τὸ δ᾽ ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ [<γ᾽>] ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. Πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; Καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις ἂν εἴη παρ᾽ ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. Ὥστε οὔτε διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς· οὐδὲ ἔδειξε δήπου Πλάτων ἥτις ἐστὶν ἡ τρίτη.

Εἰ μὲν γὰρ ἄλλως ταῦτ᾽ ἐστι λόγου χάρις [<τε>] καὶ ἡδονή, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; Καὶ τί τῶν κολάκων εἷς γίνεται, λέγων τὰ ἡδίω πρὸ τῶν ἀληθῶν, καὶ ταῦτα μηδεμιᾶς ἀνάγκης ἐπούσης; Εἰ δὲ ἐφ᾽ ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; Ἢ τίνα καλλίω ποιήσασθαι μαρτυρίαν αὐτοῦ Πλάτωνος, ὅταν ἐνταῦθα μὲν καὶ παραχρῆμα ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτούς, ἑτέρωθι δὲ καὶ καθάπαξ ἐγκωμιάζων, καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ;

Ἀλλὰ γὰρ ὡς μὲν οὐκ ἄριστος τῶν Ἑλλήνων Πλάτων, κάκιστος ἂν εἴη καὶ Ἑλλήνων καὶ βαρβάρων ὅστις οὐκ ἐθέλει λέγειν. Ἔοικε δέ τι καὶ τῆς φύσεως ἀπολαύειν, ὥσπερ οἱ βασιλεῖς τῆς ἐξουσίας, οἷον καὶ περὶ αὐτὴν τὴν λέξιν ἔστιν οὗ φανήσεται ποιῶν, ἀδείᾳ λόγων πλείονι χρώμενος, καὶ περί γε αὐτὰς τὰς ὑποθέσεις.

Ὅτι ὀνοματοποιεῖ, καὶ ὅτι καὶ ἀποβεβιωκότας ὡς ἔτι παρόντας εἰσάγει τοῖς ἐπαΐσουσι διαλεγομένους. Οὐδέ γε Εὐριπίδου φήσομεν τὸ ἰαμβεῖον εἶναι τὸ σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, [<οὐδ᾽ εἴ τις οὕτω τῶν σοφῶν εἴρηκεν>]· ἔστι γὰρ ἐξ Αἴαντος Σοφοκλέους, Αἴαντος τοῦ Λοκροῦ. Ἀλλ᾽ ἔστι ταῦτα ἀπὸ τῆς τῶν διαλόγων ἐξουσίας καὶ συνηθείας ὡρμημένα.

Τῷ γὰρ ἅπαντας αὐτοὺς εἶναι ἐπιεικῶς πλάσματα, καὶ πλέκειν ἐξεῖναι δι᾽ ὧν ἄν τις βούληται, ἔνεστί τι κἀν τοῖς λόγοις αὐτοῖς οὐ σφόδρα τηροῦν τὴν ἀλήθειαν· καὶ ἅμα ἐμοὶ δοκεῖν ἐφέλκεταί [<τι>] τῆς ἐλευθερίας καὶ τῆς μεγαλοπρεπείας, καὶ οὐ παντάπασιν ἀκριβολογεῖται, ἀλλ᾽, ὥσπερ ἔφην, συγχωρεῖ τῇ φύσει. Ἔπειτα ταῦθ᾽ ἡμεῖς ἁπλῶς οὕτω παραδεξόμεθα; Οὐκ ἄρα εἰδέναι τὰ ἐκείνου δόξομεν.

Τὸ ἀμέλει Ἀριστείδης πολλάκις ὡς παρέλκον λαμβάνει. Οὔτοι φιλαθηναίου γέ ἐστι τὴν Ἀκαδημίαν μόνην θαυμάζειν τῆς Ἀττικῆς, τὴν δ᾽ ἄλλην ἅπασαν ὥσπερ ἐχθρὰν κρίνειν καὶ πολεμίαν. Οὐδὲ γὰρ καταγελάστους ἀποφήναντα τοὺς ἄλλους ἅπαντας, οὕτω καὶ τότε χρὴ Πλάτωνα θαυμάζειν ἀναμεῖναι. Τοῦτο γὰρ οὐ Πλάτωνος ἂν εἴη τιμή, ἀλλ᾽ ἀτιμία τῶν ἄλλων μᾶλλον, σχεδὸν δέ τι καὶ αὐτοῦ Πλάτωνος. Τὸ γὰρ ἡγεῖσθαι χρηστοῦ τινος ἄλλου κριθέντος μὴ εἶναι τούτῳ πλείονος ἀξίῳ δόξαι, πῶς οὐ τοιοῦτόν ἐστιν; Οὐ δεῖ τὴν πρὸς τοὺς ἑτέρους ἀπέχθειαν νομίζειν ἀφορμὴν τῆς πρὸς τοὺς ἑτέρους πίστεως εἶναι. Εἰ γὰρ τοῦ Πλάτωνα κακόν τι λέγειν ἀφέμενοι τοῖς ἀνδράσι τὰ πρέποντα ἀπεδώκαμεν, οὐκ ἀδικοῦμεν, οἶμαι. Ταῦτα γὰρ [<καὶ πολιτικὰ>] καὶ ἀνθρώπινα καὶ θεοῖς ἀρέσκοντα ἐκ τοῦ παντὸς χρόνου.

Ἀλλ᾽ εἴ τοί γε φαῦλόν γε ἡ τραγῳδία καὶ φαύλων ἀνθρώπων, πῶς σε φῶμεν τραγῳδίαν ποιεῖν; Οὐ γὰρ τό γε ὅλως αἰσχρὸν οὐδαμῶς ἔνι δή που ποιῆσαι καλῶς. Καὶ λέγεις μὲν ὡς οὐ χρὴ μιμεῖσθαι τοὺς φαύλους, [<οὐδ᾽ ἀφομοιοῦν τοῖς χείροσιν>], αὐτὸς δ᾽ οὐ πάνυ χρῇ τούτῳ διὰ τέλους, ἀλλὰ μιμῇ σοφιστάς, μιμῇ συκοφάντας, μιμῇ Θρασύμαχον τὸν οὐδέποτε ἐρυθριάσαντα, θυρωρούς, παιδία, μυρίους. Ἀλλ᾽ οἶμαι τὸ τῆς φύσεως Ἑλληνικὸν καὶ εὔκολον καὶ εὔχαρι καὶ ποικίλον καὶ θεῖον, ἐφ᾽ ἅπαντα ταῦτα ἄγον σε, ποιεῖ μαρτυρεῖν ὅτι καὶ τούτων ἑκάστου χρῆσίς ἐστι καιρὸν ἔχουσα καὶ χάριν ἐμμελῆ.

Εἶτα λέγεις ὅτι πάντες οὗτοι [<τοῦ>] πρὸς ἡδονὴν ἐξήρτηνται. Πότερον οὖν σε φῶμεν ἔλαττον τοῦ δέοντος λέγειν ἢ πλέον; Ὅτι μὲν γὰρ καὶ τοῦ πρὸς ἡδονὴν φροντίζουσιν οἱ ποιηταί, ὁμολογεῖται· ὥσθ᾽ ὅσον προσθεῖναι προσῆκε, τοῦτ᾽ ἀφελὼν ἔλαττον παρὰ τοῦτο εἴρηκας. Ὅτι δὲ αὐτοῖς κολακείαν ἐπενηνόχεις ἐκ τούτου, πῶς οὐκ ἔξω τοῦ δέοντος εἴρηκας, ἢ πῶς οὐ ταύτῃ πλέον αὖ τοῦ δέοντός ἐστιν ἔχων ὁ λόγος;

Ἐξῆν γάρ, ὦ γενναῖε, καὶ τοὺς νέους δικαίους εἶναι προτρέπειν καὶ τοῖς πρεσβυτέροις τὰ πρέποντα ἀποδοῦναι. Καὶ γὰρ εἰ μηδὲν εἴχομεν ἐπαινεῖν αὐτούς, ἀλλ᾽ ἐξῆν γε δήπου σιωπῇ παρελθεῖν, καὶ οὐκ ἔμελλες ὀφλήσειν ἀλογίου. Ἀλλὰ γὰρ οὐχὶ Πλάτων ὁ τῶν Ἑλλήνων τοσοῦτον ὑπερφέρων καὶ δικαίως μέγιστον ἐφ᾽ ἑαυτῷ φρονῶν κατηγορῆσαί τινων ἠξίωσε μεγέθει τινὶ καὶ ἐξουσίᾳ φύσεως, τοῦτο καὶ μάλιστ᾽ ἄν τις ἀγανακτήσειεν, ἀλλ᾽ ὅτι καὶ τῶν κομιδῇ τινες οὐδενὸς ἀξίων ἀφορμῇ ταύτῃ χρώμενοι μελέτην ἤδη τὸ πρᾶγμα πεποίηνται, καὶ τολμῶσι καὶ περὶ Δημοσθένους (ὃν ἐγὼ φαίην ἂν Ἑρμοῦ τινος λογίου τύπον εἰς ἀνθρώπους κατελθεῖν) ὅ τι ἂν τύχωσι βλασφημεῖν.

Καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο; Οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει. [<Καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐ πώποτε ἠξίωσαν>]. Καὶ σεμνύνουσι μὲν τὴν ἀρετήν, ἀσκοῦσι δ᾽ οὔ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμνόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν τῆς τραγικῆς βοός. Οἳ τοῦ μὲν Διὸς οὐδὲν χείρους φασὶν εἶναι, τοῦ δὲ ὀβολοῦ τοσοῦτον ἡττῶνται. Ὀνειδίζουσι δὲ τοῖς ἄλλοις, οὐ τῶν πραγμάτων κατεγνωκότες, ἀλλὰ φθονοῦντες ὅτι αὐτοὶ ταῦτα πράττειν οὐ δύνανται. Εἰ δέ τις αὐτῶν περὶ τῆς ἐγκρατείας διαλεγομένων ἀντικρὺ σταίη ἔχων ἔνθρυπτα καὶ στρεπτούς, ἐκβάλλουσι τὴν γλῶτταν ὥσπερ ὁ Μενέλεως τὸ ξίφος. Αὐτὴν μὲν γὰρ ἐὰν ἴδωσι τὴν Ἑλένην, Ἑλένην λέγω; Θεράπαιναν μὲν οὖν ὁποίαν ἐποίησε Μένανδρος τὴν Φρυγίαν, τῷ ὄντι παιδιὰν ἀποφαίνουσι τοὺς σατύρους τοῦ Σοφοκλέους.

Οἳ τῷ μὲν ἀποστερεῖν κοινωνεῖν ὄνομα τίθενται, τῷ δὲ φθονεῖν φιλοσοφεῖν, τῷ δ᾽ ἀπορεῖν ὑπερορᾶν χρημάτων. Ἐπαγγελλόμενοι δὲ φιλανθρωπίαν ὤνησαν μὲν οὐδένα πώποτε, ἐπηρεάζουσι δὲ τοῖς χρωμένοις. Καὶ τοὺς μὲν ἄλλους οὐδ᾽ ἀπαντῶντας ὁρῶσι, τῶν δὲ πλουσίων ἕνεκα εἰς τὴν ὑπερορίαν ἀπαίρουσιν, ὥσπερ οἱ Φρύγες οἱ τῶν ἐλαιῶν ἕνεκα τῆς συλλογῆς, [<οἳ καὶ προσιόντων εὐθὺς ὤσφροντο>]. Οὗτοι [<γάρ>] εἰσιν οἱ τὴν [<μὲν>] ἀναισχυντίαν ἐλευθερίαν νομίζοντες, τὸ δ᾽ ἀπεχθάνεσθαι παρρησιάζεσθαι, τὸ δὲ λαμβάνειν φιλανθρωπεύεσθαι. Εἰς τοῦθ᾽ ἥκουσι [<τῆς>] σοφίας, ὥστε ἀργύριον μὲν οὐ πράττονται, ἀργυρίου δ᾽ ἀξίως λαμβάνειν ἐπίστανται. Κἂν μέν γε τύχῃ τις ἔλαττον πέμψας, ἐνέμειναν τῷ δόγματι· ἂν δὲ ἁδρότερον τὸ σακκίον [<αὐτοῖς>] φανῇ, Γοργόνα Περσεὺς ἐχειρώσατο. [<Τοῖς ἐν Παλαιστίνῃ δυσσεβέσι παραπλήσια τοὺς τρόπους. Καὶ γὰρ ἐκείνοις τοῦτ᾽ ἐστι σύμβολον τῆς δυσσεβείας, ὅτι τοὺς κρείττους οὐ νομίζουσι. Καὶ οὗτοι τρόπον τινὰ ἀφεστᾶσι τῶν Ἑλλήνων, μᾶλλον δὲ καὶ πάντων τῶν κρειττόνων>], τὰ μὲν ἄλλα ἀφωνότεροι τῆς σκιᾶς τῆς ἑαυτῶν, ἐπειδὰν δέ τινας εἰπεῖν κακῶς δέῃ καὶ διαβαλεῖν, τῷ Δωδωναίῳ μὲν οὐκ ἂν εἰκάσαις αὐτοὺς χαλκείῳ· μὴ γάρ, ὦ Ζεῦ, ταῖς δὲ ἐμπίσι ταῖς ἐν τῷ σκότῳ βομβούσαις.

Συγκαταπρᾶξαι μέν τι τῶν δεόντων [<ἁπάντων>] ἀχρηστότατοι, διορύξαι δὲ οἰκίαν καὶ ταράξαι, καὶ συγκροῦσαι τοὺς ἔνδον πρὸς ἀλλήλους, καὶ φῆσαι πάντ᾽ αὐτοὺς διοικήσειν, πάντων δεινότατοι.

Καταδύντες δὲ εἰς τοὺς χηραμοὺς ἐκεῖ τὰ θαυμαστὰ σοφίζονται, σκιᾷ τινι λόγους ἀνασπῶντες, ἔφη Σοφοκλῆς, τὸν ἀνθέρικα θερίζοντες, τὸ ἐκ τῆς ἄμμου σχοινίον πλέκοντες, οὐκ οἶδ᾽ ὅντινα ἱστὸν ἀναλύοντες· ὅσον γὰρ ἂν προκόψωσι τῆς σοφίας, τοσοῦτον ἀνταφαιροῦσι μεγάλα φρονοῦντες, ἐὰν ῥητορικὴν εἴπωσι κακῶς, ὥσπερ οὖν καὶ τοὺς δούλους τοῖς δεσπόταις [<ὑπ᾽ ὀδόντα>] πολλάκις καταρωμένους, καὶ μάλιστα τοὺς μαστιγίας αὐτῶν. Ἤδη δέ τις καὶ Σάτυρος τῶν ἐπὶ σκηνῆς κατηράσατο τῷ Ἡρακλεῖ, εἶτά γ᾽ ἔκυψε προσιόντος κάτω.

Εἰκότως δὲ κακῶς ἅπαντας λέγουσι· πολὺ γὰρ αὐτοῖς τοῦ πράγματος περίεστι, οἵ γε κἂν μηδενὸς ἀνθρώπων μεμνήσωνται, λέγουσι δ᾽ ἃ λέγουσι κακῶς. Ὥστε ἀφ᾽ ὧν ἔχουσι χαρίζονται. Εἶτα τὸ κάλλιστον τῶν ὀνομάτων αὑτοῖς τέθεινται, φιλοσοφίαν, ὥσπερ θέαν προκατειληφότες.

Ἐγὼ μὲν οὖν καὶ Πλάτωνι τὴν προσήκουσαν τιμὴν ἀπένειμα, καὶ τοῖς ἀνδράσι τὰ πρέποντα ἐβοήθησα, καὶ οὐχὶ προηκάμην. Εἰ δέ τις ἀντειπεῖν ἔχει τούτοις, φυλάττων ἐμοὶ τὴν ἴσην εὐφημίαν ὅσην περ ἐγὼ Πλάτωνι, τοῦτον ἐγὼ καὶ νῦν καὶ ὕστερον φίλον, οὐκ ἐχθρὸν κρίνω.