Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Πυθαγόρεια Φιλοσοφία και Αγαθαρχίδης (Περί Ερυθράς Θαλάσσης)

Πληροφορίες για τον βίο του Πυθαγόρα και λεπτομερής γεωγραφική, ιστορική και ζωολογική περιγραφή της Ερυθράς Θάλασσας από τον Αγαθαρχίδη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 31 από 37

Ἀνεγνώσθη Πυθαγόρου βίος. Ὅτι ἔνατος ἀπὸ Πυθαγόρου διάδοχος γέγονε, φησι, Πλάτων, Ἀρχύτου τοῦ πρεσβυτέρου μαθητὴς γενόμενος, δέκατος δὲ Ἀριστοτέλης. Τῶν δὲ Πυθαγόρου οἱ μὲν ἦσαν περὶ τὴν θεωρίαν καταγινόμενοι, οἵπερ ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ ἀνθρώπινα, οἵπερ ἐκαλοῦντο πολιτικοί, οἱ δὲ περὶ τὰ μαθήματα, γεωμετρικὰ καὶ ἀστρονομικά, οἵπερ ἐκαλοῦντο μαθηματικοί. Καὶ οἱ μὲν αὐτῷ τῷ Πυθαγόρᾳ συγγενόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. Ἀπείχοντο δὲ ἐμψύχων, καὶ κατὰ καιρὸν μόνον θυσιῶν ἐγεύοντο.

Ὅτι ἑκατὸν καὶ τεσσάρων λέγεται ἐτῶν ἐζηκέναι τὸν Πυθαγόραν. Καὶ ὁ μὲν Μνήσαρχος εἷς τῶν υἱῶν αὐτοῦ λέγεται νεώτερος τελευτῆσαι, Τηλαυγὴς δὲ ὁ ἕτερος διεδέξατο, καὶ Αἰσάρα καὶ Μυῖα αἱ θυγατέρες. Καὶ ἡ Θεανὼ δὲ λέγεται οὐ μαθητρία μόνον ἀλλὰ καὶ μία τῶν θυγατέρων αὐτοῦ εἶναι.

Ὅτι διαφέρειν ἔλεγον οἱ ἀπὸ Πυθαγόρου μονάδα καὶ ἕν. Μονὰς μὲν γὰρ παρ᾽ αὐτοῖς ἐνομίζετο ἡ ἐν τοῖς νοητοῖς οὖσα, ἓν δὲ τὸ ἐν τοῖς ἀριθμοῖς· ὁμοίως δὲ καὶ δύο τὸ ἐν τοῖς ἀριθμητοῖς· ἔλεγον δὲ τὴν δυάδα ἀόριστον, ὅτι ἡ μὲν μονὰς κατὰ τὴν ἰσότητα καὶ τὸ μέτρον λαμβάνεται, ἡ δὲ δυὰς καθ᾽ ὑπερβολὴν καὶ ἔλλειψιν· μεσότης μὲν οὖν καὶ μέτρον οὐ δύναται μᾶλλον καὶ ἧττον γενέσθαι· ἡ δὲ ὑπερβολὴ καὶ ἔλλειψις ἐπειδὴ ἐπ᾽ ἄπειρον προχωρεῖ, διὰ τοῦτο ἀόριστον αὐτὴν ἔλεγον δυάδα.

Καὶ ἐπειδὴ πάντα εἰς τοὺς ἀριθμοὺς ἀνῆγον ἔκ τε τῆς μονάδος καὶ τῆς δυάδος, καὶ τὰ ὄντα πάντα ἀριθμοὺς προσηγόρευον, ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς δέκα, ὁ δὲ δέκα σύνθεσις τῶν τεσσάρων κατὰ τὸ ἑξῆς ἀριθμούντων ἡμῶν, καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν ἔλεγον.

Ἔλεγον δὲ τὸν ἄνθρωπον αὐτὸν ἑαυτοῦ βελτίω κατὰ τρεῖς τρόπους γίνεσθαι, πρῶτον μὲν τῇ ὁμιλίᾳ τῇ πρὸς τοὺς θεούς (ἀνάγκη γὰρ προσιόντας αὐτοῖς κατ᾽ ἐκεῖνο καιροῦ χωρίζεσθαι αὐτοὺς πάσης κακίας, εἰς δύναμιν ὁμοιοῦντας ἑαυτοὺς τῷ θεῷ), δεύτερον ἐν τῷ εὖ ποιεῖν (θεοῦ γὰρ τοῦτο καὶ θείας μιμήσεως), τρίτον ἐν τῷ ἀποθνῄσκειν· εἰ γὰρ κατὰ ποσόν τι ἡ ψυχὴ τοῦ σώματος ἐν τῷ ζῆν τὸ ζῷον χωριζομένη βελτίω γίνεται ἑαυτῆς, ἔν τε τοῖς ὕπνοις κατὰ τοὺς ὀνείρους καὶ ἐν ταῖς ἐκστάσεσι τῶν νόσων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦται, ὅταν τέλεον χωρισθῇ ἀπὸ τοῦ σώματος.

Ὅτι τὴν μονάδα πάντων ἀρχὴν ἔλεγον οἱ Πυθαγόρειοι, ἐπεὶ τὸ μὲν σημεῖον ἀρχὴν ἔλεγον γραμμῆς, τὴν δὲ ἐπιπέδου, τὸ δὲ τοῦ τριχῇ διαστατοῦ ἤτοι σώματος. Τοῦ δὲ σημείου προεπινοεῖται ἡ μονάς, ὥστε ἀρχὴ τῶν σωμάτων ἡ μονάς· ὥστε τὰ σώματα πάντα ἐκ τῆς μονάδος γεγένηται.

Ὅτι οἱ Πυθαγόρειοι τῶν ἐμψύχων ἀπείχοντο, τὴν μετεμψύχωσιν ἀφρόνως ὡς ἀληθῆ ὑπολαμβάνοντες, καὶ ὅτι τὰ τοιαῦτα τῶν βρωμάτων παχύνει τὸν νοῦν, τροφιμώτερα ὄντα καὶ πολλὴν ἀνάδοσιν ποιοῦντα. Διὰ τοῦτο καὶ τοῦ κυάμου ἀπείχοντο, ὅτι φυσώδης καὶ τροφιμώτατος.

Καὶ ἄλλας δέ τινας αἰτίας πλείους ἀποδιδόασιν αἳ αὐτοὺς ἐνῆγον ἀπέχεσθαι τῶν κυάμων. Ὅτι τὸν Πυθαγόραν πολλά φησι προειπεῖν, καὶ πάντα ἐκβῆναι. Ὅτι τὴν μὲν θεωρητικὴν καὶ φυσικὴν Πλάτωνά φασι παρὰ τῶν ἐν Ἰταλίᾳ Πυθαγορείων ἐκμαθεῖν, τὴν δὲ ἠθικὴν μάλιστα παρὰ Σωκράτους. Τῆς δὲ λογικῆς σπέρματα καταβαλεῖν αὐτῷ Ζήνωνα καὶ Παρμενίδην τοὺς Ἐλεάτας· καὶ οὗτοι δὲ τῆς Πυθαγορείου ἦσαν διατριβῆς.

Ὅτι ἡ ὄψις, κατὰ Πυθαγόραν καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, τῶν δώδεκα χρωμάτων ἐστὶ κριτική, λευκοῦ καὶ μέλανος καὶ τῶν μεταξύ, ξανθοῦ, φαιοῦ, ὠχροῦ, ἐρυθροῦ, κυανοῦ, ἁλουργοῦ, λαμπροῦ, ὀρφνίνου· ἡ δὲ ἀκοὴ κριτική ἐστιν ὀξέος καὶ βαρέος φθόγγου· ἡ δὲ ὄσφρησις κριτικὴ εὐωδῶν καὶ δυσωδῶν ὀσμῶν καὶ τῶν μεταξὺ ἐκ σηπομένων τε καὶ βρεχομένων ἢ τηκομένων ἢ θυμιαζομένων· ἡ δὲ γεῦσις κριτική ἐστι γλυκέων τε καὶ πικρῶν χυμῶν καὶ τῶν μεταξὺ πέντε· ἑπτὰ γάρ εἰσιν οἱ χυμοὶ πάντες, γλυκύς, πικρός, ὀξύς, δριμύς, σομφός, ἁλυκός, στρυφνός. Ἡ δὲ ἁφὴ πλειόνων ἐστὶ κριτική, οἷον βαρέων, κούφων καὶ τῶν μεταξύ, θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν μεταξύ, τραχέων καὶ λείων καὶ τῶν μεταξύ, ξηρῶν καὶ ὑγρῶν καὶ τῶν μεταξύ. Καὶ αἱ μὲν δʹ αἰσθήσεις ἔν τε τῇ κεφαλῇ εἰσι καὶ ἰδιάζουσι περικλείονται ὀργάνοις· ἡ δὲ ἁφὴ καὶ διὰ τῆς κεφαλῆς καὶ δι᾽ ὅλου τοῦ σώματος κεχώρηκε, καὶ ἔστι κοινὴ πάσης αἰσθήσεως, μᾶλλον δὲ κατὰ τὰς χεῖρας δηλοτέραν παρέχεται τὴν κρίσιν.

Ὅτι δώδεκα τάξεις φησὶν εἶναι ἐν τῷ οὐρανῷ, πρώτην καὶ ἐξωτάτω τὴν ἀπλανῆ σφαῖραν, ἐν ᾗ ἐστιν ὅ τε πρῶτος θεὸς καὶ οἱ νοητοὶ θεοί, ὡς Ἀριστοτέλει δοκεῖ, κατὰ δὲ Πλάτωνα αἱ ἰδέαι· μετὰ δὲ τὴν ἀπλανῆ ὁ τοῦ Κρόνου τέτακται ἀστὴρ καὶ οἱ ἐφεξῆς πλάνητες ἕξ, ὁ τοῦ Διός φημι, ὁ τοῦ Ἄρεος, ὁ τῆς Ἀφροδίτης, ὁ τοῦ Ἑρμοῦ, ὁ τοῦ ἡλίου, ὁ τῆς σελήνης, εἶτα ἡ τοῦ πυρὸς σφαῖρα, ἑξῆς ἡ τοῦ ἀέρος, μετ᾽ αὐτὸν ἡ τοῦ ὕδατος, Λοιπὴ καὶ ἐπὶ πᾶσιν ἡ γῆ.

Δώδεκα δὲ τάξεων οὐσῶν ἐν τῇ ἀπλανεῖ τὸ πρῶτον αἴτιόν ἐστι· καὶ ὅ τι ἂν ᾖ ἐγγὺς αὐτοῦ, τοῦτό φασι τετάχθαι βεβαίως καὶ ἀρίστως, τὰ δὲ πόρρωθεν ἧττον· τὴν δὲ τάξιν μέχρι σελήνης σῴζεσθαι, τὰ δὲ ὑπὸ σελήνην οὐκέτι ὁμοίως. Ἐξ ἀνάγκης δέ ἐστι καὶ ἡ κακία εἰς τὸν περὶ γῆν τόπον ἅτε δὴ πυθμένος λόγον ἐπεχούσης τῆς γῆς πρὸς πάντα τὸν κόσμον, καὶ πρὸς ὑποδοχὴν ὑποστάθμης οὔσης ἐπιτηδείας. Καὶ πάντα μὲν τὰ ἄλλα μέρη κατὰ τὴν πρόνοιαν καὶ τὴν βεβαίαν τάξιν καὶ τὴν εἱμαρμένην τοῦ θεοῦ ἑπομένην αὐτῷ φασι διοικεῖσθαι, τὰ δὲ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις, κατὰ θεόν, καθ᾽ εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην· οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἢ μὴ εἰσελθεῖν ἐφ᾽ ἡμῖν ἐστι, τὸ μέντοι ἐν εὐδίᾳ χειμῶνα καὶ ζάλην ἐξαίφνης ἐπιγενέσθαι ἐκ τύχης, τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρ᾽ ἐλπίδα σωθῆναι προνοίας θεοῦ. Τῆς δ᾽ εἱμαρμένης πολλοί εἰσι τρόποι καὶ διαφοραί, διαφέρει δὲ τῆς τύχης, ὅτι ἡ μὲν εἱρμὸν ἔχει καὶ τάξιν καὶ ἀκολουθίαν, ἡ δὲ τύχη τὸ αὐτόματον καὶ τὸ ὡς ἔτυχεν· οἷον τὸ ἐκ παιδὸς εἰς μειράκιον ἐλθεῖν καὶ τὰς καθεξῆς ἡλικίας οἰκείως διελθεῖν, τοῦτο ἑνὸς τρόπου τῆς εἱμαρμένης.

Ὅτι ὁ ζῳδιακὸς λοξῶς κινεῖται, ὡς ζητήσας εὑρεῖν ἔδοξεν Ἀριστοτέλης, ἕνεκεν τῆς γενέσεως τῶν περὶ γῆν τόπων πρὸς ἀναπλήρωσιν τοῦ παντός. Εἰ γὰρ καταπαραλλήλως ἐκινεῖτο, ἀεὶ ἂν μία ὥρα ἦν τοῦ ἔτους, ἤτοι θέρος ἢ χειμὼν ἢ ἄλλη τις. Νῦν δὲ ἐκ τοῦ τὸν ἥλιον καὶ τοὺς ἄλλους πλάνητας μεταβαίνειν ἀπὸ ζῳδίου ἐπὶ ζῴδιον, γίνονται αἱ μεταβολαὶ τῶν ὡρῶν τέσσαρες, καὶ ἐκ τῆς τούτων εἰς ἄλληλα μεταβολῆς οἵ τε καρποὶ φύονται καὶ αἱ ἄλλαι γενέσεις τῶν ζῴων γίνονται.

Ὅτι ὁ μὲν ἥλιος, ὡς οὗτος οἰκείαν ἀποφαίνεται δόξαν, ἣν καὶ ἀληθῆ λέγει, ἑκατονταπλασίων ἐστὶ τῆς γῆς. Οἱ δὲ πολλοὶ οὐκ ἐλάττονα τοῦ τριακονταπλασίονα αὐτῆς φασιν. Ὅτι μέγαν ἐνιαυτὸν καὶ τὴν τοῦ Κρόνου περίοδόν φασιν ὅτι τῶν λοιπῶν ἓξ πλανωμένων ἐν ἐλάττονι χρόνῳ οὗτος ἐν τριάκοντα τὸν οἰκεῖον δρόμον ἀπαρτίζει. Καὶ γὰρ ὁ μὲν τοῦ Διὸς ἐν ιβʹ ἔτεσι τὸν ἴδιον διαπεραίνει κύκλον, ἐν δυσὶ δὲ ὁ Ἄρης, ὁ δ᾽ ἥλιος ἐνιαυτῷ· Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ἰσοταχεῖς τῷ ἡλίῳ, σελήνη δὲ προσγειοτάτη καὶ ἐλάχιστον κύκλον περιιοῦσα ἐν μηνί.

Ὅτι πρῶτος Πυθαγόρας τὸν οὐρανὸν κόσμον προσηγόρευσε διὰ τὸ τέλειον εἶναι καὶ πᾶσι κεκοσμῆσθαι τοῖς τε ζῴοις καὶ τοῖς καλοῖς. Ὅτι καὶ Πλάτων, φησι, καὶ Ἀριστοτέλης ἀθάνατον ὁμοίως λέγουσι τὴν ψυχήν, κἄν τινες εἰς τὸν Ἀριστοτέλους νοῦν οὐκ ἐμβαίνοντες θνητὴν αὐτὴν νομίζουσιν αὐτὸν λέγειν.

Ὅτι ὁ ἄνθρωπος μικρὸς κόσμος λέγεται οὐχ ὅτι ἐκ τῶν τεσσάρων στοιχείων σύγκειται (τοῦτο γὰρ καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν εὐτελεστάτων), ἀλλ᾽ ὅτι πάσας ἔχει τὰς τοῦ κόσμου δυνάμεις. Ἐν γὰρ τῷ κόσμῳ εἰσὶ θεοί, ἔστι καὶ τὰ τέσσαρα στοιχεῖα, ἔστι καὶ τὰ ἄλογα ζῷα, ἔστι καὶ φυτά· πάσας δὲ ταύτας τὰς δυνάμεις ἔχει ὁ ἄνθρωπος. Ἔχει γὰρ θείαν μὲν δύναμιν τὴν λογικήν, ἔχει τὴν τῶν στοιχείων φύσιν, τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ τοῦ ὁμοίου γεννητικήν. Ἐν ἑκάστῃ δὲ τούτων λείπεται, καὶ ὥσπερ ὁ πένταθλος πάσας ἔχων τὰς δυνάμεις τῶν ἀθλημάτων ἐν ἑκάστῃ ἥττων ἐστὶ τοῦ ἕν τι ἐπιτηδεύοντος, οὕτω καὶ ὁ ἄνθρωπος πάσας ἔχων τὰς δυνάμεις ἐν ἑκάστῃ λείπεται. Ἧττον μὲν γὰρ ἔχομεν τὴν λογικὴν δύναμιν ἤπερ οἱ θεοί, καὶ τὰ τῶν στοιχείων ὁμοίως ἧττον ἢ ἐκεῖνα, καὶ τὸν θυμὸν καὶ ἐπιθυμίαν ἐνδεέστερα τῶν ἐν τοῖς ἀλόγοις, καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν ἐλαττουμένας τῶν ἐν τοῖς φυτοῖς.

Ὅθεν ἐκ ποικίλων δυνάμεων συνεστῶτες δύσχρηστον τὸν βίον ἔχομεν. Ἕκαστον γὰρ τῶν ἄλλων ὑπὸ μιᾶς φύσεως οἰακίζεται, ἡμεῖς δὲ ὑπὸ τῶν διαφόρων δυνάμεων ἀντισπώμεθα, οἷον ποτὲ μὲν ὑπὸ τοῦ θείου ἀναγόμεθα ἐπὶ τὰ κρείττω, ποτὲ δὲ τοῦ θηριώδους ἐπικρατήσαντος ἐπὶ τὰ χείρω· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.

Ἐὰν οὖν τις θεραπεύσῃ τὸ ἐν ἡμῖν θεῖον, ὥσπερ ἡνίοχον ἐγρηγορότα καὶ ἐπιστήμονα ἐπιστήσας, δυνήσεται ἑκάστῃ τῶν ἄλλων δυνάμεων εἰς δέον χρήσασθαι, τῇ τε κράσει φημὶ τῶν στοιχείων καὶ τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ καὶ τῇ ὀρέξει.

Τὸ γοῦν γνῶθι σαυτόν, δοκοῦν ῥᾷστον εἶναι, πάντων ἐστὶ χαλεπώτατον· ὃ καί φασι τοῦ Πυθίου εἶναι Ἀπόλλωνος, εἰ καὶ εἰς Χίλωνα τῶν ἑπτὰ σοφῶν ἕνα τὸ ἀπόφθεγμα ἀναφέρουσι. Παραινεῖ δ᾽ ἡμῖν γνῶναι τὴν ἑαυτῶν δύναμιν. Τὸ δὲ γνῶναι ἑαυτὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν τοῦ σύμπαντος κόσμου φύσιν γνῶναι.

Τοῦτο δὲ ἀδύνατον ἄνευ τοῦ φιλοσοφεῖν· ὅπερ ἡμῖν ὁ θεὸς παραινεῖ. Ὅτι γνώσεως ὀκτώ φασιν ὄργανα, αἴσθησιν, φαντασίαν, τέχνην, δόξαν, φρόνησιν, ἐπιστήμην, σοφίαν, νοῦν. Τούτων κοινὰ μέν ἐστιν ἡμῖν πρὸς τὰ θεῖα τέχνη καὶ φρόνησις καὶ ἐπιστήμη καὶ νοῦς, πρὸς δὲ τὰ ἄλογα αἴσθησις καὶ φαντασία· ἴδιον δὲ ἡμῶν μόνον ἡ δόξα. Ἔστι δὲ αἴσθησις μὲν γνῶσις ψευδὴς διὰ σώματος, φαντασία δὲ κίνησις ἐν ψυχῇ, τέχνη δὲ ἕξις ποιητικὴ μετὰ λόγου (τὸ δὲ μετὰ λόγου πρόσκειται, ὅτι καὶ ὁ ἀράχνης ποιεῖ, ἀλλ᾽ οὐ μετὰ λόγου), φρόνησις δὲ ἕξις προαιρετικὴ τῆς ἐν τοῖς πρακτοῖς ὀρθότητος, ἐπιστήμη δὲ ἕξις τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, σοφία δὲ ἐπιστήμη τῶν πρώτων αἰτιῶν, νοῦς δὲ ἀρχὴ καὶ πηγὴ πάντων τῶν καλῶν.

Ὅτι τρία μέρη εὐμαθίας, ἀγχίνοια, μνήμη, ὀξύτης. Μνήμη μὲν οὖν ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχύτης τῆς διανοίας, ἀγχίνοια δέ, ἐξ ὧν ἔμαθέ τις, ἃ μὴ ἔμαθε θηρεύων. Ὅτι ὁ οὐρανὸς τριχῶς λέγεται, ἓν μὲν αὐτὴ ἡ ἀπλανὴς σφαῖρα, δεύτερον τὸ ἀπὸ τῆς ἀπλανοῦς σφαίρας μέχρι τῆς σελήνης διάστημα, τρίτον ὁ σύμπας κόσμος, ὁ οὐρανός φημι καὶ ἡ γῆ ἅμα.

Ὅτι πέφυκέ φησι τὰ τελεώτατα καὶ τὰ χείριστα ἀεὶ ἐνεργεῖν. Ταῦτα δέ ἐστι θεὸς καὶ φυτά. Ὅ τε γὰρ θεὸς κατὰ τὸν νοῦν καὶ τὸν λόγον ἀεὶ ἐνεργεῖ, καὶ τὰ πλησίον αὐτοῦ ὄντα, καὶ πάλιν τὰ φυτὰ ἀεὶ ἐνεργεῖ· τρέφεται γὰρ νύκτωρ τε καὶ μεθ᾽ ἡμέραν. Ὁ δὲ ἄνθρωπος οὐκ ἀεὶ ἐνεργεῖ, οὐδὲ τὰ ἄλογα ζῷα, ἀλλὰ σχεδὸν τὸν ἡμίση χρόνον καθεύδει τε καὶ ἡσυχάζει.

Ὅτι οἱ Ἕλληνες ἀεὶ ἀμείνους τὰ ἤθη τῶν βαρβάρων, ὡς τὴν εὔκρατον οἰκοῦντες. Σκύθαι δὲ καὶ Αἰθίοπες, οἱ μὲν ὑπὸ κρύους ἐνοχλούμενοι, οἱ δὲ ὑπὸ θάλπους πυκνουμένης τῆς ἐπιφανείας τοῦ σώματος, καὶ ἀπολαμβανομένου ἐντὸς τοῦ θερμοῦ πολλοῦ καὶ τοῦ ὑγροῦ, τὸ δύσκρατον ἐκληρώσαντο· συμβαίνει οὖν ἰτητικοὺς καὶ θρασεῖς εἶναι τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς τόποις. Ἀναλόγως δὲ καὶ οἱ τοῦ μέσου καὶ τῶν ἄκρων ἐγγυτέρω ὄντες τῆς κράσεως τῶν παρακειμένων αὐτοῖς μετέχουσι. Διὸ καί, ὡς ὁ Πλάτων φησίν, ὅ τι ἂν καὶ παρὰ βαρβάρων μάθημα λάβωσιν οἱ Ἕλληνες, τοῦτο ἄμεινον ἐκφέρουσι, μάλιστα δὲ τῶν ἄλλων Ἑλλήνων οἱ Ἀθηναῖοι. Διόπερ καὶ στρατηγικοὶ γεγένηνται ἀρχῆθεν καὶ γραφικῆς εὑρετικοὶ καὶ πάσης τέχνης βαναύσου τε καὶ πολεμικῆς, ἔτι δὲ καὶ λόγων καὶ μαθημάτων. Διὸ καὶ οὐδ᾽ ἐπείσακτός ἐστιν, ὡς εἰπεῖν, ἡ παιδεία ἐν ταῖς Ἀθήναις, ἀλλ᾽ ἐκ φύσεως ὑπάρχουσα, τοῦ τοιούτου ἀέρος ἰσχνοτάτου ὄντος καὶ καθαρωτάτου, ὡς μὴ μόνον τὴν γῆν λεπτύνειν (δι᾽ ἣν αἰτίαν καὶ λεπτόγεως ἡ Ἀττική) ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων· συμβαίνει γὰρ τὸν λεπτὸν ἀέρα τὴν μὲν γῆν βλάπτειν, τὰς δὲ ψυχὰς ὠφελεῖν.

Ὅτι οἱ ἐτήσιαι πνέουσι κατὰ τὸν καιρὸν τοῦ ἀκμαιοτάτου θέρους δι᾽ αἰτίαν τοιαύτην. Ὁ ἥλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρκτικώτερος γινόμενος λύει τὰ ὑγρὰ τὰ ἐν ταῖς ἄρκτοις· λυόμενα δὲ ταῦτα ἐξαεροῦται, ἐξαερούμενα δὲ πνευματοῦται, καὶ ἐκ τούτων γίνονται οἱ ἐτήσιαι ἄνεμοι, ἐκ τῶν πνευμάτων τῶν ἀπὸ τῆς λύσεως τῶν ἀρκτικῶν ὑγρῶν γινομένων.

Φέρονται γοῦν ἐπὶ τοὺς ἐναντίους τόπους, τοὺς μεσημβρινούς. Ἐκεῖ δὴ ταῦτα ἐκφερόμενα προσπίπτει τοῖς ὑψηλοτάτοις ὄρεσι τῆς Αἰθιοπίας, καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζεται ὑετούς· καὶ ἐκ τῶν ὑετῶν τούτων ὁ Νεῖλος πλημμυρεῖ τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων. Καὶ τοῦτο Ἀριστοτέλης ἐπραγματεύσατο· αὐτὸς γὰρ ἀπὸ τῆς φύσεως ἔργῳ κατενόησεν, ἀξιώσας πέμψαι Ἀλέξανδρον τὸν Μακεδόνα εἰς ἐκείνους τοὺς τόπους καὶ ὄψει τὴν αἰτίαν τῆς τοῦ Νείλου αὐξήσεως παραλαβεῖν. Διό φησιν ὡς τοῦτο οὐκέτι πρόβλημά ἐστιν· ὤφθη γὰρ φανερῶς ὅτι ἐξ ὑετῶν αὔξει. Καὶ τὸ παράδοξον, ἐν τοῖς ξηροτάτοις τόποις τῆς Αἰθιοπίας, ἐν οἷς οὔτε χειμὼν οὔτε ὕδωρ ἐστί, ξυμβαίνει τοῦ θέρους πλείστους ὑετοὺς γίνεσθαι.

Ἀνεγνώσθη 〈Ἀγαθαρχίδου〉 λόγοι δύο, ὁ πρῶτος καὶ ὁ πέμπτος περὶ τῆς ἐρυθρᾶς θαλάσσης καὶ ἑτέρων παραδόξων ἔργων ἐν κεφαλαίῳ διαλαμβάνοντες.

Ἐκ τοῦ αʹ λόγου τοῦ περὶ τῆς ἐρυθρᾶς θαλάσσης. Ὅτι Πτολεμαῖόν φησι τὸν μετὰ τὸν Λάγου πρῶτον ἐλεφάντων θήραν συστήσασθαι ἀλλὰ γὰρ καὶ τῶν ὁμοιοτρόπων· καὶ τὰ τῇ φύσει κεχωρισμένα τῇ προνοίᾳ συναγαγεῖν ὑπὸ μίαν οἴκησιν. Σκεπτέον δὲ τί φησιν ἐνταῦθα ὁ ἱστορικός. Καὶ γὰρ καὶ πρὸ τῶν Πτολεμαίων ἐλέφασι πολλοὶ χειροήθεσι καὶ ἐν πολέμῳ ἐχρῶντο, ὡς Πῶρός τε ὁ Ἰνδὸς ὁ πρὸς Ἀλέξανδρον πολεμήσας καὶ ἄλλοι οὐκ ὀλίγοι. Ἢ ὅτι Πτολεμαῖος οὗτος πολὺς πρῶτος περὶ ταύτην ὤφθη τὴν σπουδήν, ἢ πρῶτος τῶν μετὰ Ἀλέξανδρον, ἢ τῶν Αἰγύπτου βασιλέων πρῶτος.

Ὅτι τὴν ἐρυθρὰν θάλατταν τὸ ὄνομα ἑλκύσαι φησὶν οὔτε ὅτι τοῦ Ἀραβίου καλουμένου κόλπου τὰ μὲν πρὸς ἑσπέραν ὄρη, δριμείας καὶ διαπύρου τῆς ἡλιακῆς ἀκτῖνος βαλλούσης, ἄνθρακος φαντασίαν ἀποδίδωσι, τὰ δὲ πρὸς ἀνατολὰς θῖνες ἄμμου γεώδεις ὑπέρυθροι παρὰ πολλὰ στάδια τῆς αὐτόθι παραλίας ἐκκέχυνται. Οὐμενοῦν οὐκ ἐκ τούτου ἐρυθρὰ κέκληται. Εἰ γὰρ καὶ ὁ παράπλους μέν ἐστι στενός, τῶν δὲ λόφων καὶ θινῶν ἐφ᾽ ἑκάτερα τοῦ κόλπου παντὸς ὑπερκειμένων ἡ πίπτουσα παρ᾽ ἀμφοτέρων εἰς τὸν πόρον τῶν ἠπείρων αὐγὴ τῇ χέρσῳ παρεγγυᾷ τὴν θάλατταν ὁμοίαν, τῆς μὲν ἰδέας πᾶσιν ὁρωμένης τοῦ δὲ πάθους οὐ πᾶσι γινωσκομένου, ἀλλ᾽ οὖν οὐ διὰ τοῦτό φησι τὴν κλῆσιν λαβεῖν τὴν θάλατταν, εἰ καὶ τῶν πρὸ αὐτοῦ τοῦτο πολλοῖς ἔδοξεν.

Οὕτω μὲν οὖν ὁ πρῶτος εἰ καὶ μὴ ἀληθὴς τῆς αἰτίας λόγος. Δεύτερος δέ, ὁμοίως ἔχων, τὸν ἥλιον ἐκεῖσέ φησιν ἐπιτέλλοντα οὐχ ὡς παρ᾽ ἡμῖν λαμπραῖς ταῖς ἀκτῖσιν εἰς τὸν πόρον βάλλειν, ἀλλὰ παρομοίαις αἵματι, ἐξ ὧν τοῖς ὁρῶσιν ὕφαιμον παρασκευάζειν τὸ πάθος τὴν τῆς θαλάττης ἔμφασιν, κἀκεῖθεν ἐρυθρὰν κατονομάζεσθαι.

Τρίτος δέ ἐστιν ὁ Ἀργολικὸς λόγος, ὅς ἐστί, φησι, τῇ μὲν τόλμῃ μέγας, τῇ δὲ δόξῃ κενός. Οἱ γὰρ περὶ Δεινίαν ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξουσίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιοπίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱόν, καὶ ἐξ ἐκείνου τῇ θαλάττῃ τὴν κλῆσιν παρασχεῖν.

Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς ἐρυθρᾶς θαλάσσης σχεδιασμός. Τέταρτος δὲ καὶ ἀληθής ἐστιν, ὃν αὐτὸς μεμάθηκε παρὰ Πέρσου· Βόξος δ᾽ ἦν τούτῳ ὄνομα, φησίν· ὃν καὶ ἑλληνίσαι γλῶσσαν καὶ γνώμην, καὶ ταῖς Ἀθήναις λιπόντα τὴν πατρίδα ἐμβιῶναι. Ἔλεγε δὲ ὁ τοῦ Πέρσου λόγος ταῦτα. Γίνεταί τις κατ᾽ εὐτολμίαν καὶ πλοῦτον εὐδοκιμῶν Ἐρύθρας ὄνομα, γένος μὲν Πέρσης, υἱὸς δὲ Μυοζαίου, κατοικῶν δὲ θαλάττης μὲν οὐ πόρρω, κατεναντίον δὲ νήσων ἐρήμων οὐσῶν οὐ νῦν, ἀλλ᾽ ἐπὶ τῆς Μήδων ἡγεμονίας· τότε γὰρ καὶ ὁ Ἐρύθρας ἐγνωρίζετο, ὃς τοῦ μὲν χειμῶνος ἐν Πασαργάδαις ἐποιεῖτο τὴν οἴκησιν, ἔαρος δὲ μετέβαινεν ἐπὶ τὴν ἰδίαν κτῆσιν τῆς τε ἄλλης ἕνεκα χρείας καὶ χάριν τινὰ τῷ βίῳ διὰ τῆς τοιαύτης μεταβολῆς ἀπονέμων, τούτου φορβάδων ἀγέλῃ μείζονι λέοντες ἐπορούσαντές τινας μὲν αὐτῶν ἀπέκτειναν· αἱ δὲ περισωθεῖσαι, τῷ δέει τῆς ὄψεως οἶστρον λαβοῦσαι, ἐπὶ τὴν θάλατταν ἠλαύνοντο, καὶ (ἦν γὰρ αὔρα κατὰ τύχην ἀπόγαιος εὐμεγέθης) ἐμπεσοῦσαι τοῖς ῥείθροις μετὰ πτοήσεως τὰ μὲν πρῶτα παρὰ τὴν γῆν ἐνήχοντο, τοῦ δὲ δείματος οὐ λήγοντος ἐξεκυμάνθησαν καὶ μόλις ἐπὶ τὸ τῆς ἀντικρὺ νήσου πέρας διεσώθησαν, ἑνὸς τῶν αἰπόλων νεανίου καὶ τόλμῃ διαφέροντος συμπεραιωθέντος, ἄλλοτε ἄλλης τῶν ὤμων ἀντεχομένου.

Ὁ οὖν Ἐρύθρας ζητῶν τὰς οὐ φαινομένας φορβάδας πρῶτος τῶν ἐκεῖσε σχεδίαν ἐπήξατο, μεγέθει μὲν σύμμετρον, τῇ δυνάμει δὲ στερίφην, καὶ λαβὼν στάσιν οὐρίου καὶ συμμέτρου πνεύματος ἀφῆκεν εἰς τὸν πόρον· ταχὺ δὲ τοῦ κύματος αὐτὸν προώσαντος εὗρε μὲν τοὺς ἵππους, εὗρε δὲ τὸν νομέα. Θαυμάσας δὲ τὴν νῆσον καὶ πόλισμα ἐπὶ λιμένος εὐκαίρου ἱδρύσατο, καὶ ἐκ τῆς ἀντιπέραν τοὺς ἀποροῦντας βίου μετενεγκὼν ἐπόλισεν, ἐκεῖθέν τε καὶ τὰς ἄλλας νήσους ἐρήμους οὔσας ἀνθρώπων οἰκήσεσιν ἐξημέρωσε· καὶ τηλικαύτην δόξαν ἐκ τῶν πραχθέντων πολλοῖς ἐνεποίησεν, ὥστε τὴν ἐκεῖσε θάλατταν, οὖσαν ἄπειρον μεγέθει, πάντας ἔτι καὶ καθ᾽ ἡμᾶς ἐπονομάζειν ἐρυθράν. Τὰ μὲν οὖν αἴτια τῆς κλήσεως ἔχοντα διαφοράν (μέγα γὰρ τὸ παραλλάττον Ἐρύθρα θάλατταν εἰπεῖν ἢ θάλατταν ἐρυθράν· τὸ μὲν γὰρ τὸν κυριεύσαντα σημαίνει τῆς θαλάττης ἄνδρα, τὸ δὲ τὴν πυρρότητα δηλοῖ τῆς ῥηθείσης φύσεως) ἐν τούτοις.

Ἔστι δέ, φησί, τὸ μὲν ἀπὸ τοῦ χρώματος τὴν κλῆσιν κατασκευάζον ψεῦδος (οὐ γάρ ἐστιν ἐρυθρά), τὸ δ᾽ ἀπὸ τοῦ δυναστεύσαντος ἀληθές, ὡς ὁ πέρσης λόγος ἐπιστώσατο. Ὅτι οὐδὲ ἀπό τινος τῶν τοῦ Περσέως ἐγγόνων ἀξιοῖ οὗτος, καίτοι πολλῶν λεγόντων, τὴν κλῆσιν τοὺς Πέρσας κληρώσασθαι· μηδὲ γὰρ ἐκείνους σφᾶς αὐτοὺς Πέρσας παροξυτόνως ὀνομάζειν, ἀλλὰ Περσᾶς, ἐπὶ τέλους τῆς περισπωμένης τιθεμένης.

Ὅτι τὰ κατὰ τὸν Περσέα εἰς ψεῦδος καὶ δι᾽ ἄλλων πολλῶν ἀπάγειν σπουδάζων, προστίθησι καὶ ταῦτα. Πλὴν εἰ μὲν τραγικῶς ὁ Περσεὺς ἐστράτευται τὸ πρόσωπον περιθέμενος καὶ τὴν ἅρπην λαβών, καὶ περὶ τῶν ἑξῆς ἐπιτρέψαις ἂν ὑποκριτῇ καὶ χορῷ διαλύεσθαι καὶ τὰ τῆς ἀντιλογίας εἰς μῦθον, ὡς οἱ πολλοὶ συγκεχωρήκασιν.

Ἐπιδράμωμεν τῶν τοιούτων τὰ κεφάλαια διὰ βραχέων. Κένταυρον γεγονέναι, Γηρυόνην, Κύκλωπα, Χρύσην, Κίρκην, Καλυψώ, Μινώταυρον, Σκύλλαν, Χίμαιραν, Πήγασον, Λαιστρυγόνας, Κέρβερον, Γλαῦκον θαλάττιον, Ἄτλαντα, Πρωτέα, Νηρέα, Νηρεΐδας, τοὺς παῖδας τοὺς Ἀλωέως, ἐννεοργυίους μὲν αὐξηθέντας μῆκος, ἐννεαπήχεις δ᾽ εὖρος. Ἔτι δὲ γένος μὲν ἀναφῦναι καθ᾽ Ἡσίοδον πρῶτον μὲν χρυσοῦν, ἔπειτα ἀργυροῦν, εἶτα χαλκοῦν. Πάλιν ἵππους μὲν γενέσθαι περὶ τῶν μελλόντων συλλαλοῦντας Ἀχιλλεῖ, Σφίγγα δὲ τῶν Θηβαίων παισὶν αἴνιγμα προβάλλουσαν, Σειρῆνας δὲ ἐπ᾽ ὀλέθρῳ τῶν ἀκροωμένων ᾄδουσας, Νιόβην δὲ καὶ Πολυδέκτην διὰ φόβον ἀπολιθουμένους. Ἐπὶ δὲ τούτοις τοὺς Ὀδυσσεῖ συμπλεύσαντας ἐκ μὲν ἀνθρώπων εἰς σῦς, ἐκ συῶν δὲ εἰς ἀνθρώπων μεταβληθῆναι διάθεσιν. Ἔτι Τάνταλον τιμᾶσθαι μὲν διὰ σωφροσύνην, συνέστιον ὄντα θεοῖς, τιμωρεῖσθαι δὲ δι᾽ ἀκολασίαν, ἐν ἀέρι φερόμενον.

Ἑτέρους εἰς Ἅιδου καταβαίνοντας διὰ προαίρεσιν, τοὺς μὲν ὅπως ὑπὲρ τῶν ζώντων τοῖς νεκροῖς μάντεσι χρήσαιντο, τοὺς δὲ ἵνα τὴν Περσεφόνην ὡς ἔρημον ὑπάρχουσαν βίᾳ νυμφεύσωσι. Καὶ κῳδίον ἐπὶ προβάτου γενέσθαι χρυσόμαλλον, μηλέας ἐν τῇ Λιβύῃ πεφυκέναι μῆλα φέρουσας χρυσᾶ, σῶμα ἔμψυχον πάντα τὸν βίον διακαρτερεῖν ἄγρυπνον, Βορέαν καὶ Νότον μετὰ τῶν ἄλλων ἀνέμων ἐν ἀσκῷ πνίγεσθαι συγκεκλεισμένους.

Πρὸς τούτοις Πασιφάην μὲν ταύρῳ, Τυρὼ δὲ ποταμῷ μίγνυσθαι, πρὸς οὐδὲν γένος τὴν εὐνὴν ἐχούσας ἀλλόφυλον· καὶ Φιλομήλαν μὲν ἀηδόνος ἐξαλλάξαι μορφήν, Τηρέα δὲ ἔποπος, Ἑκάβην δὲ εἰς κυνὸς οἰκουροῦ καταστρέψαι φύσιν.

Ἐπὶ τούτοις τὴν Ἰὼ γεγονέναι μὲν ποταμοῦ θυγατέρα, ταυροκέρῳ δὲ μορφῇ διαπτῆναι βοὸς οἰστρώσης τὸ Ποντικὸν πέλαγος· ἀφ᾽ ἧς καὶ τὸν Βόσπορον εἰληφέναι τὴν κλῆσιν. Ἔτι Καινέα τὸν Λαπίθην τὸ μὲν ἀπ᾽ ἀρχῆς γενέσθαι παρθένον καὶ γυναῖκα, ἡβήσαντα δὲ εἰς ἄνδρα μεταστῆναι, τὸ δ᾽ ὕστατον εἰς τὴν γῆν ὑπὸ τῶν Κενταύρων καταδῦναι, ταῖς ἐλάταις τυπτόμενον, ὀρθόν τε καὶ ζῶντα. Καὶ Λήδαν μὲν ἀντὶ τῆς καθηκούσης γυναικὶ τεκνώσεως ὠοῦ τεκεῖν φύσιν, ἐξ οὗ τὸ περιμάχητον εἶδος, τὴν Ἑλένην λέγω, τυπωθῆναι· τὴν δὲ Ἕλλην καὶ Φρίξον ἐπὶ κριοῦ τοῖς ποσὶ πετομένου, τὸν πόρον κατανύσαντας, τὴν ἐφ᾽ ἑκάτερα θάλατταν Ἑλλήσποντον ἀφ᾽ ἑαυτῶν προσαγορεῦσαι.

Τὸν δ᾽ Ἡρακλέα καὶ τὰ πελάγη μέν, οὗ μέγιστοι χειμῶνες, ἐν λέβητι διαπλεῖν, τὴν δὲ Λιβύην ἄσπορον, ἄνυδρον, ἀπόρευτον ὑπάρχουσαν μόνον διεξέρχεσθαι, τῷ δὲ Ἄτλαντι τὸν τηλικοῦτον διαδέξασθαι κόσμον, πρόσταγμα μὲν οὐκ ἔχοντα, χάριν δὲ τιθέμενον.

Καὶ τῷ μὲν Ὀρφεῖ κιθαρίζοντι διὰ φιλομουσίαν τὰ ὄρη καὶ τὰς πέτρας ἀκολουθεῖν, κρέα δὲ ὀπτώμενα τῶν Ἡλίου βοῶν φωνὴν προϊέσθαι ἀνθρώποις συνετήν. Τῶν δὲ μετηλλαχότων τὸν βίον ἐπὶ σχολῆς πρὸς Ὀδυσσέα διεξέρχεσθαι παντοδαπῆ ἀδολεσχίαν, ἐκ τῆς ἀμόρφου σκιᾶς τὸ τῆς ὄψεως γινώσκοντα ἰδίωμα, καὶ τοὺς μὲν αὐτῶν ἀπὸ τοῦ πίνειν, οὐ κοιλίας, οὐ βρόγχους ἔχοντας, ἑτέρους δὲ φοβεῖσθαι τὸν σίδηρον οὐκέτι δυναμένους τρωθῆναι, τινὰς δὲ πέτρον κυλίειν τῶν σωμάτων πάλαι κατακεκαυμένων, ἄλλους δὲ δικάζειν ἑτέροις τεθνηκόσιν ἀδικήματος οὐδενὸς ὑπάρχοντος· τὸ δ᾽ ἔσχατον, τῶν οὐκέτι ὄντων τοὺς τύπους ἐν πορθμίδι διαπλεῖν, ἔχοντας Χάρωνα ναύκληρον καὶ κυβερνήτην, ἵνα μὴ καταστραφέντες ἐκφορᾶς ἐπιδέωνται πάλιν.

Καὶ τὴν μὲν Ἄλκηστιν καὶ Πρωτεσίλαον καὶ Γλαῦκον τετελευτηκότας πάλιν ἀναστῆναι, τὴν μὲν ὑφ᾽ Ἡρακλέους ἀναχθεῖσαν, τὸν δὲ διὰ τὸν τῆς γυναικὸς ἔρωτα, τὸν δὲ ὑπὸ τοῦ μάντεως τοῦ συγκατορυχθέντος· τοῦ δὲ Ἀμφιαράου ζῶντος τὸ σῶμα καταδέξασθαι μετὰ τῶν ἵππων καὶ τοῦ δίφρου τὴν γῆν.

Ἔτι τοίνυν ὀδόντας ἐκ Κάδμου σπαρῆναι δράκοντος, ἐκ δὲ τούτων ὁπλίτας ἀνατεῖλαι μαχομένους ἀλλήλοις. Τὸν δὲ Τάλων τὸν φύλακα τοῦ Μίνω τρὶς μὲν ἐν ἡμέρᾳ πᾶσαν περιπολεῖν τὴν Κρήτην, τηλικαύτην οὖσαν, τὴν δὲ ζωὴν μόνον τῶν ἐμψύχων τοῦτον ἐν τῷ σφυρῷ κεκτῆσθαι. Καὶ τοῦ Μίνω δὲ ἀμήχανον εἶναι παραλῦσαι τὸν βίον, εἰ μή τις αὐτῷ ζέον ὕδωρ καταχέαι.

Πρὸς τούτοις ὑπὸ μὲν τῆς Μηδείας γέροντα κριὸν ἐπῳδαῖς μεταπεσόντα νέον γενέσθαι πάλιν, ὑπὸ δὲ τῶν Πελιάδων καθεψηθῆναι τὸν πατέρα Πελίαν, ἵνα γένηται νέος. Τὰς δὲ Φορκίδας τρεῖς μὲν οὔσας γραίας, ἑνὶ δὲ χρωμένας ὀφθαλμῷ, διεξάγειν τὸν βίον ἄλυτον παρ᾽ ἀλλήλων κατὰ μέρος ἀμειβομένας πίστιν. Ἔτι δὲ τοὺς τὴν Ἀρκαδίαν οἰκοῦντας καὶ τὴν Ἀττικὴν γηγενεῖς τε εἶναι καὶ παρὰ φύσιν γεγονέναι.

Καὶ τὴν μὲν ἐν Αὐλίδι σφαγεῖσαν ἐν Ταύροις ἀναφανῆναι ζῶσαν, τὴν δ᾽ ἐν Πελοποννήσῳ καταποντισθεῖσαν ὑπὸ τοῦ πατρὸς Ἀκρισίου τῇ παραλίᾳ τῇ Σεριφίων ἀβλαβῆ μετὰ τοῦ βρέφους προσπεσεῖν. Τὸν δ᾽ ὑπὸ Μενελάου κατὰ τὴν μονομαχίαν ἤδη χειρούμενον, ἐξαίφνης ἁρπαγέντα, ἐν τῷ θαλάμῳ γενέσθαι πρὸς συνουσίαν ἕτοιμον ὄντα, τῶν δεινῶν ἁπάντων ἐπιλελησμένον. Τοῦ δὲ δουρείου τὸ κύτος οὐκ ἐφ᾽ ἁλώσει συμπαγῆναι πόλεως, ἀλλ᾽ ἐπὶ προδοσίᾳ τῶν περὶ τὸν Ὀδυσσέα καὶ τὸν Νεοπτόλεμον· τοιαύτην ὁ τρόπος ὑπογράφει τὴν εὐήθειαν καὶ τοῦ κατασκευάσαντος τεχνίτου καὶ τῶν ἐμβάντων ἀριστέων καὶ τῶν ὑποδεξαμένων εἰς τὴν ἰδίαν πόλιν.

Ἐπὶ τούτοις, ὅτι τὸν τηλικοῦτον οὐρανὸν μετὰ τῶν ἐν αὐτῷ διατριβόντων θεῶν τοῖς ἰδίοις ὁ Ἄτλας ὤμοις ὑπειληφώς, ὅμως τὰς καλουμένας Ἀτλαντίδας ἐτεκνοποιήσατο· ὅπερ ἀμήχανον. Ὅτι τὴν ἅπασαν οἰκουμένην Ὠκεανὸς περικυκλοῖ φρουρῶν καὶ συνέχων τοῖς ἑαυτοῦ ῥεύμασιν· οὗ φησι πέραν οἰκεῖν τὰς Γοργόνας Ἡσίοδος. Ὅτι τῶν ἡρώων τινὲς ἀπαθῆ τὴν διαμονὴν τῶν σωμάτων διαφυλάττουσι πάντα τὸν χρόνον ἐν ταῖς μακάρων νήσοις, ἃς οὐδεὶς κυρίως ἱστόρηκε. Καὶ ταῦτα μὲν εἰς ἄπορον καταστρέφοντα δόξαν πολλαῖς καὶ τῶν γυναικῶν εὔλογον παραδίδωσι χλευασμόν.

Τῶν δ᾽ αὖ θεῶν πῶς παραδεξώμεθα τὸν μὲν ἐν μηρῷ καταρραφέντα τραφῆναι, τὴν δὲ τῇ τοῦ Διὸς κεφαλῇ κοιλίᾳ χρήσασθαι, τὸν δὲ ἄνευ τοῦ πατρὸς τελειωθῆναι (λέγω δὴ τὸν Ἥφαιστον), τὸν δὲ ἥλιον διὰ τὰς Ἀτρέως εἰς Θυέστην πράξεις τὴν μὲν δύσιν ἀνατολὴν ποιῆσαι, τὴν δὲ ἀνατολὴν δύσιν;

Πρὸς δὲ τούτοις Ἀπόλλωνα μὲν καὶ Ποσειδῶνα ἐν Τροίᾳ θητεύσαντας ἐνιαυτὸν οἰκοδομίας ἀποστερηθῆναι μισθὸν καὶ βουτροφίας, ταῖς δεινοτάταις ὑπὸ Λαομέδοντος περιπεσόντας ἀπειλαῖς, Διόνυσον δὲ ὑπὸ Λυκούργου διὰ φόβου καταδιωχθέντα εἰς τὴν θάλατταν πρὸς Θέτιν καταφυγεῖν. Πρὸς δὲ τούτοις ἔριν ὑπὲρ κάλλους καταστῆναι θεαῖς, ὧν ἑκάστη μὲν ἐδέκαζε τὸν κριτὴν τοῖς παρ᾽ ἑαυτῇ δώροις, ἵνα παρίδῃ τὸ δίκαιον, οὐδεμιᾷ δὲ παρηκολούθει τὸ συμπεσούμενον ἐκ τῆς κρίσεως τέλος.

Ἔτι τὸ μὲν Ἀθηνᾶς μέγεθος εἰς χελιδόνος συγκαταβαίνειν ὄγκον, τὸ δὲ τοῦ Διὸς ἀξίωμα εἰς κύκνου κατασταλῆναι τάξιν, τὸ δὲ τῆς Δημήτρας κάλλος εἰς τὴν αἰσχίστην μετασταθῆναι διάθεσιν. Τὸν δὲ νομιζόμενον μέγιστον Δία ἐπιβουλευθῆναι μὲν ὑπὸ τοῦ ἀναγκαιοτάτου τῆς γυναικὸς ἀδελφοῦ, σωθῆναι δὲ ὑπὸ τῶν ἐχθίστων, λέγω δὴ τῶν Τιτάνων· οὓς ἀναβάντας ἐκ τῶν δεσμῶν καὶ τοῦ σκότους καὶ τῆς ἐκεῖσε φυλακῆς, ἐπεὶ τὴν χρείαν παρέσχοντο φοβήσαντες τοὺς περὶ τὸν Ποσειδῶνα, καταβῆναι πάλιν ἑκουσίως εἰς τὸν Ἀχέροντα καὶ τὸν Ἅιδου τόπον.

Ἔτι τὴν μὲν Ἀφροδίτην τιτρωσκομένην ὑπὸ θνητῆς δυνάμεως, τὸν δ᾽ Ἄρην δεσμούμενον ὑπ᾽ Ὤτου καὶ Ἐφιάλτου, τὸν δὲ Ἅιδην, ἐν ᾧ τόπῳ τὴν βασιλείαν εἶχεν, ἐκεῖσε ὑφ᾽ Ἡρακλέους τοξευθέντα ταῖς μεγίσταις ἀλγηδόσι περιπεσεῖν· τὸν δὲ Ἥφαιστον, ἀπὸ τοῦ κατὰ τὸν οὐρανὸν ἀπορριφέντα ὕψους, εἰς Λῆμνον ἐνεχθῆναι διακείμενον ἐσχάτως· τῆς δ᾽ Ἥρας ὑπὸ τοῦ Διὸς κρεμαμένης ἐκ τῶν ποδῶν ἐκδεθῆναι παμμεγέθεις ἄκμονας.

Καθόλου δὲ θεοὺς μοιχεύοντας, κεραυνουμένους, κυλλόποδας, κλέπτειν εἰθισμένους, ἀνθρώπων ἀσθενεστέρους, προχείρως λοιδοροῦντας, ἀδικοῦντας, μεμψιμοιροῦντας, πέρας οὐθενὸς πάθους ἐκτὸς καθεστῶτας, ὑφ᾽ ὧν ἡμεῖς ὀχλούμενοι τοὺς θεοὺς ἐπικαλούμεθα.

Οἱ οὖν τὰ τοιαῦτα τερατευόμενοι, πόρρω τῆς ἀληθείας ἱστάμενοι, οὐκ ἂν ἑτέροις ταύτην εἰσηγεῖσθαι κριθεῖεν ἂν ἀξιόλογοι. Διὰ τοιούτων καὶ τοσούτων Ἀγαθαρχίδης τὰ περὶ τὸν Περσέα εἰς ὁμοίους ἀπάγων μύθους, οὐδὲ τὴν ἐρυθρὰν ἐκ τοῦ παιδὸς αὐτοῦ κληθῆναι δίδωσιν.

Ὅτι αὐτός, φησίν, ἑαυτῷ αἴτιος καθίσταται ἐλέγχων ὁ τὴν τῶν μυθοποιῶν ἐξουσίαν εἰς πραγματικὴν μετάγων ἐνάργειαν· ἧς ἄν τις ἀφέλῃ τὸν ἔλεγχον, οὐθὲν εὐτελέστερον καταλείψει γένος τῆς πίστεως ἠρμένης. Ἐπεὶ διὰ τίνα αἰτίαν Ὅμηρον οὐκ εὐθύνω, Διὸς καὶ Ποσειδῶνος φράζοντα διαφοράν, ἀδύνατον ἀνθρώπῳ πίστιν παραδοῦναι· οὐδ᾽ Ἡσιόδῳ μέμφομαι δηλοῦν τολμῶντι θεῶν γένεσιν· οὐδ᾽ Αἰσχύλον ἐπιπλήττω πολλοῖς διεψευσμένον καὶ πολλὰ συγγράφοντα τῶν ἀσυγχωρήτων· οὐδ᾽ Εὐριπίδου κατηγορῶ τῷ μὲν Ἀρχελάῳ περιτεθεικότος τὰς Τημένου πράξεις, τὸν δὲ Τειρεσίαν βεβιωκότα παρεισάγοντος πέντε γενεῶν πλέον· οὐδὲ τοὺς ἄλλους εἰς ἐπιτίμησιν ἄγω διασκευαῖς ἐν τοῖς δράμασι χρωμένους ἀδυνάτοις; Ὅτι πᾶς ποιητὴς ψυχαγωγίας μᾶλλον ἢ ἀληθείας ἐστὶ στοχαστής.

Ὅτι καὶ τὴν Ἰνδικὴν χώραν ἐλέφαντας τρέφειν φησί, καὶ τὴν Αἰθιοπίαν, ἣ τοῖς Θηβαίων ὁρίοις ἐστὶν ὅμορος, καὶ δὴ καὶ τὴν Λιβύην. Ὅτι τέτταρες τόποι τὴν Αἴγυπτον περιειλήφασιν, ἀπὸ μὲν τῆς ἄρκτου τὸ πέλαγος, ἀπ᾽ ἀνατολῆς δὲ καὶ δύσεως ἐρημίαι, ἀπὸ δὲ τῆς μεσημβρίας Αἰθίοπες.

Αὐστηρὸς ὁ λόγος, ἀλλὰ σωτήριος. Δηλοῦται γὰρ οὐ λύπης, ἀλλὰ φυλακῆς ἕνεκεν, καὶ τὴν ἡδονὴν ἐκ τῶν λόγων ἦρκεν, ὅπως τῆς ἐκ τῶν πραγμάτων χάριτος ἀπολαύοντες μηδέποτε ἀντὶ τοῦ βελτίονος τὸ χεῖρον αἱρώμεθα, ἢ πρὸς Διὸς καὶ θεῶν, ἵνα μηδὲ τῶν ἐν μέσῳ κειμένων ἔνια παρίωμεν.

Ἰδιώτου μὲν οὐσίαν μικρῷ βαθυτέραν ἀπραγμόνως χαλεπὸν διασῶσαι· σὺ δὲ τοσούτων καὶ τηλικούτων κληρονομίαν ἀγαθῶν καθέξειν χωρὶς ἀγωνίας ἐλπίζεις; καὶ ταῦτα γινώσκων ὅτι κἀκεῖνα μὲν ὁ νόμος τῷ κτησαμένῳ διαφυλάττει, ταῦτα δὲ ὁ σίδηρος ἀφαιρεῖται τῶν ἀσθενεστέρων.

Ὅτι φησίν, ἐκ πολλοῦ χρόνου προειληφότες ἐσμὲν ὅτι τὰς τῶν δυναστῶν φιλίας ὁ καιρὸς σφραγίζεται καὶ λύει, καὶ τὴν σὴν ἀσχολίαν ἄλλῳ δίδωσιν ἀφορμήν, αὔξων καὶ φθίνων τὰ πράγματα ἐξ ἀλλήλων. Ὁ μὲν τῷ λόγῳ συνεχῶς χαριζόμενος, τὸ ἐκ τῶν ἔργων δυνατὸν ὑπερβαίνων, πολλὰ διαψεύδεται· ὁ δὲ προσλαμβάνων τοὺς αὑτοῦ φίλους βουλῆς κοινωνοὺς ἐν καιροῖς τηλικούτοις οὐ τοῦ τὴν ὁρμὴν ἐπώσοντος δεῖται. Τίς γὰρ οὕτως ἄβουλος, ὃς τὸ δοκοῦν αὐτῷ παρ᾽ ἑτέρου βούλεται μαθεῖν, καὶ ποιεῖν τὸν σύμβουλον τῶν ἀπορουμένων συνήγορον τῆς ἐπιθυμίας;

Εἰ γὰρ ὁ κύριος τῶν τοσούτων ἀγαθῶν κρείττων ἐστὶ τῆς ἐπιθυμίας τῆς τῶν βιαζομένων, μακαρίσαι μὲν ἔχω τοῦ ταῦτα κεκτημένου τὴν ἐξουσίαν, ἀφελέσθαι δὲ τοῖς ὅπλοις βιασάμενος τὰς χορηγίας οὐ δύναμαι. Τί οὖν ἀμήχανον πρᾶξιν εἰς κενὴν ἐπαγγελίαν ἄγειν, καὶ τὰς ἀδήλους ἐλπίδας τῶν προδήλων κινδύνων πλέον εὐλαβεῖσθαι; Ἀλλὰ καταπλήξονται τοὺς Ἕλληνας οἱ Αἰθίοπες. Τίνι; Τῇ μελανίᾳ καὶ τῇ παραλλαγῇ τῆς μορφῆς; Οὐχ ὑπερβαίνει τὴν τοῦ παιδὸς ἡλικίαν παρ᾽ ἡμῖν ὁ τοιοῦτος φόβος. Ἐν δὲ τοῖς πολέμοις καὶ ταῖς μείζοσι διαφοραῖς οὐκ ὄψει καὶ χρώματι, τόλμῃ δὲ καὶ στρατηγίᾳ τὰ πράγματα κρίνεται.

Ἐγὼ δ᾽ ἀφ᾽ ἧς ἡμέρας ἡ τύχη με κατέστησεν ἐπίτροπον τοῦ σώματος τοῦ σοῦ, νέου παντελῶς ὄντος, καὶ τῆς ὅλης βασιλείας, ἀπ᾽ ἐκείνης εὐθὺς μέγαν ἐμαυτῷ πόνον ἐπέβαλον. Τίνα τοῦτον; Τοῖς πρὸς ἡδονὴν ὁμιλοῦσιν ἐναντιοῦσθαι καὶ δυσχεραίνειν, σοῦ πρῶτον αὐτοῦ περιαιρούμενος οὐ τὴν ἐξουσίαν ἀλλὰ τὴν ἄγνοιαν, ἵνα τῶν τοσούτων ἀγαθῶν φρονῶν ἀπολαύσῃς, μὴ διαμαρτάνων. Τοῦτο γὰρ ἐζήτουν πατρὸς ἔχων εὔνοιαν χρόνου στοχαζομένην, οὐ κόλακος εἰρωνείαν καιρῷ προσομιλοῦσαν. Οἶδα γάρ, πρεσβύτερος ὢν καὶ πολλῶν ἔμπειρος γεγονὼς πραγμάτων, διὰ τοὺς θωπεύειν ἐπιβεβλημένους τοὺς ἐν ταῖς ὑπεροχαῖς καὶ τὰς μεγίστας βασιλείας ἄρδην ἀνῃρημένας, τὴν Κασάνδρου, τὴν Λυσιμάχου, τὴν Ἀλεξάνδρου τηλικαύτην οὖσαν, τὴν Μήδων, τὴν Σύρων, τὴν Περσῶν, ὥστε μηδὲ σπέρμα καταλελεῖφθαι τοῦ γένους. Οὐκ ἀλόγως· νέου γὰρ πολλὰ μὲν ἀγνοοῦντος διὰ τὴν ἡλικίαν, εὐλογουμένου δὲ ἐπὶ τοῖς ἁμαρτήμασιν οὐδὲν σφαλερώτερον οὐδὲ ἐπικινδυνότερον. Ὁ γοῦν Ἀλέξανδρος, ἀήττητος ὢν ἐν τοῖς ὅπλοις, ἀσθενέστατος ἦν ἐν ταῖς ὁμιλίαις· ἡλίσκετο γὰρ ὑπὸ τῶν ἐπαίνων, καὶ Ζεὺς καλούμενος οὐ χλευάζεσθαι ἐνόμιζεν ἀλλὰ τιμᾶσθαι, τῶν μὲν ἀδυνάτων ἐπιθυμῶν, τῆς δὲ φύσεως ἐπιλελησμένος.

Ὅταν ὁ δημαγωγὸς τοῖς πολλοῖς διαλέγηται, μὴ τὴν τοῦ φίλου τάξιν ὑποστησάμενος ἀλλὰ τὴν τοῦ κόλακος, ἡ τῶν ὄχλων ὁρμὴ βεβαιωτὴν λαβοῦσα τῆς ἁμαρτίας τὸν σύμβουλον ἀνέτρεψε τὴν πόλιν. Ἐνσκήπτει γὰρ ὁ μῶμος οὐ κατὰ τῶν ὑπαιτίων μόνον, ἀλλὰ καὶ οἷς ἂν ὁ φθόνος αὐτῷ τὴν ἔφοδον προοδοποιήσαιτο. Ἢ κρατεῖ γὰρ ὁ μῶμος οὐ τῶν ὑπαιτίων μόνον ἀλλ᾽ ἔσθ᾽ ὅτε καὶ τῶν ἐπικρατεστέρων αἰτίας, ἐπειδὰν ὁ φθόνος πικρὸν τὸ βέλος ἀφεὶς προκατειργάσατο τὸν οὐκ ἄξιον τοῦτο πείσεσθαι.

Χρῶνται δὲ ἐπὶ τῶν κινδύνων τῶν πολεμικῶν Αἰθίοπες τοῖς μὲν τόξοις μεγάλοις, βραχέσι δὲ τοῖς οἰστοῖς· ἐπὶ δὲ τῆς ἄκρας τοῦ καλάμου κερκίδος ἀντὶ τοῦ σιδήρου παραμήκης τῷ τύπῳ λίθος ἀνεστήρικται, νεύροις ἐσφιγμένος, ὀξὺς μὲν ὑπερβολῇ, φαρμάκοις δὲ θανασίμοις βεβαμμένος.

Ὅτι Πτολεμαῖος, φησίν, εἰς τὸν κατὰ Αἰθιόπων πόλεμον ἀπὸ τῆς Ἑλλάδος πεντακοσίους συνέλεξεν ἱππεῖς, ὧν τοῖς προκινδυνεύειν μέλλουσι καὶ καθηγουμένοις, τὸ πλῆθος οὖσιν ἑκατόν, ὁπλισμοῦ περιέθηκε τρόπον· στολὰς γὰρ αὐτοῖς τε καὶ τοῖς ἵπποις ἀνέδωκε πιλητάς, ἃς οἱ κατὰ τὴν χώραν ἐκείνην προσαγορεύουσι κάσας, ὥστε πᾶν κρύπτειν τὸ σῶμα πλὴν τῶν ὀφθαλμῶν.

Ἐκ τῆς εʹ Ἀγαθαρχίδου ἱστορίας τῆς περὶ τὴν ἐρυθρὰν θάλασσαν. Ὅτι πολλοί, φησί, καὶ τῶν πολιτικῶν ἀνδρῶν καὶ τῶν ποίημα γεγραφότων διηπορήκασι πῶς τὰς ὑπερβάλλουσας ἐνίοις ἀκληρίας τὸν ἐκτὸς τῶν κινδύνων κείμενον πρεπόντως ἐξαγγελτέον· ὧν ὁ τρόπος οὐ λίαν γένοιτ᾽ ἂν ἐμφανής, εἰ μή τις ὑποτάξαιτ᾽ ἂν ἀκόλουθον αἰτίαν τοῖς ἐμφανιζομένοις.

Ὄλυνθον καὶ Θήβας δύο πόλεις ἐνδόξους Ἀλέξανδρος καὶ Φίλιππος διαρπάσαντες καθεῖλον εἰς ἔδαφος. Τὸ δὲ δεινὸν τοῦ συντελεσθέντος παρ᾽ ἐλπίδα προσπεσὸν καὶ τῶν Ἑλλήνων πολλοῖς ἀγωνίαν περὶ τῶν ὅλων μεγάλην ἐπέστησε, καὶ τῶν ῥητόρων οὐκ ὀλίγοις λόγου παρέσχεν ἀφορμὴν εἰς τὸ δηλῶσαι τὰ πεπραγμένα τοῦ πάθους οἰκείως. Εἰρήκασιν οὖν περὶ τούτου τοῦ πράγματος ἄλλοι μὲν ἀλληγορικῶς τῷ τρόπῳ καὶ ταῖς διαλέκτοις, ὡς δοκοῦσι, περιττῶς, οἱ δ᾽ ἐμβριθέστερον, τὰ συνήθη καὶ τὰς κυριολογίας ἐν τοῖς δεινοῖς οὐ πεφευγότες. Ἑκατέρου δέ σοι προοισόμεθα παραδείγματα γένους, ἵνα τοὺς χαρακτῆρας ἐκ παραβολῆς ἐπιδὼν τοὺς ἄμεινον καὶ τοὐναντίον εἰπόντας ἐπ᾽ αὐταῖς εὕρῃς ταῖς δοκιμασίαις.

Ἡγησίας μὲν οὖν πολλάκις τῆς ἀπωλείας μεμνημένος τῶν πόλεων εὐτελής ἐστιν. Ὁ γὰρ μὴ θέλων τοῖς καιροῖς οἰκείως διαλέγεσθαι, ζητῶν δὲ ἐξ ἀνάγκης ἐν αὐστηρῷ πράγματι κομψότητα διαφαίνειν, τοῦ μὲν ἰδίου ζηλώματος ἐπὶ ποσὸν τυγχάνει, τῆς δὲ τῶν ὑποκειμένων ἀξίας οὐ στοχάζεται· ὥσπερ οὗτος ἐν τοῖς αὐτοῦ φωρᾶται λόγοις. Οἷον· «Ὄνομα κατελάβομεν, πόλιν καταλιπόντες».

Σκόπει τοίνυν. Τοῦτο πάθος μὲν οὐδαμῶς ποιεῖ, ἀλλὰ συνάγει πρὸς τὴν ἔμφασιν καὶ ποιεῖ ζητεῖν τί λέγει. Οὗ γὰρ ἄν τις τῇ γνώμῃ δισταγμὸν ἐνεργάσηται, ἐκεῖσε ἀπὸ τοῦ λόγου τὸ δεινὸν ἀφῆκε. Διὰ τί; Ὅτι τὸ ῥηθὲν ἐν τῷ σαφῶς γνῶναι καὶ τὴν συμπάθειαν ἔστι λαβεῖν· ὁ δ᾽ ὑστερήσας τοῦ σαφοῦς ἀπολέλειπται καὶ τῆς ἐνεργείας.

Εἶτα ὅμοιον περὶ Θηβαίων φησί· «Τὸν γὰρ μέγιστα φωνήσαντα τόπον ἄφωνον ἡ συμφορὰ πεποίηκε». Πάλιν ἐπ᾽ Ὀλυνθίων· «Ἐκ μυριάνδρου πόλεως ἐξῆλθον, ἐπιστραφεὶς δ᾽ οὐκέτ᾽ εἶδον». Ἐζήτεις δὲ τί; Τὸ μὲν γὰρ ῥηθέν, ὑπὸ τοιαύτην ἔμφασιν πεπτωκός, πεπλάνηκεν ἡμῶν ἀπὸ τοῦ προκειμένου τὴν γνώμην. Δεῖ δὲ τὸν οἰκτιζόμενον ἀφέντα τοὺς ἀστεϊσμούς, τὸ πρᾶγμα σημαίνειν ᾧ οἰκείωται τὸ πάθος, εἰ μέλλοι μὴ τῇ λέξει διακοσμεῖν, ἀλλὰ τῷ τῆς συμφορᾶς αἰτίῳ προσεδρεύειν.

Ἀλλ᾽ ἐφ᾽ ἕτερον ἰτέον· «Ἀλέξανδρε, καὶ τὸν Ἐπαμινώνδαν νόμισον, ὁρῶντα τὰ λείψανα τῆς πόλεως, παρόντα μοι συνικετεύειν». Αἴτημα μὲν μειρακιῶδες καὶ μεταφορὰ σκληρά, τὸ δὲ σκυθρωπὸν τῆς πράξεως, ἄρρητον. Ἄλλο· «Βασιλικῇ μανίᾳ προσπταίσασα πόλις τραγῳδίας ἐλεεινοτέρα γέγονε». Πρὸς πᾶν μᾶλλον ἢ τὸ καθῆκον σοφιστῇ ἡτοιμάσθαι φαίνεται, ὅθεν οὐ λίαν ἅπτεται τοῦ προκειμένου· χαλεπὸν γὰρ οἶμαι χαλεποῖς πράγμασι μωκωμένην διάλεκτον ἐφορᾶσθαι. Ἄλλο· «Τί δεῖ λέγειν Ὀλυνθίους καὶ Θηβαίους, οἷα κατὰ πόλεις ἀποθανόντες πεπόνθασιν;» Ἕτερον παραπλήσιον κολακείας οὐκ εὐσχήμονος καὶ εὐηθείας ἐχόμενον· «Ὅμοιον πεποίηκας, Ἀλέξανδρε, Θήβας κατασκάψας, ὡς ἂν εἰ ὁ Ζεὺς ἐκ τῆς κατ᾽ οὐρανὸν μερίδος ἐκβάλοι τὴν σελήνην. Ὑπολείπομαι γὰρ τὸν ἥλιον ταῖς Ἀθήναις. Δύο γὰρ αὗται πόλεις τῆς Ἑλλάδος ἦσαν ὄψεις. Διὸ καὶ περὶ τῆς ἑτέρας ἀγωνιῶ νῦν. Ὁ μὲν γὰρ εἷς αὐτῶν ὀφθαλμὸς ἡ Θηβαίων ἐκκέκοπται πόλις». Ἐμοὶ μὲν οὖν σκώπτειν ὁ σοφιστὴς δοκεῖ διὰ τούτων, οὐκ ὀλοφύρεσθαι τῶν πόλεων τὴν τύχην, καὶ σκοπεῖν πῶς ἂν τάχιστα συγκόψαιτο τὸν λόγον, οὐ πῶς τὸ πάθος ὑπὸ τὴν ὄψιν ἀγάγοι διὰ τῆς ἐναργείας.

Ἕτερον ὅμοιον· «Αἱ δὲ πόλεις αἱ πλησίον ἔκλαιον τὴν πόλιν, ὁρῶσαι τὴν πρότερον οὖσαν οὐκέτι οὖσαν». Εἰ τις οὖν τοῖς Θηβαίοις καὶ τοῖς Ὀλυνθίοις παρ᾽ αὐτὴν τὴν ἅλωσιν τὰς περιόδους ταύτας συναχθόμενος ἔλεγε, δοκοῦσιν ἄν μοι γελάσαι τὸν γράψαντα καὶ τρόπον τινὰ αὑτῶν ὑπολαβεῖν ἀθλιώτερον.

Ἄλλου γένους ἁψώμεθα, τὸν αὐτὸν ἡγούμενοι σοφιστήν· «Δεινὸν τὴν χώραν ἄσπορον εἶναι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν». Ἀλλ᾽ οὐχ οὕτως ὁ Δημοσθένης οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικήν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε τὸν ἥμερον καρπόν. Ὁ δὲ φήσας δεινὸν εἶναι τὴν γῆν ἄσπορον γενέσθαι τὴν τοὺς Σπαρτοὺς τεκοῦσαν, ἐκ τῶν ὀνομάτων τὴν ἐναντίωσιν εἴληφεν, οὐκ ἐκ τοῦ πράγματος. Διὸ καὶ ψυχρότητα ἐσχάτην ἐμφαίνει, ὥσπερ καὶ Ἑρμησιάναξ ὁ τὴν Ἀθηνᾶν ἐγκωμιάσας οὕτως· «Ἐκ γὰρ τῆς τοῦ Διὸς γεγενημένη κεφαλῆς εἰκότως ἔχει τῆς εὐδαιμονίας τὸ κεφάλαιον». Τοιοῦτον καὶ τό· «Τίς δ᾽ ἂν δύναιτο ποιῆσαι τὴν Κύρου δόσιν ἄκυρον;» Καὶ τόδε δὲ ὅμοιον· «Τόπος δὲ πῶς γένοιτ᾽ ἂν ἄβατος βάτου περικειμένου;» Πάντα, φησὶν ὁ Ἀγαθαρχίδης, τὰ τοιαῦτα ἀδόκιμα· ἀλλ᾽ εἰ μὲν πρὸς ἐλεεινολογίαν λέγοι, ἐγγὺς τοῦ πρέποντος ἵσταται, εἰ δὲ πρὸς πᾶσαν ἰδέαν λόγου, οὐκ ὀρθῶς τῇ κρίσει ἐπέβαλε.

Πλὴν προστίθησι καὶ ἕτερα τῶν εἰρημένων ὅμοια, ὑπὸ τὴν αὐτὴν καὶ ταῦτα φέρων διαβολήν, οἷον· «Θηβαῖοι ἐν τῇ μάχῃ τῇ πρὸς Μακεδόνας ὑπὲρ τοὺς μυρίους ἀνετράπησαν». Ὦ καλῆς ἐμφάσεως, ἄνθρωποι τοσοῦτοι παραλόγως ἀνατετραμμένοι.

Καὶ πάλιν· «Τῆς μὲν πόλεως κατασκαφείσης οἱ μὲν ἄνδρες παίδων συμφορὰς ὑπομένουσιν, αἱ δὲ γυναῖκες μετήχθησαν εἰς Μακεδονίαν, τὴν πόλιν θάψασαί τινα τρόπον». Ἕτερον ὅμοιον· «Ἡ δὲ φάλαγξ τῶν Μακεδόνων εἰσβιασαμένη τοῖς ὅπλοις ἐντὸς τείχους τὴν πόλιν ἀπέκτεινεν». Ἐκεῖ μὲν ταφὴ πόλεως, ἐνταῦθα δὲ θάνατος. Λοιπὸν ἐκφορὰν δεῖ προσθέντας ἐπιγράμματι χρήσασθαι, καὶ παντελὴς ἡ πρᾶξις. Πλὴν τῆς μὲν τούτου κομψότητος, ἵνα μὴ μανίας εἰπὼν πικρότερος φανῶ, διεληλύθαμεν, φησί, τὰ πλεῖστα.

Εἰσάγει δὲ μετὰ σαφηνείας καὶ τῆς πρεπούσης λόγῳ κοσμιότητος εἰς τὸν ὅμοιον εἰπόντας τόπον Στρατοκλέα μὲν οὕτως· «Ἀροῦται καὶ σπείρεται τὸ Θηβαίων ἄστυ, τῶν συναγωνισαμένων ὑμῖν τὸν πρὸς Φίλιππον πόλεμον».

Ἅμα, φησί, τὸ πάθος τῆς πόλεως εὐσήμως ἐξέθηκε, καὶ τῆς τῶν ἠτυχηκότων φιλίας ὑπεμνήσθη· τὸ δεινὸν γὰρ εὐνοίᾳ παρατεθὲν ἐμβριθεστέρους εἴωθε τοὺς οἴκτους ποιεῖν. Μετὰ Στρατοκλέα ὁμοίως Αἰσχίνην εἰσάγει λέγοντα· «Πόλις ἀστυγείτων ἐκ μέσης τῆς Ἑλλάδος ἠφάνισται».

Ἄριστα, φησί, τῆς μὲν ἀπωλείας τὸ τάχος τῇ μεταφορᾷ σημήνας, τοὺς κινδύνους δὲ ἐφιστὰς ἐκ τοῦ τὸν πεπονθότα τοῖς ἀκούουσι δεικνύειν ὅμορον ὑπάρχοντα. Ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί, μετενέγκας τοὺς λόγους ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· «Τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διένειμε». Πικρῶς καὶ σαφῶς καὶ βραχέως ἀφ᾽ ἑκάστου τῶν εἰδῶν εἰληφὼς τὴν ὑπερβολήν, ὅμως τῆς διδασκούσης τὸ πρᾶγμα ἐναργείας οὐκ ἐπελάθετο.

Πάλιν ἐπ᾽ Ὀλυνθίων ὁ αὐτὸς ῥήτωρ· «Ὄλυνθον δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τῶν ἐπὶ Θρᾴκης, ἃς πάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε εἰ μηδὲ πώποτε ᾠκίσθησαν ῥᾴδιον εἶναι προσελθόντας εἰπεῖν». Ἐμφανίσας τὸ πλῆθος τῶν πόλεων, τῶν ἀνδρῶν τὴν συμφορὰν ἐπέβαλεν, ὅπως ὁ πλεῖστος οἶκτος τοῦ παραδόξου τεθέντος μᾶλλον τῶν ἀκροωμένων ἐκκαλέσηται τὸ πάθος. Ταῦτα καὶ τοιαῦθ᾽ ἕτερα καὶ ἑτέρων εἰπὼν συγγραφέων τὰ μὲν ἀποδέχεται, τοὺς δὲ περὶ Ἡγησίαν καὶ τὰ παρ᾽ ἐκείνων παραγράφεται.

Ὅτι ἀπὸ τοῦ Μεμφιτῶν ἄστεος εἰς τὴν Θηβαΐδα πέντε εἰσὶ μεταξὺ νομοὶ ἐθνῶν, ἔχοντες πολυάνθρωπον τάξιν, πρῶτος μὲν ὁ Ἡρακλεοπολίτης, δεύτερος ὁ Λυκοπολίτης, τρίτος ὁ Ὀξυρυγχίτης, τέταρτος ὁ Ἑρμουπολίτης, πέμπτος ὃν οἱ μὲν Φυλακὴν οἱ δὲ Σχεδίαν καλοῦσιν· ἐν ταύτῃ τῶν ἄνωθεν καταγομένων εἰσπράττονται καὶ τιθέασι τὸ τέλος. Τοὺς δὲ εἰρημένους ὑπερβάλλοντι τόπους ἀρχὴ τῆς Θηβαΐδος ἡ Λύκων πόλις, εἶτα Ἀφροδίτης ἄλλη, πρὸς δὲ τούτοις Πανών, ἔπειτα Θοινίς, μετὰ ταύτην Βοπός, ὑφ᾽ ἣν Διὸς πόλις ἣν καλοῦσι μικράν, μετὰ δὲ τὸν προσηγορευμένον Τεντυρίτην νομὸν Ἀπόλλωνος ὀνομάζεται πόλις, ἧς ἐπάνω μὲν Κοπτός, ἔπειτα Ἐλεφαντίνη, εἶτα Αἰθιόπων χώρα, Κορτία πρώτη. Τὰ μὲν οὖν ἀπὸ Μέμφεως ἕως Αἰθιοπίας εἴρηται.

Ὅτι πλησίον τῆς ἐρυθρᾶς θαλάσσης, καθ᾽ ὃν ὁ Νεῖλος πολλὰς ἐκτροπὰς καὶ παραφορὰς ποιούμενος ὅμως ἐκεῖσε ἀποκάμπτει περιφανῶς, καὶ ποιεῖται κατὰ τὴν δεξιὰν ῥύσιν τῶν ἀγκώνων τὴν μεγάλην κλίσιν ἔκ τε τοῦ πελάγους κόλπος εἰς τὴν ἤπειρον ἀνατείνεται πολύς, ὥστε τὴν μεταξὺ διάμετρον τῶν ὑδάτων, τοῦ τε ἁλμυροῦ καὶ ποτίμου, παραπλήσιον πηλῷ πολλῷ τὴν συστολὴν λαμβάνειν. Κατὰ γοῦν τὴν εἰρημένην θάλατταν πλησίον ἐστί τινα τῶν καλουμένων γνησίων πλῆθος ἔχοντα μετάλλων, τῇ χρόᾳ μὲν ὄντα καθ᾽ ὑπερβολὴν μέλανα, μαρμάρου δὲ ποιοῦντα τοιαύτας ἐν αὑτοῖς ἐκφύσεις ὥστε πᾶν λείπεσθαι τὸ διαμιλλώμενον, τῆς λευκότητος κρίσιν οὐκ ἐχούσης.

Ὅτι οὓς ἔσχατον, φησί, κατέχει ἀκλήρημα, τούτους ἡ τυραννὶς εἰς τὴν τῶν χρυσωρυχίων ἀπάγει πικροτάτην δουλείαν, τοὺς μὲν ἅμα γυναιξὶ καὶ παισὶ ταλαιπωρουμένους, τοὺς δὲ καὶ χωρὶς τῶν εἰρημένων. Ὑπερβολὴν οὖν οὐδενὶ τὸ πάθος δυστυχήματι καταλιπεῖν ἐκτραγῳδήσας, τὸν τρόπον ἀπαγγέλλει τῆς περὶ τὸ χρυσίον ἐργασίας.

Τῶν ὀρῶν, φησίν, ἐν οἷς ὁ χρυσὸς εὑρίσκεται, τὰ μὲν ἀπότομα καὶ τελέως σκληρὰν ἔχοντα φύσιν ἐκπρήσαντες ὕλῃ καὶ χαῦνα τῷ πυρὶ ποιήσαντες, οὕτως αὐτοῖς προσάγουσι τὴν πεῖραν, τὰ δ᾽ ἀνειμένα τῇ πέτρᾳ σιδήρῳ λατομικῷ κερματίζονται. Καθηγεῖται δὲ τῶν ἄλλων τεχνίτης τὸν λίθον διαιρῶν. Ὅταν δὲ οὗτος τοῖς μεταλλεῦσι τὰς ὁδοὺς ὑποδείξῃ, τὸ πᾶν ἔργον καταμερίζεται τῇ τῶν ἀτυχούντων ἀνάγκῃ τοῦτον τὸν τρόπον.

Οἱ μὲν εὔρωστοι καὶ νέοι τυπίσι σιδηραῖς κόπτουσι τὴν χώραν τὴν μαρμαρίζουσαν, οὐ τέχνῃ τὴν πληγὴν ἀλλὰ βίᾳ, καὶ τέμνουσι διὰ τῆς πέτρας ὑπονόμους πλείονας οὐκ εὐθεῖς, ἄλλοτε μὲν ἄνω τῆς χρυσιτίδος ἀπονευούσης λίθου, ποτὲ δὲ κατωτέρω, πάλιν δὲ εἰς τὴν εὐώνυμον κλίσιν, ἐνίοτε δὲ σκολιὰν καὶ διεστραμμένην καὶ παραπλησίαν ταῖς τῶν δένδρων ῥίζαις. Οὗτοι μὲν οὖν λύχνους προσδεδεμένους τοῖς μετώποις ἔχοντες λατομοῦσιν, ἀκολουθοῦντες οἷον φλεβὶ τῷ λευκανθίζοντι· καὶ πολλαχῶς κατασχηματίσαντες τῶν σωμάτων τὰς θέσεις, καταβάλλουσι τὰ θραύσματα εἰς ἔδαφος, οὐ πρὸς τὴν ἰδίαν ἕξιν τε καὶ δύναμιν, ἀλλὰ πρὸς ὀφθαλμὸν ἐπιστάτου, πληγῆς τὴν ἐπιτίμησιν οὐδέποτε χωρίζοντος, οἱ δὲ ἄνηβοι παῖδες εἰς τοὺς ὑπὸ τούτων ὀρυχθέντας ὑπονόμους εἰσδυόμενοι, καὶ τὴν χάλικα τῶν ῥιπτουμένων ἐπιπόνως συλλέγοντες, ἐκτὸς τῶν στομίων κομίζουσι. Παρὰ δὲ τούτων οἵ τε πρεσβύτεροι καὶ τῶν ἀσθενῶν οἱ πολλοὶ τὸν λίθον μεταφέρουσι· μετακομίζουσι δὲ οὗτοι τοῖς καλουμένοις ἐπωπεῦσιν.

Οἱ γὰρ ἐντὸς τῶν τριάκοντα ἐτῶν καὶ τοῖς εἴδεσι καρτεροὶ ὅλμους λιθίνους παρειληφότες ὑπέρῳ σιδηρῷ πτίσσουσιν ἐπιστρεφῶς, καὶ ποιήσαντες τὸ μέγιστον τρύφος ὀρόβῳ παραπλήσιον πρὸς τὴν αὐτὴν ὥραν ἀπομετροῦσιν ἑτέροις. Οὗτος δέ ἐστιν ὁ πόνος τῶν γυναικῶν τῶν εἰς τὰς φυλακὰς συναπηγμένων ἀνδράσιν ἢ γονεῦσι. Μύλοι γὰρ ἑξῆς πλείους βεβήκασιν, ἐφ᾽ οὓς τὸν ἐπτισμένον ἐπιβάλλουσι λίθον· καὶ παραστᾶσαι τρεῖς ἑκατέρωθεν πρὸς τὴν μίαν κώπην, οὕτως ἐζωσμέναι δυσπροσόπτως ὥστε μόνον τὴν αἰσχύνην τοῦ σώματος κρύπτειν, ἀλήθουσιν· ἀλήθουσι δὲ ἕως ὑπὸ τὸν τῆς σεμιδάλεως τόπον ἀχθῇ τὸ παραδοθὲν μέτρον.

Οὗτοι πάντες οἱ τὸν εἰρημένον τῆς τύχης κλῆρον ὑπελθόντες ποθεινότερον ἔχουσι τοῦ βίου τὸν θάνατον. Παρὰ δὲ τοῦ θήλεος γένους διαδέχονται μὲν τὸ κατειργασμένον οἱ καλούμενοι σηλαγγεῖς· εἰσὶ δ᾽ οὗτοι τεχνῖται πρὸς τὸ πέρας ἄγειν δυνάμενοι τὴν βασιλικὴν χρείαν. Ἡ δὲ ἐργασία τοιαύτη. Καταβάλλουσι τὴν ἀληλεσμένην μάρμαρον ἐπὶ σανίδος πλατείας μὲν καὶ κατεξυσμένης εἰς εὐθείαν τομήν, οὐκ ἐν ὀρθῇ δὲ χώρᾳ βεβηκυίας, ἀλλὰ μικρὰν ἐχούσης ἐπίκλισιν. Εἶτα καταχέοντες ὕδωρ τρίβουσι ταῖς χερσί, τὰ πρῶτα μὲν κούφως, ἔπειτα μᾶλλον· ὅθεν, οἶμαι, τὸ μὲν γεῶδες ἐκτηκόμενον συναπορρεῖ κατὰ τὴν ἐπίνοιαν τοῦ σανιδώματος, τὸ δ᾽ ἰσχύον καὶ δυνατὸν ἐπὶ τοῦ ξύλου μένει ἀκίνητον. Πολλάκις δὲ τοῖς ὕδασιν ἀποπλύνας ὁ καλούμενος σηλαγγεὺς μεταλαμβάνει σπόγγους μαλακοὺς καὶ πυκνούς, οἷς ἐφαπτόμενος τῆς μαρμάρου κούφως καὶ θλίβων ἐπὶ ποσὸν τὸ μὲν ἐλαφρὸν καὶ χαῦνον ἐμπλεκόμενον τοῖς ἀραιώμασιν ἀπὸ τῆς σήραγγος ἀναφέρει καὶ ἐκρίπτει, τὸ δὲ ἐμβριθὲς καὶ στίλβον ἐπὶ τῆς σανίδος ἀποκεκριμένον ἀπολείπει, δυσκινήτου διὰ βάρος τῆς τοιαύτης φύσεως ὑποκειμένης.

Οὕτως οὖν οὗτος ὁ σηλαγγεὺς περικαθάρας τὰ ψήγματα τοῦ χρυσοῦ παραδίδωσι τοῖς ἑψηταῖς. Οἱ δὲ λαβόντες μέτρῳ τε καὶ σταθμῷ τὸ συνηγμένον εἰς ἄγγος κεραμεοῦν ἐνέβαλον, καὶ μίξαντες κατὰ λόγον τοῦ πλήθους μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν καὶ κασσιτέρου βραχὺ καὶ κρίθινον πίτυρον, κἄπειτα ἐπιθέντες ἐπίθεμα καλῶς ἡρμοσμένον καὶ πάντοθεν χρίσαντες, ἕψουσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ τὰς ἴσας νύκτας, οὐθὲν διαλείποντες. Τῇ δ᾽ ἐχομένῃ σύμμετρον τῇ πεπυρωμένῃ προσάγοντες ψύξιν εἰς ἀγγεῖον κατήρασαν, ἄλλο μὲν τῶν συνεμβεβλημένων οὐθὲν εὑρίσκοντες, αὐτὸ δὲ τοῦ χρυσίου τὸ χύμα, βραχεῖαν εἰληφὸς ἀπουσίαν ἀπὸ τοῦ ψήγματος.

Ἡ μὲν οὖν πρὸς τοῖς μετάλλοις ἀπώλεια τῶν πολλῶν σωμάτων πρὸς τὸ ῥηθὲν τέλος κομίζεται τὴν διέξοδον, σχεδὸν αὐτῆς τῆς φύσεως δεικνυούσης ὅτι τοῦ χρυσίου συμβέβηκεν ὑπάρχειν καὶ τὴν γένεσιν ἐπίπονον καὶ τὴν φυλακὴν σφαλερὰν καὶ τὴν σπουδὴν μεγίστην καὶ τὴν χρῆσιν ἡδονῆς καὶ λύπης ἀνὰ μέσον κειμένην, τήν τ᾽ ἐργασίαν τρόπον τινὰ τοῦ γένους ἀρχαιοτάτην.

Εὕρηται μὲν γὰρ ὑπὸ τῶν πρώτων τοῦ τόπου βασιλέων τῶν μετάλλων ἡ φύσις, διέλιπε δὲ ἐνεργοῦσά ποτε μὲν Αἰθιόπων ἐπὶ τὴν Αἴγυπτον πλήθους συνελθόντος καὶ πολλὰ τὰς πόλεις ἔτη φρουρήσαντος (ὑφ᾽ ὧν καὶ τὰ Μεμνόνεια συντετελέσθαι φασί), ποτε δὲ Μήδων καὶ Περσῶν ἐπικρατησάντων.

Εὑρίσκονται δὲ ἔτι καὶ καθ᾽ ἡμᾶς ἐν τοῖς χρυσείοις τοῖς ὑπ᾽ ἐκείνων κατασκευασθεῖσι λατομίδες μὲν χαλκαῖ, διὰ τὸ μήπω τὴν τοῦ σιδήρου κατ᾽ ἐκεῖνον τὸν χρόνον ἐγνωρίσθαι χρείαν, ὀστᾶ δὲ ἀνθρώπων ἄπιστα τῷ πλήθει, πτωμάτων (ὅπερ εἰκὸς γίνεσθαι) οὐκ ὀλίγων ἐν τοῖς χαύνοις καὶ πλακώδεσιν ὑπονόμοις γενομένων, τηλικαῦτα δὲ ὀρυγμάτων μεγέθη, καὶ διατείνοντα βάθεσιν ἐπικαρσίοις ἐπ᾽ αὐτὴν τὴν θάλασσαν.

Ὅτι παρὰ τὴν νότιον τῆς Αἰγύπτου κλίσιν τέσσαρά ἐστι φῦλα τὰ μέγιστα, τὸ μὲν τοῖς ποταμοῖς παρεζευγμένον, ὃ σπείρει σήσαμον καὶ κέγχρον, τὸ δὲ περὶ τὰς λίμνας οἰκοῦν, ὃ τοῦ καλάμου καὶ τῆς ὕλης ἅπτεται τῆς ἁπαλῆς, τὸ δὲ εἰκῇ πλανώμενον, ὃ σαρκὶ καὶ γάλακτι παραπέμπει τὸν βίον, τὸ δὲ ἐκ τῆς παραλίας ὁρμώμενον, τοὺς ἰχθύας ἀγρεῦον.

Τοῦτο δὲ τὸ γένος ἔχει μὲν οὔτε πόλεις οὔτε χώρας οὔτ᾽ ἄλλης ἐντέχνου κατασκευῆς ὑπογραφὴν οὐδεμίαν, ἐστὶ δὲ τῶν ὑπολοίπων, ὡς ἔνιοί φασι, μέγιστον· ἀπὸ γὰρ Αὐταίων, οἳ τὸν ἔσχατον μυχὸν κατοικοῦσιν, ὃν τῇ μεγάλῃ συμβέβηκε συγκλείεσθαι θαλάττῃ, μέχρι τῆς Ἰνδικῆς καὶ Γεδρωσίας, ἔτι δὲ Καρμανίας καὶ Περσῶν καὶ τῶν τοῖς εἰρημένοις γένεσιν ὑποκειμένων νήσων, ἰχθυοφάγοι πάντῃ κατοικοῦσι, γυμνοὶ μὲν ὄντες αὐτοί, γυμνὰς δὲ ἔχοντες τὰς γυναῖκας, κοινὴν δὲ τέκνων γένεσιν, ἔτι δὲ ἡδονῆς μὲν καὶ πόνου φυσικὴν ἔχοντες γνῶσιν, αἰσχρῶν δὲ καὶ καλῶν οὐδὲ τὴν ἐλαχίστην εἰσφερόμενοι ἔννοιαν.

Τούτοις δὲ τὰ μὲν ἀγχιβαθῆ πάντ᾽ ἐστὶ πρὸς τὸν βίον ἀλλότρια, παραπλησίως δὲ τὰ παρακείμενα μακραῖς ᾐόσι· θήραν γὰρ οὔτε ἰχθύος οὔτ᾽ ἄλλου γένους ὁμοιοπαθοῦς ἁδροτέραν παραδίδωσιν ἡ τοιάδε χέρσος. Αἱ δὲ οἰκήσεις πᾶσιν ἔκκεινται τοῖς εἰρημένοις παρὰ τὰς ῥαχίας, αἳ καὶ κοιλάδας βαθείας ἔχουσι καὶ φάραγγας ἀνωμάλους καὶ στεγνοὺς αὐλῶνας καὶ σκολιὰς ἐκτροπάς. Ὧν πρὸς τὴν χρείαν ὑποκειμένων οἰκείως, ἀναθέμενοι πέτρους αὐτοπαγεῖς ἐπὶ τῆς κοιλίας οἱονεί τινας ἀραιούς.

Ὅταν οὖν ἐκ πελάγους ἡ πλημμυρὶς ἐπὶ τὴν χέρσον φέροιτο (ὃ ποιεῖ δὶς ἑκάστης ἡμέρας, πρὸς ὥραν ἐνάτην τε καὶ τρίτην), ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικαλύπτει, συναπάγουσα ἐκ τοῦ πόρου πρὸς τὴν ᾐόνα βίᾳ καὶ τῶν ἰχθύων οὐκ ὀλίγους, οἳ τέως μὲν ἐν τῇ παραλίᾳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις.

Ἐπὰν δὲ αὖθις ἀναδύῃ τὸ τῆς ἀμπώτεως, τὸ μὲν ὑγρὸν διὰ τῶν λίθων καὶ τῶν φαράγγων ἀπορρεῖ εἰς τὸν ἐπιφερῆ καὶ κατεπείγοντα τόπον, οἱ δ᾽ ἰχθύες ἐν τοῖς κοιλώμασιν ὑπολειπόμενοι ἕτοιμον θήραμα καὶ τροφὴ γίνεται τοῖς ἰχθυοφάγοις. Ἀλλ᾽ οἱ μὲν ἄλλοι ἰχθύες (ὡς ἔφημεν) εὐπετῶς καταγωνίζονται. Ἐπὰν δὲ πέσωσι κύνες τε καὶ φῶκαι μείζους καὶ σκορπίοι σμύραιναί τε καὶ πᾶν τὸ τοιοῦτον γένος, μετὰ κινδύνων ἡ συμπλοκὴ γίνεται· ὅταν δὲ θηρεύσωσιν ὅσους δή ποτ᾽ οὖν, μετενεγκάντες ἐπὶ τὰς πέτρας τὰς κειμένας πρὸς μεσημβρίαν, οὔσας διαπύρους, ταύταις δὲ ἐπέρριψαν. Χρόνον δὲ οὐ πολὺν ἐάσαντες στρέφουσιν ἐπὶ τοὔμπαλιν ἅπαντας. Εἶθ᾽ ὅταν λάβωνται τῆς οὐρᾶς καὶ τὸν ὅλον ὄγκον σείσωσιν ἐκ ταύτης, ὁ μὲν σαρκώδης τόπος ἅπας ἐκπίπτει θρυπτόμενος διὰ τὴν εἰρημένην θερμασίαν, τὴν δ᾽ ἄκανθαν σωρεύουσιν αὐτοί, ἀφ᾽ ἧς ἐκ πλείονος τόπου κολωνοὶ παμμεγέθεις ὁρῶνται. Τὴν δὲ σάρκα τῶν ἰχθύων εἰς λεωπετρίαν συναγαγόντες πατοῦσιν ἐκτενῶς ἐπὶ χρόνον οὐκ ὀλίγον, καὶ μίξαντες τὸν καρπὸν τοῦ παλιούρου.

Τούτου γὰρ συμμιγέντος κολλῶδες μὲν τὸ πᾶν πολὺ μᾶλλον γίνεται, δοκεῖ δ᾽ οἷον ἡδύσματος ἢ παρεμπλοκῆς τάξιν ἔχειν. Ἐπὰν δὲ ἱκανὸν χρόνον τοῖς ποσὶ δεψήσωσι, πλινθίδας παραμήκεις διαπλάσαντες πάλιν εἰς τὸν ἥλιον τιθέασιν· ὧν ξηρασίαν λαβουσῶν καθίσαντες εὐωχοῦνται πάντες, οὐ πρὸς μέτρον καὶ σταθμόν, ἀλλὰ πρὸς τὴν ἑκάστου βούλησιν καὶ χάριν.

Ὅτι πρὸς τοὺς αἰφνιδίους χειμῶνας, οἳ τὴν ἀπὸ τῶν ἰχθύων αὐτοὺς θήραν ἀφαιροῦνται, τοιόνδε τι μηχανῶνται. Πλανώμενοι παρὰ πᾶσαν τὴν πλησίον παραλίαν κόγχους συνάγουσι (μέγιστοι δὲ τυγχάνουσιν, ὥστε τοῖς μὴ ἰδοῦσιν ἄπιστον αὐτοῖς τοῦ μεγέθους τὴν ὑπερβολὴν εἶναι), ὧν τὸ κρέας ὠμὸν τῆς ἐνδείας ἀναπλήρωσιν κατ᾽ ἐκεῖνο καιροῦ ἔχουσι. Τῆς δὲ χρείας τῆς ἀπὸ τῶν ἰχθύων ἔτι τούτοις παραμενούσης, τοὺς εἰρημένους κόγχους συλλέγουσι, καὶ τούτους φύκει τε προσφάτῳ καὶ ἰχθύων τῶν ἐλασσόνων κεφαλαῖς ἐν ὀρύγμασι καταθέντες διατρέφουσι· τῆς δὲ ἐνδείας αὐτοὺς κατασχούσης ταῦτα (ὡς εἴρηται) ποιοῦνται σίτησιν. Εἰ δέ ποτε ἑκατέρα αὐτοὺς σίτησις ἐπιλείψει, ἀπὸ παντὸς τοῦ τῶν ἀκάνθεν σωροῦ τὰς ἐγχύμους αὐτῶν καὶ προσφάτους ἐπιλέγοντες ἀφαιροῦσι κατ᾽ ἄρθρον, κἄπειτα τὰς μὲν κόπτοντες ἐπὶ πετρώδους τόπου, ἃς δὲ κατεργαζόμενοι διὰ τῶν ὀδόντων, τοῖς φωλεύουσι τῶν θηρίων τὴν αὐτὴν διάθεσιν λαμβάνουσι.

Ποτῷ δὲ πολὺ θαυμασιωτέρῳ χρῶνται. Ἐπὶ μὲν γὰρ τέτταρας ἡμέρας πρὸς ταῖς θήραις γίνονται καὶ πρὸς ᾠδαῖς ἀνάρθροις καὶ πρὸς ταῖς συνουσίαις ταῖς παιδιᾶς χάριν γινομέναις, ὑπ᾽ οὐδενὸς περισπώμενοι, διὰ τὴν εὐκοπίαν τῆς τροφῆς· τῆς δὲ πέμπτης ἐπιλαβούσης ἐξορμῶσιν εἰς τὴν ὑπώρειαν ποτοῦ χάριν, εἰς τὰς συρρύσεις τῶν νομάδων, πρὸς αἷς τὰ κτήνη ποτίζουσιν. Ἑσπέριος δὲ ἡ πορεία γίνεται. Κατανύσαντες δὲ εἰς τὰς ποτίστρας τῶν νομάδων τοῦ κοιλώματος κύκλῳ περιέστησαν, εἶτ᾽ ἀπερεισάμενοι τὰς χεῖρας εἰς τὴν γῆν καὶ θέντες τὰ γόνατα βοηδὸν πίνουσιν, οὐ μίαν πρὸς ἀναπνοῆς ὁρμήν, ἀλλὰ πολλάκις αὑτοὺς ἀναπαύοντες. Πληρώσαντες δὲ τὰς κοιλίας τῶν ὑγρῶν καθάπερ ἀγγεῖα, πρὸς θάλατταν μόλις ἀποχωροῦσιν. Εἶτα ἐπανελθόντες, ἐκείνην μὲν τὴν ἡμέραν ἕκαστος οὔτε ἰχθύος οὔτε ἄλλου τινὸς γεύεται, κεῖται δὲ ὑπεργέμων καὶ δύσπνους, ὥστε εἶναι τρόπον τινὰ τῷ μεθύοντι παραπλήσιον τὸ βάρος· ἀπὸ δὲ τῆς ἐχομένης ἐπὶ τὴν εἰρημένην δίαιταν ἐπανάγει. Καὶ τοῦτο κύκλῳ διὰ βίου γίνεται, πρὸς ἀσχολίαν καὶ μέριμναν οὐδενὸς ἀποβλεπόντων αὐτῶν πράγματος. Καὶ νοσήμασι μὲν διὰ τὴν ἁπλότητα τῆς διαίτης σπανίοις περιπίπτουσι, τοσούτῳ δ᾽ ἀφαιροῦσιν ἀπὸ τοῦ χρόνου τῶν ἐτῶν, ὅσῳ περ ἀπονωτέραν τῶν λοιπῶν ἔχουσι τὴν ἀναστροφήν.

Ἀλλ᾽ οἱ μὲν ἐντὸς τῶν στενῶν τὰς οἰκήσεις ἔχοντες ἰχθυοφάγοι οὕτω καταγίνονται. Οἱ δὲ τὴν ἐκτὸς παραλίαν κεκτημένοι ἄγρας μὲν ἐνδελεχῶς τοιαύτης εὐποροῦσιν, ὑγροῦ δὲ ἁπλῶς οὐ δέονται· προσενεγκάμενοι δὲ τὸν ἰχθῦν ἔγχυλον, ὥστε μικρὰν εἶναι τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ποτὸν ἐπιζητοῦσιν, ἀλλ᾽ οὐδὲ ἔννοιαν ἔχουσι τοῦ γένους. Φέρουσι δὲ ἀλύπως ἅπερ αὐτοῖς ἀπ᾽ ἀρχῆς ἡ τύχη παραδέδωκεν.

Ὅτι τοὺς ἐν τοῖς εἰρημένοις τόποις οἰκοῦντάς φησι πρὸς τοῖς εἰρημένοις ἔτι μηδὲ πρὸς τὰ μέγιστα τῶν παρ᾽ ἡμῖν δεινῶν ὁμοίαν ἡμῖν ἔχειν τὴν ἔννοιαν. Οὔτε γὰρ σίδηρον κατ᾽ αὐτῶν ἐπαιρόμενον φεύγειν, οὔτε προπηλακισμῷ ἐρεθίζεσθαι, οὔτε τοὺς μὴ πάσχοντας τοῖς πάσχουσι συναγανακτεῖν· ἀλλ᾽ εἴ τι γένοιτο περὶ αὐτοὺς ἐξ ἀλλοφύλων τοιοῦτον, βλέπουσι μὲν οὗτοι ἀτενῶς εἰς τὸ γινόμενον καὶ τὰς κεφαλὰς πυκνὰ διανεύουσι, τῶν δὲ εἰθισμένων ἀνθρώπῳ πρὸς ἄνθρωπον οὐδὲ τὴν ἐλαχίστην διδόασιν ἔννοιαν. Ὅθεν (φησὶν ὁ συγγραφεύς) ἔγωγε νομίζω μηδὲ χαρακτῆρα εὔγνωστον ἔχειν αὐτούς, ἐθισμῷ δὲ καὶ νεύματι, ἤχοις τε καὶ μιμητικῇ δηλώσει διοικεῖν πάντα τὰ πρὸς τὸν βίον.

Ὅτι φησί, πλησίον τῶν ἀδίψων ἰχθυοφάγων οἱ κατοικοῦντες, ὥσπερ ἀπαραβάτων σπονδῶν μεταξὺ τεθεισῶν αὐτῶν τε καὶ τῶν φωκῶν, οὔτε αὐτοὶ τὰς φώκας σίνονται, οὐδ᾽ ὑπ᾽ ἐκείνων οὗτοι βλάπτονται, ἀλλὰ καὶ ἀλλήλων θήρας ἀνεπιβουλεύτως τῷ θηράσαντι ἑκάτερον γένος συντηρεῖ, καὶ συναναστρέφονται οὕτως ἀλλήλοις ὡς μόλις ἂν εὑρεθεῖεν πρὸς ἀνθρώπους συμβιοῦντες ἄνθρωποι.

Ὅτι τῶν ἰχθυοφάγων, φησίν, οἱ μὲν σκηνώμασι τοῖς σπηλαίοις, οὐ τετραμμένοις πρὸς μεσημβρίαν διὰ τὸ πνιγῶδες, ἀλλὰ τοῖς ἀπεστραμμένοις αὐτήν, χρῶνται· οἱ δὲ ὑπὸ ταῖς τῶν ἰχθύων πλευραῖς, φυκία ἐπιβάλλοντες αὐτοῖς· οἱ δὲ τὰς τῶν ἐλαιῶν κορυφὰς ἀλλήλαις συνάπτοντες εἶτα χρῶνται σκηνώμασι. Τὴν δὲ τοιαύτην ἐλαίαν καρπὸν φέρειν φησὶ κασταναϊκῷ καρύῳ προσεμφερῆ.

Τὸ δὲ τέταρτον τῶν ἰχθυοφάγων γένος τὴν οἴκησιν ἔχει τοιαύτην. Ἄμμου φόρτος ἄπλετος ἐκ τοῦ παντὸς αἰῶνος ὄρει παραπλήσιος σεσώρευται, καὶ πᾶς οὗτος ὑπὸ τοῦ προσβάλλοντος ἀεὶ κύματος σκληρῶς πεπιλημένος, ὥστε ὁμογενοῦς ὄγκου καὶ μίαν φύσιν ἔχοντος διὰ τὴν μῖξιν καὶ συμπλοκὴν τῆς ἄμμου μηδὲν παραλλάσσειν. Εἶτα ὑπονόμους αὑτοῖς ἀνδρομήκεις ὀρύττουσι, τὸν μὲν κατὰ κορυφὴν ὄγκον ἐῶντες ὠχυρῶσθαι καὶ στέγειν διὰ τῆς εἰρημένης συνδέσεως, ἐκ δὲ τοῦ κάτωθεν ἐδάφους παραμήκεις αὐλῶνας κατασκευαζόμενοι, πρὸς ἀλλήλους παντόθεν συντετρημένους, ἐν οἷς τέως μέν τινος τὰ πρὸς τὸν ἄνεμον φωτίσαντες ἄγουσιν ἡσυχίαν, ἐπὰν δὲ πλημμυρὶς ἐπέλθῃ, τὰ πρὸς τὴν ἄγραν, ὡς καὶ προείρηται, παρασκευάζονται.

Τοὺς μέντοι γε τελευτῶντας αὐτῶν οὐδεμιᾶς ἀξιοῦσι προνοίας, ἀπαθῆ πρὸς τὸν ἐκ δόξης ἔλεον κεκτημένοι τὴν γνώμην· διὸ καὶ κεῖσθαι ἐρριμμένους ἐῶσιν, ἕως ἂν ἄμπωτις ἐπιγενομένη τροφὴν εἰς τὴν θάλασσαν κομίσῃ τούτους τοῖς ἰχθύσιν.

Ὅτι φησὶν ἐνίους τῶν ἀπὸ τῆς θαλάττης σιτουμένων μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχειν παραδοξότερον καὶ εἰς λογικὴν καταχωρῆσαι πίστιν οὐ ῥᾴδιον. Οὔτε γὰρ πόθεν εἰς τὸν χῶρον, ἐν ᾧ οἰκοῦσιν, ἀφίκοντο, ἔστιν ἐπιγνῶναι, οὔτε ὅπως λισσῆς μὲν πέτρας ἄνωθεν ἐπεζευγμένης, ἐκ πλαγίου δὲ κρημνῶν ἀφαιρουμένων τὰς παρόδους, τὴν δὲ ἀπέναντι πᾶσαν ὁρίζοντος, ὃ καὶ πεζῇ μὲν ἐλθεῖν παντελῶς (ὡς εἶπον) ἀδύνατον, σχεδίαις δὲ ὁμοίως ἀπορίᾳ τῶν παρ᾽ ἡμῖν ἐξ ἴσου ἄπορον. Τούτων δὲ ὑφεστώτων, φησί, λοιπὸν εἰπεῖν ὡς αὐθιγενεῖς εἰσι, μνήμην τοῦ πρώτου σπέρματος οὐ λαβόντες, ἀεὶ δὲ ὑπάρχοντες, ὃν τρόπον ἔνιοι τῶν καλουμένων ὡρίσαντο φυσικῶν.

Ὅτι τῶν στενῶν ἐπέκεινα, φησί, τῶν συγκλειόντων τήν τε Ἀραβίαν καὶ τὴν ἀπέναντι χώραν, νῆσοι κεῖνται σποράδες, ταπειναὶ πᾶσαι, μικραὶ τῷ μεγέθει, τὸ πλῆθος ἀμύθητοι, καρπὸν οὐθένα γεννῶσαι πρὸς τὸν βίον, οὔτε ἥμερον οὔτε ἄγριον, ἀπέχουσαι μὲν τῆς εἰρημένης ἠπείρου σταδίους ὡς ἑβδομήκοντα, τετραμμέναι δὲ πρὸς τὸ δοκοῦν πέλαγος παρεκτείνειν τὴν Ἰνδικὴν καὶ Γεδρωσίαν.

Ἐνταῦθα κῦμα μὲν οὐ γίνεται, ἀλλὰ ἄλλη μὲν ἄλλης προκαθημένη τὸν κλύδωνα τοῖς ἀκρωτηρίοις λαμβάνει· ἀέρων δὲ τὸν ἄριστον δοκοῦσιν ἔχειν. Ταύτας ἄνθρωποι κατανέμονται ἀριθμῷ μὲν σύμμετροι, ζῶντες δὲ βίον τοιοῦτον. Ἐν τῷ παρήκοντι πελάγει, τραχεῖ καὶ χειμερίῳ ὑπάρχοντι τελέως, γίνεται τῷ πλάτει καὶ τῷ μεγέθει πλῆθος ἄπιστον χελωνῶν, ἃς θαλαττίας πάντες νομίζομεν. Αὗται νυκτὸς μὲν ἐν τῷ βυθῷ νέμονται, ἡμέρας δὲ εἰς τὴν ἐν ταῖς νήσοις ἡσυχίαν καὶ γαλήνην ἀφικόμεναι κοιμῶνται, καὶ τοῦτο ποιοῦσι πρὸς τὸν ἥλιον μετέωροι, ταῖς κατεσκευασμέναις πορθμίσιν ὁμοιοπαθεῖς. Ταύτας κατ᾽ ἐκεῖνο καιροῦ οἱ ἐπιχώριοι τέχνῃ καὶ σπουδῇ καὶ μερμίθαις εἰς τὴν χερσὸν ἐκβαλόντες τὰ μὲν ἐντὸς ἅπαντα σιτοῦνται, βραχὺν παροπτήσαντες ἐν τῷ καύματι χρόνον, τοῖς δὲ κύτεσι χρῶνται τὰς σκηνώσεις καθιστῶντες, οἱονεὶ καλύβας ἐφ᾽ ὑψηλοῖς τόποις πρηνεῖς καθιστῶντες, καὶ πρὸς τοὺς διάπλους δὲ καὶ ὑδρείας ἕνεκα κέχρηνται αὐτοῖς· ὥστε εἶναι τὸ αὐτὸ ναῦν, οἰκίαν, ἀγγεῖον, τροφὴν τοῖς εἰρημένοις ἀνθρώποις.

Ὅτι οὐ πολὺ διεστῶτες τοῦ εἰρημένου γένους σύμμετροι τῷ ἀριθμῷ βίον ἔχουσι τοιοῦτον. Ἐκ τῶν ἐκριπτουμένων εἰς τὴν χέρσον κητῶν ἀποζῶσι. Σπανιζούσης δὲ αὐτοῖς τῆς τοιαύτης σιτήσεως (γίνεται δὲ πολλάκις) ἐκ τῶν ὀστῶν τούς τε χόνδρους καὶ τὰ ἄκρα τῶν πλευρῶν κατεργαζόμενοι τὴν ἔνδειαν, εἰ καὶ χαλεπῶς, ὅμως παραμυθοῦνται.

Τὰ μὲν οὖν τῶν ἰχθυοφάγων γένη, φησίν, ἃ κατειλήφαμεν, μυρίων ὄντων ἃ τὴν ἡμῶν διέφυγε γνῶσιν, τοσαῦτα. Ὅτι τῆς ζωῆς ἡμῶν ἡμῖν ἐφεστώσης ἔν τε τοῖς περιττοῖς καὶ τοῖς ἀναγκαίοις, τὰ εἰρημένα γένη τῶν ἰχθυοφάγων τὰ μὲν ἄχρηστα περιγεγράφασιν ἅπαντα, φησί, τῶν δὲ καθηκόντων οὐδὲν ἐλλείπουσι, τῇ θείᾳ πρὸς τὸ ζῆν ὁδῷ βραβευόμενοι πάντες, οὐ τῇ παρασοφιζομένῃ ταῖς δόξαις τὴν φύσιν. Οὐ γὰρ ἀρχῆς ἱμειρόμενοι τυχεῖν ἀγωνίᾳ φιλονείκῳ καὶ δυστυχεῖ συνέχονται· οὐδὲ πλεονεξίας ἐρῶντες πολλὰ μὲν ἄλλους δρῶσι, πολλὰ δὲ πάσχουσι τῶν οὐκ ἀναγκαίων· οὐδὲ ἔχθρας ἐνιστάμενοι μείζους ἐπὶ βλάβῃ σώματος πολεμίου σφάλλονται ἐν ἀτυχίαις οἰκείων· οὐδὲ ναυτιλλόμενοι, κέρδους ἕνεκα τὸ ζῆν ὑπερτείναντες, προσπταίσμασι τοῦ βίου μετροῦσι τὴν λύπην· ἀλλὰ μικρῶν δεόμενοι μικρὰ καὶ πενθοῦσι, τὸ μὲν ἀρκοῦν κτώμενοι, τὸ δὲ πλέον οὐ ζητοῦντες. Ἐνοχλεῖ δ᾽ ἕκαστον οὐ τὸ ἀγνοούμενον, εἰ μὴ πάρεστιν, ἀλλὰ τὸ βουλητόν, ὅταν ὑστερίζῃ τοῦ καιροῦ τῆς ἐπιθυμίας σπευδούσης. Οὐκοῦν ἐκεῖνος, πάντ᾽ ἔχων ἃ θέλει, εὐτυχήσει κατὰ τὸν τῆς φύσεως λογισμόν, οὐ κατὰ τὸν τῆς δόξης. Νόμοις δὲ οὐ δικαιοῦνται· τί γὰρ δεῖ προστάγματι δουλεύειν τὸν χωρὶς γράμματος εὐγνωμονεῖν δυνάμενον;

Ὅτι μετὰ τοὺς ἰχθυοφάγους παρὰ τὸν Ἀσταβάραν ποταμόν, ὃς φέρεται μὲν διὰ τῆς Αἰθιοπίας καὶ τῆς Λιβύης, ἔστι δὲ τοῦ Νείλου πολλῷ ταπεινότερος, συμβάλλων δὲ τὴν οἰκείαν ὁρμὴν τῷ μείζονι ῥείθρῳ νῆσον ποιεῖ τῇ περιρρύσει τὴν Μερόην, παρὰ γοῦν τὸν εἰρημένον ποταμὸν ἐπ᾽ ἀμφοτέροις κατοικεῖ τοῖς χείλεσιν ὄχλος οὐ πολὺς μέν, τῷ δὲ βίῳ τοιοῦτος. Ἐκ τοῦ παρήκοντος ἕλους τὰς ῥίζας τῶν καλάμων ὀρύττει, κἄπειτα πλύνας καθαρῶς ἐκκόπτει λίθοις πρὸς μέρος, ποιήσας δὲ λεῖον καὶ κολλῶδες ἀνέπλασεν ἐκ μαγίδος, εἰ καὶ οὐ χειροπλήθεις, ὄγκους, εἶτα ἐν τῷ καύματι παροπτῶν ταύτην ἔχει προσφοράν. Ἔχουσι δὲ οὗτοι κακὸν ἄφυκτον τοὺς ἐν τοῖς ἕλεσι λέοντας ἐπιτιθεμένους αὐτοῖς. Ὑπὸ δὲ τὴν ἐπιτολὴν τοῦ κυνὸς γίνεταί τι κωνώπων πλῆθος ἄπλετον, τηλικαύτην ἔχον δύναμιν ὥστε τὸν λάον εἰς τὰς λιμνώδεις ὑγρασίας ἀπελθόντα ἐκεῖ μένειν ἀφανῆ. Ὑφ᾽ ὧν καὶ οἱ λέοντες ἐκτοπίζονται, οὐχ οὕτως ὑπὸ τοῦ δηγμοῦ δηλούμενοι, καίπερ ὄντος ἐπαχθοῦς, ὡς τὸν ἀπὸ τῆς φωνῆς ἦχον ἀλλόφυλον ἀδυνατοῦντες φέρειν. Ἀλλὰ ταῦτα μὲν ἀπηγγέλθω τοῦ παραδόξου χάριν· τί γὰρ ἰδιώτερον ἢ λέοντας μὲν ἐκχωρεῖν κώνωψιν, ἀνθρώπους δὲ σῴζεσθαι ὑπὸ τοιούτου κινδύνου;

Ὅτι τοῖς εἰρημένοις, φησί, τὸ τῶν ὑλοφάγων καὶ τῶν τὰ σπέρματα σιτουμένων ἐγγίζει γένος, βραχεῖαν ἔχον τὴν παραλλαγήν. Οἱ μὲν γὰρ τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων σιτοῦνται ὑπὸ τὴν θερείαν, τὸ δὲ λοιπὸν τῆς πόας ἅπτονται τῆς ἐν τοῖς σκιεροῖς ἄγκεσι γινομένης στερεᾶς τε τὴν φύσιν καὶ καυλὸν ἐκτρεφούσης παρόμοιον ταῖς καλουμέναις βουνιάσιν· οἱ δὲ τῆς ὕλης τὴν ἁπαλὴν σιτοῦνται.

Οὗτοι τὰς μὲν νύκτας κοιμῶνται τόπον ἀπὸ τῶν ἐκεῖ θηρίων πρὸς ὀχύρωσιν ἐξειλεγμένοι καὶ φυλακήν, ἅμα δὲ ἡλίῳ μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰ δένδρα πάντες ἀναβαίνουσι, σπουδῇ καταλαβεῖν ζητοῦντες τοὺς ἄκρους κλῶνας· κἀκεῖθεν τὴν ἁπαλωτάτην ὕλην ἀμέλγοντες εὐμαρῶς σιτοῦνται.

Τοιαύτην δὲ ἐκ τοῦ παντὸς βίου πεποίηνται τὴν ἕξιν, ὥστε καὶ τὰ τῆς ἀναδρομῆς ἄπιστον ἔχειν τὴν θέαν καὶ τὴν συντονίαν οὐ χειρῶν μόνον καὶ δακτύλων καὶ ποδῶν, ἀλλὰ καὶ τῶν μερῶν τῶν ὑπολοίπων ἁπλῶς. Μεταπηδῶσι γὰρ εὐπόρως ἀπ᾽ ἄλλου πρὸς ἕτερον ἀκρέμονα, καὶ τοὺς κλάδους ἀλλήλων πολλάκις ἐν τοῖς ἐπισφαλεστάτοις τόποις ἀφαιροῦνται, καὶ τοιαῦτα ἐνδείκνυνται ὥστε τὸν ἰδόντα αὐτὸν μὲν ἐκπλήττεσθαι, μὴ μέντοι θαρρεῖν εἰς τοὺς ἀπείρους ἐξαγγέλλειν. Καὶ πάντα δὲ κλάδον τοῖς ὀδοῦσιν ἔγχυλον κατεργάζονται καὶ ταῖς κοιλίαις εὐπόρως πέττουσι· καὶ τὸ σφαλὲν ἄνωθεν σῶμα διὰ τὴν ἰσχνότητα οὐ βαρείας τυγχάνει τῆς πληγῆς. Οὗτοι δὲ γυμνοὶ μέν εἰσι πάντες, χρῶνται δὲ κοινοῖς καὶ τέκνοις καὶ γυναιξί, πολεμοῦσι δὲ περὶ τῶν τόπων ἀλλήλοις, μεταλλάττουσι δὲ οἱ πλεῖστοι λιμῷ πιεζόμενοι, γλαυκωμάτων περὶ τὰ πεντήκοντα ἔτη τοῖς ὄμμασιν ἐπιτρεχόντων.

Ὅτι μετὰ τοὺς εἰρημένους εἰσὶν οἱ παρὰ τοῖς ἐγχωρίοις λεγόμενοι κυνηγέται. Οὗτοι διὰ τὴν τῶν θηρίων φοράν, ἣν ὁ τόπος ἄπλετον φέρει, ἐν τοῖς δένδρεσι μὲν σκηνοῦσιν, ἐξ ἐνέδρας δὲ ἀγρεύοντες τὰ θηρία τροφὴν ἑαυτοῖς ταῦτα ποιοῦνται. Εἰσὶ καὶ τοξείας ἐπιστημόνες.

Ἐπὰν δὲ θήρας ἀπορῶσι, τοῖς δέρμασι τῶν προτεθηραμένων τὴν ἔνδειαν ἀναπληροῦσι, βρέξαντες τὰς βύρσας καὶ ἐπ᾽ ἀνθρακιὰν κούφην ἐπιβαλόντες, εἶτα σποδίσαντες καὶ εἰς διαίρεσιν ἀγαγόντες. Ὅτι μετὰ τοὺς εἰρημένους, πολὺ τούτων ἀφεστῶτες καὶ πρὸς ἑσπέραν μᾶλλον ἀνατείνοντες, εἰσὶν οἳ ἐκ τῆς τῶν ἐλεφάντων θήρας τὸν βίον ποιοῦνται. Οἱ μὲν ἀπὸ δένδρου, ἐφ᾽ ᾧ κάθηνται, σκοποῦντες τὰς παρόδους τῶν θηρίων, ταῖς μὲν χερσὶ τῆς οὐρᾶς λαβόμενοι, τοῖς ποσὶ δὲ πρὸς τὸν μηρὸν τὸν ἀριστερὸν ἐπιβαίνουσιν· εἶτα πελέκει, ὃν ἐπιτήδειον καὶ ἕτοιμον ἔχουσι, τὴν δεξιὰν ἰγνύν, πυκναῖς ταῖς πληγαῖς χρώμενοι, νευροκοποῦσιν, οὕτω δὲ ἐκτενῶς τῇ μὲν καταφέροντες τῇ δὲ τῆς οὐρᾶς κρατοῦντες, ὡς ἄθλου προκειμένου τῆς ψυχῆς· ἢ γὰρ ἀποκτεῖναι χρὴ ἢ τελευτᾶν, ἄλλην τοῦ καιροῦ διέξοδον οὐκ ἔχοντος.

Ἐπὰν δὲ τὸ ζῷον ἐκ τῆς πληγῆς καὶ τῆς αἱμορραγίας πέσῃ, οἱ συνθηραταὶ παραγίνονται ἐπὶ τὸ πτῶμα, καὶ τοῦ θηρίου ζῶντος ἔτι παρατέμνοντες ἐκ τῶν ὀπισθίων τὰς σάρκας εὐωχοῦνται, τὸν ἔσχατον τοῦ καταπονηθέντος οὕτως ὑπομένοντες θάνατον. Ἀλλ᾽ οἱ μὲν μετὰ τοῦ ἐσχάτου κινδύνου ἐλεφαντοθῆραι τοιοῦτοι.

Ἕτεροι δὲ θηρῶσιν αὐτοὺς οὕτω. Τρεῖς ἄνδρες ἓν μὲν ἔχοντες τόξον, ὀϊστοὺς δὲ πλείους κεχρισμένους τῇ χολῇ τῶν ὄφεων, ἑστᾶσιν ἐν δρυμῷ παρὰ τὰς τῶν θηρίων διεξόδους. Ἐπὰν οὖν προσάγῃ τὸ ζῷον, ὁ μὲν εἷς κατέχει τὸ τόξον τῷ ποδὶ προσβεβηκώς, οἱ δὲ δύο τὴν νευρὰν ἑλκύσαντες ἐκ τῆς ἁπάσης βίας ἀφῆκαν τὸ βέλος, ἕνα σκοπὸν ἔχοντες ἐπὶ μέσην τὴν πλευράν, ὥστε διανύσαι τῆς περιοχῆς ἐντὸς καὶ τοὺς κυρτοὺς τεμεῖν καὶ τρῶσαι τόπους· ἐκεῖθεν τὸ τηλικοῦτον θηρίον ἐλαυνόμενόν τε καὶ σπαραττόμενον διαλύεται καὶ πίπτει.

Τρίτον δέ ἐστι γένος ἐλεφαντοφάγων, οἳ ἐπειδὰν οἱ ἐλέφαντες τῆς νομῆς ἐμφορηθέντες πρὸς ὕπνον τραπέσθαι ζητῶσιν, οὐκ ἐπὶ γῆς δὲ ἀναπεσόντες ὑπνοῦσιν, ἀλλὰ τοῖς παχυτάτοις καὶ μεγίστοις δένδρεσι προσανακλίνοντες ἑαυτούς, ὥστε τοὺς μὲν δύο πόδας τοὺς πλησίον τοῦ στελέχους πρὸς τὴν γῆν ἐλαφρῶς ὑπερείδεσθαι, τὴν δὲ πλευρὰν τὸ πᾶν σῶμα ἐκδεχομένην ὀχεῖσθαι πρὸς τῇ φύσει τοῦ ξύλου, καὶ τοῦτον τὸν τρόπον τῆς καταφορᾶς τυγχάνειν οὐκ εἰλικρινοῦς ἀλλὰ παρεψευσμένης, διὰ τὸ προσκεῖσθαι τοῖς βάθεσιν ὕπνοις ἀγωνίαν ἰσχυράν, φθορᾶς ὑποκειμένης παραχρῆμα τῷ σφαλέντι διὰ τὴν ἔκλυσιν τὴν φυσικήν.

Οἱ οὖν ἀπὸ τῆς τούτων θήρας τὸν βίον ποιούμενοι, τοὺς δρυμοὺς περιπλανώμενοι καὶ τὴν τοῦ θηρίου κοίτην ἐπισημηνάμενοι, ἐκ τῶν ὄπισθεν τοῦ δένδρου τόπων πρίουσιν, ἕως ἂν μήτε κλίνῃ τὸ πᾶν μήτε ἰσχῦον ἄγαν καὶ ἰσχυρὸν ἀπολείποιτο, μένῃ δὲ ἑστηκὸς ἐπὶ βραχείας ῥοπῆς. Τὸ δὲ ζῷον ἀπὸ τῆς νομῆς ἐπὶ τὸν συνήθη τῆς κοίτης τόπον ἀνακλινόμενον αἰφνίδιόν τε πίπτει τοῦ ξύλου κλασθέντος, καὶ πρόκειται τοῖς θηράσασι δεῖπνον ἕτοιμον· τὰς γὰρ ὀπισθίας κόψαντες οὗτοι σάρκας καὶ ποιήσαντες ἔξαιμον τὸ ζῷον, εἶτα νεκρόν, πρὸς τὴν ἑαυτοῦ χρείαν ἕκαστος τὰ μέλη διαιροῦσιν.

Ὅτι τούτους τοὺς κυνηγοὺς Πτολεμαῖος ὁ Αἰγύπτου βασιλεὺς ἀποσχέσθαι τοῦ φόνου τῶν ἐλεφάντων παραινῶν, ἵν᾽ ἔχοι αὐτὸς ζῶντας, καὶ πολλὰ καὶ θαυμαστὰ αὐτοῖς ὑπισχνούμενος, οὐ μόνον οὐκ ἔπεισεν, ἀλλ᾽ οὐδ᾽ ἂν τὴν ὅλην ἀλλάξασθαι βασιλείαν πρὸς τὸν ἐνεστῶτα βίον εἰπόντων ἀπόκρισιν ἤκουσεν.

Ὅτι τῶν κυνηγῶν τούτων, οὓς οἱ νομάδες ἀκαθάρτους καλεῖν εἰώθασι, τὸ μὲν πρὸς ἑσπέραν ἀπόσπασμα Αἰθιόπων νέμεται οὓς καλοῦσι σιμούς, τὰ δὲ πρὸς μεσημβρίαν οὐ μέγα ἔθνος, οἱ καλούμενοι στρουθοφάγοι, οἳ ταύτας τέχνῃ καὶ δόλῳ καὶ ῥοπάλοις θηρεύοντες ἐκ τούτων βιοῦσιν, σιτούμενοι μὲν τὰς σάρκας, ἐνδύσει δὲ καὶ στρωμνῇ τοῖς αὐτῶν χρώμενοι δέρμασι. Πολεμούμενοι δὲ ὑπὸ τῶν σιμῶν οὗτοι τοῖς τῶν ὀρύγων κέρασιν ὅπλοις χρῶνται μεγάλοις καὶ τμητικοῖς οὖσι· τρέφει δὲ ἡ χώρα πολυπληθὲς τὸ ζῷον τοῦτο.

Ὅτι τῶν εἰρημένων οὐ πολὺ διεστῶτές εἰσιν οἱ ἀκριδοφάγοι· τὸ δὲ ἔθνος βραχύτεροι μὲν τῶν λοιπῶν, ἰσχνοὶ δὲ τοῖς εἴδεσι, μέλανες δὲ ἐξαισίως. Ὑπὸ δὲ τὴν ἐαρινὴν ἰσημερίαν, ὅτε λίβες παρ᾽ αὐτοῖς καὶ ζέφυροι πνέουσι, παμμεγεθῶν ἀκρίδων πλῆθος ἀμύθητον ἐκ τῆς ἀνιστορήτου μετὰ τῶν ἀνέμων παραγίνεται χώρας, τῇ μὲν δυνάμει τῆς πτήσεως τῶν ὀρνίθων μικρὸν παραλλάττον, μακρὸν δὲ τῷ σώματι. Ἀπὸ τούτου τοῦ ζῴου τρέφονται πάντα τὸν χρόνον, ἄλλως τε τούτοις καὶ τεταριχευμένοις χρώμενοι. Καπνῷ δὲ ταύτας θηρῶσιν, ἐκ τοῦ ἀέρος ἐπὶ γῆν καταφέροντες.

Οὗτοι κοῦφοι μὲν εἶναι λέγονται καὶ τοῖς ποσὶν ὀξύτεροι, ζῶσι δὲ οὐ πλεῖον τεσσαράκοντα ἐτῶν, ξηρᾶς κοινωνοῦντες τελείως τροφῆς. Τελευτῶσι δὲ τοῦ ζῆν ἀθλιώτερον· ἅμα γὰρ τῷ πλησιάζειν τὸ γῆρας ἐγγίνεται τοῖς σώμασιν αὐτῶν πτερωτὰ γένη φθειρῶν, ὅμοια μὲν τῷ τύπῳ τοῖς κρότωσι, βραχεῖ δὲ ἐλάττω τῶν ἐν τοῖς κυσὶ φαινομένων, ἀρχόμενα μὲν ἀπὸ τοῦ στήθους καὶ τῆς κοιλίας, ἐπινεμόμενα δὲ συντόμως μετὰ τοῦ παντὸς προσώπου τὴν ἐπιφάνειαν. Οἳ τὰ μὲν πρῶτα τοῖς ὑπὸ ψώρας ἠρεθισμένοις ὁμοίως διάκεινται, ὕστερον δ᾽ ἐπιπόνως ἑαυτοὺς σπαράττουσιν· εἶτα τοῦ πάθους εἰς ἀκμὴν ἑλκομένου, καὶ μετὰ τῆς τῶν θηρίων ἐκφύσεως καὶ λεπτῶν ἀναχεομένων ἰχώρων, ἀκαρτερήτους ὑφίστασθαι τοὺς ἀθλίους τὰς δριμύτητας συμβαίνει. Οὗτοι μὲν εἴτε τοὺς χυμούς, εἴτε τὴν τροφήν, εἴτε τὸν ἀέρα τῆς κακίας ἔχοντες αἴτιον, οὕτως ἀπόλλυνται.

Ὅτι τῶν ἀκριδοφάγων, φησίν, ἀστυγείτων χώρα πολλὴ καὶ νομὰς ἔχουσα ποικιλίᾳ διαφέρουσας, ἔρημος δὲ τελέως καὶ πᾶσι τοῖς περιοίκοις ἄβατος, οὐκ ἀπ᾽ ἀρχῆς σπανίσασα ἀνθρωπίνου γένους, ἀλλ᾽ ὑπὸ πλήθους ἀπίστου σκορπίων καὶ φαλαγγίων, ἃς τετραγνάθους ὀνομάζουσιν ἔνιοι. Τοῦτο γὰρ τὸ φῦλον ἔκ τινος ἐπομβρίας λέγουσιν ἐπιπολάσαι, καὶ τῶν ἐνοικούντων πρὸς τὸ κακὸν ἀντισχεῖν οὐ δυναμένων, ἀλλὰ φυγῇ τῶν ἐκπεσόντων τοῦ ὀλέθρου τὴν σωτηρίαν ἀντὶ τῆς πατρίδος ἑλομένων, ἔρημον ἐξ ἐκείνου γένους ἀνθρώπων τὴν χώραν ὑπολειφθῆναι.

Καὶ μυῶν δὲ πλῆθος ἀρουραίων, ὡς τοῖς περὶ Ἰταλίαν, καὶ στρουθοὶ τὰ σπέρματα κατεσθίοντες, ὡς περὶ Μηδίαν, καὶ βάτραχοι, ὃ γέγονε περὶ τοὺς Αὐταριάτας καὶ ὑπὸ λεόντων ἐπιπολασάντων πόλεις μετανέστησαν, ὡς ἐπὶ Λιβύης· καὶ πολλὰ ἄλλα ἀνέλπιστα πάθη καταλαβόντα πολλὰς χώρας τῶν οἰκητόρων ἐξηρήμωσαν.

Ὅτι ὕστατοι, φησί, τῶν πρὸς μεσημβρίαν οἰκούντων εἰσὶν οὓς Ἕλληνες μὲν κυναμολγοὺς καλοῦσιν, οἱ δ᾽ ἀστυγείτονες, ὡς ἄν τις εἴποι, ἀγρίους βαρβάρους. Οὗτοι κομῆται μέν εἰσι καὶ πώγωνας φέρουσιν ἐξαισίους, κύνας δὲ τρέφουσι πολλοὺς καὶ μεγάλους, ὁμοίως τοῖς ὑρκανοῖς, καὶ τοὺς ἐπιφοιτῶντας αὐτῶν τὴν χώραν ἰνδικοὺς βόας δι᾽ αὐτῶν θηρῶσι, πλῆθος ἐπιφαινομένους ἀμύθητον ἀπὸ τροπῶν θερινῶν ἕως μέσου χειμῶνος· εἶτα καὶ τὰς τῶν κυνῶν θηλείας ἀμέλγοντες τῷ γάλακτι τρέφονται, καὶ ἐξ ἄλλων δὲ θήρας ζῴων. Καὶ τὰ μὲν τελευταῖα τῶν πρὸς μεσημβρίαν τοιαῦτα.

Τὰ δὲ κατὰ τοὺς Τρωγλοδύτας τοιαῦτα. Τὸ μὲν γένος τῆς συστάσεως τυραννίς, αἱ δὲ γυναῖκες κοιναὶ καὶ οἱ παῖδες· μόνῃ δὲ οὐκ ἔξεστι πλησιάσαι τῇ τοῦ τυράννου· τῷ δὲ τολμήσαντι πρόβατον καταθέσθαι τὸ ἐπιτίμιον δίδοται. Ἡ δὲ ἀναστροφὴ αὐτῶν· τὸν μὲν παρ᾽ αὐτοῖς χειμῶνα (ἔστι δ᾽ οὗτος ὑπὸ τοὺς ἐτησίας) πᾶσαν αὐτῶν τοῦ θεοῦ τὴν χώραν ὕδασι λάβροις ἐπέχοντος, ἀφ᾽ αἵματος καὶ γάλακτος ζῶσιν, εἰς ταὐτὸ μίξαντες καὶ κυλίσαντες ἐν ἀγγείοις εἰκῇ πεπυρωμένοις. Ἐπὰν δὲ ἐπιστῇ τὸ θέρος, ἐν τοῖς τελματώδεσιν ἀναστρέφονται χωρίοις, μαχόμενοι πρὸς ἀλλήλους περὶ τοῦ χιλώματος.

Καὶ τὰ πρεσβύτερα τῶν βοσκημάτων καὶ νοσοῦντα δαπανῶσι, διὰ τῶν μαγείρων ταῦτα κτείνοντες, οὓς καλοῦσιν ἀκαθάρτους. Οὗτοι ἀνθρώπων μὲν οὐδενὶ περιτιθέασι τὴν τῶν γονέων κλῆσιν, ταύρῳ δὲ καὶ βοῒ, τὸν μὲν πατέρα καλοῦντες, τὴν δὲ μητέρα, ὡσαύτως κριῷ τε καὶ προβάτῳ, διὰ τὸ λαμβάνειν τὴν τροφὴν τὴν καθ᾽ ἡμέραν οὐ παρὰ τῶν τοκέων ἀλλὰ παρ᾽ ἐκείνων.

Οὗτοι καὶ ποτῷ, ὁ μὲν πολὺς ὄχλος ἀποβρέγματι παλιούρου χρῶται· οἱ δὲ τύραννοι ἀπό τινος ἄνθους σκευασθέντος πίνουσι, παραπλησίου μοχθηρῷ γλυκεῖ. Γυμνοὶ δὲ τὸ ἄλλο σῶμα τυγχάνοντες τὰ ἰσχία δέρμασίν εἰσι διεζωσμένοι. Τὰ δὲ αἰδοῖα τοῖς μὲν ἄλλοις Τρωγλοδύταις ἐστὶν εἰθισμένον περιτέμνεσθαι, καθάπερ Αἰγυπτίους πάντας· τοὺς δ᾽ ὑπὸ τῶν Ἑλλήνων καλουμένους Κολοβοὺς πᾶν τὸ τοῖς λοιποῖς μέρος περιτομῆς τυγχάνον ξυροῖς ἀφαιρεῖν ἐστιν ἔθος νηπίων ὄντων, ἐξ οὗ καὶ τὴν εἰρημένην κλῆσιν ἑαυτοῖς πεποίηνται.

Ὅτι κέχρηται ὁ συγγραφεύς, ἀττικιστὴς καίτοι ὤν, τῇ τῆς καμάρας λέξει. Ὅτι οἱ Τρωγλοδῦται περὶ τοὺς μετηλλαχότας, φησίν, οὕτω πράττουσι. Ταῖς ἐκ τῶν παλιούρων λύγοις τὸν αὐχένα πρὸς τὰ σκέλη συνέδησαν, εἶτα ἐπ᾽ ὄχθον ἐπιθέντες βάλλουσι χειροπληθέσι λίθοις, τωθασμῷ χρώμενοι καὶ γέλωτι, ἕως ἀποκρύψωσι τοῦ τετελευτηκότος τὴν μορφήν· κἄπειτα ἄνωθεν ἐπιθέντες κέρας αἰγὸς ἀπαθεῖς ἀπολύονται καὶ παντελῶς ἱλαροί. Οὕτω, φησί, ταῖς κηδείαις καταχρῶνται νουνεχῶς, εἴπερ μὴ λυπεῖν ἑαυτοὺς ἐπὶ τοῖς ἀλυπήτοις συνέσεως σημεῖον. Τὰς δ᾽ ὑπὲρ τῆς ἀναφυομένης αἰφνιδίως νομῆς ἔχθρας τε καὶ μάχας καὶ πολέμους αὐτῶν πρὸς ἀλλήλους (οὐδὲ γὰρ ὑπὲρ ἄλλου τινὸς μάχονται) ἀλλ᾽ οὖν ταύτας αἱ πρεσβύτεραι γυναῖκες προπηδῶσαι διαλύουσι, κατὰ τὸ μέσον ἐλθοῦσαι, καὶ τοῖς πραΰνουσι λόγοις τοὺς θυμοὺς ἀνηρεθισμένους καταστέλλουσαι.

Ὕπνῳ δέ, φησίν, οὐ κατὰ τοὺς ἄλλους τῶν ἀνθρώπων χρῶνται, ἀλλὰ θρεμμάτων μὲν πλῆθος ἑαυτοῖς ἔχουσι συνεπόμενον, κώδωνας δὲ ἐξέδησαν ἐκ τῶν κεράτων τῶν ἀρρένων πάντων, ὅπως ὁ ἀπ᾽ αὐτῶν ψόφος διώκῃ τὰ θηρία· ἐπὰν δὲ νὺξ ἐπῇ, εἰς μάνδρας μὲν συνάγουσι τὴν λείαν, ἄνωθεν δὲ ἐπιβάλλουσι ῥιποὺς ἐκ φοινίκων. Καὶ αἱ μὲν γυναῖκες μετὰ τῶν νηπίων τούτοις ἐπιβαίνουσιν· οἱ δὲ ἄνδρες πυρὰ κύκλῳ καίουσιν, ᾄδοντες πατρίους τινὰς μύθους, καὶ τὸν ὕπνον οὕτω παρωθοῦνται, ἐν πολλοῖς τῆς μελέτης διὰ τἀναγκαῖον τὴν φύσιν νικώσης.

Ἐπὰν δέ τινες τοῦ πᾶσιν ὀφειλομένου γήρους βαρύνοντος μηκέτι δύνωνται ταῖς ποίμναις ἐπακολουθεῖν, περιθέντες βοὸς οὐρὰν περὶ τὸν αὐχένα τὸν αὐτῶν, καὶ τὸν ὀπίσω τοῦ τραχήλου δεσμὸν εὖ μάλα περισφίγξαντες, ἀπολύουσι τοῦ βίου. Εἰ δέ τις αὐτῶν τὴν τελευτὴν ὑπερβάλλοι, παραστὰς ὁ θέλων ἄφνω, ὡς ἐπ᾽ εὐνοίᾳ τὸν ὄκνον ἀφαιρούμενος, νουθετῶν ἅμα τῷ λόγῳ τῆς ἀναστροφῆς, διὰ τῆς αὐτῆς ὁδοῦ παρέλυσεν. Οὐ τοὺς γηράσκοντας δὲ μόνον οὕτω τοῦ ζῆν ὑπεξάγουσιν, ἀλλὰ καὶ οὓς ἢ νόσος ἐπίμονος ἢ μελῶν τινος πήρωσις ἀχρήστους εἰς τὸ ταῖς ἀγέλαις παρασκευάσει συνέπεσθαι.

Ὅτι, φησί, τῆς ὅλης οἰκουμένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν, ἀνατολῆς λέγω, δύσεως, ἄρκτου καὶ μεσημβρίας, τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος τε καὶ Τιμαῖος, τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος τε καὶ Βασιλίς, τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος καὶ Δημήτριος, τὰ δὲ πρὸς μεσημβρίαν, φορτικόν, φησί, τὸ ἀληθές, ἡμεῖς.

Ὅτι τοὺς τῶν ἀνθρώπων διαφορωτάτους βίους οὐ πολὺς διαμετρεῖ καὶ διορίζει τόπος. Ἐκ γὰρ τῆς Μαιώτιδος λίμνης πολλοὶ τῶν φορτιζομένων ἐν φορτηγοῖς ἀκάτοις δεκαταῖοι κατῆραν εἰς τὸν Ῥοδίων λιμένα, ἀφ᾽ ὧν ὑπὸ τὸν αὐτὸν καιρὸν τεταρταῖοι μὲν ἀφίκοντο εἰς τὴν Ἀλεξανδρείαν, ἐκ δὲ ταύτης ἐναντίῳ τῷ ῥεύματι πλέοντες ἀνὰ τὸν ποταμὸν ἐν ἄλλαις δέκα παραγένοιντ᾽ ἂν οὐ χαλεπῶς εἰς Αἰθιοπίαν· ὥστε ἀπὸ τῆς ὑπερβολῆς τοῦ ψύχους εἰς ἄκραν τοῦ καύματος τὴν ἀκμὴν μὴ πλείους εἴκοσι γίνεσθαι καὶ πέντε τοῖς κομιζομένοις ἐνδελεχῶς ἡμέρας. Ἀλλ᾽ ὅμως, τοσαύτης οὔσης τῆς τοπικῆς διαστάσεως, ἀνυπέρβλητον ἔχουσι πρὸς ἀλλήλους οἱ ἄνθρωποι τῶν τε βίων καὶ τῶν ἐθῶν καὶ τοῦ ἀέρος τὴν διαφοράν, ὥστε μηδὲ πιστεύεσθαι παρ᾽ ἑτέροις τὰ παρ᾽ ἄλλοις συνήθη τε καὶ ὁμολογούμενα, μηδὲ στέγειν ὅλως δύνασθαι ὧν χωρὶς ἕτεροι οὐδὲ ζῆν ἂν ἕλοιντο. Οὕτως ἔχει τι φίλτρον μέγα πᾶσα συνήθεια, καὶ νικᾷ τὴν ἀπὸ τοῦ περιέχοντος δυσχέρειαν ὁ χρόνος ὁ τὴν πρώτην δεξάμενος εἰς τὸν βίον ἡλικίαν.

Ὅτι οἱ κατὰ τὴν Ἀραβίαν λέοντες, φησί, ψιλότεροι μέν εἰσι καὶ θρασύτεροι, τῷ χρώματι δὲ ὁμαλοὶ καθάπερ οἱ γινόμενοι περὶ τὴν Βαβυλωνίαν, οὕτω δὲ τοῖς τριχώμασι στίλβοντες ὥστε ἀπὸ τῶν αὐχένων ξανθότητα ἀπολάμπειν χρυσῷ παραπλησίαν.

Τῶν δὲ καλουμένων μυρμήκων οἱ μὲν πλεῖστοι κατὰ τὴν ἰδέαν τῶν λοιπῶν οὐδὲν παραλλάττουσι, τὴν δὲ τῶν αἰδοίων φύσιν ἀπεστραμμένην ἔχουσιν ἐναντίαν τοῖς ἄλλοις. Ὅτι αἱ παρδάλεις οὐκ εἰσὶ καθάπερ ἐν τοῖς τόποις τοῖς περὶ Καρίαν καὶ Λυκίαν, μακραὶ δὲ τῷ σώματι, καὶ κακοπαθεῖν ἐν τραύμασι καὶ πόνοις δυνάμεναι πολὺ μᾶλλον· τῇ δὲ ἀλκῇ τοσοῦτον διαφέρουσι τῶν ἄλλων ὅσον ἄγριον ἡμέρου.

Ὅτι ὁ ῥινοκέρως ἐλέφαντος μὲν οὐ λείπεται, τῷ δὲ ὕψει καταδεέστερος ὑπάρχει. Χρῶμα δὲ ἔχει πύξῳ παρεμφερὲς εὐτελεῖ καὶ τὴν ἁφὴν τοῦ δέρματος. Σιμὸν δὲ ἐπ᾽ ἄκρων φορεῖ τῶν μυκτήρων κέρας, σιδήρῳ τὴν βίαν παραπλήσιον· ᾧ τὸν μὲν ἄλλον χρόνον, πρὸς ἣν ἂν πέτραν παραγένηται, ῥήσσει προσβαλὼν τὰ στέρνα, συμπεσὼν δὲ ἐλέφαντι (τούτῳ γὰρ τὸν πάντα περὶ τῆς νομῆς διαμιλλᾶται βίον) ὑποδὺς τὴν κοιλίαν καὶ τῷ κέρατι τὸ κύκλωμα τῆς σαρκὸς ἀναρρήξας ἔξαιμον εὐθὺς ποιεῖ· καὶ πλείστους ἔστιν ἐλέφαντας ἰδεῖν οὕτω τετελευτηκότας.

Ἂν μέντοι συμβῇ τῷ ῥινοκέρωτι τῆς κοιλίας μὴ ἅψασθαι, τοὐναντίον αὐτὸς ὑπὸ τῆς προβοσκίδος καὶ τῶν ὀδόντων τυπτόμενος πολλαχῶς ἐξαδυνατεῖ καὶ παραλύεται, μεγάλης ὑπαρχούσης κατὰ τὴν ἰσχὺν καὶ βίαν τῆς παραλλαγῆς.

Ὅτι παρὰ τοῖς Τρωγλοδύταις ἐστὶ καὶ ἡ λεγομένη παρ᾽ Ἕλλησι καμηλοπάρδαλις, σύνθετον τρόπον τινὰ κατὰ τὴν πλῆσιν καὶ τὴν φύσιν λαχοῦσα. Τὴν μὲν γὰρ ποικιλίαν ἔχει παρδάλεως, τὸ μέγεθος δὲ καμήλου, τὸ πάχος δὲ ὑπερφυές, τὸν δὲ αὐχένα τοιοῦτον ὥστε ἀπ᾽ ἄκρων ἀμέλγεσθαι τῶν δένδρων τὴν τροφήν.

Ὅτι αἱ σφίγγες, φησί, καὶ οἱ κυνοκέφαλοι καὶ κῆποι παραπέμπονται εἰς τὴν Ἀλεξάνδρειαν ἐκ τῆς Τρωγλοδυτικῆς καὶ τῆς Αἰθιοπίας. Εἰσὶ δὲ αἱ μὲν σφίγγες ταῖς γραφομέναις παρόμοιαι, πλὴν ὅτι πᾶσαι δασεῖαι καὶ ταῖς ψυχαῖς ἥμεροι καὶ πρᾷοι· καὶ πανουργίας κοινωνοῦσι πλείστης, διδασκαλίας τε μεθοδευτικῆς ἐπὶ ποσὸν ἅπτονται, ὥστε τὴν εὐρυθμίαν ἐν πᾶσι θαυμάζειν.

Ὁ δὲ κυνοκέφαλος τὸ μὲν σῶμα ἀνθρώπου δυσειδοῦς ὑπογράφει, τὸ πρόσωπον δὲ κυνός· φωνὴν δὲ ἀφίησι μυγμῷ παραπλησίαν· ἄγριον δὲ ὑπερβολῇ καὶ τελείως ἀτιθάσευτον, καὶ τὴν ὄψιν ἐμφαῖνον ἀπό τε τῶν ὀφρύων καὶ τῶν ὀμμάτων αὐστηράν. Περὶ μὲν τὸν ἄρρενα ταῦτα.

Τῷ δὲ θήλει πρόσκειται καὶ τὸ τὴν μήτραν ἔξω τοῦ σώματος φορεῖν καὶ οὕτω διάγεσθαι πάντα τὸν βίον. Ὁ δὲ κῆπος ἔχει τὸ μὲν πρόσωπον λέοντι παραπλήσιον τὸ δὲ σῶμα πάνθηρι, τὸ δὲ μέγεθος δορκάδι, κατὰ τὴν ποικιλίαν καὶ τὴν προσηγορίαν λαβών.

Πάντων δὲ τῶν εἰρημένων ἀγριώτατον καὶ δυσκατεργαστότατον τὸ τῶν ταύρων τῶν σαρκοφάγων γένος, ὃ τῷ μεγέθει μὲν ὑπάρχει τῶν ἡμέρων ἁδρότερον, τάχει δὲ ὑπερβάλλον, πυρρὸν δὲ ἐξαισίως. Καὶ τὸ μὲν στόμα μέχρι τῶν ὤτων αὐτῷ διέστηκεν, ὄμμα δὲ ὑποφαίνει γλαυκότερον λέοντος.

Τὰ δὲ κέρατα τὸν μὲν ἄλλον χρόνον τοῖς ὠσὶ παραπλησίως κινεῖ, μάχῃ δὲ χρώμενον ἵστησιν ἀραρότως. Τὴν δ᾽ ἐπαγωγὴν τῆς τριχὸς ἐναντίαν ἔχει τοῖς ἄλλοις. Τοῦτο δὲ τοῖς τε ἀλκιμωτάτοις ἐπιτίθεται καὶ κυνηγεῖ τὰ λοιπὰ τῶν ζῴων, καὶ τὰς ποίμνας τῶν ἐπιχωρίων μάλιστα κακοποιεῖ, καὶ μόνον ἐστὶν ἄτρωτον λόγχῃ καὶ τόξῳ. Διὸ καὶ ποιῆσαι μὲν ὑποχείριον οὐδεὶς πολλῶν ἐπιβεβλημένων κατίσχυσε, τὸ δ᾽ εἰς ὄρυγμα ἐμπεσὸν ἤ τινα δόλον τούτῳ παραπλήσιον ὑπὸ τοῦ θυμοῦ συντόμως γίνεται περιπνιγές. Καὶ τὸ μὲν θηρίον εἰκότως κρίνεται παρὰ Τρωγλοδύταις ἀλκὴν μὲν ἔχειν λέοντος, τάχος δὲ ἵππου, ῥώμην δὲ ταύρου, σιδήρῳ δὲ οὐχ ὑπεῖκον.

Ὅτι ὁ κατὰ τὴν Αἰθιοπίαν ὀνομαζόμενος κροκόττας ἐστὶ μὲν ὡς ἐκ λύκου καὶ κυνὸς σύνθετον, ἀμφοῖν δὲ ἀγριώτερον καὶ πολλῷ βαρύτερον ἀπό τε τοῦ προσώπου καὶ τῶν ἄκρων ποδῶν, ἀλκῇ δὲ θαυμαστόν, ὀδοῦσι δὲ καὶ κοιλίᾳ δυνατώτατον τῶν ἄλλων. Καὶ γὰρ κατάγνυσιν εὐπόρως πᾶν ὀστοῦ γένος, καὶ τὸ διαιρεθὲν εὐθέως δεδαπάνηται, καὶ περὶ τὰς πέψεις ἀδιήγητον. Τοῦτο δὲ καὶ μιμεῖσθαί τινες τὴν ἀνθρωπίνην διάλεκτον διηγούμενοι ἡμᾶς μὲν οὐ πείθουσιν· ἐκεῖνοι δὲ καὶ τοῦτο προστιθέασιν, ὡς καὶ ἐξ ὀνόματος κατὰ τὰς νύκτας καλοῦντες, τοὺς δὲ ὡς ἐπ᾽ ἀνθρώπου φωνῇ προσιόντας, οἱ δὲ ἀθρόον ἐπεισπίπτοντες κατεσθίουσιν.

Ὅτι ὄφεων, φησί, λέγεται μεγέθη παράδοξα ἐν τοῖς τόποις εἶναι καὶ γένει θαυμαστά, καὶ πάντα ἀπὸ κυνηγίας ἔχοντα τὸν βίον. Τῶν μέντοι ὑπὸ τὴν ἡμετέραν, φησίν, ὄψιν πεπτωκότων ὁ μέγιστος πέφηνε πηχῶν τριάκοντα.

Γίνεται δὲ πᾶς, φησίν, ὄφις, καὶ ὁ μέγιστος, χειροήθης ἐνδείᾳ τῶν ἀναγκαίων πιεζόμενός τε καὶ κακουχούμενος. Καὶ γὰρ καὶ ὃν ἰδεῖν ἐκεῖνός φησιν, ὅτι ὅτε τῆς τροφῆς ἀπορίᾳ προκειμένης συνεχῶς ἅμα τὸν θυμὸν ἐταπείνου καὶ τροφῆς ὄρεξιν ἐνεποίει σφοδροτέραν, τηνικαῦτα ἐντὸς τοῦ πλέγματος περιβαλόντες ἱερεῖα, πρὸς τὴν ἐπιθυμίαν οὕτω παρεσκεύασαν χειροήθη καὶ πρᾷον τὸν ἄγριον, ὥστε μηθὲν τῶν ἄλλων νομίζειν μήτε ἡμερώτερον μήτε φοβερώτερον, εἰκότως, οἶμαι, τοῖς ὑποχειρίοις τῶν ζῴων τούτου συναντῶντος. Τὸ μὲν γὰρ ἀντιβαῖνον κακουχεῖται, τὸ δὲ συγχωροῦν τρέφεται.

Πᾶν δὲ θηρίον διδάσκεται σωφρονεῖν οὐ λόγῳ τὴν ἐκδοχὴν τοῦ κρείττονος μανθάνον, παραπεπλεγμένης δὲ ἐναλλὰξ τῷ πάθει τῆς μνήμης. Ὅτι φησί, πολλῶν ὑπαρχόντων θαυμασίων καὶ πόρρω κειμένων ἀπὸ τῆς συνηθείας, αὐτοὺς ἐπελεύσομαι τῶν τόπων τοὺς μνήμης ἀξίους.

Πρῶτον μὲν ἀπ᾽ Ἀρσινόης παραθέοντι τὴν δεξιὰν ἤπειρον θερμὰ πλείοσιν αὐλοῖς ἐκ πέτρας ὑψηλῆς εἰς θάλατταν διηθεῖται, στενοὺς ἔχοντα πόρους, οὐ γλυκέος ὕδατος ἀλλὰ πικρᾶς ἁλμυρίδος τε καὶ πηγῆς φύσιν ἐχούσης τοιαύτην. Εἶτα ἀπὸ τῆς λίμνης συμβέβληκεν ὁ Νεῖλος, ὀχετοῦ διά τινων ἀραιωμάτων εἰς τὸν κοιλότατον ὑπερθέοντος τόπον.

Πλησίον δὲ τῆς λίμνης εὐμεγέθει πεδίῳ βεβηκὸς ὄρος ἀναφαίνεται μιλτῶδες, ἄλλην μὲν οὐδεμίαν ὑποδεικνύον ἰδιότητα, χροιὰν δὲ τοιαύτην ἀπὸ τῆς κορυφῆς σημαῖνον τῆς ἄκρας ὥστε τῶν ἀτενιζόντων τὰς ὄψεις ἐπὶ πλέον βλάπτεσθαι.

Ἐφεξῆς δὲ λιμὴν μέγας ἐκδέχεται, ὃς πρότερον μὲν μυὸς ἐκαλεῖτο ὅρμος, ἔπειτα δὲ Ἀφροδίτης ὠνομάσθη. Ἐν οἷς καὶ νῆσοι τρεῖς εἰσι προκείμεναι, ὧν αἱ μὲν ἐλαίαις πεπύκνωνται, μία δὲ ἧττον μὲν δασεῖα, τῶν δὲ καλουμένων μελεαγρίδων ἐκτρέφουσα πλῆθος.

Τούτοις δ᾽ ἐγγίζει κόλπος, ὃν καλοῦσιν ἀκάθαρτον. Ὃν παραπλεύσαντι νῆσος ἔκκειται τῇ μὲν θέσει πελαγία, μῆκος δ᾽ ἔχουσα σταδίων ὡς ὀγδοήκοντα, ἣν καλοῦσιν ὀφιώδη, πρότερον μὲν γέμουσαν παντοίων ἑρπετῶν, ἐφ᾽ ἡμῶν δὲ ἐλευθέραν τούτων.

Ἐν δὲ ταύτῃ γίνεται τῇ νήσῳ, φησί, καὶ τὸ καλούμενον τοπάζιον· ἔστι δὲ τοῦτο λίθος διαφαινόμενος, ὑάλῳ προσεμφερής, ἡδεῖαν ἔγχρυσον θεωρίαν ἀποδιδούς. Τοῦτον τὸν λίθον οἱ τὴν νῆσον οἰκοῦντες καὶ τὴν λίθον βασιλικῷ φυλάσσοντες καὶ συλλέγοντες προστάγματι οὕτω λαμβάνουσιν.

Ἐν τῇ νυκτὶ πρὸς μέρος περιπολοῦσιν, ἔχοντες παντοίας τοῖς μεγέθεσι σκαφίδας. Ὁ δὲ ἐν ταῖς πέτραις λίθος τὴν μὲν ἡμέραν ὑπὸ τοῦ φέγγους κρατούμενος διὰ τὸ πνῖγος οὐ γίνεται σύνδηλος· σκότου δὲ ἐπιστάντος, ἐν ᾧ ποτ᾽ ἂν ᾖ πεφυκώς, διαλάμπει πάντοθεν. Ὁ δὲ συνιδὼν φύλαξ τηλικοῦτον περιέθηκεν ἄγγος σημείου χάριν περὶ τὸ διαστίλβον, ἡλίκον ἂν ᾖ τοῦ θεωρουμένου φαντάσματος τὸ μέγεθος· εἶτα τὴν ἡμέραν ἐπερχόμενος, ἰσοπληθῆ τῇ προειρημένῃ περιτεμὼν πέτραν, τοῖς ἐκλεαίνειν δυναμένοις τεχνίταις παραδίδωσιν.

Μετὰ δὲ ταῦτα τὸ πέλαγος οὕτως ἐστὶ ταπεινὸν ὥστε μήτε πλεῖον δυεῖν ὀργυιῶν ἀναμετρεῖσθαι, καὶ χλωρὸν πάντοθεν, οὐ τῇ φύσει τῶν ὑγρῶν ἀλλ᾽ ὑπὸ τοῦ διαφαίνοντος μνίου τε καὶ φύκους· ὅθεν καὶ κυνῶν ἔχει θαλαττίων ἀναρίθμητον πλῆθος. Δι᾽ ἣν αἰτίαν ὁ ῥηθεὶς πόρος νηὶ μὲν μακρᾷ καὶ τοῖς ἐπήρεσι πλοίοις γίνεται εὐάρμοστος· ἀκύμων τε γάρ ἐστιν, οὐκ ἐκ πολλοῦ κυλίων τὸν κλύδωνα, καὶ θήραν ἰχθύων παραδίδωσιν ἄπιστον. Τὸ δὲ περὶ τὰς ἐλεφαντηγοὺς κακὸν πολὺν ἔλεον τοῖς πάσχουσιν ἀπὸ τῶν ὁρώντων ἐκκαλεῖται. Τὰ γὰρ πλοῖα τὸ κῦμα ἐξαίφνης ἢ πέτρᾳ περιέθηκεν ἢ πρὸς ἀμμώδη συνήλασε περιοχήν, καὶ ἄπορον τὴν σωτηρίαν παρέσχε τοῖς ἐμπλέουσι. Διὸ τὰ μὲν πρῶτα ὀδυρμὸς τοὺς ἐπιπλέοντας συνέχει πολὺς μέν, οὐκ ἀπογινώσκων δὲ τὴν ἀμείνω προσδοκίαν· ἤδη γάρ τινας οὕτως ἀπενεχθέντας σέσωκε πλημμυρὶς ὑπολαβοῦσα τοῖς ἀνοιδοῦσιν ἀφνιδίως ἐκ τῆς θαλάττης ὄγκοις· ἐπὰν δὲ λήγῃ τὰ τῆς τροφῆς, μυρία μὲν ἀναδέχονται πάθη, τέλος ἀναλίσκονται πάντες ἢ λιμῷ ἢ (τοῦ λιμοῦ τὸ μακροχρόνιον οὐ φέροντες) ξίφει, ἢ αὐτῇ θαλάσσῃ σφᾶς αὐτοὺς ἐπιρρίπτοντες.

Ὅτι φησί, τὰ μὲν ἕως τῶν Ταύρων καὶ Πτολεμαΐδος ἡρμήνευται, τὰ δὲ ἀνωτέρω τούτων οὐ τὴν τυχοῦσαν λαμβάνει μετάβασιν. Κεῖται γὰρ οὐκέτι τὰ ἐπέκεινα πρὸς μεσημβρίαν τῆς χώρας, ἀεὶ δὲ παρὰ τὴν ἀνατολὴν ἀναστρέφει μᾶλλον, καὶ τὰς σκιὰς βάλλει τέως δυεῖν ὡρῶν εἰς τὸν ἀντικείμενον τόπον τῆς ἄρκτου. Ἔτι δὲ ποταμοῖς καταρρεῖται τὰς πηγὰς ἀναφαίνουσιν ἀπὸ τῶν Ψεβαιῶν καλουμένων ὀρῶν. Τῆς δὲ χώρας ἡ μὲν εἰς τὴν μεσόγειον ἀνατείνουσα πλήρης ἐλεφάντων καὶ ῥινοκέρων καὶ ταύρων καὶ ὑῶν, τὰ δὲ εἰς τὸν πόρον καθήκοντα νήσοις ἅπαντα πυκνοῦται τῇ φύσει μὲν ἀκάρποις, γεμούσαις δὲ ἀνιστορήτους ὀρνέων ἰδέας ἐχόντων.

Τὸ δὲ ἀπὸ τοῦδε ἡ μὲν θάλαττα βαθεῖά τε καὶ πλώϊμος, κήτη δὲ ἔχει τηλικαῦτα ὥστε ἀγωνιᾶν τὸν ἰδόντα· οὐ μέντοι διαπεφώνηκεν οὐδείς, πλὴν τῶν περιπεπτωκότων ἀκουσίως ταῖς λοφίαις διὰ τὴν τῶν εἰρημένων ἄγνοιαν· καὶ γὰρ οὐδὲ διώκειν δύναται θρασύτερον τοὺς πλέοντας, τῶν ὀμμάτων τοῖς θηρίοις ἀμαυρουμένων, ὅταν ἐκ τῆς θαλάττης τὰ πρόσωπα ἀναφήνωσιν.

Ὅτι τοῦ Φοινικῶνος τὰ μὲν ἄνωθεν ὁρώμενα πέτραις ὕψεσι ποικίλαις κατέχεται, τοῖς δὲ πρὸς θάλασσαν διήκουσιν ᾐὼν ὑπόκειται στενή τε καὶ μακρά. Τῇ δὲ εἰρημένῃ παραλίᾳ συνάπτει μὲν τόπος, ὃν προσηγόρευσαν Νῆσσαν ἀπὸ τῆς τοῦ ζῴου πολυπληθίας. Αὕτη δὲ ἡ Νῆσσα κεῖται μὲν ἐγγὺς ἀκρωτηρίου καθ᾽ ὑπερβολὴν ὑλώδους, διατείνει δὲ ἐπ᾽ εὐθείας θεωρουμένη πρός τε τὴν Πέτραν καλουμένην καὶ τὴν Παλαιστίνην, εἰς ἣν Γερραῖοι καὶ Μιναῖοι καὶ πάντες οἱ πλησίον ἔχοντες τὰς οἰκήσεις Ἄραβες τόν τε λιβανωτόν, ὡς λόγος, καὶ τὰ φορτία τὰ πρὸς εὐωδίαν ἀνήκοντα ἀπὸ τῆς χώρας τῆς ἄνω κατάγουσιν.

Ὅτι μετὰ τὸν καλούμενον Λαιανίτην κόλπον, ὃν Ἄραβες περιοικοῦσιν, ἡ Βυθημανέων ἐστὶ γῆ, πολλή τε καὶ πεδιάς, καὶ πᾶσα κατάρρυτος καὶ βαθεῖα, ἀγρώστει δὲ μόνον καὶ μηδικῇ καὶ λωτῷ βάθος ἀνδρόμηκες ἔχοντι· πᾶς ὁ καρπὸς αὐτῇ περιγράφεται, ἕτερον δὲ γεωργεῖ οὐδέν. Διὸ πολλαὶ μὲν ἐν αὐτῇ ἀγρίαι κάμηλοι, πολλαὶ δὲ ἐλάφων καὶ δορκάδων ἀγέλαι, συχναὶ δὲ ποίμναι προβάτων καὶ ἀμύθητος ἀριθμὸς ἡμιόνων καὶ βοῶν. Τούτοις δὲ τοῖς εὐκληρήμασιν ἀντικείμενον παραπέπλεκται κακόν· λεόντων γὰρ καὶ λύκων καὶ παρδάλεων συναναφέρει πλῆθος ἡ γῆ, ὡς εἶναι τὸ τῆς χώρας ἐπίτευγμα τοῖς οἰκηταῖς αἴτιον ἀκληρίας.

Ἀπὸ δὲ τῶν ἐφεξῆς αἰγιαλῶν κόλπος ἐστὶ νενευκὼς μὲν εἰς τὸν μυχὸν τῆς χώρας, οὐκ ἔλαττον δὲ σταδίων πεντακοσίων ὑποδείκνυσι τὸ βάθος. Οἱ δὲ τὴν ἐντὸς τοῦ κόλπου κατοικοῦντες καλοῦνται μὲν Βατμιζομανεῖς, εἰσὶ δὲ κυνηγοὶ τῶν χερσαίων ζῴων.

Τὴν δ᾽ εἰρημένην χώραν νῆσοι τρεῖς ἐκδέχονται, λιμένας ποιοῦσαι πλείους· ὧν τὴν πρώτην Ἴσιδος ἱερὰν ὠνόμασαν, τὴν δὲ δευτέραν Σουκαβύαν, τὴν δὲ τρίτην Σαλυδώ, ἐρήμους δὲ πάσας καὶ συσκίους ἐλαίαις οὐ ταῖς παρ᾽ ἡμῖν ἀλλὰ ταῖς ἐν ἐκείνοις τοῖς τόποις φυομέναις.

Μετὰ δὲ τὰς νήσους τὰς ἐκκειμένας ἔστιν ἰδεῖν αἰγιαλὸν λιθώδη καὶ μακρόν· ἡ δὲ χώρα Θαμουδηνῶν Ἀράβων. Ὁ δὲ πρὸς ταύτην παράπλους ἐπὶ σταδίους τῶν χιλίων πλείους πάντων χαλεπώτατος· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐ λιμὴν εὔορμος, οὐ σάλος ἐπ᾽ ἀγκύρας, οὐ κόλπος ἐπὶ σκέπης, οὐ χηλῆς ἐντύπωμα, ἀναγκαία καταφυγὴ τὸν ναυτίλον δεχόμενον.

Μετὰ ταῦτα δὲ οὐκ εὐθὺς ἐφεξῆς, ἀλλὰ μεθ᾽ ἕτερά τινα, ἔστιν αἰγιαλὸς εἰς ὑπερβολὴν κάθυδρος ἐκτεινόμενος, καὶ τὸ προσηγορευμένον Λαιμὸν ὄρος, ἀμύθητον μὲν ἀναφαῖνον τῆς περιμέτρου τὸ μέγεθος, παντοίας δὲ ὕλης δρυμοῖς διεζωσμένον.

Ὅτι τὴν ἀστυγείτονα τῆς ὀρεινῆς χέρσου Δεβαὶ κατοικοῦσιν, οἱ μὲν νομάδες, οἱ δὲ γεοῦχοι. Ὧν κατὰ μέσην τὴν χώραν ποταμὸς διαφέρεται τριμερὴς μὲν τῇ φύσει, ψῆγμα δὲ χρυσοῦ κατάγων οὕτω σύνδηλον τὴν δαψίλειαν ἔχων ὥστε τὴν ἰλὺν τὴν πρὸς ταῖς ἐκβολαῖς συνηγμένην πόρρωθεν ἀποστίλβειν. Οἱ δὲ τὸν τόπον οἰκοῦντες τῆς μὲν ἐργασίας εἰσὶ τῆς τοιαύτης ἄπειροι. Φιλόξενοι δὲ εἰς ὑπερβολὴν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ τοῖς ἀπὸ Πελοποννήσου διεκβάλλουσι καὶ Βοιωτίας διά τινα μυθικὴν ἀφ᾽ Ἡρακλέους ἱστορίαν.

Τούτων ἀστυγείτονές εἰσιν Ἀλιλαῖοι καὶ Κασανδρεῖς, κέκτηνται δὲ γῆν οὐδαμῶς ἐοικυῖαν ταῖς προειρημέναις. Οὔτε γὰρ ἐψυγμένος ὁ ἀὴρ οὔτε ζηρὸς οὔτε ἔμπυρος, μαλακὴν δὲ καὶ δασεῖαν νεφέλην ὑποδεικνύων, ἀφ᾽ ἧς ὑετοὶ καὶ χειμῶνες γίνονται καὶ θέρους εὔκαιροι. Τῆς τε χώρας ἡ πλείστη πάμφορος μέν ἐστιν, οὐ πᾶσα δὲ τυγχάνει θεραπείας, τῶν λαῶν ἀπειροτέρων ὄντων. Τὸν μέντοι χρυσὸν ὀρύσσοντες ἐν τοῖς πλακώδεσι τῆς χώρας ὑπονόμοις εὑρίσκουσι πολύν, οὐ τὸν συντηκόμενον μετ᾽ ἐπιστήμης καὶ τέχνης ἐκ τοῦ ψήγματος, ἀλλὰ τὸν αὐτόματον, καλούμενον δὲ διὰ τὸ συμβαῖνον παρ᾽ Ἕλλησιν ἄπυρον· οὗ τὸ μὲν ἐλάχιστον ἔχει μέγεθος πυρῆνος, τὸ δὲ μέσον μεσπίλου, τὸ δὲ μέγιστον ὥστε βασιλικοῖς παραβάλλεσθαι καρύοις. Ὃν τρήσαντες ἐναλλὰξ διαφανέσι λίθοις περί τε τοὺς καρποὺς φοροῦσι τῶν χειρῶν καὶ περὶ τοὺς αὐχένας, πρός τε τοὺς ἀστυγείτονας μετάγοντες πωλοῦσιν εὐτελῶς· τὸν μὲν γὰρ χαλκὸν πρὸς τὸν χρυσὸν τρίσταθμον ἀλλάττονται, τὸν δὲ σίδηρον πρὸς διπλοῦν χρυσίον. Ὁ δὲ ἄργυρος τοῦ χρυσοῦ δέκα δύναται μοίρας, τῇ δαψιλείᾳ καὶ σπάνει τῆς ἀξίας παραμετρουμένης, ἐν οἷς ἀποβλέπει πᾶς ὁ βίος οὐ πρὸς τὴν φύσιν ἀλλὰ πρὸς τὴν χρείαν.

Τούτων δὲ τῶν ἀνδρῶν συνεχεῖς Κάρβαι κατέχουσι τὴν ἤπειρον ἐκδεχομένου λιμένος ἀγχιβαθοῦς, ἐν ᾧ κρῆναι πλείους ἀναβάλλουσιν. Ἐφεξῆς δὲ τὸ τῶν Σαβαίων ἐπισυνάπτει γένος, μέγιστον τῶν κατὰ τὴν Ἀραβίαν καὶ παντοίας κύριον εὐδαιμονίας.

Καὶ γὰρ ἡ γῆ πάντα φέρει τὰ παρ᾽ ἡμῖν γινόμενα πρὸς βίον, καὶ τὰ σώματά ἐστι τῶν κατοικούντων ἀξιολογώτερα. Βοσκημάτων κεχορήγηνται πλήθεσιν ἀμυθήτοις. Ὀσμή τε πᾶσαν ἐπέχει τὴν παραλίαν, θέας τε καὶ λόγου κρείττω τέρψιν τοῖς ἀφικνουμένοις κατασκευάζουσα.

Παρὰ μὲν γὰρ αὐτὴν πέφυκε τὴν θάλατταν τό τε βάλσαμον πολὺ καὶ κασσία καὶ πόα τις ἄλλη πρόσφατος μὲν ἡδίστην δὲ ἔχουσα τῶν ὀμμάτων τέρψιν, ἐν δὲ τῷ χρονίζειν γινομένη συντόμως ἐξίτηλος, ὥστε πρότερον ἀπαμαυροῦσθαι τοῦ φυτοῦ τὴν χρείαν ἢ πρὸς ἡμᾶς παραπέμπεσθαι τοῦ γένους τὴν δύναμιν.

Ἐπὶ δὲ τῆς μεσογείου δρυμοὶ συνεχεῖς στείχουσι καὶ μεγάλοι· δένδρα γὰρ ἠλίβατα σμύρνης τε καὶ λιβανωτοῦ, πρὸς δὲ καὶ κινναμώμου φοίνικός τε καὶ καλάμου καὶ τῶν ἄλλων ἀνεῖται τῶν τοιούτων, ὥστε εἶναι μηδενὶ λόγῳ τὸ πρᾶγμα δηλωτόν, ὃ συμβαίνει τοῖς περὶ τὰς αἰσθήσεις εἰληχόσι τοῦ γένους τὴν δοκιμασίαν. Οὐ γὰρ τὴν τεθησαυρισμένην καὶ παλαιὰν ἔχει τῶν ἀρωμάτων ἀπόλαυσιν, οὐδὲ τὴν ἀπὸ τοῦ γεννῶντος καὶ τρέφοντος ὄγκου διακεχωρισμένην, ἀλλὰ τὴν ἀνθοῦσαν ἀπὸ τῆς θείας ἀκμῆς καὶ τὴν ἀπὸ τῶν οἰκείων καὶ φυσικῶν τὸ θαυμαζόμενον ἀποπέμπουσαν· ὥστε πολλοὺς εἰς λήθην ἀφικομένους τῶν θνητῶν εὐτυχημάτων τῆς ἀμβροσίας ὑπονοῖεν ἀπολαμβάνειν, ὄνομα τοῦ πράγματος ἐπιζητοῦντος οἰκεῖον τῆς ὑπερβολῆς.

Περὶ δὲ τοὺς δρυμοὺς τῶν εὐωδῶν γένος ἐστὶν ὄφεων ἰδιώτατον πάντων, οἱονεὶ φθονούσης τοῖς ἁδροῖς ἐπιτεύγμασι τῆς τύχης καὶ παραπλεκούσης τἀγαθῷ τὸ βλαβερόν, ὅπως μηδεὶς εἰς τέλος ἐξυβρίζων τιτανῶδες καὶ κατεγνωκὸς τοῦ θείου τὸ φρόνημα λαμβάνῃ τῶν ἀγαθῶν εὐτυχούντων, παιδεύηται δὲ τῇ παραθέσει καὶ μνήμῃ τῶν ἐναντίων. Τὸ δὲ γένος τῶν ὄφεων χρῶμα μὲν ἔχει φοινικοῦν, μῆκος δὲ ὅσον σπιθαμῆς, δῆγμα δὲ ἀνίατον, ἂν τῆς λαγόνος ἀνώτερον αἱμάξῃ· τὴν δὲ πληγὴν δίδωσι παλλόμενον εἰς ὕψος.

Παρ᾽ αὐτοῖς δὲ τοῖς Σαβαίοις ἡ μὲν ὀσμὴ τῶν εὐωδῶν ἀκροτάτη, ἡ δὲ χάρις ἐλλιπής· τὸ γὰρ ἐνδελεχὲς ἐκ νηπίου κινεῖ μὲν τὴν αἴσθησιν ἧττον, ἀμβλυτέραν δὲ κατασκευάζει, μεταβολῆς τοῖς βίοις οὐχ ὑποκειμένης. Οὐ μὴν ἀλλὰ κἀπειδὰν οὐ δύνωνται τὴν ζωὴν παιδαγωγεῖν παραπλησίως εὐσταθῆ, διαπνεομένου τοῦ σώματος ὑπ᾽ ἀκράτου καὶ τμητικῆς δυνάμεως καὶ τὴν σύμμετρον πύκνωσιν ἐπὶ πλεῖον ἀγούσης ὥστε ἄγειν εἰς ἔκλυσιν ἐσχάτην, τότε δὴ ἀσφάλτου παραθυμιῶντες βραχὺ καὶ τράγου πώγωνα τοῖς τοιούτοις ἀφαιροῦνται τὴν ἄγαν εὐώδη τῆς ἐπιφορᾶς ὑπερβολήν, καὶ τῇ μίξει τοῦ δοκοῦντος λυπεῖν τὸ τῆς ἡδονῆς βλαβερὸν ὑποκαταστέλλουσιν.

Οὕτως ἅπαν ἐπίτευγμα μεσότητι μὲν καὶ τάξει κυβερνώμενον παραπέμπει τὸν βίον, συμμετρίας δὲ καὶ καιροῦ στερηθὲν οὐκ ἔχει τὴν κτῆσιν ὀνησιφόρον. Τὸ δὲ τῶν Σαβαίων ἄστυ τοῦ παντὸς ἔθνους προσηγορίαν δηλοῦν, ἐπ᾽ ὄρους ἐστὶν οὐ μεγάλου, πολὺ κάλλιστον τῶν κατὰ τὴν Ἀραβίαν, ὃ καλεῖται Σάβας. Ὁ δὲ βασιλεύων τοῦ παντὸς ἔθνους προεδρίαν ἔχει παρὰ τοῦ λαοῦ τῇ μὲν ἔντιμον τῇ δὲ ἀκληροτάτην, ἔντιμον μὲν ὅτι πολλοῖς ἐπιτάττει, κατὰ κρίσιν ἀνυπεύθυνον ὃ βούλεται πράττων, ἄκληρον δὲ ὅτι παραλαβὼν τὴν ἐπιμέλειαν οὐ δύναται πάλιν ἐκ τῶν βασιλείων ἐξελθεῖν, εἰ δὲ μή, λιθόλευστος ὑπὸ πάντων γίνεται κατὰ χρησμὸν ἀρχαῖον, ὥστε εἶναι τὴν ὑπεροχὴν βλαβεράν.

Τῶν δὲ ἀνδρῶν οἱ μὲν καταγινόμενοι πρὸς τὸ οἴκοι ἐνδιατρίβειν βραχύ τι τοῦ θήλεος γένους ἀλκιμώτερον ἄγουσιν, ὑπὸ τῆς συνεχοῦς ἀπογυναικούμενοι ῥᾳστώνης· οἱ δὲ ἄλλοι πάντες πρὸς πόλεμον μελετῶσι καὶ τὴν χώραν ἅπασαν ἐργάζονται καὶ στέλλουσιν ἀπ᾽ οἰκίας ταῖς μείζοσι χρώμενοι σχεδίαις.

Κομίζουσι δὲ ἄλλα τε καὶ μάλιστα τὸν εὐώδη καρπὸν τὸν ἐν τῷ πέραν φυόμενον (ἀραβιστὶ λέγεται λάριμναν), μεγίστην ἔχοντα τῶν ἄλλων θυμιαμάτων εὐωδίαν· ὧν κρατεῖν λέγεται γένος ἀρρωστίας ὡς ἐπὶ τὸ πολὺ σωματικῆς.

Οὐδεμίαν δὲ τῆς γῆς ἄλλην ὕλην φερούσης, ἀναγκάζονται πρὸς τὰ καθ᾽ ἡμέραν τὸ κιννάμωμον καὶ τὴν κασσίαν καίειν, καὶ πρὸς τὰς ὑπολοίπους ἐν τῷ βίῳ χρείας· οὕτως ἀνίσως τὰ αὑτῆς ἡ τύχη μεμέρικε, τοῖς μὲν σπάνιν τῶν σπουδαίων τοῖς δὲ πλῆθος διδοῦσα.

Τῶν δὲ Σαβαίων χρῶνται καὶ τοῖς δερματίνοις οὐκ ὀλίγοι πορείοις, διδασκούσης τὴν χρείαν τῆς ἀναπώτιδος καίπερ ἐν τρυφῇ καταγινομένους. Οὐδὲν γὰρ εὐπορώτερον Σαβαίων καὶ Γερραίων εἶναι δοκεῖ γένος, ἐκτεταμιευμένων πᾶν τὸ πῖπτον εἰς διαφορᾶς λόγον ἀπὸ τῆς Ἀσίας καὶ τῆς Εὐρώπης. Οὗτοι πολύχρυσον τὴν Πτολεμαίου Συρίαν πεποιήκασιν, οὗτοι τῇ Φοινίκων φιλεργίᾳ κατεσκευάκασι λυσιτελεῖς ἐμπορίας, καὶ μυρία ἄλλα. Ἔστι δὲ πολυτέλεια παρ᾽ αὐτοῖς οὐ μόνον ἐν τορεύμασι θαυμαστοῖς καὶ ποτηρίων ποικιλίαις, ἔτι δὲ κλινῶν καὶ τριπόδων μεγέθεσι, καὶ τῶν ἄλλων τῶν κατ᾽ οἰκίαν παρ᾽ ἡμῖν ἐκτεινομένων λαμβάνει τὴν ὑπερβολήν, πολλῶν, ὡς ἔοικε, κεκτημένων χορηγίαν βασιλικήν.

Κίονάς τε πολλοὺς αὐτοῖς φησι κατεσκευάσθαι ἐπιχρύσους τε καὶ ἀργυροῦς, πρὸς δὲ καὶ τὰς ὀροφὰς καὶ θύρας φιάλαις λιθοκολλήτοις ἐξειλῆφθαι πυκναῖς, ὡσαύτως καὶ τὰ μεσοστύλια θέαν ἔχειν εὐπρεπῆ, καὶ καθόλου τοὺς παρὰ τῶν ἄλλων πλούτους ἐκκεῖσθαι τὴν διαφορὰν μεγάλην. Ἀλλὰ ταῦτα μὲν ἕως τοῦ καθ᾽ ἡμᾶς παρ᾽ αὐτοῖς ἐπαγγέλλεται βίου. Εἰ δὲ μὴ πόρρω διεστηκυῖαν τὴν οἴκησιν κατεῖχον τῶν ἐπὶ πάντα τόπον τὰς δυνάμεις στρεφόντων, οἰκονόμοι τῶν ἀλλοτρίων ἂν ὑπῆρχον οἱ κύριοι τῶν ἰδίων ἄθλων, τῆς ῥᾳθυμίας ἀδυνατούσης τὸ ἐλεύθερον πλείω χρόνον διατηρεῖν.

Παρὰ δὲ τὴν χώραν ταύτην ἡ μὲν θάλαττα λευκὴ φαίνεται, ποταμῷ ἐμφερής, ὥστε παραπλήττεσθαι τοῦ γινομένου τὴν αἰτίαν, νῆσοι δὲ εὐδαίμονες παράκεινται, ἐν αἷς βοσκήματα λευκὰ μέν ἐστι πάντα, οὐδενὶ δὲ τῶν θηλειῶν ἐπιφύεται κέρας. Ἐν ταύταις ταῖς νήσοις ἰδεῖν ἔστιν ὁρμούσας ἐμπορικὰς τῶν προσχώρων σχεδίας, πλείστας μὲν ἐκεῖθεν οὗ κατεστήσατο παρὰ τὸν Ἰνδὸν ποταμὸν ὁ Ἀλέξανδρος ναύσταθμον, οὐκ ὀλίγας δὲ ἀπὸ τῆς Περσίδος καὶ Καρμανίας καὶ τῆς σύνεγγυς πάσης.

Ἔστι δὲ αὐτοῖς καὶ τὰ κατὰ τὸν οὐρανὸν θαυμασίως ἔχοντα· ὧν ἐστι καὶ τὸ περὶ τὴν ἄρκτον συμβαῖνον. Ἀπὸ γὰρ μαιμακτηριῶνος, ὃς ἄγεται παρὰ τοῖς Ἀθηναίοις, οὐδεὶς ἀστὴρ τῶν ἑπτὰ φαίνεται μέχρι φυλακῆς πρώτης, ἐν δὲ ποσειδεῶνι μέχρι δευτέρας, ἐν δὲ τοῖς ἑξῆς τῶν μηνῶν κατὰ λόγον. Τῶν δ᾽ ἄλλων ἀστέρων οἱ μὲν πλάνητες ἀόρατοι, τινὲς δὲ τοῖς ὄγκοις μείζονες, οἱ δὲ οὐδὲ κατὰ τοὺς ὑφεστῶτας καιροὺς τὰς δύσεις ποιούμενοι καὶ τὰς ἐπιτολάς.

Τοῦ δὲ ἡλίου τὴν ἔκφασιν ἐν τοῖς ἐπέκεινα Πτολεμαΐδος ἰδίαν λέγουσι καὶ παρηλλαγμένην. Πρῶτον μὲν γὰρ οὐ καθάπερ παρ᾽ ἡμῖν φῶς ἀνήλιον ἕωθεν ὁρῶμεν ἐπὶ χρόνον οὐκ ὀλίγον, εἶτα τὴν ἀνατολήν· ἀλλὰ νυκτὸς σκοτίας ὑπαρχούσης ἐξαίφνης ἀνέλαμψεν ἥλιος, ἡμέρα δὲ οὐδέποτε γίνεται ἐκεῖσε πρὶν τὸν ἥλιον ἰδεῖν. Δεύτερον ὁ ἥλιος ἀναφερόμενος φαίνεται ἐκ μέσου τοῦ πελάγους. Τρίτον, ποιεῖ δὲ τοῦτο ἄνθρακι μὲν ὢν τῶν πυρωδεστάτων παρόμοιος, σπινθῆρας δὲ μεγάλους ἀπορρίπτων, τοὺς μὲν εἰς τὸν κύκλῳ τόπον τοῦ φωτίζοντος, τοὺς δὲ εἰς τὸν ἀπωτέρω. Τέταρτον καὶ τὸ σχῆμα δὲ οὐ δισκοειδὲς ἔχειν τὸν ἥλιόν φασιν, ἀλλὰ κίονι παχεῖ τά γε πρῶτα ἐμφερῆ, μικρὸν ἐμβριθέστερον ἔχοντι τὴν ἀπὸ τῶν ἄκρων φαντασίαν, οἱονεὶ κεφαλήν. Πέμπτον ἔτι τοίνυν οὔτε αὐγὴν οὔτε ἀκτῖνα ἀπολάμπειν οὐδεμίαν, οὔτε ἐπὶ τὴν γῆν οὔτε ἐπὶ τὴν θάλατταν, ἕως πρώτης ὥρας, ἀλλ᾽ ἐπὶ σκότει πῦρ ἀλαμπές· δευτέρας δ᾽ ἐνισταμένης τὸ ὅλον ἄστρον ἀναβαῖνον, ἀσπιδοειδὲς καθιστάμενον, τοῦ σχήματος τὸν τύπον καὶ τὸ φῶς ἐπί τε τὴν γῆν καὶ τὸ πέλαγος βάλλει οὕτως ἄτοπον καὶ πυρῶδες, ὥστε ἀμφοῖν νομίζεσθαι παμμεγέθεις τὰς ὑπερβολάς.

Ἕκτον εἰς δὲ τὴν ἑσπέραν ἐναντίον τὸ περὶ τὸν ἥλιον πάθος φασὶν ὁρᾶσθαι· ὑποδείξαντα γὰρ ὅτι δέδυκε κατὰ τῆς γῆς, οὐκ ἐλάττω χρόνον ὡρῶν τριῶν μετὰ ταῦτα φωτίζειν, ὃν καὶ νομίζουσι παρ᾽ αὑτοῖς καιρὸν εἶναι τῆς ἡμέρας τὸν ἥδιστον.

Ὅτι εἰπὼν περὶ ἀμπώτεων ὁ συγγραφεὺς διαφόρους αἰτίας, καὶ πάσας ὡς οὐδὲν ἐχούσας ἀληθὲς ἀποδοκιμάσας, ἐπάγει· ὅτι δὲ ταῦτα πάντα λαλιὰν μὲν ἔχει σιγᾶν αἰσχυνομένην, πράγματος δὲ οὐδενὸς ἀντείληπται βοήθειαν δυναμένου τοῖς εἰρημένοις παρασχεῖν, εὐχερές ἐστι μαθεῖν. Εἶτα προσθεὶς καὶ ἕτερα τῆς αὐτῆς ἐννοίας ἐχόμενα, πάλιν ἐπιφέρει· διὸ περὶ μὲν ἀμπώτιδος καὶ σεισμοῦ καὶ πνευμάτων καὶ κεραυνῶν καὶ τῶν τοιούτων ἁπάντων τὰς μὲν αἰτίας, δι᾽ ἃς γίνεται, παραχωροῦμεν τοῖς ἑτοιμότερον ἔχουσι πρὸς εὐκολίαν ἡμῶν· τὰ δὲ πάθη τὰ γεννῶντα τὰς προφανεῖς συμφορὰς δεδηλώκαμεν, μαθόντες παρὰ τῶν εἰδότων. Εὑρίσκειν δὲ πιθανώτερα τούτων εἰς μὲν ὑπόθεσιν παράδοξον φιλοτιμούμεθα, ἱστορίαν δὲ ἀπαγγέλλοντες ἀληθινὴν οὐκ ἂν ὑπομείναιμεν.

Ὅτι ἐν τῷ προειρημένῳ πόρῳ, φησί, περὶ τὰς ἐλαίας τοιοῦτόν τι ξένον συμβαίνει. Πλημμυρίδος ὑπαρχούσης πᾶσαι καλύπτονται, τῆς δ᾽ ἀμπώτεως γινομένης ἐν τῇ θαλάσσῃ πάντα τὸν χρόνον θάλλουσιν. Ἔστι δέ τι φυόμενον αὐτόθι κατὰ βάθος ἐν ταῖς ῥαχίαις, μελαίνῃ σχοίνῳ παραπλήσιον, ὅ φασιν οἱ ἐκεῖσε κατοικοῦντες Ἴσιδος εἶναι τρίχωμα, μυθώδει πλάσματι πίστιν εὐήθη περιτιθέναι ζητοῦντες. Συμβέβηκε δ᾽ αὐτῷ τυπτομένῳ μὲν ὑπὸ τοῦ κύματος κάμπτεσθαι πολλαχῶς, ἁπαλῆς οὔσης τῆς ὅλης περιοχῆς καὶ τοῖς ἄλλοις παραπλησίας φυτοῖς· ἂν δέ τις ἀποκόψας εἰς τὸν ὕπαιθρον ἀναφήνῃ τόπον, σιδήρου παραχρῆμα γίνεται τὸ διῃρημένον σκληρότερον.

Ὅτι καὶ ἄλλοι μὲν πολλοί, φησιν, ἰχθύες περὶ τοὺς προειρημένους τίκτονται τόπους, παρηλλαγμένην ἔχοντες τὴν φύσιν, γίνεται δέ τις ἰχθὺς ὑπερβαλλόντως μέλας, ἀνδρὸς ἔχων μέγεθος, ὃν καλοῦσιν Αἰθίοπα διὰ τὸ καὶ τοῦ προσώπου σιμὸν ἔχειν τὸν τύπον. Τοῦτον κατ᾽ ἀρχὰς μὲν οἱ θηρεύσαντες διὰ τὴν ὁμοιότητα οὔτε πωλεῖν ἠξίουν οὔτε καταναλίσκειν, τοῦ δὲ χρόνου προϊόντος ἀμφότερα πράττοντες οὐδὲν ἁμαρτάνουσι.

Τὰ μὲν οὖν ὑπὲρ τῶν ἐθνῶν τῶν ἐκκειμένων πρὸς μεσημβρίαν, ὡς ἦν ἐφ᾽ ἡμῖν, ἐν πέντε βιβλίοις ἐπιμελῶς ἱστορήκαμεν· ὑπὲρ δὲ τῶν ἐν τῷ πελάγει νήσων ὕστερον τεθεωρημένων, καὶ τῶν ἑξῆς ἐθνῶν, καὶ τῶν εὐωδῶν ὅσα φέρειν συμβαίνει τὴν Τρωγλοδῦτιν χώραν, ἡμεῖς μὲν παραιτησάμενοι τὴν ἐξήγησιν ἄρδην ἀπολελοίπαμεν, οὔτε τὸν πόνον τῆς ἡλικίας ὁμοίως ὑποφέρειν δυναμένης, πολλῶν ἡμῖν ὑπέρ τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἀναγεγραμμένων, οὔτε τῶν ὑπομνημάτων διὰ τὰς κατ᾽ Αἴγυπτον ἀποστάσεις ἀκριβῆ παραδιδόντων σκέψιν· ὁ δὲ καὶ τοῖς κατὰ μέρος πράγμασιν ἐντετευχώς, καὶ λόγοις κατεσκευασμένος ἱστορίας ἀξίοις, καὶ προαίρεσιν ἔχων δυναμένην δόξαν πόνῳ θηρεύειν, οὐκ ἀφέξεται.