Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Εκκλησιαστική Ιστορία, Βίοι Αγίων και Συνόδων

Ιστορικά κείμενα για την περίοδο του Μεγάλου Κωνσταντίνου, την αρειανική έριδα, τη Σύνοδο της Νικαίας και τους διωγμούς του Μεγάλου Αθανασίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 32 από 37

Ὅτι Ἀρριανὸς περὶ κομητῶν φύσεώς τε καὶ συστάσεως καὶ φασμάτων βιβλιδαρίον γράψας, πολλοῖς ἀγωνίσμασι πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν. Ἀνεγνώσθη 〈Ἱεροκλέους〉 ὁ περὶ προνοίας.

Καὶ τί, φησί, καταλέγω σοι τούτους, ὅπου γε καὶ τῶν Πλατωνικῶν τινες οὐκ ὀρθὴν τὴν περὶ τοῦ δημιουργοῦ θεοῦ διασῴζουσιν ἔννοιαν; Οὐ γὰρ ἱκανὸν αὐτὸν εἶναι ᾠήθησαν αὐτοτελῶς ὑποστῆσαι δύνασθαι κόσμον οἰκείᾳ δυνάμει καὶ σοφίᾳ ἐξ ἀϊδίου ἐνεργοῦντα, ἀλλ᾽ ἀγενήτου ὕλης συνεργίᾳ καὶ τῇ μὴ παρ᾽ αὐτοῦ ὑποστάσῃ φύσει καταχρώμενον μόνως δημιουργεῖν δύνασθαι, πάντων μὲν δυνάμει προϋποκειμένων ἐν τῇ λεγομένῃ ὕλῃ, αὐτοῦ δὲ οἱονεὶ διαζωγραφοῦντος αὐτὰ καὶ τάττοντος μόνον καὶ διακρίνοντος ἐκ τοῦ ὑλικοῦ σχήματος. Ὃ περιεργία μᾶλλον ἂν εἴη ἢ ἀγαθότης θεοῦ. Τί γὰρ δὴ μαθὼν ἃ μὴ ὑπέστησε διατάττειν πειρᾶται, πάντως που τῆς εὐταξίας αὐτοῖς ἐν τῇ ἀγενησίᾳ τῆς ἑαυτῶν φύσεως κειμένης;

Τὸ γὰρ ἀγενήτως καθ᾽ ἑαυτὸ ὑφεστὸς εἴ τι προσλάβοι, παρὰ φύσιν προσλήψεται· τὸ δὲ παρὰ φύσιν διατεθῆναι κακὸν τῷ μετατρεπομένῳ· ὥστε οὐκ ἀγαθὸν τῇ λεγομένῃ ὕλῃ τὸ κοσμεῖσθαι, εἴπερ ἀγένητος εἴη μὴ ἀπὸ χρόνου μόνον, ἀλλὰ καὶ ἀπὸ αἰτίου, καθὸ σημαινόμενον καὶ τὸν θεὸν ἀγένητον λέγομεν.

Ἀλλ᾽ οὐδὲ ὁ θεὸς αὐτὸς κακῶν ἀναίτιος ἔσται, τὴν ἀρχὴν τῆς δημιουργίας ἀπό τινος κακοποϊίας ἐνστησάμενος τῷ παρὰ φύσιν διατιθέναι τὴν ἐπ᾽ ἴσης αὐτῷ ἀγένητον οὐσίαν πειρᾶσθαι, καὶ τὴν ἀδελφήν, ἣν τὸ αὐτόματον αὐτῷ συνήγαγε, μὴ ἐᾶν μένειν ἐπὶ τῆς ἀγενήτου τάξεως. Πρὸς τῷ μηδὲ δυνατὸν εἶναι κατισχῦσαι πράγματος ἰσοτίμως ἀγενήτου τυγχάνοντος, εἴτε ἐξ ἀϊδίου ποιεῖσθαι τὴν τοιαύτην ἐπικράτειαν εἴτε ἀπὸ χρόνου ἐπιχειροίη. Καὶ μᾶλλον ἂν εἴη τῆς ἀληθείας ἀφεστώς, εἰ πρὸς τῷ ἐνδεεῖ τῆς ὑλικῆς ἐνεργείας καὶ ἀπὸ χρόνου τινὸς κοσμεῖν ἤρξατο, ὅπερ οὐκ ἐᾷ μένειν αὐτὸν ἐν τῷ αὑτοῦ ἤθει. Εἰ γὰρ ἄμεινον μὴ ποιεῖν, πῶς εἰς τὸ ποιεῖν μεταβέβηκεν;

Εἰ δὲ τὸ ποιεῖν, τί μὴ ἐξ ἀϊδίου ἔπραττεν, εἴγ᾽ ἀδιάφορον αὐτῷ καὶ τὸ ἐξ ἀϊδίου ποιῆσαι ἐφάνη; Εἰ μὴ ἄρα φύσεως αὐτὸν εἴποι τις ἀνὰ μέρος ποιεῖν τε καὶ φθείρειν δυναμένης, αἰώνια δὲ δημιουργεῖν ἀσθενούσης, διότι ἡ τῆς ὕλης κακία, ᾗ προσχρῆται, τὴν ἐπίθετον καὶ ἐπεισοδιώδη τάξιν ἀποσείεται, συνεχῶς εἰς τὴν ἀγένητον αὑτῆς (ὡς ἂν εἴποιεν) ἀταξίαν ἀνατρέχουσα, καὶ οὕτως ἀνὰ μέρος τοῖς χρόνοις κόσμον καὶ ἀκοσμίαν ἐπικρατεῖν, ἤ (ἀληθέστερον εἰπεῖν) ἀεὶ ἀκοσμίαν, ἐπεὶ καὶ ἡ κόσμησις, παρὰ φύσιν οὖσα διάθεσις, ἀκοσμία τῷ ὀρθῶς λογιζομένῳ φανήσεται.

Ὅτι πολλοὶ τῶν ἀπὸ Πλάτωνος καὶ τῶν ἀπὸ Ἀριστοτέλους συγκρούειν ἀλλήλοις τοὺς σφῶν διδασκάλους κατὰ τὰ καίριά φασι τῶν δογμάτων σπουδὴν καὶ μελέτην εἰσενηνοχότες, μέχρι τούτου φιλονεικίας καὶ τόλμης ἤλασαν ὡς καὶ τὰ συγγράμματα τῶν οἰκείων νοθεῦσαι διδασκάλων, εἰς τὸ μᾶλλον ἐπιδεῖξαι τοὺς ἄνδρας ἀλλήλοις μαχομένους. Καὶ διέμεινε τοῦτο τὸ πάθος ταῖς φιλοσόφοις διατριβαῖς ἐνσκῆψαν ἕως Ἀμμωνίου τοῦ Ἀλεξανδρέως τοῦ θεοδιδάκτου.

Οὗτος γὰρ πρῶτος ἐνθουσιάσας πρὸς τὸ τῆς φιλοσοφίας ἀληθινόν, καὶ τὰς τῶν πολλῶν δόξας ὑπεριδὼν τὰς ὄνειδος φιλοσοφίᾳ προστριβομένας, εἶδε καλῶς τὰ ἑκατέρου καὶ συνήγαγεν εἰς ἕνα καὶ τὸν αὐτὸν νοῦν, καὶ ἀστασίαστον τὴν φιλοσοφίαν παραδέδωκε πᾶσι τοῖς αὐτοῦ γνωρίμοις, μάλιστα δὲ τοῖς ἀρίστοις τῶν αὐτῷ συγγεγονότων, Πλωτίνῳ καὶ Ὠριγένει καὶ τοῖς ἑξῆς ἀπὸ τούτων.

Ὅτι Πλάτωνά φησι τὰς ἀνθρωπίνας μόνας ψυχὰς μετενσωματοῦσθαι, καὶ ταύτας οὐχ ἁπλῶς ἐξ ἀνθρώπων δὲ μόνον εἰς ἀνθρώπους. Ἐξ ἀλόγων δὲ ζῴων εἰς ἀνθρώπους μετάβασιν ἢ εἰς ἄλογα ἐξ ἀνθρώπων οὐδαμῶς αὐτόν φησι δοξάζειν.

Ὅτι δημιουργὸν θεόν, φησί, προϋφίστησιν ὁ Πλάτων ἐφεστῶτα πάσης ἐμφανοῦς τε καὶ ἀφανοῦς διακοσμήσεως, ἐκ μηδενὸς προϋποκειμένου γεγενημένης· ἀρκεῖν γὰρ τὸ ἐκείνου βούλημα εἰς ὑπόστασιν τῶν ὄντων. Τῆς δὲ σωματικῆς φύσεως συντεταγμένης τῇ ἀσωμάτῳ δημιουργίᾳ κόσμον ἐξ ἀμφοῖν συνίστασθαι τελεώτατον, διπλοῦν ἅμα καὶ ἕνα· ἐν ᾧ ἄκρα εἶναι καὶ μέσα καὶ τελευταῖα, ὧν τὰ μὲν πρῶτα οὐράνια καλεῖ καὶ θεούς, τὰ δὲ μέσα λογικά, αἰθέρια καὶ δαίμονας ἀγαθούς, ἑρμηνέας τε καὶ ἀγγέλους τῶν συμφερόντων ἀνθρώποις γινομένους, τὰ δὲ τελευταῖα λογικὰ καὶ περίγεια καὶ ἀνθρωπίνας ψυχὰς ἢ ἀθανάτους ἀνθρώπους.

Καὶ τῶν μὲν ὑποβεβηκότων τὰ προηγούμενα ἀεὶ ἡγεῖσθαι, πάντων δὲ βασιλεύειν τὸν ποιητὴν αὐτῶν θεὸν καὶ πατέρα, καὶ ταύτην τὴν πατρονομικὴν βασιλείαν αὐτοῦ πρόνοιαν εἶναι τὴν ἑκάστῳ γένει τὰ προσήκοντα νομοθετοῦσαν, τὴν δὲ ταύτῃ ἑπομένην δίκην εἱμαρμένην καλεῖσθαι· οὐ γὰρ τὴν τῶν γενεθλιαλόγων ἀνεπιλόγιστον ἀνάγκην, οὐδὲ τὴν στωϊκὴν βίαν, οὐδ᾽ ἣν Ἀλέξανδρος ὁ Ἀφροδισιεὺς οἴεται, εἰς ταὐτὸν τῇ πλατωνικῇ τῶν σωμάτων φύσει ταύτην περιάγων, οὐδὲ τὴν ἐπῳδαῖς καὶ θυσίαις παρατρεπομένην γένεσιν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν τῶν ἐκβαινόντων κατὰ τὸν τῆς προνοίας θεσμὸν δικαστικὴν τοῦ θεοῦ ἐνέργειαν, τάξει καὶ εἱρμῷ πρὸς τὰς προαιρετικὰς ὑποθέσεις τῶν αὐτεξουσίων ἔργων ἐπανορθουμένην τὰ καθ᾽ ἡμᾶς.

Ὅτι κοινῶς μὲν ἡ πρόνοια καὶ τάξις ἀπὸ τοῦ δημιουργοῦ θεοῦ διήκει ἐπὶ πάντα τὰ ἀθάνατα γένη, μάλιστα δὲ καὶ προσφυέστερον ἐπὶ τὰ πρῶτα καὶ προσεχῶς ἀπ᾽ αὐτοῦ τὴν γένεσιν ἔχοντα καὶ ἑξῆς ὄντα ἐκείνῳ, καὶ τῆς τῶν νοητῶν ἀγαθῶν ἀρίστης μετουσίας ἀπολαύοντα.

Τριῶν γὰρ ὄντων τῶν ἐγκοσμίων νοερῶν γενῶν τὸ μὲν ἀκρότατον καὶ πρῶτον τῶν τοῦ δημιουργοῦ γεννημάτων ἀτρέπτως καὶ ἀμεταβλήτως τῆς πρὸς αὐτὸν ὁμοιώσεως τυγχάνον ἐν πάσῃ ἐστὶ θεοειδεῖ εὐταξίᾳ, οἷον τὸ τῶν οὐρανίων ἔφαμεν γένος. Τὸ δὲ δεύτερον, δευτέρως καὶ ὑφειμένως τὴν θείαν τάξιν παραδεχόμενον, οὐκ ἀτρέπτως μὲν οὐδ᾽ ἀμερίστως τῆς δημιουργικῆς ὁμοιώσεως μεταλαγχάνει, ἀναμαρτήτως δὲ καὶ ἀκακύντως τῶν πατρικῶν ἐπιστρέφεται νόμων, ὃ τοῖς αἰθερίοις ἀποδεδώκαμεν. Τὸ δὲ τρίτον, ὡς ἔσχατον τῶν θείων γενῶν, οὐ μόνον τῷ ὁπωσοῦν τρέπεσθαι τῆς ὑπεροχῆς τῶν οὐρανίων ὑπέβη, ἀλλὰ καὶ τῷ ποτε κακύνεσθαι τῆς τῶν αἰθερίων ἀξίας ὑπέστη. Τὸ μὲν γὰρ ἀεὶ νοεῖν τὸν θεὸν καὶ ἡνωμένως αὐτοῦ τὴν γνῶσιν ἔχειν τοῖς οὐρανίοις πρόσεστι· τὸ δὲ ἀεὶ μὲν διεξοδικῶς δὲ τοῖς αἰθερίοις κατ᾽ οὐσίαν ὑπάρχει· τὸ δὲ μήτε ἀεὶ νοεῖν καὶ ἐν αὐτῷ τῷ νοεῖν μεμερισμένως νοεῖν ταῖς ἀνθρωπίναις ψυχαῖς ὡς ἴδιον ἀποδέδοται, ἀπολειπομέναις κατὰ φύσιν τῆς τε ἀμερίστου νοήσεως τῶν οὐρανίων καὶ τῆς ἐν τάξει πληθυομένης γνώσεως τῶν αἰθερίων, ἐπεὶ μήτε ἑνιαίως μήτε ἀϊδίως νοοῦσιν αὗται, ἀλλὰ καὶ ὅταν πρὸς τὴν τοῦ νοεῖν ἀξίαν ἀνάγωνται, τὴν αἰθερίαν μιμοῦνται γνῶσιν, καὶ ταύτῃ συνεπόμεναι τῶν νοητῶν καρποῦνται τὴν θεάν.

Μετὰ δὲ τὸ τρίτον νοερὸν γένος, τό ποτε μὲν νοοῦν, ποτὲ δὲ μὴ νοοῦν, εἴη ἂν τὸ μηδέποτε νοοῦν κατὰ τὸν τῆς τελείας διαιρέσεως λόγον· ὃ δὴ φύσει ἐστὶν ἀνόητον, ἀληθείας τε καὶ ἀρετῆς οὐδαμῇ μετέχειν δυνάμενον. Διὸ καὶ τὸ εἶναι γέννημα ἐκείνου ἐκβάλλεται. Πῶς γὰρ εἰκὼν τοῦ νοητοῦ θεοῦ τὸ ἄλογον καὶ ἀνόητον; Πᾶσα γὰρ ἐκείνου εἰκὼν ἔννους καὶ λογική, καὶ γινώσκειν ἑαυτὴν καὶ τὸν ποιήσαντα πέφυκεν.

Ὅτι τῶν ἐνθάδε πραττομένων ἡμῖν λόγον ἡμᾶς ἕπεται, φησιν, ὑπέχειν τοῖς τὴν μέσην λῆξιν λαχοῦσιν, ἅτε δὴ φύλαξι καὶ ἐφόροις οὖσιν ἡμῶν. Πᾶσαν δὲ τὴν περὶ ἡμᾶς αὐτῶν ἐνέργειαν εἱμαρμένην καλεῖσθαι, δίκης νόμοις τὰ ἡμέτερα διατάττουσαν. Εἰ δὲ φύλακές εἰσι, φησί, τοῦ πρὸς τὴν ἀξίαν ἀφοριζομένου βίου, δῆλον ὅτι καὶ τοῦ χρόνου εἶεν ἂν ἀποπληρωταί, ὃν ἕκαστος βίος ἐκληρώσατο· οὐ γὰρ ἔστι τὸν βίον τηρεῖν τοῦ χρόνου τὸ ἀόριστον ἔχοντος. Ὥστε δεῖ τὸν μὲν χρόνον ὡρίσθαι διὰ τὸ σῴζεσθαι τὸν εἱμαρμένον βίον, τὸν δὲ τρόπον τῆς τελευτῆς συνδιωρίσθαι τῷ χρόνῳ ὡς μέρος ὄντα τὸ ἔσχατον τοῦ πρὸς τὴν ἀξίαν ἀπονεμηθέντος βίου. Καὶ γὰρ τῆς γενέσεως ὡρισμένης, ἀνάγκη καὶ τὸν θάνατον ὡρίσθαι.

Τὴν δὲ ἀρχὴν τῆς γενέσεως ὁρίζει ἡ τῆς ἐκεῖθεν ἐκπομπῆς εἱμαρμένη, θεία βούλησις οὖσα καὶ νόμος τῆς τοῦ θεοῦ δίκης. Ὥστε καὶ τὸν θάνατον ὡρισμένον τηρήσει ἡ τῆς ἐνθένδε ἐκεῖσε μεταστάσεως εἱμαρμένη. Διὸ ὥρισται καὶ τὸ διὰ τῶνδε μὲν παρελθεῖν εἰς τὸν βίον, διὰ δὲ τῶνδε ἐκ τοῦ βίου ἀπελθεῖν. Εἰ γὰρ ἀόριστα ταῦτα, καὶ ὁ βίος ἅπας ἀόριστος καὶ τῆς κρείττονος ἐπιστασίας ἄμοιρος.

Ποῦ γὰρ ἔτι ἢ ἐν τίσι τῆς θείας κρίσεως καὶ τῆς πρὸς ἀξίαν διανομῆς ἔσται ἡ ἐπιμέλεια, τῶν περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς εἰκῇ καὶ ὡς ἔτυχεν ἡμῖν συμπιπτόντων; Οὐ γὰρ ταῦτα μὲν ἄτακτα καταλείψομεν, τὰς δὲ τῆς ψυχῆς προαιρέσεις καὶ κρίσεις καὶ ὁρμὰς ἀπὸ κρείττονος ἀνάγκης ἐγγίνεσθαι φήσομεν· οὕτω γὰρ ἀρετῆς καὶ κακίας οὐχ ἡμᾶς αὐτοὺς ἀλλ᾽ ἐκείνην αἰτιασαίμεθα.

Οὐδὲ μὴν πάντα τῇ παρ᾽ ἐκείνων ἀνάγκῃ εὔλογον ἀνατιθέναι, τὰ τῆς ψυχῆς λέγω καὶ σώματος καὶ τῶν ἐκτός· ἀλλ᾽ οὐδὲ πάντα ἀνεῖσθαι ταῖς ἀλόγοις καὶ ἀνεπικρίτοις φοραῖς, νοῦ τῶν πάντων ἡγουμένου καὶ θεοῦ τῶν ὅλων ὄντος αἰτίου. Ἀναγκαῖον δὴ τὸ λειπόμενον, τὰς μὲν προαιρέσεις ἐφ᾽ ἡμῖν εἶναι, τὰς δ᾽ ἐπὶ ταῖς προαιρέσεσι δικαίας ἀμοιβὰς ἐπὶ τοῖς αἰθερίοις κεῖσθαι ὡς ὑπὸ θεοῦ τεταγμένοις δικασταῖς καὶ πεφυκόσιν ἡμῶν ἐπιμελεῖσθαι.

Τριττῶν γὰρ ὄντων τῶν καθ᾽ ἡμᾶς, καὶ τὸ πάντα ἠναγκάσθαι καὶ τὸ μηδὲν καὶ τὸ ἐπηλλαγμένως ἢ ὡς δεῖ τὴν ἴσην ἀτοπίαν ἔχει, καὶ προνοίας πάσης ἐπ᾽ ἴσης ἐστὶν ἀναιρετικά. Ἥ τε γὰρ τοῦ πρὸς ἀξίαν ὑπόθεσις πάντως συνεισάγει τὴν πρόνοιαν καὶ τὴν ἀπ᾽ αὐτῆς εἱμαρμένην· καὶ ἡ προνοητικὴ κρίσις, δίκῃ καὶ νόμῳ τὰ ἀνθρώπινα τάττουσα, τῆς αὐτεξουσίου ἡμῶν καὶ προαιρετικῆς ἀρχῆς δεῖται. Ὥστε μέρος ἐστὶ τῆς ὅλης προνοίας ἡ εἱμαρμένη τὸ πρὸς τὰς ἀνθρωπίνας ψυχὰς δικαστικῶς ἁρμοζόμενον.

Ἀνθρωπίνων δὲ ψυχῶν ἐνέργεια ἡ αὐτοκίνητος προαίρεσις καὶ τὸ λεγόμενον ἐφ᾽ ἡμῖν, ὃ δὴ τοῖς θείοις δικασταῖς ὑπόθεσις εὔλογος γίνεται τῆς ἀνίσου διανομῆς· τὸ δὲ τυχαῖον ὅλον τοῖς θνητοῖς καὶ ἀλόγοις ἀποδέδοται γένεσιν. Οὐ γὰρ καθ᾽ ἕκαστον τεταγμένως, οὐδὲ κατά τινα λελογισμένην ἀξίαν, ἐκ μὲν τοῦδε τοῦ πυρὸς σβεννυμένου ἀὴρ γίνεται, ἐκ δὲ τοῦ ἀέρος παχυνομένου ὕδωρ, οὐδὲ ἐκ τῶνδε μὲν τῶν σιτίων ἵππου σῶμα ἢ κυνός, ἐκ τῶνδε δὲ ἄλλο τι· ἀλλὰ πάντα ἐκ πάντων ταῖς προσπιπτούσαις μεταβολαῖς δύναται γίνεσθαι διὰ τὸ κοινὸν τῆς ὕλης καὶ πρὸς πάντα εὐάγωγον, τοσοῦτον τάξεως μετέχοντα καὶ θείας ἀνάγκης, ὥστε κατὰ γένος ἕκαστα διασῴζεσθαι καὶ συμπαραθεῖν πρὸς τὸ ἀΐδιον τῇ διαδοχῇ τοῖς ὑποστήσασιν αὐτὰ αἰτίοις.

Ἐν δὲ τοῖς κατὰ μέρος ζῴοις τε καὶ φυτοῖς, καὶ αὐτοῖς τοῖς ἀψύχοις, οὐδὲν διώρισται οὐδὲ τέτακται ὡς πρὸς ἀξίαν ἀποδιδόμενον πάθος, τῷ μήτε ἐκ προβιοτῆς ἀμοιβάς τινας αὐτοῖς ἐποφείλεσθαι μήτ᾽ ἐπὶ τοῖς νῦν δρωμένοις προσδοκᾶσθαι εὐθύνας. Οὐ γὰρ ἐπεισῆλθέ τι ἐκείνοις ἐκ τοῦ αἰθερίου τόπου τὴν ὑπόβασιν ποιησάμενον, ἵνα καὶ τῇ θείᾳ κρίσει παιδαγωγηθῇ πρὸς ἐπάνοδον, ὡς ἐν τοῖς καθ᾽ ἕκαστα ἀνθρώποις τὰς λογικὰς καὶ ἀθανάτους ψυχὰς ἐκεῖθεν κατιούσας ἀνάγκη πλείστης ἐπιστροφῆς καὶ κηδεμονίας τυγχάνειν παρὰ τῶν συγγενῶν πρὸς ἐπανόρθωσιν τῆς εἰς κακίαν ὑποφορᾶς. Διὸ πάσχουσί τε καὶ αἱροῦνται ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πάλιν αἱροῦνται καὶ πάσχουσι πρὸς τὴν ἀξίαν τῶν αἱρεθέντων.

Διὰ τοῦτο οὖν πολὺ τὸ ὡς ἔτυχεν ἐν τοῖς ἀλόγοις καὶ τὸ θείας κρίσεως ἄμοιρον. Ἐν δὲ τοῖς καθ᾽ ἡμᾶς καὶ τὸ δοκοῦν εἶναι τυχαῖον εἰς τὴν τῆς προνοητικῆς εἱμαρμένης ὑπηρεσίαν τελεῖ, ὥστε δοκεῖν μὲν ἀπὸ ταὐτομάτου πάσχειν ἡμᾶς καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις, τοῦτο δὲ πάσχειν περί τε σῶμα καὶ τὰ ἐκτὸς, ὃ ἡ ἔφορος κρίσις ὥρισε.

Τῇ γὰρ τῶν περὶ ἡμᾶς ἐπιτάσει τε καὶ ἀνέσει καὶ ταῖς παντοίαις τούτων μεταβολαῖς τὸ αὐτεξούσιον τῆς ψυχῆς παιδαγωγεῖται πρὸς εὐεξίαν, θᾶττον μὲν ἐὰν εὐγνωμόνως ὑποδέχηται τὰ περὶ ταῦτα συμβαίνοντα πάθη, ἐν πολλαῖς δὲ καὶ μακραῖς χρόνου περιόδοις, ὅταν ἰταμῶς καὶ ἀνοήτως πρὸς αὐτὰ διατεθῇ. Τότε γὰρ δίκας μὲν ὑπέχει τῆς ἀγνωμοσύνης, οὐδὲν δὲ ἧττον δι᾽ ὧν πάσχει φέρεται πρὸς τὸ δέον.

Ὅτι ἡ ψυχή, φησιν, οὐκ ἀνεύθυνον ἔχουσα τῆς ὁποιασοῦν αἱρέσεως τὴν ὁρμήν, καὶ ὑπὸ τοῦ προσεχοῦς κρείττονος γένους ἐπιστασίας ἀξιοῦται, δίκης καὶ καθάρσεως καὶ τιμωρίας τυγχάνουσα ἀεὶ πρὸς τὴν ἀξίαν τῶν ἑαυτῆς διαθέσεων. Καὶ τὸ μὲν ἑλέσθαι ἐπ᾽ αὐτῇ κεῖται, τὰ δὲ ἐπισυμβαίνοντα ταῖς αἱρέσεσι τῇ τῆς προνοίας κρίσει ὥρισται, πρὸς ἀξίαν ἀμειβομένη τὰς ψυχικὰς διαθέσεις.

Καὶ οὕτως αἱρεῖσθαί τε ἅμα καὶ κληροῦσθαι τὸν αὐτὸν βίον λεγόμεθα. Ἡ γὰρ ἐπὶ τοῖς εἰργασμένοις ἡμῖν τεταγμένη ἀμοιβὴ καὶ τὴν αὐτεξούσιον κίνησιν καὶ τὴν θείαν ἐπιστασίαν ἐκφαίνει, ὥστε ἀπ᾽ ἀρχῆς εἰς τέλος αὐτεξουσίους μὲν ἔχειν ἡμᾶς τὰς κινήσεις, εἰ καὶ ἄλλοι ἄλλων μᾶλλον καὶ ἧττον· καὶ αὐτοὶ δὲ οὐχ ὁμοίως ἀεὶ τὸ ἐφ᾽ ἡμῖν διασῴζομεν, οὐκ ἀδεσπότους δὲ τὰς πρὸς τὴν ἀξίαν ἀντιδόσεις. Καὶ τοῦτο εἶναι τὴν ἄγουσαν ἡμᾶς πρὸς τὰ τῇδε καὶ πάλιν ἐντεῦθεν ἀπάγουσαν εἱμαρμένην, πλέγμα οὖσαν καὶ συνδρομὴν ἀνθρωπίνης προαιρέσεως καὶ θείας κρίσεως, ὥστε ἑλομένους ἡμᾶς ἃ βουλόμεθα διὰ τὸ τῆς προαιρέσεως ἀδούλωτον, πάσχειν πολλάκις ἃ μὴ βουλόμεθα διὰ τὸ τῆς κρίσεως ἀδιάπταιστον.

Ἐν ὅλῳ δὴ τῷ ἀφοριζομένῳ βίῳ τά τε ἄλλα κεῖται, ὅσα συνεκτικὰ τῆς ἀνθρωπίνης ζωῆς, καὶ ὁ καιρὸς καὶ ὁ τρόπος τοῦ θανάτου τῷ τῆς εἱμαρμένης ψηφίσματι συνδιατέτακται. Ὅτι φησίν, ἐπιστῆσαι ἄξιον ὡς ἡ ψυχὴ οὔτε ἐν τῇ πρὸς νοῦν στροφῇ τὴν τοῦ ποτε ἀνοηταίνειν ἀσθένειαν ἀφῄρηται, οὔτε ἐν τῇ ἐσχάτῃ κακίᾳ τὴν τοῦ αὖθις νοεῖν δύναμιν καὶ ὀρθῶς μετανοεῖν. Φύσει γὰρ ἡ ἀνθρωπίνη ψυχὴ τοιαύτη δημιουργηθεῖσα καὶ πρὸς τὴν θείαν εὐζωΐαν καὶ πρὸς τὴν θνητὴν γένεσιν ἐπιτηδείως ἔχει, ἀνὰ μέρος ἑκατέραν προβάλλουσα δύναμιν, ἐπεὶ καὶ κατὰ πρόνοιαν θεοῦ πρὸς ἄμφω γεγένηται. Οὕτω γὰρ τὸ μὲν δύνασθαι αὐτὴν πολιτεύεσθαι κατ᾽ οὐσίαν κέκτηται· τὸ δὲ πλείονα χρόνον ἄνω διάγειν ἢ κάτω πρὸς τὴν αὐτοκίνητον αὐτῆς συμβαίνει διάθεσιν. Διὸ αἱ μὲν μυριετεῖς αἱ δὲ τρισχιλιετεῖς περιόδους λέγονται ποιεῖσθαι, τῆς ἀρετῆς ἐπιτεμνομένης τὴν πλάνην, καὶ τοῦ συντόνου τῶν ἀγαθῶν ἔρωτος ὑφαιρουμένου τῆς περιγείου λειτουργίας τὸ πολυχρόνιον.

Ἐκ τοῦ βʹ λόγου. Ὅτι φησί, κατ᾽ οὐσίαν ἐκεῖνα λέγεται ποιεῖν ὅσα μένοντα ἀτρέπτως ἐν τῇ αὑτῶν οὐσίᾳ καὶ ἐνεργείᾳ, καὶ μηδὲν ἑαυτῶν ἀπομερίζοντα μηδὲ κινοῦντα πρὸς τὴν τῶν γεννωμένων ὑπόστασιν, κατ᾽ αὐτὸ μόνον τὸ εἶναι ὅ ἐστι παράγει τὴν τῶν δευτέρων γένεσιν. Οἷς ἕπεται μήτε ὕλῃ προσχρῆσθαι μήτε ἀπὸ χρόνου ποιεῖν μήτε εἰς χρόνον παύεσθαι μήτε ἔξω τῆς τοῦ ποιοῦντος ἐνεργείας κεῖσθαι τὸ γινόμενον· ταῦτα γὰρ πάντα τῇ κατὰ συμβεβηκὸς ἐνεργείᾳ παρέπεται ἐπὶ τοῦ οἰκοδόμου καὶ τῶν ὁμοίων.

Ὅτι φησί, ὁ Πλάτων ἐν Φαίδρῳ λέγων· «Τὸν δὲ ὑπερουράνιον τόπον οὔτε τις ὕμνησέ πω τῶν τῇδε ποιητὴς οὔτε ποτὲ ὑμνήσει κατ᾽ ἀξίαν», τόπον νῦν οὐ τὸν κυρίως φησίν (οὗτος γὰρ σωμάτων ἐστὶ περιεκτικός), τόπον δὲ νῦν ἀντὶ τοῦ οὐσίαν τοιάνδε καὶ γένος τοιόνδε, λέγει, οἷον ὑπερκόσμιον καὶ νοητόν, ὥσπερ εἰώθαμεν περὶ πραγμάτων τινῶν διηγούμενοι λέγειν ὅτι κατ᾽ ἐκεῖνον τὸν τόπον τοῦ λόγου γενόμενοι ἐροῦμεν, τὸ κεφάλαιον ἐκεῖνο καὶ τὸ εἶδος τῶν πραγμάτων τόπον καλοῦντες.

Ὅτι ἐν τοῖς νόμοις Πλάτων, φησί, τὸ διαφέρον τῆς περὶ ἡμᾶς τοῦ θεοῦ προνοίας ἐνδείκνυται, λέγων ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. Ἐξ ὧν δῆλός ἐστι τοῖς μὲν ἀπαθέσι καὶ ἀεὶ τελείοις καὶ διὰ τοῦτο ἀναμαρτήτοις τὴν καθαρὰν καὶ μονοειδῆ τοῦ θεοῦ ἐπιστήσας πρόνοιαν, τοῖς δὲ καὶ εἰς ἄνοιάν ποτε ὑποφερομένοις λογικοῖς καὶ διὰ τοῦτο κακίας ἀναπιμπλαμένοις τὴν συμμιγῆ καιροῖς καὶ τύχαις πρόνοιαν ἀποδιδούς.

Ἔστι γὰρ ἡ μὲν τῶν ἀγαθῶν προηγουμένη δόσις καὶ ἡ τῶν κατὰ φύσιν προσόντων τήρησις ἴδιον ἔργον τῆς καθαρᾶς προνοίας, ἡ δὲ τῶν παρὰ φύσιν διατεθέντων διόρθωσις καὶ αἱ τῶν ἁμαρτημάτων εὐθῦναι τῆς ἐνύλου καὶ τύχῃ καὶ καιρῷ προσχρωμένης. Οὐ γὰρ κατὰ τὸν προηγούμενον λόγον ἡ θεία κρίσις τοῖσδε μὲν ἡμῶν ἐμφέρει τὰ δεινά, τοῖσδε δὲ τὰς εὐπαθείας ἀποδίδωσιν, ἀλλ᾽ ἐξ ὑποθέσεως τῆς τῶν προβεβιωμένων ἀξίας, ἐπεὶ καὶ ἔοικεν ἡ κρίσις τῶν ἐφεστώτων ἡμῖν δικαστῶν τῇ ἰατρικῇ τέχνῃ, ἣ παραλαβοῦσα τοὺς ἀφ᾽ ἑαυτῶν νοσήσαντας πάντα πρὸς τὸ δέον αὐτοῖς συντάττει κατὰ καιρόν, ὃ ἂν αὐτοῖς τοῖς θεραπευομένοις εἴη λυσιτελές. Καὶ διὰ τοῦτο ἡ μὲν ἀξία τῶν κρινομένων ἄλλοτε ἄλλη τυγχάνουσα, καὶ ταῖς αὐτεξουσίοις κινήσεσιν ἐναλλαττομένη, τύχην τῇ περὶ ἡμᾶς προνοίᾳ συμμίγνυσιν· ἡ δὲ προσήκουσα ἑκάστοις τάξις τὸν τῆς τιμωρίας καὶ τῆς καθάρσεως καιρὸν συνεισάγει. Τύχης δὲ καὶ καιροῦ τῇ θείᾳ προνοίᾳ συνταττομένων τὸ ὅλον πλέγμα γίνεται εἱμαρμένη, ἐκ μὲν τῆς ἀνθρωπίνης προαιρέσεως τὴν τύχην προσλαβοῦσα, ἐκ δὲ τῆς θείας κρίσεως ἐκφέρουσα τὸν καιρόν. Καὶ γὰρ τῆς τέχνης ἔστιν ἀφορίσαι τὰ μέτρα τῆς θεραπείας, τοῦ δὲ ἀνθρώπου διατεθῆναι οὕτως ὥστε τομῆς δεηθῆναι ἢ καύσεως ἢ ἄλλης τινὸς ἀλγεινῆς θεραπείας.

Πολλαχοῦ δέ, φησι, καὶ ἄλλοθι ὁ Πλάτων τὰ τοιαῦτα φιλοσοφεῖ περὶ τῆς ἀνθρωπίνης οὐσίας καὶ τῆς ἀπευθυνούσης ἡμᾶς προνοητικῆς εἱμαρμένης.

Ὅτι ἀποδιδούς, φησίν, ὁ Πλάτων φιλοσόφου καὶ ἐρωτικοῦ διαφοράν, καὶ πῶς ἰσοτίμως ἀνάγεσθαι λέγονται, φιλοσοφῆσαι μὲν ἀδόλως λέγει τὸν θεωρίαν ἄνευ πράξεως πολιτικῆς ἀγαπήσαντα, καὶ πάντα τὰ ἄλλα παρ᾽ οὐδὲν θέμενον, καὶ ταῖς καθαρτικαῖς ἀρεταῖς ἑαυτὸν παραδόντα τῇ πρὸς μόνην τὴν ἱερὰν τελείωσιν ἀναγωγῇ, ὡς ἐν Θεαιτήτῳ διέξεισιν. Ἀλλ᾽ ὁ μὲν ἀδόλως φιλόσοφος κατὰ Πλάτωνα τοιοῦτος.

Ὁ δὲ ἐρωτικὸς λέγεται παρ᾽ αὐτῷ, ὃς καὶ παιδεραστῆσαι μετὰ φιλοσοφίας, ὁ ταῖς πρακτικαῖς ἀρεταῖς διὰ τὸ θεῖον καὶ τὸ αὐτόκαλον ἐνασκηθείς, καὶ τῶν νοητῶν ἀγαθῶν τὴν μετάδοσιν ἐπιτηδεύσας, πολιτικὸν τῷ ὄντι καὶ παιδευτικὸν τρόπον τοῦ βίου μεταχειριζόμενος. Καὶ τοῦτο ἐν Πολιτείᾳ παραδίδωσι, τοὺς φιλοσόφους λέγων ἄρχοντας ταῖς πόλεσιν ἐφεστάναι, ἵνα λήξωσί ποτε τῶν κακῶν, καὶ ὡς οὐκ ἄν ποτε εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι.

Τίς δ᾽ ὁ τρόπος τῆς διαγραφῆς; Ὅτι λαβόντες, ὥσπερ πίνακα, πόλιν τε καὶ ἤθη ἀνθρώπων πρῶτον μὲν καθαρὰν ποιήσειαν, καὶ μετὰ τοῦτο ὑπογράψαιντο ἂν τὸ σχῆμα τῆς πολιτείας, ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι αὐτὴν πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ ὡς ἐκεῖνο αὖ ὃ τοῖς ἀνθρώποις ἐμποιεῖ, ὡς καὶ Ὅμηρος ἔφη, τὸ θεοειδές τε καὶ θεοείκελον, καὶ τὸ μὲν ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν ἐς ὅ τι μάλιστα τὰ ἀνθρώπινα ἤθη θεοφιλῆ ποιήσειαν.

Τοιοῦτός ἐστι πολιτειῶν ζωγράφος ὁ παιδεραστῶν μετὰ φιλοσοφίας, τουτέστιν ὁ μετὰ θεωρητικοῦ νοῦ πολιτευόμενος. Παῖδα γὰρ εἶναι τὴν αἴσθησιν καὶ τὸ ἐν αἰσθήσει καλόν, ὡς πρὸς πρεσβυτὴν καὶ παιδαγωγὸν τῆς αἰσθήσεως τὸν νοῦν. Διὸ τὸν νῷ μόνῳ χρώμενον ἐν ὑπεροψίᾳ τῶν τῇδε σώφρονι ἀδόλως φιλοσοφεῖν ἀποφαίνεται, τουτέστιν ἀπεριεργάστως καὶ ἀΰλως καὶ ἀγοητεύτως· γοητεύειν γάρ πως ἡ αἴσθησις ἐθέλει συνοῦσα, καὶ ἀναπείθειν τὸν λογισμὸν τῶν ἐνύλων τι ἀγαθὸν ὑπολαμβάνειν οἰκεῖον.

Τὸν δὲ τὴν αἴσθησιν κατὰ νοῦν διατάττοντα παιδεραστεῖν λέγει μετὰ φιλοσοφίας, φυλακτήριον ἔχοντα μέγιστον τοῦ ἀνεξαπατήτως κατὰ τὴν αἴσθησιν ἐνεργεῖν τὸν θεωρητικὸν νοῦν, οὐκ εἰκόνας ἰδίᾳ καὶ δημοσίᾳ γράφειν ἐρᾷ, τὰ τῶν ἀνθρώπων ἐπανορθούμενος ἤθη, ἕως εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειεν. Ἃ γὰρ ἐκεῖ ὁρᾷ, ἐγγράφειν ἐν ἄλλοις πειρᾶται ὁ τῷ θείῳ χρώμενος παραδείγματι ζωγράφος, οὐδὲν μὲν τοῦ πρώτου κατὰ νοῦν ἀπολειπόμενος, φιλανθρωπίᾳ δὲ αὐτοῦ δοκῶν διαφέρειν, ὥσπερ αὖ ἐκεῖνος τούτου τῇ ἰδιοπραγίᾳ κρατεῖ. Τοιαύτας δὲ πρὸς ἀλλήλους ἔχοντες διαφοράς, ὁ μὲν τὸ ἀδόλως, τουτέστιν ἀνενδεῶς καὶ ἀνεπιστρόφως τῶν ἀνθρωπίνων πραγμάτων, ὁ δὲ τὸ ἐρωτικῶς, ὃ ταὐτόν ἐστι τῷ φιλανθρώπως καὶ κοσμητικῶς τῶν συγγενῶν, ὅμως διὰ τὸ μίαν αὐτοὺς καὶ τὴν αὐτὴν φιλοσοφίαν κεκτῆσθαι τῆς ἀποκαταστάσεως ἰσοτίμως τυγχάνειν λέγονται, ἰσοχρονίως πτερούμενοι καὶ τῆς αὐτῆς ἀναγωγῆς ἀξιούμενοι.

Ἐκ τοῦ τρίτου λόγου, κεφαλαίου δεκάτου. Οὐ μάτην οὖν, φησί, νόμοι κείσονται τοῖς ἀνθρώποις, οὐδὲ λογισμὸς εἰκῇ δέδοται, οὐδὲ τὸ βουλεύεσθαι παρέλκει, οὐδὲ τὸ εὔχεσθαι περιττόν, εἰ πρόνοια τῶν ἀνθρωπίνων πραγμάτων ἡγοῖτο, νόμῳ καὶ δίκῃ τὰς ἀμοιβὰς τῶν προαιρέσεων τάττουσα. Οὐδὲ μήν, εἰ ταῦτα ἀναγκαῖα καὶ καλὰ καὶ σωτήρια, ἡ τῆς προνοητικῆς εἱμαρμένης τάξις ἀνῄρηται, ἡ τὸ ἐφ᾽ ἡμῖν τοῖς οὐκ ἐφ᾽ ἡμῖν παιδεύουσα πάθεσι. Δι᾽ ἀλλήλων δὲ ταῦτα βεβαιοῦται μᾶλλον ἢ διὰ θατέρου θάτερον ἀναιρεῖται. Προνοίας γὰρ οὔσης ἀνάγκη καὶ νόμους καὶ λογισμοὺς καὶ εὐχὰς πλείστας ἡμᾶς ὠφελεῖν, μὴ οὔσης δὲ οὐ μόνον ἀνόητα παντελῶς ταῦτα, ἀλλ᾽ οὐδὲ τὴν ἀρχὴν ὑποστῆναι δυνάμενα.

Διὸ καὶ τὸ ἐφ᾽ ἡμῖν τὴν πρόνοιαν συνεισάγει, καὶ ἡ πρόνοια τὸ ἐφ᾽ ἡμῖν. Ἡ γὰρ ἡμετέρα προαίρεσις τὴν δικαίαν εἱμαρμένην κρατύνει, καὶ αὐτὴ τὴν αὐτεξούσιον ἡμῶν κίνησιν βεβαιοῦται. Ἣν εἰ μὲν καθαρὰν καὶ λελογισμένην προσάγοιμεν τῷ θεῷ, νόμοις ἐμμένοντες καὶ εὐχαῖς χρώμενοι καὶ εὐβουλίαν τιμῶντες καὶ διὰ πάντων ἐπιμέλειαν ἑαυτῶν ποιούμενοι, τῶν μεγίστων ἀγαθῶν τευξόμεθα· εἰ δὲ τἀναντία, πάντως που τῶν ἐπὶ τούτοις τεταγμένων δικῶν τὰς ἰατρικὰς οἴσομεν ἀλγηδόνας, πείρᾳ τὸ δέον μεταμανθάνοντες. Πρὸς αὐτὸ δὲ τὸ εὖ καὶ καλῶς ἡμᾶς διατεθῆναι, τῆς χείρονος καθαρεύσαντας προαιρέσεως, πλείστην φέρει συντέλειαν εὐχὴ καὶ νόμος καὶ συμβουλὴ καὶ τὰ τοιαῦτα, εἰς τάξιν ἄγοντα καὶ συμφωνίαν θεοπειθῆ τὴν ἡμετέραν διάνοιαν.

Ὅτι οὐ τοιοῦτόν ἐστι, φησί, τὸ ἡμέτερον αὐτεξούσιον, ὡς ταῖς ἑαυτοῦ προαιρετικαῖς κινήσεσι πάντα μετατιθέναι δύνασθαι τὰ ὄντα καὶ τὰ γινόμενα. Οὕτω γὰρ ἂν οὐ μόνον καθ᾽ ἕνα ἕκαστον ἄνθρωπον κόσμος ἄλλος ἐγένετο καὶ ἄλλη βίου κατασκευή, μὴ τὰ αὐτὰ βουλομένων ἁπάντων ἡμῶν, ἀλλὰ καὶ ταῖς ἑκάστου διαθέσεσιν, εἴπερ δραστήριοι ἦσαν καὶ οὐσιοποιοί, συμμετέβαλλε τὰ πάντα ταῖς ὀξυρρόποις μεταβολαῖς τῶν ἀνθρωπίνων προαιρέσεων συναλλοιούμενα. Διὸ εὐλόγως ἡ δύναμις τοῦ ἀνθρωπίνου αὐτεξουσίου, εὐκινήτου ὄντος καὶ ἐφημέρου, ἀδρανής ἐστι παντελῶς ὡς ὑπόστασίν τινος ἢ μετάθεσιν, μὴ συνεργουμένη ἔξωθεν· ἀλλὰ δὴ τὰ ὄντα, φησί, μὴ μετατιθέτω ἡ ἀνθρωπίνη προαίρεσις, ἐπειδὴ θεῖος νόμος αὐτὰ φρουρεῖ, μηδὲ τῶν γινομένων ὅσα εἰς κοσμικὰς ἐνεργείας συντελεῖ.

Ὅτι οὐδενός ἐστι κυρία πλὴν ἑαυτῆς καὶ τοῦ ἑαυτὴν ἀμείνονα ἢ χείρονα ταῖς διαθέσεσιν ἀπεργάζεσθαι, κριτικὴ μόνον οὖσα τῶν ὄντων καὶ ἀποδεκτικὴ τῶν γινομένων, καὶ οὕτως ἀρετὴν ἢ κακίαν κτωμένη τῷ εὖ ἢ κακῶς ἐν ταῖς οἰκείαις ἐνεργείαις διατεθῆναι. Τὸ γὰρ αὐτεξούσιον τοῦτο μόνον ἐφ᾽ ἡμῖν εἶναι δηλοῖ τὴν μετάθεσιν ἡμῶν αὐτῶν πρὸς τὸ δοκοῦν ἡμῖν, τοῦ περικειμένου σώματος καὶ τῶν ἐκτὸς οὐ συναριθμουμένων τῷ αὐτεξουσίῳ. Εἰ γὰρ τὸ λεγόμενον ἐφ᾽ ἡμῖν, παρελθὸν τὴν οὐσίαν ἐν ᾗ ἵδρυται, καὶ ὥσπερ ἐν ἀλλοτρίᾳ χώρᾳ γενόμενον, ἄλλα ἐπ᾽ αὐτῷ εἶναι βουληθῇ, οἷον τὸ σῶμα ἢ τὴν κτῆσιν, μυρίων ἐναντιωμάτων πειράσεται, μὴ κατὰ σκοπὸν προβαινόντων αὐτῷ τῶν πραγμάτων, καὶ μυρίων δεήσεται τῶν συνεργούντων εἰ μέλλοι τι τούτων κατὰ νοῦν αὐτῷ γενήσεσθαι. Τὸ δὲ τὰ ἐναντιούμενα μὴ συμβῆναι καὶ τὰ συνεργοῦντα συμβῆναι οὐκ ἦν ἐφ᾽ ἡμῖν, ἀλλ᾽ ἄλλης τινὸς καὶ μακρᾶς ὑποθέσεως καὶ τῆς ἑπομένης ταύτῃ τάξεως, ἣν ἡ εἰμαρμένη ἐπιτελεῖν λέγεται, κρίσις θεία οὖσα ἐν τοῖς οὐκ ἐφ᾽ ἡμῖν, πρὸς τὴν ἀξίαν ἀμοιβὴν τῶν ἐφ᾽ ἡμῖν. Οὐ γὰρ ἀναιρεῖται τὸ αὐτεξούσιον τῆς ἀνθρωπίνης ψυχῆς, εἰ τὰ ἐκτὸς αὐτῆς ἐπὶ τῷ θεῷ εἴη διανέμειν καὶ ἀποδιδόναι ἑκάστῳ πρὸς τὴν ἀξίαν τῶν διαθέσεων.

Μάλιστα γὰρ τῆς πρὸς ἀρετὴν καὶ κακίαν αὐτοκινησίας ἡμῶν ἡ προνοητικὴ εἱμαρμένη δεῖται· οὐ γὰρ ἄλλως ἔσται δικαία ἡ ἄνισος διανομή, μὴ ὑπόθεσιν λαβοῦσα τὸ ἡμέτερον αὐτεξούσιον.

Ὅτι ἐν τῷ τέλει τοῦ Τιμαίου ὁ Πλάτων, φησί, περὶ σωματικῶν παθῶν διαλεγόμενος καὶ τῆς τούτων θεραπείας, καθάρσεσι φαρμακευτικαῖς ἀπαγορεύει χρῆσθαι προχείρως, διὰ τὸ δεῖν περιμένειν τὴν κατὰ φύσιν τῶν νοσημάτων πέπανσιν καὶ μὴ ταῖς βιαίοις ἐκτομαῖς πολλαπλάσια ταῦτα ἀπεργάζεσθαι· καὶ οὕτως ἔκ τινος ἀκολουθίας προιὼν ἑκάστῃ νόσῳ χρόνον τινὰ φύσει τεταγμένον ἀποφαίνεται τῇ τῶν ζῴων συστάσει ἀνάλογον, ὧν ἡ σύνοδος γεννᾶται τεταγμένους, ὥς φησιν, ἔχουσα τοῦ βίου τοὺς χρόνους καὶ κατὰ γένος, οἷον ἵππος μὲν τοσάδε ἔτη ζήσειε τὸ μήκιστον, βοῦς δὲ τοσάδε, καὶ καθ᾽ ἕκαστον, οἷον ὅδε ὁ βοῦς συσταίη ἔτη δέκα, εἰ μὴ θηρίον ἢ ἄλλη τις ἔξωθεν συμπεσοῦσα περίστασις αὐτὸν προανέλῃ. Εἶναι γὰρ ἐκ φύσεως ἀφωρισμένον χρόνον τινὰ ἑκάστῳ, μέχρις οὗ δυνατόν ἐστιν ἐξαρκεῖν τὴν σύστασιν, καὶ οὗ εἰς τὸ πέραν οὐκ ἂν ἔτι βιῴη.

Μὴ πάντως δὲ πάντας πρὸς τὸν δυνατὸν τῆς συστάσεως ἀφικνεῖσθαι χρόνον διὰ τὰς ἔξωθεν βιαίους ἐπιφοράς, ἃς ἐφ᾽ ἡμῶν μὲν τὴν πρόνοιαν διατάττειν ἔφαμεν, ἐπὶ δὲ τῶν ἀλόγων ζῴων ὡς ἔτυχεν ἐπισυμβαίνειν. Μὴ γὰρ ἀνάγκην εἶναι, ὡς ἐπ᾽ ἀνθρώπων, οὕτω καὶ ἐπὶ τῶν ἀλόγων ζῴων ἢ τῶν φυτῶν, τὴν τάξιν τοῦ θανάτου φυλάττεσθαι πρὸς τὴν ἀξίαν τῆς ψυχῆς ἀποδιδομένην, ἐπεὶ μηδὲ ὁμοίως ἡμῖν ἐκεῖνα εἰς τὸν βίον παρέρχεται. Ἡμεῖς μὲν γὰρ κρίσει δικαστῶν δαιμόνων πρὸς τὴν τῶν βεβιωμένων ἡμῖν ἀξίαν λαγχάνομεν ἕκαστος βίον, ἐν ᾧ πάντα συνείληπται, ἔθνος, πόλις, πατήρ, μήτηρ, καιρὸς ἀποκυήσεως, σῶμα τοιόνδε, ἀναστροφαὶ καὶ τύχαι παντοῖαι τῷ βίῳ προσήκουσαι, τρόπος τελευτῆς καὶ καιρὸς ἀποτεταγμένος· καὶ τούτων ἁπάντων φύλαξ καὶ ἀποπληρωτὴς ὁ εἰληχὼς δαίμων ἕστηκεν. Ὧν οὐδὲν ἐπ᾽ ἐκείνων θεωρεῖσθαι πέφυκε. Τὰ γὰρ τῇ λογικῇ οὐσίᾳ ὡς λογικῇ προσήκοντα τῆς ἀλόγου φύσεως παντελῶς ἐστιν ἀλλότρια.

Οὐ δίκαιον οὖν ἐστι τῆς αὐτῆς ἀξιοῦσθαι προνοίας λογικὰ καὶ ἄλογα, ἀλλ᾽ ἐκεῖνα μὲν τῷ κατ᾽ εἶδος σῴζεσθαι τὴν ἀρκοῦσαν ἔχει πρόνοιαν (τοῦτο γὰρ μόνον ἀθάνατον καὶ ἀεὶ τὸ αὐτὸ διαμένον)· ἡμεῖς δὲ εἰ μὴ καθ᾽ ἕνα ἕκαστον προνοηθησόμεθα, ὥστε μηδὲν ἀλογίστευτον εἶναι τῇ προνοίᾳ τῶν καθ᾽ ἡμᾶς, τῆς προσηκούσης οὔπω τευξόμεθα κηδεμονίας. Πρέπει δὲ τοὺς πρὸς ἀριθμὸν ὡρισμένον ὑποστάντας ὑπὸ τοῦ δημιουργοῦ, ἑπομένους τῇ ἀπ᾽ ἐκείνου γενέσει καὶ καθ᾽ ἕνα ἕκαστον τῆς προνοίας αὐτοῦ μεταλαγχάνειν. Οὐ γὰρ δὴ μίαν εἰργάσατο ψυχήν, ἕκαστος δὲ ἡμῶν ὡς ἔτυχεν ἀπὸ ταύτης ἀπομερίζεται καὶ πάλιν εἰς ταύτην ἀνακιρνᾶται, ἀλλ᾽ ἑκάστην ἀνθρωπίνην ψυχὴν ἰδίοις ὅροις περιγεγραμμένην ὑπέστησε. Διὸ καὶ ἑκάστης ἐστὶ πρόνοια καὶ κρίσις καὶ δίκη καὶ κάθαρσις καὶ εἰς γένεσιν ἔκπεμψις καὶ βίου λῆξις προσήκουσα, καὶ τελευτὴ οὐκ ἀπὸ ταὐτομάτου συμβαίνουσα, καὶ μετὰ τὴν τελευτὴν εἰς Ἅιδου πορεία μετὰ ἡγεμόνος τοῦ τὴν ζωὴν ἡμῶν εἰληχότος δαίμονος.

Ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων καὶ φυτῶν καὶ προαιρέσεις ἡμέτεραι καὶ ἀλληλοφαγίας ἀναγκαῖαι χρεῖαι, παντοῖαι καὶ τυχηραὶ περιπτώσεις, ἐκβιάζονται ἕκαστα πρὸ τῆς κατὰ φύσιν διαλύσεως ἀτάκτως καὶ ἀορίστως φθείρεσθαι ὡς μήτε προβεβιωμένων αὐτοῖς δίκης ἐφεστώσης, μήτε ἐφ᾽ οἷς νυνὶ ποιοῦσιν ἢ πάσχουσι κρίσεως προσδοκωμένης.

Ἐπὶ δὲ ἀνθρώπων θεσμοὶ προνοίας καὶ δαιμόνων κρίσεις καὶ βίων κλῆροι καὶ παλαιῶν ἁμαρτημάτων ἀμοιβαὶ τά τε ἄλλα καὶ τοὺς καιροὺς καὶ τοὺς τρόπους τῆς τελευτῆς ἀφορίζουσιν· ὥστε καὶ τὰ ἀπὸ προαιρέσεως ἐνεργούμενα καὶ τὰ ὡς ἔτυχε δοκοῦντα συμπίπτειν πρὸς τὴν ἑκάστου ἡμῶν εἱμαρμένην συνείρεσθαι καὶ τὴν τῆς ἀξίας ἀποπληροῦν δίκην, ἀεὶ τῶν παρεληλυθότων τοῖς ἐφεξῆς τὴν αἰτίαν τῆς συμβάσεως παρεχομένων, καὶ τοῦ ἐφ᾽ ἡμῖν τὰς τῶν οὐκ ἐφ᾽ ἡμῖν περιστάσεις ἐφελκομένου, τῷ τὰς ἀνθρωπίνας προαιρέσεις τοῖς εἱμαρμένοις ἀπευθύνεσθαι νόμοις, οὓς ὁ δημιουργὸς ἔταξε ταῖς ψυχαῖς.

Ἀνεγνώσθη ἐκλογαὶ τοῦ θεαρέστου βίου Γρηγορίου, ὃς ἱεροπρεπῶς ἀρχιερατεύσας τῆς Ῥωμαίων ἐκκλησίας τοὺς βιωφελεστάτους τέσσαρας διαλόγους ἐφιλοπονήσατο. Οὗτος ὁ θεῖος Γρηγόριος μητρὸς μὲν προῆλθεν ὄνομα Σιλβίας, οἴκου περὶ τὴν Ῥώμην λαμπροῦ, μονάζει δ᾽ ἐν τῇ μονῇ τοῦ ἁγίου Ἀνδρέου τοῦ ἀποστόλου, ᾗ ἐπώνυμον Κλειοσκαύριν, καὶ ὕστερον καθηγήσατο τῶν ἐν αὐτῇ, τἄλλα μὲν πράττων ἃ πράττειν ἔδει θεοφιλῆ, ἔργον δὲ διδοὺς τῇ χειρὶ καὶ τὸ γράφειν. Ἀρεταῖς δὲ τὸν βίον ἰθύνων ἐλεημοσύναις προέλαμπε. Μετὰ γὰρ πολλῶν ἄλλων, δι᾽ ὧν αὐτοῦ τὸ πρὸς τοὺς δεομένους ἔλεος καὶ ἡ συμπάθεια ἐγνωρίζετο, καὶ τοῦτο ἂν μάλιστα χαρακτηρίσειε τῆς φιλανθρωπίας αὐτοῦ καὶ ἐλεημοσύνης τὸ θαυμάσιον.

Ἧκέ τις αἰτῶν ποτέ, καὶ τὴν τοῦ αἰτεῖν ἀνάγκην εἰς ναυάγιον ἀνῆπτεν· ὁ δὲ προθύμως δίδωσι χρυσοῦ νομίσματα ἕξ. Ὁ δ᾽ αὐτὸς ἐκ δευτέρου κατὰ τὴν αὐτὴν ἡμέραν ἐπελθὼν οὐκ ἐξαρκεῖν ἔλεγε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς τὸ δοθέν, καὶ ᾔτει λαβεῖν. Ὁ δὲ πάλιν καὶ γνώμῃ καὶ δώροις τοῖς ἴσοις αὐτὸν ἐδεξιοῦτο.

Καὶ τρίτον ἐφίσταται, τὰ ὅμοια τοῖς δευτέροις καὶ λέγων καὶ αἰτῶν· ὁ δὲ οὐδὲ τὸ τρίτον ἀλλοιότερος τῷ αἰτοῦντι κατέστη, ἀλλὰ κελεύει πάλιν διὰ τοῦ καὶ τὰ πρότερον διακονησαμένου ἴσην αὐτῷ καὶ ὁμοίαν τὴν ἐπίδοσιν παρασχεῖν. Ἐπεὶ δὲ τῶν μὲν νομισμάτων οὐδὲν ὑπελείπετο, ἔμαθε δὲ ζητῶν ἐπιμελῶς ὅθεν τῷ δεομένῳ ἐπικουρήσειεν, ὡς ὁ ἐξ ἀργύρου πινακίσκος, ἐν ᾧ ἡ μήτηρ εἰώθει ὀσπρίων τινὰ διάβροχα πέμπειν τῷ παιδί, οὔπω ἀπεδόθη, τοῦτον ἐπιδοθῆναι τῷ αἰτοῦντι προστάττει.

Ἀλλὰ ταῦτα μὲν τότε. Χρόνῳ δ᾽ ὕστερον κρίσει μὲν θείᾳ ψήφῳ δὲ τῶν ἱερῶν ταγμάτων τὸν ἀρχιερατικὸν λαχὼν ἰθύνειν θρόνον, δώδεκά τινας τῶν πενήτων, ὡς ἔθος πράττειν τοῖς πατριάρχαις, συνεστιαθῆναι κελεύει, καὶ συγκαλέσασθαι τούτους τὸν οἰκεῖον σακελλάριον ἐπιτρέπει. Ὡς δὲ τὸ πρόσταγμα τέλος ἔλαβε καὶ τὴν τράπεζαν οἱ δαιτυμόνες ἐπλήρωσαν, συνεωρᾶτο δὲ τῷ ἀρχιερεῖ καὶ τρισκαιδέκατος συνεστιώμενος, ᾐτιᾶτο τὸν καλέσαντα ἑνὸς προσθήκῃ τὸν ἀριθμὸν τῶν δώδεκα χυδαιώσαντα· ὁ δὲ ἀπηρνεῖτο τὸν ἐπείσακτον, καὶ ἀπηρίθμει τοὺς συνεστιωμένους, δεικνὺς ἐν τῷ ἀπερίττῳ τοὺς δώδεκα. Ἐπεὶ δὲ ὁ ἱερὸς Γρηγόριος καὶ τρισκαιδέκατον ἔβλεπε, καὶ ἡ μορφὴ τούτου οὐ τῶν ἄλλων μόνον ἀλλὰ καὶ ἑαυτῆς πολλάκις ἐπὶ τὸ ξενίζον παρήλλατε, συνῆκε μὲν μὴ τῶν πολλῶν ἕνα τοῦτον εἶναι, ἀναστὰς δὲ τῆς τραπέζης καὶ τοῦτον ἰδίᾳ μετακαλεσάμενος ὅρκοις ἐδέσμει φρικτοῖς, ὅστις ποτὲ εἴη, δῆλον ποιῆσαι. Ὁ δὲ αὐτὸν ἐκεῖνον ἔφη εἶναι τὸν πάλαι ποτὲ τρὶς τῆς αὐτῆς ἡμέρας τὴν αἴτησιν προσενεγκεῖν ἀξιώσαντα καὶ τοσαυτάκις μὴ διαμαρτόντα τῆς αἰτήσεως· καὶ ἡ πρᾶξις ἐκείνη οὕτω τὸ θεῖον ἐξεθεράπευσεν ὡς ἐξ ἐκείνου μέχρι νῦν κρίσιν ἄνωθεν λαβεῖν σοὶ συμπαρεῖναι φύλακά τε τῆς ζωῆς καὶ ὁδηγὸν τῶν πρακτέων, ἄγγελον δὲ τὴν φύσιν Θεοῦ χρηματίζειν.

Καὶ ὁ μέν, ἀκούσας ταῦτα, πεσὼν προσεκύνησε καὶ τῷ Θεῷ ηὐχαρίστησεν· ὁ δὲ ᾤχετό τε καὶ οὐχ ὁρώμενος τὸν εὐεργέτην διεφύλαττεν.

Οὗτος ὁ θαυμάσιος Γρηγόριος πολλὰς μὲν καὶ ἄλλας ψυχωφελεῖς τῇ Ῥωμαίων συνετάξατο βίβλους, ὁμιλίας τε τὰ εὐαγγέλια ἀναπτύσσων προσωμίλησεν· ἀτὰρ δὴ καὶ βίους τῶν κατὰ τὴν Ἰταλίαν ἀξιολόγους, καὶ διηγήματα σωτηρίαν ἐκπαιδεύοντα συγκαταμίξας τούτοις, ἐν τέσσαρσι διαλόγοις ἐφιλοπονήσατο. Ἀλλὰ γὰρ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη οἱ τὴν Ῥωμαίων φωνὴν ἀφιέντες τῆς ἐκ τῶν πόνων αὐτοῦ ὠφελείας μόνοι ἀπήλαυον.

Ζαχαρίας δέ, ὃς τοῦ ἀποστολικοῦ ἀνδρὸς ἐκείνου χρόνοις ὕστερον τοῖς εἰρημένοις κατέστη διάδοχος, τὴν ἐν τῇ Ῥωμαϊκῇ μόνῃ συγκλειομένην γνῶσιν καὶ ὠφέλειαν εἰς τὴν Ἑλλάδα γλῶσσαν ἐξαπλώσας κοινὸν τὸ κέρδος τῇ οἰκουμένῃ πάσῃ φιλανθρώπως ἐποιήσατο.

Οὐ τοὺς διαλόγους δὲ καλουμένους μόνους, ἀλλὰ καὶ ἄλλους αὐτοῦ ἀξιολόγους πόνους ἐξελληνίσαι ἔργον ἔθετο. Ἀνεγνώσθη ἐκ τοῦ μαρτυρίου τῶν ἁγίων ἑπτὰ παίδων· ἐξ οὗ κεφαλαιώδης διετυπώθη χρεία. Ὅτι τὸ μαρτύριον τῶν ἁγίων ἑπτὰ παίδων Μαξιμιανόν, Ἰάμβλιχον, Μάρτιμον, Διονύσιον, Ἐξακουστουδιανόν, Ἀντωνῖνον καὶ Ἰωάννην, τούτους τοὺς ἑπτὰ τῶν εὐπατριδῶν ὄντας καὶ τὰ τῆς εὐσεβείας φρονεῖν καὶ κρατύνειν ἐπιγνωσθέντας, ἀχθῆναι μὲν ἐπὶ Δεκίου ἀναγράφει τοῦ τὴν Ῥωμαίων ἀρχὴν Θεοῦ παροράσει εἰς τυραννίδα διαφθείραντος, ἀχθέντας δὲ τὴν καλὴν ὁμολογίαν ὁμολογῆσαι, σχολῆς δέ τινος ἄλλης τὸν τύραννον μεθελκούσης ἄδειαν εὑρόντας καταφυγεῖν ἐπί τι σπήλαιον ἐν ὄρει πλησιάζοντι τῇ Ἐφεσίων διακείμενον μητροπόλει· καὶ διακονεῖσθαι αὐτοὺς ἐν ὅσοις ἡ σωματικὴ ἐβιάζετο χρεία ὑφ᾽ ἑνὸς αὐτῶν, ὃν προεῖπεν Ἰάμβλιχον ὁ λόγος· μετὰ δέ τινα βραχὺν χρόνον μαθόντα καὶ τὴν φυγὴν καὶ τὸ χωρίον τῆς διατριβῆς καὶ τὴν δίαιταν, καὶ ὀργῆς ἐμπλέω γεγονότα, ἀναφραγῆναι τὸ τοῦ σπηλαίου στόμα προστάξαι, ὡς ἂν λιμῷ διαφθαρεῖεν οἱ μάρτυρες.

Εἶτα μετὰ ἔτη δύο καὶ ἑβδομήκοντα καὶ τριακόσια, Θεοδοσίου μὲν τοῦ ἐκ τριγονίας τὴν βασίλειον ἀρχὴν διαδεξαμένου καὶ διέποντος, Μάρου δὲ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας τὰς ἱερὰς φροντίδας ἐγκεχειρισμένου, τὸ παράδοξον τοῦτο καὶ ὑπερφυέστατον θέαμα, ἐφάνησαν οἱ τοῦ Χριστοῦ καλλίνικοι μάρτυρες ἀναβεβιωκότες.

Οἷς προσελθόντες ὅ τε βασιλεὺς καὶ ὁ ἐπίσκοπος (ἐκάλει γὰρ καὶ τὸν βασιλέα καὶ πόρρωθεν διατρίβοντα τὸ τοῦ θαύματος ὑπερθαύμαστον) μεθ᾽ ὧν καὶ ἄλλοι πολλοὶ προσέπεσάν τε τοῖς ποσὶν αὐτῶν, καὶ τῆς παρ᾽ αὐτῶν εὐχῆς ἠξιώθησαν καὶ εὐλογίας.

Συνεκάθισέ τε αὐτοῖς ὅ τε βασιλεὺς καὶ ὁ ἀρχιεπίσκοπος, καί τινος ὁμιλίας προελθούσης, δι᾽ ἧς καὶ τὰ κατὰ τοὺς ἁγίους ἐπὶ μᾶλλον ἐβεβαιοῦτο καὶ τὸ ἀδίστακτον προσελάμβανε, κατενώπιον αὐτοῦ τε τοῦ βασιλέως καὶ τῶν παρόντων, ἐν αὐτῷ πάλιν τῷ σπηλαίῳ ἐν ᾧ καὶ κατέκειντο, ἀνεπαύσαντο ἅμα, τῆς ἀδιαιρέτου τελευτῆς αὐτῶν ὑπ᾽ ὄψιν πάντων γεγενημένης ἐπιμαρτυρούσης αὐτῶν καὶ τὴν οὐχ ὁραθεῖσαν πρότερον τῆς παρούσης ζωῆς κοινὴν ἀναχώρησιν.

Ὄγδοον δὲ καὶ τριάκοστον τηνικαῦτα Θεοδόσιος τῆς βασιλείας ἤνυεν ἔτος, ἡνίκα τὸ τῶν θαυμάτων ὑπερθαύμαστον τῇ οἰκουμένῃ ἀναδειχθῆναι τὸ θεῖον ᾠκονομήσατο. Ἐζήτει δὲ ἄρα καὶ ὁ τότε καιρὸς τοιοῦτον τεράστιον. Θεόδωρός τις, ὡς εἴθε μὴ ὤφελε, τῆς Αἰγέων πόλεως ἐπεσκόπει. Οὗτος οὐκ οἶδ᾽ ὅθεν τοῦ τῆς ἀπιστίας σπάσας βορβόρου φωνὰς δυσωδίας ἀπηρεύγετο, τῆς τῶν νεκρῶν ἀναστάσεως καταψηφιζόμενος, καὶ πολλοὺς ἅμα τῶν σὺν αὐτῷ πρὸς τὴν οἰκείαν μεθέλκων ἀπόνοιαν, τοῦ δὲ θαύματος λαμπρὰς τὰς τῆς ἀναστάσεως ἀκτῖνας καθ᾽ ὅλην ἀφιέντος τὴν ὑφ᾽ ἡλίῳ, αὐτοί τε καὶ ὅσον Ἑλληνικὸν ὑπελείπετο, οἱ μὲν εἰς ἀμήχανον αἰσχύνην καὶ ἀφωνίαν κατεδύοντο, οἱ δὲ εἰς ἀμετάθετον ἐλπίδα τῆς ἀναστάσεως μετετίθεντο.

Τίς δ᾽ ὁ τρόπος τῆς τοῦ σπηλαίου ἀνοίξεως, Ἀδόλιος ὁ τοῦ ὄρους τότε κύριος, ἐν ᾧ τὸ σπήλαιον λελατόμητο, μάνδραν θρεμμάτων οἰκοδομῆσαι κελεύει τοὺς παῖδας· καὶ τὸ προσταχθὲν ἐπὶ ἡμέρας δύο διεπράττετο.

Ἡ δ᾽ οἰκοδομὴ αὐτοῖς ἐτελεῖτο μετακομιζομένων τῶν λίθων οἳ τὸ τοῦ σπηλαίου στόμα ἀπέφραττόν τε καὶ ἀπετείχιζον. Καὶ οὕτω μὲν ἠνεώχθη τὸ σπήλαιον, οἱ δ᾽ ἐγκατακείμενοι αὐτῷ μάρτυρες τηνικαῦτα παραδόξῳ Θεοῦ κρίσει ἀναβεβιωκότες ἀποστέλλουσι τὸν συνήθως αὐτοῖς πάλαι ὑπηρετησάμενον Ἰάμβλιχον τροφὰς ὠνήσασθαι καὶ κομίσαι· ὃς τὴν Ἐφεσίων καταλαβὼν πόλιν συλλαμβάνεται δι᾽ ἃ ἐκόμιζε νομίσματα, ὡς θησαυρῶν ἀρχαίων εὑρετής. Κἀκεῖθεν τὸ κατὰ τοὺς μάρτυρας θαῦμα εἰς ἀκοὰς πάντων περιηχούμενον διηπλοῦτο καὶ εἰς θέαμα προὔκειτο.

Ἀνεγνώσθη ἐκ τῆς μαρτυρικῆς Τιμοθέου τοῦ ἀποστόλου συγγραφῆς. Ὅτι πρῶτον Τιμόθεον ἡ παροῦσα συγγραφή φησιν Ἐφέσου ἐπισκοπῆσαι, ῥοπάλοις δ᾽ ἀναιρεθῆναι, διότι τοὺς Ἐφεσίους διεκώλυε τὰς μυσαρὰς καὶ μιαιφόνους τῶν Ἑλλήνων ἐπιτελεῖν τελετάς, ὧν μία ἦν καὶ ἡ καλουμένη Καταγώγιον, καθ᾽ ἣν οὗτος, καὶ ὅτι ταύτην ἐξεκήρυττε, τοῦ μαρτυρικοῦ τέλους ἠξίωται. Δομετιανὸς δὲ τηνικαῦτα τῆς Ῥωμαϊκῆς ἀρχῆς καθειστήκει τύραννος.

Τοῦ δὲ ἱεροῦ Τιμοθέου τρόπῳ τῷ εἰρημένῳ τὸν βίον λιπόντος, καὶ Δομετιανοῦ ἐξ ἀνθρώπων ἀποφθαρέντος, Νέρβα δὲ τοῦ Ῥωμαϊκοῦ κράτους τὸ σκῆπτρον ἀναδεδεγμένου, ὁ θεολόγος Ἰωάννης τῆς ὑπερορίου φυγῆς ἀφεθεὶς κατάγεται πρὸς τὴν Ἔφεσον, ἧς καὶ πρότερον ὑπὸ Δομετιανοῦ πεφυγάδευτο. Καὶ γὰρ ἐν ταύτῃ διέτριβε ναυαγήσας μὲν περὶ τὸν αἰγιαλόν, ἐκβρασθεὶς δὲ τῆς θαλάσσης ἐμπνέων ἔτι, ἡνίκα Νέρων ὁ ἐμμανὴς τὸν κατὰ τῶν Χριστιανῶν ἔπνει διωγμόν· ὅτε καὶ τοὺς τόμους, οἳ ἀνέγραφον διαφόροις γλώσσαις τὰ σωτήρια τοῦ δεσπότου πάθη τε καὶ θαύματα καὶ διδάγματα, τούτους παρὰ τῶν κομιζόντων δεξάμενος διέταξέ τε καὶ διήρθρωσε, καὶ ἑνὶ ἑκάστῳ τῶν τριῶν εὐαγγελιστῶν τὸ ὄνομα ἐνηρμόσατο. Ἀλλὰ γάρ, ὅπερ εἶπον, ψηφίσματι Νέρβα τῆς ὑπερορίας ἀνακληθεὶς τῇ Ἐφεσίων ἐπέστη μητροπόλει, καὶ αὐτὸς δι᾽ ἑαυτοῦ, ἑπτὰ συμπαρόντων ἐπισκόπων, τῆς Ἐφεσίων ἀντιλαμβάνεται μητροπόλεως, καὶ διήρκεσε τὸν τῆς εὐσεβείας κηρύσσων λόγον ἄχρι τῆς βασιλείας Τραιανοῦ. Ταῦτα δὴ καὶ τοιαῦθ᾽ ἕτερα διηγεῖται τὸ μαρτύριον ἁπλουστέρᾳ φράσει τοῦ ἁγίου Τιμοθέου.

Ὅτι ὁ ἀπόστολος Τιμόθεος ὑπὸ τοῦ μεγάλου Παύλου καὶ χειροτονεῖται τῆς Ἐφεσίων μητροπόλεως ἐπίσκοπος καὶ ἐνθρονίζεται. Ὅτι ἡ παρὰ τοῖς Ἐφεσίοις δαιμονιώδης καὶ βδελυκτὴ ἑορτή, ἡ λεγομένη καταγώγιον, τόνδε τὸν τρόπον ἐτελεῖτο· προσχήματα μὲν ἑαυτοῖς ἀπρεπῆ περιετίθεσαν, πρὸς δὲ τὸ μὴ ἐπιγινώσκεσθαι προσωπείοις κατακαλύπτοντες τὰ ἑαυτῶν πρόσωπα, πολλά τε καὶ εἴδωλα ἐπιφερόμενοι καί τινα ᾄδοντες ᾄσματα, ἐπῄεσάν τε ἀνδράσι καὶ σεμναῖς γυναιξὶ κατὰ λῃστρικὴν ἔφοδον, καὶ φόνους εἰργάζοντο κατὰ τοὺς ἐπισήμους τόπους τῆς πόλεως, καὶ ἔπραττον προθύμως τὰ ἄθεσμα, ὡς ἐνθέσμοις ἔργοις τοῖς ἀθεμίτοις καλλωπιζόμενοι.

Ἀνεγνώσθη ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου μεγαλομάρτυρος Δημητρίου, εἰς τὸν αὐτὸν τρόπον ἐκδεδομένον. Οὗτος ὁ τοῦ Χριστοῦ μάρτυς Δημήτριος, κῆρυξ ὢν καὶ διδάσκαλος τῆς εὐσεβείας, τοὺς ἀποστολικοὺς δρόμους καὶ τοὺς ἀγῶνας ἐμιμεῖτο, καὶ τὴν Θεσσαλονικέων πόλιν τῷ φωτὶ τῶν αὑτοῦ κηρυγμάτων τοῦ τῆς πλάνης σκότους ἀπάγων Χριστῷ προσῆγεν· ἦν δ᾽ αὐτῷ καὶ ὁ βίος συνεξαστράπτων τοῖς δόγμασι.

Μαξιμιανὸς δὲ τότε ὁ θεόμαχος ἐβασίλευε, καὶ τῇ τῆς Θεσσαλονικῆς πόλει ἐπεχωρίαζεν, ἐπορεύετο δὲ ἐπὶ θέαν μονομάχων, καὶ ὁ μάρτυς αὐτῷ δεδεμένος, πλησίον που γενομένῳ τοῦ σταδίου, ὑπὸ τῶν τῆς ἀσεβείας ὑπηρετῶν ὡς τὰ χριστιανῶν καὶ φρονῶν καὶ κηρύσσων προσάγεται. Ὁ δὲ πρὸς τὴν θέαν σπεύδων τὸν ἅγιον κελεύει (παρὰ τὸ στάδιον γὰρ λουτρὸν δημόσιον ἐγειτόνευεν) ἔν τινι τούτου φρουρεῖσθαι καμάρᾳ.

Ἦν δὲ τῶν μονομάχων ὁ μάλιστα τῷ τυράννῳ καὶ φιλούμενος καὶ δοκῶν κατὰ πάντων ἀριστεύειν Λυαῖος ὄνομα. Ὁ δὲ μέλλων κατ᾽ ἐκείνην τὴν ἡμέραν ἀνταγωνίζεσθαι αὐτῷ εἷς μὲν ἦν τοῦ δήμου, νέος δὲ τὴν ἡλικίαν, καὶ τὴν κλῆσιν Νέστωρ. Ὁ δὲ τύραννος ἔδοξεν αὐτοῦ τῆς ἡλικίας, καίτοι μιαιφονίαν κατὰ πάντων πνέων, φείδεσθαι· καὶ χρήματα μέν, ὧν ἐρῶντα πρὸς τὴν τοῦ τηλικούτου ἀνταγωνιστοῦ μονομαχίαν ἐπιρρίπτειν ἑαυτὸν ἐνόμιζε, δώσειν ὑπισχνεῖτο, ἀποστῆναι δὲ τοῦ ἀγῶνος ὡς ὀλεθρίου αὐτῷ ἐσομένου παρῄνει. Ὁ δὲ Νέστωρ οὐκ ἔφη χρημάτων, δόξης δ᾽ ἐρᾶν τῆς δι᾽ ὧν ἀναιρεθείη Λυαῖος τῷ ἀνελόντι φυομένης. Καὶ τοῦτο εἰπὼν συμπλέκεται τῷ παρὰ πάντων ὑμνουμένῳ ἀριστεῖ, θᾶττον δὲ καταβάλλει καὶ ἀναιρεῖ. Καὶ τυγχάνει μὲν τῶν ἀποκειμένων τοῖς κρατοῦσι βραβείων οὐδενός, πληροῖ δὲ τὸν τύραννον ἀφορήτου λύπης καὶ ὀργῆς. Καὶ ἀνίσταται τῆς καθέδρας θυμομαχῶν ὁ δυσσεβής, καὶ οἴκαδε ἐπανῄει. Ἐπεὶ δὲ αὐτῷ τινες λόγους ἔφερον περὶ τοῦ μάρτυρος Δημητρίου, ἅτε δὴ μεθύων καὶ τῷ θυμῷ καὶ τῇ ἀσεβείᾳ, καὶ ἅμα νομίσας ὡς οἰωνὸς αὐτῷ γέγονεν οὐκ ἀγαθὸς ἡ κατὰ τὸ στάδιον ἀπιόντι τοῦ ἁγίου συνάντησις, λόγχαις ἐν οἷς καθεῖρκτο τόποις κελεύει τοῦτον ἀναιρεθῆναι.

Τὸ δὲ σῶμα τοῦ μάρτυρος οἱ τότε τῶν εὐσεβούντων λάθρᾳ καὶ νυκτός, καθ᾽ ὅσον αὐτοῖς ὁ τῶν δυσσεβούντων φόβος συνεχώρει, ἐν αὐτοῖς τοῖς ἐρειπίοις ἐν οἷς τὴν σφαγὴν ὑπέστη, τὴν γῆν ἀνορύξαντες θάπτουσι. Καὶ χρόνον οὕτως ἔμεινεν ἐφ᾽ ἱκανόν, ἐν ὕβρει μὴ ὑβριζόμενος· τῶν γὰρ θαυμάτων ἡ χάρις καὶ τῶν ἰάσεων ἡ εὐφημία τὴν ὕβριν ἀπήλαυνε. Λεόντιος δέ τις ἀνὴρ θεοφιλέστατος χρόνοις ὕστερον τῆς ἐπαρχότητος, ἣ διεῖπε τὸ Ἰλλυρικόν, τὸν θρόνον λαχών, περικαθάρας τὸ χωρίον ἐν ᾧ τὸ τοῦ μάρτυρος ἀπέκειτο λείψανον, καὶ εὐρύνας ἀνεγείρει τὸν περιώνυμον οἶκον τῷ μάρτυρι, κοινὸν ἱλαστήριον καὶ προσφύγιον οὐ τῇ Θεσσαλονικέων μόνῃ πόλει ἀλλὰ καὶ πᾶσι τοῖς πέρασιν.

Ἀνεγνώσθη ἐκ τοῦ λόγου ὃς ἐπιγέγραπται Πολιτεία τῶν ἁγίων πατέρων ἡμῶν Μητροφάνους καὶ Ἀλεξάνδρου, ἐν ᾧ καὶ ὁ βίος Κωνσταντίνου τοῦ βασιλέως, τὴν αὐτὴν διὰ τῆς ἐκδόσεως παρεχόμενος χρείαν. Ἐννεακαιδεκάτῳ ἔτει τῆς Διοκλητιανοῦ βασιλείας, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας πέμπτου καὶ τριακοστοῦ ἔτους, πάλιν ὁ καθ᾽ ἡμῶν ἐκρατύνθη διωγμός· ἐν ᾧ χρόνῳ Κωνσταντῖνος ἔφηβος ἦν, ὁ παῖς Κωνσταντίου. Τὸν Κωνσταντῖνον δέ, οὐκ οἶδ᾽ ὅθεν ὁ συγγραφεὺς μαθών, καὶ τὰ ἱερὰ γράμματα παρὰ τοῦ πατρὸς μαθεῖν, ἀλλὰ καὶ Καίσαρα παρ᾽ αὐτοῦ χειροτονηθῆναι ἀναγράφει· καταστῆναι δὲ καὶ εἰς θέαν Κωνσταντίνου ἐν τοῖς ἐφήβοις τελοῦντος ἐν Παλαιστίνῃ, ἡνίκα συνῆν Διοκλητιανῷ κατὰ τῆς Αἰγύπτου στρατεύοντι· ἐπανάστασις δέ τις ἐκίνει τὸν πόλεμον.

Ὅτι φησὶ τὸν Μαξιμιανὸν ἐνεδρεύοντα τὸν Κωνσταντῖνον ἀνελεῖν μὴ λαθεῖν· διὸ καὶ πρὸς τὸν πατέρα φεύγει. Καὶ τελευτῶντα καταλαβὼν χειροτονεῖται παρ᾽ αὐτοῦ τῆς βασιλείας διάδοχος. Τότε καί φασιν εἰπεῖν τὸν εὐσεβῆ Κωνστάντιον· «Νῦν ὁ θάνατός μοι τῆς ζωῆς ἡδύτερος, μέγιστον ἐντάφιον λαβόντι τὴν σὴν ἡγεμονίαν, υἱέ μου. Τὸ γὰρ καταλιπεῖν ἐπὶ γῆς βασιλέα τὰ χριστιανῶν δάκρυα περιμάξαι δυνάμενον καὶ στῆσαι τὸν ἄδικον φόνον, ὃν Μαξιμιανὸς οὐ λήγει κατὰ τῶν χριστιανῶν παλαμώμενος, ἤδη μοι τὴν μακαρίαν δίδωσι λῆξιν». Τρίτον δ᾽ ἤδη τότε ἦν ἔτος τοῦ καθ᾽ ἡμῶν διωγμοῦ, ἐν ᾧ καὶ Κωνστάντιος πρὸς τὴν ἄφθαρτον βασιλείαν τὴν ἐπίκηρον ἤμειψε, καὶ τὸν υἱὸν ἀνακηρύξας βασιλέα κήρυκα τῆς εὐσεβείας καὶ τῶν χριστιανῶν ὑπέρμαχον καταλέλοιπεν.

Ὅτι φησί, Σεβήρου νόσῳ τελευτήσαντος Λικίννιος ὁ ἐπ᾽ ἀδελφῇ γαμβρὸς Κωνσταντίνου βασιλεύει, τὴν δὲ λοιπὴν τῆς ἑῴας μοῖραν Μαξιμιανὸς ἐπεῖχε. Μαξέντιος δὲ τῆς κατὰ Ῥώμην ἦρχεν, ἀδελφιδοῦς ὢν Μαξιμιανοῦ· καὶ γὰρ ὁ μὲν ἦν Μαξιμιανοῦ τοῦ προτέρου, ὁ δὲ Διοκλητιανοῦ.

Ὅτι Κωνσταντῖνος ὁ εὐσεβὴς βασιλεύς, τοὺς μιαιφόνους φόνους καὶ τὰς διαφθορὰς τῶν παρθένων καὶ τὰς ἁρπαγὰς τῶν ἀλλοτρίων γυναικῶν καὶ τὰς βίας, αἷς ὁ ἐξάγιστος ἐνετρύφα Μαξέντιος, ἀκοῇ μαθών, καὶ τῶν ἐν Ῥώμῃ διαπρεσβευσαμένων σφίσιν αὐτοῖς σωτῆρα καὶ λυτρωτὴν γενέσθαι, παραινεῖ μὲν διὰ γραμμάτων τὸν τύραννον ἀποσχέσθαι τῶν ἐκθέσμων ἔργων, οὐ πείθων δὲ λόγοις ἅπτεται πολέμου. Καὶ συμπλακεὶς μάχῃ τὰ πρῶτα μὲν ἐγγὺς γίνεται τοῦ λαβεῖν τὸ ἧττον· φανέντος δ᾽ αὐτῷ κατὰ τὸν οὐρανὸν τοῦ τύπου τοῦ σταυροῦ, φωτὶ ἀΰλῳ ἐγκεχαραγμένου καὶ γράμμασι τῆς αὐτῆς ὕλης εὐαγγελιζομένου τὴν νίκην (ἔλεγε γὰρ τὸ γράμμα «Ἐν τούτῳ νίκα»), συμβαλὼν τοῖς πολεμίοις καὶ τοῦ πολέμου καὶ τοῦ τυράννου σκυλεύει τὸ κράτος. Πρὸ δὲ τῆς συμπλοκῆς τὴν θείαν ὄψιν εἰς τροπαίου σχῆμα μορφώσας καὶ χρυσοκολλήτοις λίθοις ἁρμόσας ἐδίδου φέρειν τοῖς προιππεύουσι.

Καὶ γίνεται μὲν Μαξέντιος αὐτοῦ θήραμα· οἷς γὰρ ἐνήδρευε Κωνσταντῖνον θηράτροις, αὐτὸς ἐθηράθη. Ἐπήγνυ μὲν γὰρ πρὸ τῆς Ῥώμης περὶ τὴν Μουλίαν γέφυραν δόλου γέφυραν ἄλλην, δι᾽ ἧς ἤλπιζε τὸν Κωνσταντῖνον ἐπελαύνοντα διαφθαρῆναι· τῆς τροπῆς δὲ τῶν ἀπὸ Ῥώμης ὀξείας καὶ σὺν ταράχῳ πολλῷ γεγενημένης, αὐτὸς ὁ τοῦ δόλου τεχνίτης σὺν τοῖς ἑπομένοις, διαρραγείσης αὐτοῖς τῆς σεσοφισμένης γεφύρας, κατέδυ τε εἰς τὸν ποταμὸν καὶ ἐξέπιε τὸν θάνατον.

Ἀλλ᾽ οὕτω μὲν καὶ Μαξέντιος διεφθάρη καὶ εἰς Κωνσταντῖνον ἡ ἐκείνου μερὶς περϊίσταται· καὶ τὸ ὑπήκοον οὐ μόνον ἀνέπνευσε τῶν ἀνηκέστων κακῶν, ἀλλὰ καὶ ἐν εὐδίᾳ πάσῃ ἑώρταζε. Λικίννιος δὲ τὴν Ἕλληνα δόξαν συγκροτῶν ἐξεμαίνετο κατὰ τῶν εὐσεβῶν, τὰ πρῶτα μὲν λάθρᾳ φόβῳ τοῦ κηδεστοῦ, ὕστερον δὲ καὶ κατὰ τὸ ἐμφανές· χρονίζον γὰρ καὶ ὑποστρεφόμενον ἔνδον τὸ δεινὸν ὡς τὰ πολλὰ συγκεκλεισμένον μένειν οὐ δύναται, ἀλλὰ διὰ τῶν ἐκτὸς θριαμβεύει καὶ τὸ πάλαι μελετώμενον.

Ὁ τοίνυν κατὰ τῶν χριστιανῶν ἀδιήγητος διωγμὸς κινεῖ τὸν εὐσεβῆ βασιλέα κατὰ τοῦ δυσσεβεστάτου γαμβροῦ εἰς μῖσος δίκαιον, καὶ τὸ μῖσος τὸν πόλεμον ἔτικτε. Πολλῆς δὲ καὶ παντοδαποῦς συγκροτουμένης μάχης κατά τε γῆν καὶ κατὰ θάλασσαν ἡττᾶται Λικίννιος, καὶ τῇ τοῦ βασιλέως φιλανθρωπίᾳ πεποιθὼς ἑαυτὸν ἐκδίδωσι. Καὶ μάτην θαρρεῖν οὐκ ἠλέγχετο· ἀφίεται μὲν γάρ, πολλῶν ὑπεύθυνος ὢν τιμωριῶν, ἀτιμώρητος, καὶ ἡ Θεσσαλονίκη αὐτῷ σὺν ἀδείᾳ ζῆν ἁπάσῃ διατριβὴ ἀφορίζεται.

Ὁ δὲ τὸ φιλάνθρωπον εἰς τὸ τὴν ἧτταν ἀναμάχεσθαι ἀπονοίας ποιησάμενος ὅπλον, τὴν ἐπανάστασιν ἐγχειρίζεται, ἥτις αὐτὸν καὶ τοῦ βίου τῷ δικαίῳ ξίφει διέτεμεν. Ὅτι τελευτᾷ μὲν ὁ ἱερομάρτυς Πέτρος, καὶ Ἀχιλλᾶς τὸν Ἀλεξανδρείας θρόνον καὶ τὸν ἅγιον διαδέχεται, τοῦτον δὲ Ἀλέξανδρος. Τῆς ἐκκλησίας δὲ τῶν διωγμῶν ἤδη λοιπὸν ἠλευθερωμένης καὶ τοῖς τῶν μαρτύρων ἄθλοις σεμνυνομένης, τὸ ἐγκόλπιον κακὸν καὶ τῆς οἰκουμένης ὁ τάραχος Ἄρειος τὴν εὐφροσύνην τῆς ἐκκλησίας εἰς κατήφειαν πάλιν συνέστελλεν· ἐν κτίσμασι γὰρ κατῆγε τὸν τοῦ Θεοῦ υἱὸν καὶ Θεόν, οὗ χειρὸς ἔργον ἡ σύμπασα κτίσις. Ἐπεὶ δ᾽ ὁ Ἀλεξανδρείας Ἀλέξανδρος καὶ νουθετῶν καὶ παρακαλῶν ἀπεῖπεν (ἐνίκα γὰρ τῶν ζιζανίων τὸ βάθος τὸν σπόρον τοῦ λόγου), ἐκτέμνει τοῦτον καθαιρετικῇ μαχαίρᾳ τῆς ἐκκλησίας.

Ὅτι Εὐσέβιος ὁ τὴν Βηρυτὸν μὲν ὑπεριδών, τὴν δὲ Νικομηδέων ἐκκλησίαν ἐποφθαλμίσας, ἐπεὶ μὴ δίκην ἔδωκε τῆς ἁρπαγῆς ἐπαρθείς, Ἄρειόν τε καὶ τοὺς τῆς αἱρέσεως συνεραστὰς διὰ προνοίας τῆς πρώτης ἦγεν· ὧν ἐπίσκοποι μέν ποτε γεγονότες Σεκοῦνδος ὑπῆρχε καὶ Θεωνᾶς, ἐν δὲ διακόνοις καὶ πρεσβυτέροις Ἄρειός τε ἡ τῆς αἱρέσεως ἀρχὴ καὶ Ἀχιλλᾶς καὶ ἄλλος Ἄρειος καί τινες ἕτεροι τῆς αὐτῆς καὶ τιμῆς καὶ φατρίας, ἀριθμὸν ἀπαρτίζοντες τὸν ἐννέα. Οὓς καὶ καθεῖλε σύνοδος ἐγγὺς ἑκατὸν ἐπισκόπων, οἳ ἐξ Αἰγύπτου καὶ Λιβύης συνεληλύθεσαν, ὑπαγαγόντες καὶ τῷ ἀναθέματι. Ὧν τὴν ἀκοὴν Κωνσταντῖνος οὐκ ἀναλγήτως ἐνεγκών, ἀποστέλλει πρὸς τὴν Ἀλεξάνδρειαν Ὅσιον μὲν τοὔνομα ὅσιον δὲ τὸν βίον (πόλις δ᾽ αὐτὸν ηὔχει μία τῶν Ἱσπανίων, ἡ Κουδρούβη), ἐγχειρίζει δ᾽ αὐτῷ καὶ γράμματα πρός τε τὸν ἀρχιερέα Θεοῦ Ἀλέξανδρον καὶ πρὸς Ἄρειον τὸν τῆς ἀσεβείας διαγεγραμμένα γεννήτορα, ὧν τὰ μὲν ᾔτει φιλανθρωπευθῆναι πρὸς Ἄρειον, τὰ δὲ προσέταττεν ἀποστῆναί τε τῆς λύσσης καὶ τὸ φρόνημα τῆς ἐκκλησίας ἀνθελέσθαι, παρῄνει δὲ καὶ τῆς πρὸς ἀλλήλους ἔριδος καὶ ἀντιλογίας ἀναχωρεῖν ὡς πολλῶν κακῶν αἰτίας ταύτης ἐν πολλοῖς γινομένης.

Ἐπεὶ δὲ τὸ τοῦ Ἀρείου νόσημα οὔτε τῇ τοῦ περιβοήτου Ὁσίου παρουσίᾳ καὶ διδασκαλίᾳ, οὔτε τῇ τοῦ βασιλέως νουθεσίᾳ προσεδέχετο τὴν θεραπείαν, σύνοδον ἀρχιερέων ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ ὁ βασιλεὺς συγκροτεῖ· ἧς τῶν ἐπισκόπων συνεδριαζόντων αὐτὸς εἰς τὸ μέσον στὰς οὐκ ἄλλως ἠνέσχετο καθεσθῆναι ἢ τοῦ ἱεροῦ χοροῦ ἐπινεύσαντος αὐτῷ. Καὶ τῆς μὲν Ἀρείου αἱρέσεως Εὐσέβιός τε ὁ Νικομηδείας καὶ Θεογόνιος ὁ Νικαίας καὶ Μάρης ὑπερήσπιζον ὁ Καλχηδόνος, τῆς δ᾽ εὐσεβείας Ἀλέξανδρος ὁ Κωνσταντινουπόλεως πρεσβύτερος, καὶ τὸ πρόσωπον τοῦ ταύτης ἀρχιερέως ἐπέχων (Μητροφάνης γὰρ ὁ ὅσιος διά τε βαθὺ γῆρας καὶ νόσον οὐ παρῆν)· μεθ᾽ ὧν Ἀθανάσιός τε ὁ τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἀρχιδιάκονος, καὶ ὁ ταύτης ἀρχιερεὺς Ἀλέξανδρος.

Παρῆσαν δὲ τῇ συνόδῳ καί τινες ἱερατικὴν μὲν χάριν οὐκ ἔχοντες, ἀλλ᾽ οὐδὲ τὰ χριστιανῶν τετελεσμένοι, ἐπὶ δὲ διαλεκτικῇ δυνάμει μέγα ὄνομα φέροντες· οὓς ἐν τῷ ἀπλάστῳ καὶ ἀκατασκεύῳ τῆς τοῦ Θεοῦ σοφίας λόγῳ τινὲς τῶν ἱερῶν γερόντων καὶ τῇ ἐνοικούσῃ θείᾳ χάριτι ἐζώγρησάν τε, καὶ τῆς πλάνης ἐκκαθάραντες τῆς τε ἑλληνικῆς καὶ τῆς Ἀρείου, ἧς ὑπερηγωνίζοντο μάλιστα, τῆς Χριστοῦ ποίμνης γενέσθαι παρεσκεύασαν.

Ἐν τῇ συνόδῳ δὲ παρῆν καὶ Παφνούτιος ὁ θαυμάσιος, Αἰγύπτιος μὲν τὸ γένος, ὁμολογητὴς δὲ τοὺς ἄθλους, οὗ καὶ Μαξιμιανὸς ὁ μισόχριστος τόν τε δεξιὸν ἐξώρυξεν ὀφθαλμὸν καὶ τὴν λαίαν ἐνευροκόπησεν ἀγκύλην καὶ μεταλλείαις ἐκακούχησεν, ἀνὴρ ὑπερφυῶν ἔργων πολλῶν καὶ δυνάμεων δημιουργός· ὃν καὶ ὁ φιλοθεώτατος βασιλεὺς διὰ πάσης τε ἦγε τιμῆς, καὶ κόρον οὐκ ἐλάμβανε καταφιλῶν τὸν διωρυγμένον αὐτοῦ ὀφθαλμόν.

Ἀλλὰ καὶ Σπυρίδων ὁ σεβάσμιος συνῆν, περὶ οὗ βραχέα τινὰ ἐκ μυρίων ὁ λόγος ἐρεῖ. Ἐποίμαινεν αὐτός ποτε τὰ πρόβατα αὑτοῦ ἐν τῷ τῆς ἐπισκοπῆς τελῶν ἀξιώματι· λῃσταὶ δ᾽ ἐπῄεσαν τῇ ποιμνῇ καὶ δεσμοῖς ἀοράτοις ἐπεπέδηντο. Καὶ καταλαβὼν δεδεμένους οὓς αὐτὸς εὐχαῖς ἐδέσμησε, λύει μὲν τῶν δεσμῶν σοφίᾳ τῇ ἴσῃ, ἐπιδίδωσι δὲ καὶ κριόν, μισθὸν αὐτοῖς ἐσόμενον εἰπὼν τῆς νυκτερινῆς ταλαιπωρίας. Παρθένον δὲ θυγατέρα σύνοικον εἶχε, καὶ αὕτη τινὸς παραθήκην λαβοῦσα μετήλλαξε τὸν βίον· καὶ ὁ παραθέμενος τὸ χρυσίον (ἔσταλτο γὰρ εἰς ἀποδημίαν) ἐπανελθὼν ἐζήτει τὸ χρυσίον. Συνεξηρεύνα οὖν καὶ ὁ Σπυρίδων, καὶ οὐχ εὑρίσκετο.

Διὸ ἐφίσταται τῷ τῆς θυγατρὸς τάφῳ καὶ· «Ὢ τέκνον Εἰρήνη, φησί (τοῦτο γὰρ ὄνομα τῇ παρθένῳ) ποῦ ἡ παραθήκη;» Ἡ δὲ ἀποκρίνεται τοῦ τάφου, καὶ τὸ χωρίον ἀναδιδάσκουσα καὶ τῆς εὑρέσεως τὸν τρόπον. Καὶ ἀνευρὼν ῥᾳδίως τὴν παραθήκην ἀποκαθίστησι τῷ παραθεμένῳ. Ἀλλὰ τούτοις μὲν ὡς ἐξ ὀνύχων δηλοῦμεν τὸν λέοντα.

Οὗτοι οὖν οἱ τρισόσιοι καὶ τὸ ἄλλο τῶν τοῦ Θεοῦ ἀρχιερέων σύνταγμα καταδιδάσκουσιν αὐτῇ δυσσεβείᾳ τόν τε Ἄρειον καὶ τοὺς σὺν αὐτῷ, καὶ ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱὸν ἀνεκήρυξαν, ὁμοφώνους τὰς ψήφους θέμενοι. Τινὲς δέ, εἰς ἑπτακαίδεκα τὸν ἀριθμὸν συμπληρούμενοι, εἰς τὴν Ἀρείου λύσσαν ἀποκλίνειν ἔδοξαν. Ἀλλὰ τούτων ὑπερορίας βασιλικῇ ψήφῳ κυρωθείσης, ἓξ μόνοι τῇ δυσσεβείᾳ διέμειναν, τῶν ἄλλων παλινῳδίαν ἐνδειξαμένων καὶ τῷ τῆς εὐσεβείας φρονήματι, εἰ καὶ μὴ ἐξ εἰλικρινείας, ἀλλ᾽ ὑφάλῳ γνώμῃ συνδεδραμηκότων, ὧν ἦν κορυφαῖος ὁ Νικομηδείας Εὐσέβιος.

Ἐντεῦθεν αἱ ἁπανταχοῦ ἐκκλησίαι τῶν πολλῶν θορύβων καὶ στάσεων πρὸς εἰρήνην ἀνέπνευσαν. Καὶ Ὅσιος μὲν ὁ Κουδρούβης, ἅμα τῶν οἱ συνεπομένων, τὰς συνοδικὰς φέρων πράξεις τοῖς ἑσπερίοις τὴν εἰρήνην ἐβράβευε, τοῖς δὲ κατ᾽ Αἴγυπτον καὶ Λιβύην ὁ θερμὸς Ἀθανάσιος. Ἀλέξανδρος δὲ καίτοι πρὸς γῆρας ἐλαύνων (ἑβδομηκοντούτης γὰρ ἦν) τοῖς κατὰ τὴν Θρᾴκην ὅμως καὶ τὸ Ἰλλυρικὸν τὸ τῆς ὁμονοίας καὶ εἰρήνης τῶν ἐκκλησιῶν πόνους ὑφίστατο διακομίζειν εὐαγγέλιον, συνέκδημον ἔχων τὸν πανόλβιον Παῦλον, ἀναγνωστῶν τηνικαῦτα καὶ ὑπογραφέων τῆς κατὰ Κωνσταντινούπολιν ἐκκλησίας πληροῦντα βαθμόν· ὃς καὶ κατὰ τὴν σύνοδον δωδέκατον ἔτος ἐκ γενέσεως ἄγων τῷ Ἀλεξάνδρῳ συνδιέτριβεν.

Ἀλλὰ ταῦτα μετ᾽ ὀλίγον· πρότερον δὲ εἰς θέαν ἧκε τοῦ πανοσίου Μητροφάνους, καὶ τοῖς μὲν εὐαγγελίοις καὶ τῇ παρουσίᾳ εὐφράνας, οὐκ εὐφράνας δ᾽ οἷς ἀποδημεῖν ἔμελλε, μετ᾽ εὐχῶν πρὸς τὴν καταπεπιστευμένην αὐτῷ διακονίαν ἐστέλλετο. Διελθόντες δὲ Θρᾴκην τε καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἀχαΐαν πᾶσαν καὶ Ἑλλάδα καὶ τὰς ἠπείρους οὐδὲ τῶν νήσων ὠλιγώρησαν, ἀλλ᾽ ἐπιπλεύσαντες ἅπαν ἀνέσπων ἐκ ῥιζῶν αὐτῶν ζιζάνιον, τὸν εὐγενῆ δὲ σπόρον τῶν εὐαγγελικῶν δογμάτων καὶ συνοδικῶν κηρυγμάτων διέσπειρον.

Ὅτι τῆς συνόδου τέλος διὰ τριῶν ἥμισυ λαβούσης ἐτῶν (καὶ γὰρ ἤρξατο μηνὸς ἀπριλλίου πεντεκαιδεκάτην ἀνύοντος, ἐπερατώθη δὲ τῆς τριετίας πάλιν τὸν ἀπρίλλιον καταλαβούσης καὶ μέχρι σεπτεμβρίου διαδραμούσης· οὕτω γὰρ ὁ σοφὸς Ἀλέξανδρος τὰ πεπραγμένα γράφων τότε τῆς συνόδου ἐπεσημήνατο) τελεσθείσης οὖν τῆς ἁγίας συνόδου, στὰς ὁ βασιλεὺς μέσος τοῦ χοροῦ τῶν ἀρχιερέων ᾔτει χάριν αὐτῷ μίαν παρ᾽ αὐτῶν δοθῆναι· οἱ δὲ προθύμως κατένευον, ἡ δὲ χάρις συνεισελθεῖν αὐτῷ ἐν τῇ πόλει ἐφ᾽ ᾧ θεάσασθαί τε τὸν ἀρχιερέα, ὃν πατέρα ὁ βασιλεὺς ἑαυτοῦ ἀνωμολόγει, καὶ ὥστε τῇ πόλει, ἣν αὐτὸς ἀνέστησε, διὰ τῆς αὐτῶν παρουσίας καὶ εὐχῆς τὸ τοῦ κτίσαντος ὄνομα ἐγκαινισθῆσαι.

Ἐπισκεπτομένων δὲ τῶν ἀρχιερέων τὸν διορατικώτατον Μητροφάνην ἡμέρας κυριακῆς ἐνισταμένης καὶ τοῦ βασιλέως συμπαρόντος, ἄλλοι τέ τινες προῆλθον λόγοι καί· «Ὁρῶ σέ, φησιν ὑπολαβὼν ὁ βασιλεύς, ὦ πατέρων ἐμοὶ τιμιώτατε, καὶ γήρᾳ καὶ νόσῳ κάμνοντα, καὶ δυσωπῶ ἀνειπεῖν τε καὶ ἀναδεῖξαι ἡμῖν τὸν μετὰ σὲ τοῦ ποιμνίου ἡγησόμενον».

Ὁ δὲ πρὸς τὸν βασιλέα εὐθυμοῦντι προσώπῳ· «Πέπεισμαι, φησίν, ἐν Κυρίῳ ὅτι νῦν τὸ Πανάγιον Πνεῦμα διὰ γλώσσης, ὦ τέκνον, εἶπε τῆς σῆς. Φροντίζοντι γάρ μοι περὶ τούτου ἐφανέρωσεν ὁ Κύριος πρὸ τῶν ἑπτὰ τούτων ἡμερῶν, καὶ ὅτι μετὰ δεκάτην ἡμέραν μεταλλάξω τὸν βίον, καὶ ὃς τὸ ἱερὸν ἀξίωμα ἀναδέξοιτο, καὶ ἔστιν οὗτος ὁ συμπρεσβύτερός μου Ἀλέξανδρος, ἄξιος ὡς ἀληθῶς τῆς ἐκλογῆς ὑπάρχων καὶ τῆς τοῦ Ἁγίου προρρήσεως Πνεύματος· ἔτι δὲ καὶ τοῦτον ὡς τὸ παιδίον Παῦλος ὁ ἀναγνώστης διαδέξεται». Ἀποβλέψας δὲ καὶ πρὸς τὸν Ἀλεξανδρείας θεῖον Ἀλέξανδρον· «Καὶ σύ, φησίν, ὦ ἀδελφέ, καλὸν σεαυτοῦ διάδοχον καταλείψεις». Καὶ τῆς χειρὸς Ἀθανασίου τοῦ ἀρχιδιακόνου λαβόμενος· «Ἴδε ὁ γενναῖος, ἔφη, στρατιώτης τοῦ Χριστοῦ οὗτός σε διαδέξεται· ὃς οὐ μόνον νῦν Ἀλεξάνδρῳ κατὰ τῆς δυσσεβείας Ἀρείου τῷ ἐμῷ συνηγωνίσατο ἀδελφῷ, ἀλλ᾽ ἔτι σὺν αὐτῷ μεγάλους ἄθλους καὶ πολλοὺς ἀγωνιεῖται· οὐ μόνον δὲ δεύτεροι αὐτὸν ἐκδέξονται ἀγῶνες, ἀλλὰ καὶ τρίτους σὺν τῷ γενναίῳ ὑποστήσεται Παύλῳ».

Ταῦτα εἶπε, καὶ ὥσπερ ἀναζωπυρήσας τῷ πνεύματι κάτεισι σὺν τοῖς ἐπισκόποις εἰς τὴν ἐκκλησίαν, καὶ μετὰ τὴν τοῦ εὐαγγελίου ἀνάγνωσιν ὀλίγα προσομιλήσας τῷ πλήθει καὶ συνταξάμενος, ἀνακηρύττει καὶ μὴ παρόντα τὸν πρεσβύτερον Ἀλέξανδρον ἀρχιερέα καὶ τοῦ θρόνου διάδοχον. Καὶ ὁ λαὸς μιᾷ φωνῇ σὺν αὐτῷ βασιλεῖ ἐπὶ πλείους ὥρας ἐβόα τὸ ἄξιος. Εἶτα τὸ ὠμοφόριον τῇ ἁγίᾳ ἐναποτίθησι τραπέζῃ, ἐντειλάμενος αὐτὸ φυλάττεσθαι τῷ διαδόχῳ· ἥξειν δ᾽ αὐτὸν προεῖπεν οὐκ εἰς μακράν, μετὰ δ᾽ ἑβδόμην ἡμέραν τῆς αὐτοῦ πρὸς Χριστὸν ἀναλύσεως.

Γίνεται οὖν ὡς προέφη καὶ ἐνετείλατο, ἅπαντα· ἐτῶν δ᾽ ἀνεπαύσατο ἑπτακαίδεκα καὶ ἑκατόν, ἰουνίου μηνὸς τετάρτην ἄγοντος. Ὅτι Κωνσταντία ἡ τοῦ εὐσεβοῦς Κωνσταντίνου ἀδελφή, γυνὴ δὲ τοῦ δυσσεβοῦς χρηματίσασα Λικιννίου, μέλλουσα τελευτᾶν τῷ ἀδελφῷ· «Μίαν, φησί, καὶ τελευταίαν αἰτῶ σε χάριν, τῆς ὑπερορίας Ἄρειον ἀνακληθῆναι, συσκευὴν ἄδικον ὑποστάντα· σύμφρων γάρ ἐστι τῆς συνόδου». Ἦν γάρ τις παρ᾽ αὐτῇ τῶν τῆς Ἀρείου σπουδαστῶν αἱρέσεως πρεσβύτερος, ὃς ἑαυτὸν πρότερον τοῖς τῆς Κωνσταντίας εὐνούχοις οἰκειώσας δι᾽ αὐτῶν καὶ πρὸς αὐτὴν διέδυ, καὶ λόγοις ἔπειθεν ἐπαγωγοῖς καὶ πολὺν προφαίνουσι τὸν θῶπα ὡς Ἄρειος φθόνῳ ἐβλήθη· τὸ γὰρ ὀρθὸν τῆς ἐκκλησίας δόγμα πρεσβεύει. Οἷς κἀκείνη, πρὸς τὸν βασιλέα τοιαῦτα εἰποῦσα, διέσεισε· καὶ αὐτίκα γράφει τῆς ὑπερορίας ἀνεθῆναι τὸν Ἄρειον. Παρατίθεται δὲ τἀδελφῷ καὶ τὸν οὐδὲν ἧττον τῆς αἱρέσεως ἢ τῆς κολακείας πρεσβύτερον· καὶ τοῖς ἐπικλόποις ἤθεσι καὶ λόγοις οὐκ εἰς μακρὰν παρρησίαν πρὸς τὸν εὐσεβῆ λαμβάνει βασιλέα, καὶ κινεῖ περὶ Ἀρείου λόγους ὀρθόδοξον ποιοῦντας αὐτόν. Καὶ ὁ βασιλεύς· «Εἰ Ἄρειος, φησί, τὰ τῆς συνόδου φρονεῖ, ὄψομαί τε αὐτὸν εὐμενῶς, καὶ σὺν τιμῇ τῇ τῶν Ἀλεξανδρέων ἐγκαταστήσω ἐκκλησίᾳ».

Ταῦτα ἔλεγε καὶ πρὸς ἑαυτὸν μετεπέμπετο γράφων. Καὶ ὁ Ἄρειος ἅμα τῷ συγκαθῃρημένῳ Εὐζωΐῳ πρὸς τὴν πόλιν Κωνσταντίνου παραγίνεται· καὶ δέχεται αὐτοὺς φιλανθρώπως ὁ βασιλεύς. Καὶ τὸ φρόνημα ἐπερωτῶν ἀκούει λεγόντων μὴ ἄλλο τι φρονεῖν παρὰ τὴν ἔκθεσιν τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων πατέρων.

Ἀλλὰ καὶ ὅρκον οἱ δείλαιοι τῇ πεπλασμένῃ ἐπετίθεσαν ὁμολογίᾳ. Ὁ δὲ βασιλεὺς ἔγγραφον αὐτοὺς ἐπιδοῦναι τὸ φρόνημα κελεύει. Οἱ δὲ προθύμως γράφουσι τὰ ψευδῆ· πιστεύειν γὰρ αὐτούς τε καὶ τοὺς σὺν αὐτοῖς τῷ γράμματι ἔλεγον, ὅσα καὶ τῇ γλώττῃ ἐπλάττοντο. Ἐξίστατο τοίνυν ὁ βασιλεὺς οἷς διωμολόγουν τὴν εὐσέβειαν, καὶ παραχρῆμα πρὸς τὴν Ἀλεξάνδρειαν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ μετὰ τιμῆς ἐκπέμπει.

Ὁ δὲ τῆς Ἀλεξανδρείας ἀρχιερεὺς Ἀλέξανδρος, συμπνέοντος αὐτῷ Ἀθανασίου, τὸν ἀποστάτην οὐ δέχεται· καὶ αὖθις Ἄρειος τὴν αἵρεσιν ἀνεκάλυπτε, καὶ τὰ τῆς Αἰγύπτου ἐταράττετο. Καὶ ὁ βασιλεὺς μετάπεμπτον ποιεῖται τὸν Ἄρειον, καὶ ἀναπυνθάνεται εἰ διαμένοι οἷς αὐτῷ συνωμολόγησε κατὰ πρόσωπον· ὁ δὲ πάλιν ἑτοίμως τοῖς αὐτοῖς ἐμμένειν συγκατετίθετο, καὶ ὅρκον τοῖς λόγοις ἐπέβαλλεν. Ἦν δὲ σκηνὴ ταῦτα πάντα, καὶ σκηνῆς δραματικώτερα. Φασὶ δ᾽ ὡς ἐν μυστηρίῳ γράψας Ἄρειος βιβλίον καὶ ὑπὸ μάλης φέρων (τὸ δὲ βιβλίον ἀναιδῶς ἐλάλει τὴν δυσσέβειαν) ὤμνυεν οὕτω φρονεῖν, τὸν τῆς εὐσεβείας εἰς τὸ ἐμφανὲς προτείνων χάρτην, ὡς καὶ ὑπογράψειε.

Μετὰ δὲ βραχὺν χρόνον ὁ βασιλεὺς τὸν ἐπίκηρον εἰς τὸν ἀκήρατον μεταλλάττει βίον, ἕνα μὲν ἐνιαυτὸν καὶ τριάκοντα βασιλεύσας, πέντε δὲ καὶ ἑξήκοντα τὸν ὅλον διαπερανάμενος βίον. Τελευτῶν δὲ τῷ τῆς αἱρέσεως πρεσβυτέρῳ τὴν διαθήκην παρατίθησιν, ἐντειλάμενος ἐγχειρίσαι Κωνσταντίνῳ ταύτην τῷ παιδί, ὃν καὶ ἡ διαθήκη τῆς πατρῴας μοίρας καὶ ἀρχῆς διάδοχον καὶ βασιλέα ἔγραφεν. Ὁ δὲ καὶ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους τὸ πιστὸν οὐκ ἔχων πρεσβύτερος ἐπιδίδωσιν ἐν κρυφῇ τὴν διαθήκην Κωνσταντίῳ, προδότης φανεὶς ἅμα πατρός τε διαθήκης καὶ παιδὸς κληρονομίας.

Συνέτρεχον δὲ τῇ προδοσίᾳ Εὐσέβιός τε ὁ δυσσεβὴς πραιπόσιτος καὶ ἄλλοι τινὲς καὶ τῆς δυσσεβείας καὶ τῆς ἀνδρογύνου φύσεως συνθιασῶται. Ἀλλὰ γὰρ προδίδωσι μὲν τὰ πιστευθέντα Κωνσταντίῳ, τῆς δὲ πρὸς ἀνθρώπους αὐτοῦ ἀπιστίας αἰτεῖ μισθαποδοσίαν Κωνστάντιον τῆς ὀρθῆς αὐτοῦ πίστεως προδοσίαν. Καὶ συνεταιρίζεται τὸν Νικομηδείας Εὐσέβιον, καὶ διαμηχανῶνται τὸν Ἄρειον μὴ ἐν Ἀλεξανδρείᾳ ἀλλ᾽ ἐν Κωνσταντινουπόλει ἀκουσθῆναι, ῥᾷστα οἰόμενοι Ἀθανασίου περιέσεσθαι μὴ παρόντος, καὶ ἅμα τὴν τοῦ βασιλέως αὐθεντίαν μεθ᾽ ἑαυτῶν φέροντες. Πολλὰ δὲ τῷ Κωνσταντινουπόλεως Ἀλεξάνδρῳ διαλεχθέντες περὶ συμβάσεως τὰ τῆς εὐσεβείας περικειρούσης δόγματα, ὡς οὐκ ἔπειθον προτείνουσι δῆθεν βασιλικὸν πρόσταγμα ἢ μετὰ τοῦ φρονήματος δέχεσθαι Ἄρειον ἢ τοῦ θρόνου ὑποχωρεῖν· εἰ δὲ μηδέτερον ἕλοιτο, γινώσκειν αὐτὸν εἰς ὑπερορίαν ἐκπέμπεσθαι.

Ἔπειθον δὲ καὶ Κωνστάντιον τὸ ἀνδράποδον ἐν τοῖς ὁμοίοις λόγοις μεταπεμψάμενον τὸν ἱερὸν Ἀλέξανδρον ἀπειλαῖς τε ὑποβαλεῖν καὶ μνησικακίας ἀλλ᾽ οὐκ εὐσεβείας λόγῳ τὴν πρὸς Ἄρειον στέργειν ἀπέχθειαν. Ὁ δὲ τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τῷ ἀνεπιλήπτῳ καὶ τοῦ βίου καὶ τῆς συνειδήσεως θαρρῶν ἀμείβεται τῷ βασιλεῖ· «Τῶν μὲν αἰτιαθέντων τὴν ἀλήθειαν ἡ ἐκεῖθεν ἡμέρα δηλώσει, ἐγὼ δὲ τὸν ἐπὶ τοσαύτῃ δυσσεβείᾳ ἁλόντα καὶ παρὰ τοσούτων ἀρχιερέων κατακριθέντα οὐχ οἷός τέ εἰμι τῶν φρικτῶν μυστηρίων λαβεῖν κοινωνόν». Ὁ δὲ Κωνστάντιος· «Ὅρα, φησίν, ὦ ἐπίσκοπε (καὶ γὰρ σύνοδος ἐπισκόπων ἀθροίζεται) μὴ καὶ ἄκων δέξῃ αὐτόν».

Ἐφ᾽ οἷς ὁ ἀρχιερεὺς ἀναστὰς ἐξῆλθε, καὶ πρὸς τὴν τοῦ Θεοῦ παραγεγονὼς ἐκκλησίαν στεναγμοῖς καὶ δακρύοις ἐβόα πρὸς τὸν Θεὸν μὴ διὰ τὴν παρείσδυσιν Ἀρείου ἀνασχέσθαι διασκεδασθῆναι τὴν ποίμνην αὐτοῦ· καὶ ἡ εὐχὴ παννύχιος ὑπὸ τὸ θυσιαστήριον κειμένου τοῦ ἀρχιερέως ἐπετελεῖτο.

Ὁ δὲ Εὐσέβιος, οἷα τῆς ἀσεβείας θερμὸς ἐραστής, παραγίνεται μετὰ τῆς αἱρετικῆς φάλαγγος πρὸς τὸν Ἄρειον, καὶ προϊέναι κελεύει πρὸς τὴν σύνοδον, ἥτις αὐτῷ καὶ ἄκοντος Ἀλεξάνδρου ἀποδώσει τὸ παρὰ δίκην ἀφῃρημένον τῆς ἱερωσύνης ἀξίωμα. Ἐπεῖχεν οὖν θόρυβος καὶ ταραχὴ ἐπὶ τοῖς κινουμένοις πᾶσαν τὴν πόλιν, τῶν μὲν ὑπὲρ Ἀρείου σπουδαζόντων, τῶν δὲ τῆς εὐσεβείας τὴν προδοσίαν οὐκ ἀνεχομένων.

Ἤθροιστο δ᾽ οὖν ἐν τῇ ἐκκλησίᾳ ὁ σύλλογος. Καὶ τοῖς ὁμοδόξοις συμπροϊὼν ὁ Ἄρειος, ἀποβὰς τοῦ ἵππου, ἔν τινι ἀφεδρῶσι δημοσίῳ, ὃς ὄπισθεν κατεσκεύαστο τοῦ Κωνσταντίνου φόρου, εἴσεισι, καὶ ἐν τῷ ἀποπατεῖν τοῖς σκυβάλοις μὲν τὰ ἔντερα, τοῖς ἐντέροις δὲ τὴν ψυχὴν ὁ δείλαιος συναποβάλλει. Ἐπεὶ δὲ ἐβράδυνε καὶ τὸ πραχθὲν ἐκάλυπτεν ἄγνοια, ἐπεισπηδῆσαι λόγος τὸν Εὐσέβιον καὶ ἐξονειδίζειν μὲν τῆς βραδυτῆτος, ἐξονειδίζειν δὲ τῆς εἰς αὐτοὺς ὕβρεως· ἐν ἀνδραπόδων γὰρ μοίρᾳ τὸ ἄλογον αὐτοὺς ἐκπέμπειν βράδος.

Ὁ δὲ τῷ ἀφώνῳ μᾶλλον αὐτοὺς ἢ τῷ βραδεῖ καταισχύνων τέως διελάνθανεν. Ἀλλ᾽ ὁ Εὐσέβιος μεταβαλλόμενος ἀναστῆναι παρεκάλει θαρροῦντα, προσδόκιμον γὰρ εἶναι ἐπὶ ἀθωώσει πάσῃ τῇ συνόδῳ. Ὁ δὲ τὴν ἐσχάτην ἐσίγα σιγήν. Καὶ μόλις ὁ κακοδαίμων Εὐσέβιος συνῆκεν ὅτι τέθνηκεν ὁ σπουδαζόμενος. Διαλύεται τοίνυν ἡ σύνοδος, καὶ οἱ τὸν Ἀλέξανδρον ὑπερορίᾳ καταδικάζοντες, ῥίψαντες τὰς ἀνοσίους ψήφους, τὸν τῆς αἱρέσεως αὐτῶν ἀρχιστράτηγον ζῶντα εἰς Ἅιδην βλέποντες καταβεβηκότα πένθει μεγάλῳ συνέχονται. Ἐπ᾽ ὀλίγον δὲ τῇ θεηλάτῳ πληγῇ αἰσχυνθέντες πάλιν εἰς φατρίας συνετάττοντο, καὶ τὴν κατὰ Ἀρείου θεομηνίαν εἰς τὸν κοινὸν ἐφιλονείκουν ἀναφέρειν θάνατον· καίτοι καὶ ὁ κοινὸς αὐτοῖς κατ᾽ ἐκεῖνο καιροῦ συνενεχθείς, ὅτε τῆς ἐκκλησίας ἐπιβαίνειν αὐτὸν διεσπούδαζον, εἰς τὸν καινὸν καὶ θεήλατον μεταβάλλεται θάνατον. Ὅμως Κωνστάντιον τὸ ἀνδράποδον ἔπειθον ὡς τὸ τῆς φύσεως χρέος ἀπέδωκεν ἀλλ᾽ οὐ θείας ὀργῆς δίκην ἀπέτισεν Ἄρειος. Ἀλλ᾽ ὁ μὲν ἄθλιος ἐκεῖνος ταῖς Ἀλεξάνδρου προσευχαῖς ἐλεεινῶς οὕτω τὸν βίον κατέστρεψεν· ὁ δὲ θεῖος Ἀλέξανδρος ὁσιοπρεπῶς τε καὶ ἁγίως μετ᾽ ὀλίγον ἀντὶ τῆς ἐπιγείου τὰς οὐρανίους σκηνὰς ἐκληρώσατο, τρία μὲν καὶ εἴκοσιν ἐν τῇ ἐπισκοπῇ διατελέσας ἔτη, βιοὺς δὲ ὀκτὼ καὶ ἐνενήκοντα.

Ὅτι ἡ συγγραφὴ, ἐξ ἧς ἡ παροῦσα προῆλθεν ἐκλογή, οὔτε παντελῶς εἰς τὸ διηκριβωμένον καὶ σοφὸν τῆς φράσεως καὶ τῆς διανοίας ἐκμεμόρφωται, οὔτε πρὸς τὸ χυδαῖον καὶ ἠμελημένον διαπέπτωκεν. Εἰ δέ τινα παρὰ τοὺς ἄλλους ἱστορεῖ, τοῦτο διαίτης καὶ κρίσεως ἄλλης, ἀλλ᾽ οὐκ ἐκλογῆς οὐδὲ συντομίας.

Ἀνεγνώσθη ἐκ τοῦ ἐπιγραφομένου λόγου «Βίος ἢ ἄθλησις τοῦ ὁσίου πατρὸς ἡμῶν Παύλου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου τοῦ ὁμολογητοῦ» ἐφ᾽ ὁμοίᾳ συστελλόμενος ἐκδόσει. Κωνστάντιος τὴν Ῥωμαϊκὴν ἀρχήν, ἣ τὰ τῆς ἀνατολῆς ἐχειρίζετο σκῆπτρα, προδοσίᾳ τοῦ τῆς αἱρέσεως πρεσβυτέρου καὶ συνδρομῇ τῶν εὐνούχων ὑποτρέχει, καὶ οἱ ἐξ Ἀρείου διωγμὸν κατὰ τῶν εὐσεβούντων πάλιν κινοῦσι, καὶ Ἀθανάσιον αὖθις δέχεται ἡ ἑσπέρα. Ὁ δὲ θεῖος Ἀλέξανδρος τῷ τοῦ βίου πλησιάσας τέλει οὐδένα μὲν τῆς Κωνσταντινουπόλεως διάδοχον αὑτοῦ χειροτονεῖ, λογάδας δὲ τῶν ἄλλων δύο ποιεῖται, γνώμην τοιαύτην εἰς αἵρεσιν τῷ πλήθει διδούς, ὡς εἰ μὲν βούλοιντο διδασκαλικόν τε ἅμα καὶ ταῖς ἀρεταῖς ἀστράπτοντα, Παῦλον αἱρήσονται, ὃν αὐτὸς ἐχειροτόνησε πρεσβύτερον, εἰ δ᾽ ἐν τῷ σχήματι σεμνὸν καὶ κόσμιον τῇ ἔξωθεν περιβολῇ, Μακεδόνιον, πάλαι χειροτονηθέντα διάκονον καὶ πρὸς γῆρας ἀποκλίνοντα. Ταῦτα εἰσηγησάμενος εἰς τὴν ἀμείνω λῆξιν μεταβαίνει, ἀρχιερατεύσας μὲν τρία καὶ εἴκοσιν ἔτη, βιοὺς δὲ τὸν πάντα βίον ὀκτὼ καὶ ἐνενήκοντα.

Γίνεται δὲ φιλονεικία περὶ τὴν αἵρεσιν τῶν προειρημένων ἀνδρῶν· οἱ μὲν γὰρ ἐξ Ἀρείου πρὸς Μακεδόνιον ἔβλεπον, τὸ δὲ ὀρθόδοξον τὸν Παῦλον προὐτίθεσαν. Κρατεῖ δ᾽ οὖν ἡ τῶν ὀρθοδόξων ψῆφος, καὶ χειροτονεῖται ὁ Παῦλος ἐπίσκοπος ἐν τῇ τῆς ἁγίας Εἰρήνης ἐπωνύμῳ ἐκκλησίᾳ, ἣν ὁ χρόνος ἀντιδιαστέλλων τῆς νέας ἔδωκε καλεῖσθαι παλαιάν.

Κωνστάντιος δὲ οὐ μετὰ πολὺ ἐκ τῆς Ἀντιοχέων πόλεως ἐν τῇ Κωνσταντίνου γεγονὼς δι᾽ ὀργῆς εἶχε τὸν χειροτονηθέντα, ὅτι μὴ συγγνώμῃ τῇ αὐτοῦ προῆλθεν ἡ χειροτονία. Καὶ Ἀρειανῶν καθίσας συνέδριον τὸν μὲν Παῦλον σχολάζειν κατεψηφίσατο, Εὐσέβιον δὲ τρίτον θρόνον ἀμείβοντα ἐκ Νικομηδείας τῆς βασιλίδος ἐπίσκοπον ἀναδείκνυσιν. Ἀλλ᾽ ὁ μὲν δυσσεβῶς ταῦτα πράξας ὑποστρέφει πρὸς Ἀντιόχειαν, Εὐσέβιος δὲ πάντα λίθον ἐκίνει ὡς ἂν περιέλοι τοῦ ἱεροῦ συμβόλου τὸ ὁμοούσιον.

Ἄγεται δὴ τὰ ἐγκαίνια τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας, ἣν Κωνσταντῖνος μὲν ὁ εὐσεβὴς ἐκ βάθρων ἤγειρεν, ὁ δὲ Κωνστάντιος καθιερωθῆναι γνώμην ἔθετο· καὶ τῇ τῶν ἐγκαινίων προφάσει ἐπίσκοποι συλλέγονται ἐνενήκοντα. Μάξιμος δὲ ὁ τῶν Ἱεροσολύμων ἔφορος, ἀνὴρ εὐσεβής, οὐ παρῆν, ἀλλ᾽ οὐδ᾽ ὁ Ῥώμης Ἰούλιος, οὔτ᾽ αὐτοπροσώπως οὔτε διά τινος τῶν ὑποτελῶν. Συγκροτεῖται μὲν ἡ σύνοδος παρόντος καὶ Κωνσταντίου, οἱ δὲ περὶ Εὐσέβιον σπουδὴν ἄγουσι πρὸ τῶν ἄλλων ἀποσκευάσασθαι Ἀθανάσιον. Ἐπάγουσιν οὖν πρώτην αὐτῷ αἰτίαν τὸ παρὰ κανόνα πράξαι, κανόνα λέγοντες ὃν αὐτοὶ τηνικαῦτα ἐξέθεσαν (ἐπανελθὼν γάρ, ἔφασκον, τῆς ὑπερορίας οὐχὶ τῇ τοῦ κοινοῦ γνώμῃ ἀλλ᾽ αὐτὸς ἑαυτῷ τὴν ἀρχιερωσύνην ἐπέτρεψε), δευτέραν ὅτι κατὰ τὴν εἴσοδον αὐτῷ στάσεως συρραγείσης, πολλοὶ ἀπέθανον, καὶ τρίτην τὰ ἐν Τύρῳ πεπραγμένα· ἐξ ὧν καὶ καταψηφισάμενοι τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, Γρηγόριον ἀντικαθιστῶσι τὸν ὁμόφρονα. Καὶ τολμήσαντες ταῦτα ἐπιτολμῶσι καὶ τὸν μεταπλασμὸν τῆς πίστεως, οὐδὲν μὲν κατὰ φωνὴν τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τῷ δὲ ὑφάλῳ καὶ κακομηχάνῳ τῆς διανοίας σπέρματα προκαταβάλλοντες πρὸς τὴν τοῦ ὁμοουσίου καθαίρεσιν.

Καὶ ἡ μὲν κατὰ Ἀντιόχειαν σύνοδος ταῦτα καὶ τοιαῦθ᾽ ἕτερα τολμήσασα, καί τινα κανονίσασα, διαλέλυται. Εὐσέβιος δὲ πρὸς τὸν Ῥώμης Ἰούλιον διαπρεσβεύεται, τὴν κατὰ Ἀθανασίου ψῆφον κυρωθῆναι τεχναζόμενος· ἀλλ᾽ οὐδὲν ὧν ἤλπιζεν ἤνυσε. Παῦλος δ᾽ ὁ ἀρχιερεὺς τὴν Ῥώμην καταλαβών, καὶ ἕτεροι δὲ οὐκ ὀλίγοι ἐπίσκοποι κατὰ συσκευὴν ἐκδιωχθέντες Εὐσεβίου, ἀλλὰ καὶ Ἀθανάσιος, ὁμοῦ διῆγον ἐν τῇ Ῥώμῃ.

Ὁ δὲ ἱερὸς Ἰούλιος συκοφαντίαν εἶναι μαθὼν τὰ περὶ τῶν ἀρχιερέων πεπραγμένα, γράμμασιν αὐτοὺς ὀχυρώσας ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει, τὸν οἰκεῖον ἑκάστῳ θρόνον ἀποδιδοὺς καὶ σὺν δίκῃ αἰτιώμενος τοὺς καθελόντας.

Καὶ τὰς μὲν οἰκείας ἐκκλησίας ἀναλαμβάνουσιν, ἀλλὰ καὶ τὰς ἐπιστολὰς οἷς ἐγράφησαν διαπέμπονται. Καὶ Εὐσεβίου μὲν ἀποφθαρέντος Παῦλος εἰς τὸν οἰκεῖον θρόνον ἀποκαθίσταται, οἱ δ᾽ Ἀρειανίζοντες ἐν τῇ νῦν λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον, ὃς τὸν Υἱὸν μὲν τῷ Πατρὶ ἀνόμοιον ἐβλασφήμει, παραγραφόμενος τὸ ὁμοούσιον, τὸ δὲ πανάγιον Πνεῦμα παντελῶς ἀλλότριον τῆς θεότητος.

Ἀθανασίου δὲ τὴν ἰδίαν ἀναλαβόντος ἐκκλησίαν οἱ ἐν Ἀντιοχείᾳ πάλιν συνεδρεύοντες (καὶ γὰρ συνῄεσαν ἀντεγκαλεῖν ἐπιχειροῦντες Ἰουλίῳ τῷ Ῥώμης) τὸν δυσσεβῆ Γρηγόριον διὰ τάχους, ὃν αὐτοὶ παρανόμως ἐχειροτόνησαν, εἰς τὴν Ἀλεξάνδρου ἀποστέλλουσι· καὶ κατῆγεν αὐτὸν ὁ τῆς Ἀλεξανδρείας στρατηγός, ἑπτακισχιλίους στρατὸν ἐπαγόμενος.

Ὃ μαθὼν Ἀθανάσιος εἰς τὴν Ῥώμην πάλιν ἀπέπλευσεν. Ὁ δὲ τῶν Ἀλεξανδρέων λαὸς οὐκ ἐνεγκὼν τὸ ἔκθεσμον, τὴν καλουμένην Διονυσίου ἐκκλησίαν, οὐκ ὀρθῶς ποιοῦντες (τί γάρ, εἰ μεμήνασιν ἄνθρωποι κατὰ τοῦ μηδὲν ἠδικηκότος, δεῖ τὴν ἄμυναν φέρειν;) ἐνέπρησαν.

Μανθάνει δ᾽ ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων ὡς Παῦλος ὁ τῆς ἀληθείας κῆρυξ εἰς τὸν ἴδιον ἀποκατέστη θρόνον, καὶ Ἑρμογένει τῷ στρατηλάτῃ ἐντέλλεται ἐπὶ τὰ τῆς Θρᾴκης ἐκπεμπομένῳ μέρη, ἐξωθῆσαι τὸν ὅσιον τῆς ἐκκλησίας. Καὶ ὁ μὲν τὴν Κωνσταντίνου φθάσας πόλιν ἐσπούδαζεν, ᾗ προσετέτακτο πράττειν τὸ ἔκθεσμον· τὸ δὲ πλῆθος οὐκ ἠνείχετο, ἀλλὰ καὶ τὴν οἰκίαν αὐτοῦ κατακαίουσι καὶ αὐτὸν σύροντες διαφθείρουσι.

Μαθὼν δὲ τοῦτο Κωνστάντιος αὐτὸς καταλαμβάνει τὴν πόλιν, καὶ τὸν μὲν ὅσιον Παῦλον ταύτης ἀπελαύνει, ζημιοῖ δὲ καὶ τὴν πόλιν, τὸ σιτηρέσιον ἀφελὼν αὐτῆς τὸ ἥμισυ τῆς δωρεᾶς, ἣν ὁ φιλάνθρωπος Κωνσταντῖνος αὐτῇ ἐδωρήσατο· ἦν δὲ τὸ ὅλον τῆς δωρεᾶς ἡμερήσιοι ἄρτοι μυριάδες ὀκτώ. Ὠργίζετο δὲ καὶ κατὰ Μακεδονίου, οὐ μόνον ὅτι παρὰ γνώμην αὐτοῦ κεχειροτόνητο, ἀλλὰ καὶ διὰ τοὺς φόνους, ὧν αὐτὸς στασιάζων γέγονεν αἴτιος· ὅμως οὖν ἐάσας αὐτὸν ἐν ᾗ ἐκκλησίᾳ τὴν χειροτονίαν ὑπέδυ, εἰς τὴν Ἀντιόχου ἐξώρμησεν.

Ὁ μέντοι θεσπέσιος Παῦλος πάλιν τὸ δεύτερον καταλαμβάνει τὴν Ῥώμην, καὶ Ἀθανασίῳ συνῆν. Ἀναφέρει γοῦν ἃ πεπόνθοι τῷ Ῥώμης, καὶ αὖθις τοῖς παρ᾽ αὐτοῦ, ἔτι δὲ καὶ τοῖς Κώνσταντος τοῦ βασιλέως κατοχυρωθεὶς γράμμασι, παραυτίκα τε ἐπάνεισι καὶ τῷ οἰκείῳ θρόνῳ, μετὰ πολλῆς αὐτὸν θυμηδίας τῆς πόλεως ὑποδεξαμένης, ἐγκαθιδρύεται. Καὶ πάλιν περιοργὴς ὁ Κωνστάντιος, καὶ πάλιν πρόσταγμα εἰς ὑπερορίαν ἄγον τὸν ἀοίδιμον. Καὶ γὰρ τοῦτο δεξάμενος ὁ ὕπαρχος Φίλιππος ἐξορίζει μὲν τὸν ὅσιον, ἀντικαθίστησι δὲ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ τὸν πνευματομάχον Μακεδόνιον.

Τὸ δὲ τῆς ὑπερορίας οὐκ ἐκ τοῦ ἐμφανοῦς ἀλλ᾽ ἐξ ἐνέδρας προῆλθεν· ὁ γὰρ τοῦ Ὀρέστου φθόρος σοφώτερον κακουργῆσαι τὸν Φίλιππον ἀπειργάσατο. Καὶ καλεῖ μὲν σὺν τιμῇ τὸν τοῦ Θεοῦ ἀρχιερέα εἰς τὸ λουτρόν, ᾧ ἐπώνυμον ὁ Ζεύξιππος, ὡς ἐπὶ κοινωφέλει δῆθεν καὶ μυστικοῖς βουλεύμασι· κἀκεῖθεν εἰς τὰς βασιλείους ἐκπέμπει αὐλάς, καὶ δι᾽ αὐτῶν ἐν τῇ Θεσσαλονίκῃ, ἣν καὶ οἱ αὐτοῦ πρόγονοι πατρίδα εἶχον. Καὶ τοῖς μὲν τῆς ἀνατολῆς ἐπιβαίνειν μέρεσιν ἐκεκώλυτο, ταῖς δὲ πλησιαζούσαις πόλεσιν οὐκέτι.

Καὶ ὁ δυσσεβὴς Μακεδόνιος στρατιωτικῆς χειρὸς ὑπηρετούσης, καὶ συνεποχούμενος τῷ ὑπάρχῳ, εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν παρεισδύεται· καὶ φόνος γίνεται πολύς, τῆς διαφθορᾶς εἰς πεντήκοντα καὶ τρισχιλίους παραταθείσης, καὶ ταῖς τῶν Χριστιανῶν σφαγαῖς ὁ τρισαλιτήριος ἐνθρονίζεται· καθ᾽ ὃν δὴ καιρὸν καὶ ὁ Κωνστάντιος τὴν μεγάλην ἐκκλησίαν (ἐπώνυμον δ᾽ αὐτῇ ἡ τοῦ Θεοῦ σοφία) νεουργεῖ.

Καὶ Παῦλος τὸ τρίτον ὁ θεσπέσιος μετ᾽ ὀλίγον εἰς τὴν Ἰταλίαν παραγίνεται· καὶ Ἀθανάσιον τὸν σύναθλον λαβών, ἀναδιδάσκουσιν ἃ πεπόνθασι Κώνσταντα τὸν τῆς ἑσπέρας βασιλεύοντα. Ὁ δὲ τὰ ἔκθεσμα ὧν ὑπέστησαν ἀκριβέστερον ἐκμαθών, γράφει τἀδελφῷ τρεῖς παρ᾽ αὐτὸν ἀπὸ τῆς ἀνατολῆς ἐπισκόπους, οἳ λόγον δώσουσι τῶν τε περὶ Ἀθανάσιον καὶ Παῦλον τολμημάτων καὶ τὴν τῆς πίστεως ἔγγραφον ἔκθεσιν, παραγενέσθαι. Ἐκπέμπονται δὴ τέσσαρες, Νάρκισσος ὁ Κίλιξ, Θεόδωρος ὁ Θρᾷξ, Μάρης ὁ Χαλκηδόνος καὶ Μαρᾶς ὁ Σύρος.

Οὗτοι τοῖς περὶ Ἀθανάσιον καὶ Παῦλον εἰς λόγους ἐλθεῖν οὐκ ἐθάρρησαν· τὴν δ᾽ ὑπ᾽ αὐτῶν ἐν τῇ Ἀντιόχου ἐκτεθεῖσαν πίστιν ἀποκρύψαντες, ἑτέραν δὲ συνθέντες τὸ μὲν ἐμφανὲς τῆς βλασφημίας φεύγουσαν, τὸ δ᾽ ὁμοούσιον οὐ πρεσβεύουσαν, ἐπιδιδόασι τῷ βασιλεῖ, καὶ πλέον οὐδὲν οὔτε δράσαντες οὔτε παθόντες ἀνεχώρησαν.

Τριετίας δὲ διαδραμούσης πάλιν οἱ τῆς ἀνατολῆς συναθροίζονται, καὶ πίστιν ἄλλην συντάττουσι καὶ τοῖς ἐν Ἰταλίᾳ ἐκπέμπουσι. Διάκονοι δ᾽ ἦσαν τοῦ συντάγματος Εὐδόξιος ὁ τηνικαῦτα Γερμανικείας ἐπίσκοπος καὶ Μαρτύριος ὅ τε Μοψουεστίας Μακεδόνιος. Ἡ δὲ τῆς πίστεως αὐτῶν ἔκθεσις ἡ αὐτὴ μὲν ἦν τὰ ἄλλα τῇ προεκτεθείσῃ, προσθήκαις δέ τισι ταῖς κατὰ τὸ τέλος ἀλλοκότοις εἰς τὸ μακρότερον ἐξετείνετο. Ὁ δὲ κατὰ τὴν Ῥώμην τῶν ἀρχιερέων σύλλογος ταύτην οὐ προσεδέξαντο, ἀρκεῖσθαι φάμενοι τῷ συμβόλῳ τῆς πίστεως ὃ ἡ ἐν Νικαίᾳ ὑπηγόρευσε σύνοδος.

Οὕτω δὲ πάντα ταραχῆς κατεχούσης καὶ ἀδιακρίτου ἔριδος κηρύσσεται σύνοδος οἰκουμενικὴ γνώμῃ τῶν δύο βασιλέων, μετὰ ἑνδέκατον ἔτος τῆς τοῦ εὐσεβεστάτου Κωνσταντίνου τελευτῆς. Συνῆλθον οὖν ἐν Σαρδικῇ ἐκ μὲν ἑσπέρας ὑπὲρ τοὺς τριακοσίους ἐπισκόπους, ἐκ δὲ τῆς ἀνατολῆς ἓξ μόνοι καὶ ἑβδομήκοντα. Καὶ οἱ τῆς ἑῴας τοῖς ἐκ δύσεως εἰς ὁμιλίαν συνελθεῖν οὐκ ἐπένευον· καὶ τὸ αἴτιον, ὅτι Παῦλος αὐτοῖς καὶ Ἀθανάσιος, οἱ τῆς εὐσεβείας ἀθληταί, συνεδρίαζον. Ὡς δ᾽ οὔτε οἱ τῆς εὐσεβείας τοὺς περὶ Ἀθανάσιον ἀπεσκευάζοντο οὔτε οἱ τῆς αἱρέσεως τῆς πρὸς τοὺς ἀθλητὰς ἔχθρας ὑπέληγον, διασχίζονται ἀπ᾽ ἀλλήλων. Καὶ τὴν ἐν Μακεδονίᾳ Φιλίππου οἱ ἐξ ἀνατολῆς καταλαβόντες συναθροίζονται, καὶ τηνικαῦτα εἰς τὸ ἐμφανὲς ἀναθεματίζουσι τὸ ὁμοούσιον.

Οἱ δὲ ἐν Σαρδικῇ τούτους μὲν ἐρήμῃ δίκῃ καταδικάζουσι, τοὺς δὲ κατηγόρους Ἀθανασίου ὡς συκοφάντας καθελόντες τήν τε ἐν Νικαίᾳ κυρωθεῖσαν πίστιν ἐπικρατύνουσι καὶ τὸ ἀνόμοιον ἀναθεματίζουσιν. Ὧν τὴν γνῶσιν ὁ τῶν ἑσπερίων βασιλεὺς Κώνστας λαβὼν ἀναδιδάσκει τε διὰ γραμμάτων τὸν ἀδελφὸν Κωνστάντιον, καὶ παραινεῖ εὐμενῶς διακεῖσθαι πρὸς Παῦλον καὶ Ἀθανάσιον, καὶ μηδαμῶς αὐτοῖς ἐμποδὼν ἵστασθαι πρὸς τὴν τῶν οἰκείων ἀποκατάστασιν θρόνων, προστιθεὶς ὡς εἰ μὴ ἑκὼν τοῖς δικαίοις κατανεύσοι, αὐτὸς δὴ παραγεγονὼς καὶ ἄκοντος τὸ δίκαιον τοῖς ἠδικημένοις ἀποδοίη. Δείσας οὖν τὴν τοῦ ἀδελφοῦ ἀπειλὴν ὁ Κωνστάντιος τὸν μὲν ὅσιον Παῦλον τῇ ἰδίᾳ ἐπισκοπῇ οὐκ ἐπέσχεν ἐνιδρύεσθαι, τὸν δὲ σύναθλον Ἀθανάσιον διαφόροις ἐπιστολαῖς καλεῖ παρ᾽ αὑτὸν καὶ εὐμενῶς ἐλθόντα προσδέχεται καὶ τῷ οἰκείῳ θρόνῳ ἀποκαθίστησιν.

Οὕτω μὲν ὁ πολὺς τάραχος ἐγαληνία, καὶ ἡ ἐκκλησία τοὺς τῆς εὐσεβείας ἔχαιρεν ἔχουσα προμάχους. Μαγνεντίου δὲ τυραννίδι ἐπιθεμένου καὶ Κώνσταντα τὸν τῆς ἑσπέρας βασιλεύοντα ἀνελόντος, πάλιν ἡ τῆς Ἀρείου λύσσης καταιγὶς τὰς τῆς οἰκουμένης ἐκκλησίας ἐτάραττε. Καὶ φεύγει μὲν πάλιν Ἀθανάσιος, ἁρπάζει δὲ τὸν αὐτοῦ θρόνον Γρηγόριος. Καὶ ὑπερορίζεται Παῦλος ἐν Κουκουσῷ τῆς Ἀρμενίας, ὁ τῆς εὐσεβείας ὑπέρμαχος, καὶ τῷ δι᾽ ἀγχόνης, τῶν δυσσεβῶν νύκτωρ ἐπεισπεσόντων, τελειοῦται μαρτυρίῳ· καὶ ἀντεισάγεται τῇ Κωνσταντινουπόλει ὁ δυσσεβὴς Μακεδόνιος. Καὶ ἐξωθοῦνται μὲν καὶ τῶν ἄλλων ἐκκλησιῶν οἱ ποιμένες, ἐπεισπηδῶσι δὲ οἱ λύκοι. Καὶ τὴν κατὰ τῶν Χριστιανῶν Ἑλλήνων ὠμότητα ἡ Μακεδονίου μανία ἐφιλονείκει ἀποκρύψασθαι.

Καὶ πᾶσα μὲν ἡ ἀνατολὴ τοῖς δεινοῖς διεφθείρετο, ἡ πόλις δὲ Κωνσταντίνου κατὰ τὸ ἐξαίρετον, ὅτε καὶ Ἀγέλιος ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος, οἷα δὴ καὶ αὐτὸς τὸ ὁμοούσιον πρεσβεύων, ὑπερορίζεται. Καὶ ἦν ἀδιήγητον τὸ κακόν· ὅπερ οὐ μέχρις ἀρχιερέων καὶ ἱερέων ἐκέχυτο, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας, ὅσοι τὴν Μακεδονίου κοινωνίαν ἀπετρέποντο, ἐπενέμετο.

Μασθοὶ γυναικῶν, ὦ τῆς μανίας, κιβωτῶν καλύμασιν ἐμβαλλόμενοί τε καὶ συμπιεζόμενοι ἀπεπρίζοντο, οἱ δὲ σιδήρῳ· τοὺς δὲ καὶ ᾠοῖς πεπυρακτωμένοις, ταινίαις αὐτὰ τοῖς μορίοις ἐνελίττοντες κατέκαιον· ἧκε γὰρ τοῖς δυσσεβέσιν ἐπὶ νοῦν καὶ ἃ τοὺς ἀθέους Ἕλληνας κατὰ τῆς φύσεως ἐπινοεῖν αἰδὼς ἀνθρωπίνη ἀνεχαίτιζεν.

Ἐκτείνει δὲ τὴν λύσσαν Μακεδόνιος καὶ ἐπὶ τὴν τῶν Παφλαγόνων χώραν· πολλοὺς γὰρ ἠκηκόει καὶ τῶν ὀρθοδόξων καὶ τῶν ἀπὸ Ναυάτου ἐν αὐτῇ διατρίβειν· καὶ τέσσαρας φάλαγγας στρατιωτῶν ἐνόπλων παρασκευάζει σταλῆναι κατ᾽ αὐτῶν καὶ τοῖς ὅπλοις βιάζεσθαι πρὸς τὴν ἀσέβειαν. Οἱ δὲ κατὰ τὸ Μαντιναῖον οἰκοῦντες εἰς πλῆθος συστάντες, καὶ ζήλῳ τῆς εὐσεβείας δρέπανα καὶ ἀξίνας καὶ τὸ παρατυχὸν ὅπλα ποιησάμενοι, ἀντιπαρατάττονται τοῖς στρατιώταις, καὶ συμβολῆς γενομένης πολλοὶ μὲν διαφθείρονται τῶν Παφλαγόνων, τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων ἅπαντες.

Αὕτη τοίνυν ἡ μιαίφονος καὶ ἀναίσχυντος πρᾶξις οὐ παρὰ τῶν ἠδικημένων μόνον ἀλλὰ καὶ παρὰ τῶν οἰκείως δοκούντων ἔχειν Μακεδονίῳ μῖσος ἀνήγειρε δίκαιον, ἀλλὰ καὶ αὐτὸν τὸν βασιλέα διέσεισε πρὸς ἀπέχθειαν. Οὐ τοῦτο δὲ μόνον, ἀλλ᾽ ὅτι καὶ τὸ σῶμα Κωνσταντίνου τοῦ βασιλέων εὐσεβεστάτου (ἐδόκει γὰρ ὁ ναός, ἐν ᾧ κατέκειτο, ἐγγὺς εἶναι τοῦ καταπεσεῖν) λαβὼν ἄνευ γνώμης αὐτοῦ εἰς τὸν τοῦ ἁγίου Ἀκακίου νεὼν μετεκόμισε, καὶ ἐπειδὴ πᾶσιν ἡ μετάθεσις οὐ συνεδόκει, ἀλλὰ πολλοῖς ἀνόσιον ἐνομίζετο τὰ τῶν ἀποιχομένων ἀνορύττεσθαι σώματα, καὶ τότε βασιλέως εὐσεβείᾳ διαλάμψαντος, φόνος ἐρρύη πολύς. Καὶ τῶν πολλῶν καὶ ἀνηκέστων κακῶν, ὧν ἐτόλμα Μακεδόνιος, μικράν τινα δίκην ἀπέτισε τὴν καθαίρεσιν τοῦ ἀξιώματος.

Ἐκράτει δ᾽ οὖν ὅμως τὰ Ἀρείου δι᾽ ὅλης τε τῆς Κωνσταντίου βασιλείας, καὶ ἔτι μᾶλλον κατὰ τοὺς Οὐάλεντος τοῦ δυσσεβεστάτου χρόνους, ἕως ἂν ἐκεῖνον μὲν ἡ θεία μετῆλθε δίκη, Θεοδόσιον δὲ τὸν ἐξ Ἱσπανίας ψήφῳ δικαίᾳ Γρατιανοῦ τοῦ τὰ ἑσπέρια περιέποντος εἰς τὸν βασίλειον τῆς ἀνατολῆς θρόνον ἀνεβίβασε, καὶ τῇ ὀρθοδοξίᾳ δι᾽ αὐτοῦ τὸ κράτος ἐβράβευσεν. Ἀλλ᾽ οὕτω μὲν ἡ Ἀρείου αἵρεσις τὰς ἐκκλησίας ἐπὶ τεσσαράκοντα ἔτη κατανεμηθεῖσα τῇ Θεοδοσίου εὐσεβείᾳ ἐξωστράκισται, καὶ τὸ ὀρθόδοξον τοῖς οἰκείοις ἐνεκαλλωπίζετο δικαιώμασι.

Συγκροτεῖ γοῦν ὁ αὐτὸς θεοφιλέστατος βασιλεὺς σύνοδον, μελέτην ἔχων καὶ τοὺς ἀπὸ Μακεδονίου πρὸς ἕνωσιν συναγαγεῖν τοῖς ὀρθοδοξοῦσι καὶ πρεσβεύουσι τὸ ὁμοούσιον· διὸ καλεῖ καὶ τοὺς προεστῶτας αὐτῶν τῆς αἱρέσεως. Καὶ συνῆλθον τῶν ὀρθοδοξούντων ἀπὸ μὲν Ἀλεξανδρείας Τιμόθεος, ἐξ Ἱεροσολύμων δὲ Κύριλλος, Μελέτιος δ᾽ ἐξ Ἀντιοχείας, Γρηγόριός τε παρῆν ὁ θεολόγος καὶ Ἀχόλιος ὁ Θεσσαλονίκης καὶ ὁ Νύσσης Γρηγόριος καὶ ἄλλοι πολλοί· πεντήκοντα καὶ ἑκατὸν ἦσαν αὐτῶν ὁ πᾶς σύλλογος. Τοῦ δ᾽ αἱρετικοῦ στίφους ἡγεῖτο μὲν ὁ Κυζίκου Ἐλεύσιος καὶ Μαρκιανὸς ὁ Λαμψάκου καὶ ὁ Ἐφέσου Εὐήθιος καὶ ἄλλοι τινές, εἰς τὸν ἓξ καὶ τριάκοντα συγκεφαλαιούμενοι ἀριθμόν.

Παρῄνουν δὴ βασιλεύς τε αὐτός, καὶ ὅσον ὀρθόδοξον, τοὺς τῆς αἱρετικῆς μοίρας συνελθεῖν εἰς ὁμοφροσύνην καὶ ἀσπάσασθαι τὸ ὁμοούσιον, ὡς καὶ χωρὶς παραινέσεως διαπρεσβευσαμένους αὐτοὺς οἴκοθεν πρὸς Λιβέριον πρότερον καὶ ἀνομολογεῖν ὑποσχομένους τὸ ὁμοούσιον, ὑπομιμνῄσκοντες ὡς καὶ τὴν τῶν ὀρθοδόξων κοινωνίαν αὐτεπάγγελτοι προσεδέχοντο. Τὸ δ᾽ αἱρετικόν, τῶν δικαίων ἐλέγχων καὶ φιλανθρώπων παραινέσεων οὐδένα ποιήσαντες λόγον, τῆς οἰκείας δυσσεβείας οὐ μεθίεντο. Ἐκβάλλονται οὖν διὰ τοῦτο καὶ τοῦ συνεδρίου καὶ τῆς πόλεως· καὶ ἡ σύνοδος χειροτονεῖ τὸν Νεκτάριον, συγκλητικοῦ μὲν αἵματος ὄντα, τὴν τοῦ πραίτωρος δὲ χειρίζοντα ἀρχήν, τὸν τρόπον δὲ ἐπιεικέστατον, δι᾽ ὃν καὶ μάλιστα ἐθαυμάζετο.

Βεβαιοῖ δ᾽ ἡ ἁγία σύνοδος αὕτη καὶ ἣν ἡ ἐν Νικαίᾳ διετυπώσατο πίστεως ἔκθεσιν. Καὶ σύμψηφος πᾶσιν ὁ βασιλεὺς γίνεται, καὶ ἀνακομίζει μετὰ πολλοῦ τοῦ σεβάσματος καὶ Παύλου τοῦ ὁμολογητοῦ τὸ λείψανον. Καὶ ἀπαντῶσι τῶν ἐπισκόπων σὺν αὐτῷ Νεκταρίῳ πρὸ πολλοῦ τῆς Χαλκηδόνος ὅσοι παρῆσαν, καὶ μετὰ πολλῆς ὑμνολογίας καὶ τῆς ἄλλης δορυφορίας ὑποδέχονται, καὶ διὰ μέσης τῆς πόλεως τὸ σῶμα κομίζοντες εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας Εἰρήνης τῆς ἀρχαίας καλουμένης, ἣν Κωνσταντῖνος ὁ βασιλεὺς εἰς πλάτος καὶ μέγεθος ἐκ βραχυτέρας ἀνήγειρεν, ἧς καὶ προήδρευε, πρὸς ὀλίγον ἀπέθεντο· καὶ παννύχιον ὑμνῳδίαν τελεσάμενοι, ὄρθρου πάλιν ἡ πόλις πᾶσα μετὰ τῆς ἴσης καὶ ὁμοίας τιμῆς καὶ δόξης εἰς τὴν νῦν ἐπώνυμον αὐτοῦ ἐκκλησίαν, πάντων τε τῶν ἀρχιερέων καὶ τοῦ κλήρου καὶ αὐτοῦ συμπαρόντος τοῦ βασιλέως, τῷ ἁγιοδόχῳ τάφῳ κατατίθενται.

Ὅτι καὶ ἡ παροῦσα συγγραφή, ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογή, τῆς αὐτῆς ἐστι κατὶ τὴν φράσιν καὶ τέχνης καὶ δυνάμεως, βραχύ τι πρὸς τὸ ἄμεινον ἀνατρέχουσα. Ἀνεγνώσθη ἐκ τοῦ λόγου ὃς ἐπιγράφεται «Βίος ἤτοι ἄθλησις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν ἐπισκόπου Ἀλεξανδρείας τοῦ μεγάλου Ἀθανασίου», τὸν ἴσον διατυπούμενος τρόπον.

Ὁ τῆς ἑορτῆς καιρὸς τοῦ ἀρχιερέως Θεοῦ καὶ μάρτυρος ἐνειστήκει Πέτρου, καὶ ἡ Ἀλεξάνδρεια πᾶσα τὴν μνήμην ἐγέραιρε, καὶ ὁ τούτου διάδοχος ὁ ἱερὸς Ἀλέξανδρος μετὰ τὰς θείας τελετὰς καὶ τραπέζῃ τοὺς ἐν τῷ κλήρῳ λογάδας ἐδεξιοῦτο. Ἐν ᾧ δὲ ταῦτα ηὐτρεπίζετο, ὁρᾷ τινος ἐξ ἀπόπτου παρὰ τὰς ὄχθας τῆς θαλάσσης παῖδας ἀπλάστῳ γνώμῃ παίζοντας· καὶ τὸ παίγνιον μίμησις ἦν ἱερατικῶν καὶ φρικτῶν μυστηρίων, οὐκ εἰς ὕβριν αὐτὰ περιτρέπουσα, τῷ πόθῳ δὲ τοῦ θεάματος τολμῶσα καὶ τὰ ἀτόλμητα. Ἀλλὰ γὰρ τὸν μὲν Ἀθανάσιον ἐπίσκοπον ἐποίει ἡ μίμησις, τὸ δὲ λοιπὸν πλῆθος εἴς τε κατηχουμένους καὶ βαπτιζομένους καὶ δὴ καὶ εἰς πρεσβυτέρους καὶ διακόνους ἐσχημάτιζεν.

Ἐκπλαγεὶς οὖν τοῖς τελουμένοις ὁ Ἀλέξανδρος ἄγει πρὸς ἑαυτὸν τοὺς παῖδας, καὶ γνοὺς οὐ χλεύῃ ταῦτα γινόμενα, ἀλλ᾽ ὡς ἄν τις ἐκ τῶν ἐκβεβηκότων φαίη, ἐπινοίᾳ τινὶ καὶ ψυχῆς ἁπλότητι εἰς ἔρωτα διανισταμένης τοῦ κρείττονος, ὅσοι μὲν αὐτῶν ἐβαπτίσαντο, τούτους ἐπιχρίσας διὰ τῆς ἐν Χριστῷ σφραγῖδος ἐτελείωσεν, Ἀθανάσιον δὲ τοῖς τοκεῦσι παρατίθησιν ἐντολὰς δεδωκὼς παιδεύειν μὲν τοῖς μαθήμασιν, ἡβῶντα δὲ ἀποδοῦναι αὐτῷ, μᾶλλον δὲ τῇ ἐκκλησίᾳ, ὡς ἄλλον τινὰ Σαμουὴλ παρ᾽ αὐτῶν Θεῷ προσαγόμενον. Πράττουσιν οὖν οἱ γονεῖς ὡς αὐτοῖς τὸ ἀρχιερατικὸν ἐκέλευε πρόσταγμα, καὶ τοῦ καιροῦ καλοῦντος τὸν παῖδα προσφέρουσιν. Ὁ δὲ δέχεται, καὶ ὁμωρόφιον εἶχε καὶ κοινωνὸν βουλῆς καὶ τῆς εὐσεβείας συλλήπτορα.

Τῆς δὲ Ἀρείου λύσσης μικροῦ τὴν οἰκουμένην λυμαινομένης πολλοὺς ἀγῶνας, ἀρχομένης μὲν σὺν Ἀλεξάνδρῳ τῷ θεσπεσίῳ, ὕστερον δὲ καὶ καθ᾽ ἑαυτὸν ὑπὲρ τῆς εὐσεβείας διήθλησε. Καὶ γὰρ Ἄρειον μετὰ τὴν καθαίρεσιν καὶ τὸ ἀνάθεμα ὑποκρινόμενον μὲν τὰ τῆς εὐσεβείας, κρατύνειν δὲ τῇ πρὸς ὀλίγον ὑποκρίσει μηχανώμενον τὰ τῆς ἀσεβείας, ἐφώρασέ τε ὁ σοφὸς Ἀθανάσιος, καὶ ἀποσταλέντα πρὸς Ἀλέξανδρον τὸν Ἀλεξανδρείας παρὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου (οἶδε γὰρ πολλάκις μεμηχανημένος δόλος καὶ τοὺς συνετοὺς ἐκκλέπτειν) μὴ παραδέξασθαι συνηγωνίσατο. Εἶτα δὲ τοῦ ἐν ἁγίοις τελευτήσαντος Ἀλεξάνδρου αὐτὸς καταστὰς διάδοχος πρὸς πολλῷ μείζους ἀγῶνας ἐναπεδύετο.

Διὸ καὶ ἅπαν τὸ αἱρετικὸν σύνταγμα σκοπὸν αὐτὸν τῆς ἰδίας προὐτίθεσαν γλωσσαλγίας τε καὶ συκοφαντίας. Συμφράττονται δὴ μάλιστα κατ᾽ αὐτοῦ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας, καὶ μισθοῦνταί τινας τῆς Μελετίου αἱρέσεως, καὶ δι᾽ αὐτῶν κατηγορίας συρράπτουσιν, ὧν ἡ μὲν πρώτη λινῆν ἐσθῆτα τοὺς Αἰγυπτίους τελεῖν τῇ Ἀλεξανδρέων ἐκ τῆς Ἀθανασίου πλεονεξίας συνέπλαττεν, ἡ δευτέρα δὲ ὡς τοῖς βασιλέων ἐνεδρεύει πράγμασι (Φιλουμένῳ γάρ τινι, ἐπιθέσθαι τυραννίδι φήμην λαβόντι, χρυσίου πλῆρες ἐξαποστεῖλαι γλωσσόκομον) ὑπετίθετο. Καὶ ἡ τρίτη Ἰσχύραν καὶ τὴν ἀνατραπεῖσαν τράπεζαν καὶ τὸ κατεαγὸς μυστικὸν ποτήριον καὶ τὸν Μαρεώτην καὶ Μακάριον τὸν πρεσβύτερον καὶ τὴν λῃστρικὴν αὐτοῦ ἔφοδον καὶ τὸ ἀνὰ πᾶσαν τὴν οἰκουμένην θεατρισθὲν δρᾶμα σκηνοποιεῖ. Ταῦτα καὶ τοιαῦθ᾽ ἕτερα οἱ περὶ Εὐσέβιον δραματουργήσαντες εἰς ἀκοὰς ἐνηχοῦσι τὰς βασιλικάς, καὶ κινοῦσιν εἰς ὀργήν, αἰτιασάμενοι ὅτι καὶ Ἄρειον βασιλικοῖς καὶ γράμμασι καὶ προστάγμασι πεποιθότα οὐκ ἠνέσχετο δέξασθαι.

Κατ᾽ ἐκεῖνο δὲ καιροῦ καὶ ἐπὶ τὰ τῶν Ἱεροσολύμων ἐγκαίνια σχεδὸν πάντες συνῄεσαν οἱ ἐπίσκοποι· καὶ γράφει Κωνσταντῖνος ὁ εὐσεβὴς βασιλεὺς πάλιν συλλεγῆναι σύνοδον ἐποψομένην ἃ διέβαλλέ τε Ἀθανάσιον καὶ ἃ συνίστη τὸν Ἄρειον· καὶ εἰ μὲν φθόνος ὀρθοδοξοῦντα τὸν Ἄρειον τῆς ἐκκλησίας διέστησεν, εἰς εἰρήνην συμβιβάσαι τὴν διάστασιν, εἰ δ᾽ αὐτὸς ἀπάτῃ κέχρηται, εἰς Ἀλεξάνδρειάν τε διαπεμφθῆναι κἀκεῖ σὺν ἀκριβείᾳ ὑπ᾽ ἐξέτασιν ἄγεσθαι· τὴν δὲ διάσκεψιν τὴν περὶ Ἀθανάσιον καὶ Ἄρειον πορευομένους ἐπὶ τὰ Ἱεροσόλυμα ὁδοῦ πάρεργον ἐν Τύρῳ ποιήσασθαι.

Τριακοστὸν δὲ τότε ἠνύετο ἔτος τῆς Κωνσταντίνου βασιλείας· ἑξήκοντα δὲ ἐπίσκοποι τὴν ἐν Τύρῳ σύνοδον ἐπλήρουν, Διονυσίου τοῦ ὑπατικοῦ συνάγοντος αὐτοὺς, μεθ᾽ οὗ καὶ ὁ τῆς ἐπαρχίας ἄρχων καί τινες τῶν ἐν τέλει τῇ συνόδῳ συνήδρευον. Παρῆν δὲ καὶ Ἀθανάσιος, ἀλλὰ καὶ Μακάριος ὁ πρεσβύτερος, στρατιωτικῆς χειρὸς ἀπὸ Ἀλεξανδρείας σιδηροδέσμιον αὐτὸν ἀγαγούσης.

Πρώτην οὖν κατηγορίαν τὴν περὶ τῆς λινῆς ἐσθῆτος προβάλλονται. Ἀλλὰ ταύτην τὴν διαβολήν, οὐκ ἐν Τύρῳ μόνον κινηθεῖσαν ἀλλὰ καὶ πρότερον ἐν Νικομηδείᾳ ταῖς τοῦ βασιλέως ἐνηνεχθεῖσαν ἀκοαῖς, Ἄπις τε καὶ Μακάριος οἱ τῆς Ἀλεξανδρείας πρεσβύτεροι ἐκεῖσε παρατυχόντες, ῥᾳδίως διήλεγξαν. Διὸ τῶν μὲν συκοφαντῶν ὁ βασιλεὺς καθήψατο γράμμασιν, Ἀθανάσιον δὲ πρὸς ἑαυτὸν ἐλθεῖν προετρέψατο. Καὶ τὰ γράμματα ἧκε πρὸς τὴν ἐν Τύρῳ σύνοδον, καὶ εἰς κατήφειαν τὴν περὶ τὸν Εὐσέβιον φατρίαν συνέστελλεν ἤδη πολλὴν ῥέουσαν κατὰ Ἀθανασίου, ὅτι τε αὐτοὺς ὁ βασιλεὺς ᾐτιάσατο, καὶ ὅτι ἡ κατὰ τὴν λινῆν ἐσθῆτα συκοφαντία προέφθασε δοῦναι τὸν ἔλεγχον.

Τῆς δὲ διαβολῆς ταύτης ἐκπεσόντες τὰ περὶ Ἰσχύραν καὶ Μακάριον τὸν πρεσβύτερον προτείνουσιν. Ὁ δὲ σοφὸς Ἀθανάσιος παρεγράφετο μὲν κατὰ νόμους πράττων τοὺς προφανεῖς ἐχθρούς, Εὐσέβιόν φημι καὶ τοὺς ὁμόφρονας, ἠξίου δὲ πρὸ πάντων Ἰσχύραν ἐπιδειχθῆναι πρεσβύτερον, οὗ λειτουργοῦντος ἐπεισπεσεῖν ἔπλαττεν ἡ κατηγορία τὸν Μακάριον κατὰ λῃστρικὴν ἔφοδον ἐξ ἀποστολῆς Ἀθανασίου, καὶ ἀνατρέψαι τὴν ἱερὰν τράπεζαν, καὶ τὸ μυστικὸν κατεάξαι ποτήριον καὶ τὰ τῆς θείας γραφῆς ἡμῶν βιβλία πυρὶ παραδοῦναι. Ἀλλ᾽ ὁ μὲν τὰ δύο ταῦτα νόμῳ κοινῷ ἀντιπαρετίθει καὶ ἀντιπροὐβάλλετο· οἱ δὲ κριταὶ οὐχὶ κρίνειν, εἰς δὲ τὸ κρατύνειν τὴν συκοφαντίαν ὅλον ἔτεινον τὸν λογισμόν. Διὸ λόγον μὲν τῶν δικαίως λεγομένων οὐδένα εἶχον, εἰσάγεται δὲ ἡ περὶ τὸν Μακάριον καὶ Ἰσχύραν κατηγορία. Καὶ τὸ μὲν πρόθυμον ἦν τῶν συκοφαντῶν ἀφόρητον, τὸ δὲ τῆς ἀποδείξεως ἄπορον τὴν προθυμίαν ἐδείκνυ δυσσεβείας καὶ φθόνου κακούργημα.

Ὑπερθέσει δὲ καὶ τέχνῃ τὴν τῆς ἀποτυχίας αἰσχύνην συσκιάζοντες πρὸς τὸν Μαρεώτην τῆς αὑτῶν συμμορίας ἀποστέλλουσιν, ἐκεῖσε τὴν ἔτασιν, ἐν ᾧ ἡ πρᾶξις προῆλθε, δέον γενέσθαι προφασισάμενοι. Ὡς δ᾽ εἶδεν ὁ Ἀθανάσιος οὓς παρεγράψατο κριτὰς στελλομένους (Θεογόνιος γὰρ ἦν καὶ Μάρης καὶ Θεόδωρος καὶ Μακεδόνιος καὶ Οὐρσάκιος), διεμαρτύρατο πᾶσι τὸ περιφανέστατον τοῦ ἀδικήματος, καὶ ὅτι Μακάριος μὲν ὁ πρῶτος τὴν γραφὴν ὑφιστάμενος ἐν σιδήροις ἦν, Ἰσχύρας δ᾽ ὁ κατήγορος τοῖς ἐκθέσμοις κριταῖς συνετέτακτο.

Ὡς δ᾽ οὐ προσεῖχον ἡ σύνοδος οἷς ᾐτιᾶτο καὶ διεμαρτύρετο, διαλαθὼν πρὸς βασιλέα, ἅτε δὴ καὶ μετακληθείς, ἀνεχώρησεν. Οἱ δὲ τοῦ Μαρεώτου κριταὶ ἐκ μονομερείας, ὡς αὐτοῖς τὸ ψεῦδος καὶ ὁ φθόνος ἐπέταττεν, ὑπομνήματα συνταξάμενοι πρὸς τὴν σύνοδον ἐπανῄεσαν. Αὐτὴ δέ, πρὶν ἢ παραγενέσθαι τούτους, ἐρήμην Ἀθανασίου κατεδιῄτησε· παραγεγονότων δὲ τήν τε καθαίρεσιν ἐπεκύρωσαν καὶ λοιδορίαις ἐπηύξησαν.

Καὶ παραυτίκα πρὸς τὴν καθιέρωσιν τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας οἱ τὸ ἱερουργικὸν ἐξ ὧν ἔπραξαν ἀνοσιουργήσαντες σπουδῇ παραγίνονται. Καὶ τὸν Ἄρειον ἐπιστάντα οἱ μὲν περὶ Εὐσέβιον ἀσμένως προσδέχονται, οἱ δὲ τῆς ὀρθῆς ἀπεστράφησαν πίστεως, ὁρίσαντες ἐν Ἀλεξανδρείᾳ τὸν λόγον ὑπέχειν ὧν ἐν αἰτίᾳ καθίσταται.

Ἐν ᾗ καὶ παραγεγονὼς ἑάλω. Ἐν τούτοις δὲ τῶν πραττομένων κινουμένων φθάνει γράμματα τοῦ βασιλέως, καὶ Ἀθανάσιον πρὸς αὐτὸν ἀπαγγέλλοντα ἥκειν καὶ αὐτοὺς ἐπὶ τὴν βασιλίδα παραγενέσθαι. Καὶ εἰς ἀγωνίαν ἐμβάλλει τὴν σύνοδον. Διὸ οἱ πλείους μὲν αὐτῶν εἰς τὰ οἰκεῖα ἐπανῄεσαν, οἱ δὲ περὶ Εὐσέβιον καὶ Θεογόνιον τέως αὐτόθι χρονίζειν ἐγίνωσκον, τῇ παρολκῇ τοῦ καιροῦ τὴν ἀγωνίαν λύειν μηχανώμενοι.

Ἐν δὲ τῷ μεταξὺ καὶ τὸ ἕτερον τῶν ἐγκλημάτων, ὃ τῷ Φιλουμένῳ χρυσίον ἔλεγεν Ἀθανάσιον διαπέμψαι κατὰ πρόσωπον διαλύεται τοῦ βασιλέως ἐν προαστείῳ τῆς Νικομηδείας Ψαμαθίᾳ καλουμένῳ διατρίβοντος. Καὶ ἀποστέλλεται εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς Ἀθανάσιος, γραμμάτων βασιλικῶν τὴν ἀθώωσιν αὐτοῦ πρὸς τοὺς ἐκεῖσε ἀνακηρυττόντων.

Παρῆν δὲ καὶ Ἄρειος ἀποσταλείς (ὥς μοι προείρηται) ὑπὸ τῶν ἐν Ἱεροσολύμοις· καὶ τάραχον ἡ Αἴγυπτος δέχεται πάλιν. Καὶ γράφει ταῦτα τῷ βασιλεῖ Ἀθανάσιος, καὶ μετάπεμπτον βασιλεὺς ἄγει τὸν Ἄρειον. Ὁ δὲ τοῖς περὶ Εὐσέβιον κατὰ τὴν ὁδὸν ἐν Καισαρείᾳ συμβάλλει, καὶ ἄλλα πάλιν κατὰ Ἀθανασίου συκοφαντήματα ῥάπτεται.

Ὡς δ᾽ ὀψὲ καὶ μόλις οἱ περὶ Εὐσέβιον τῇ βασιλίδι παρεγίνοντο, τὰ μὲν ἄλλα τῶν ἐγκλημάτων ἔλεγον ὑπ᾽ ἐξέτασιν μὴ ἀγαγεῖν, τὰ δὲ περὶ Ἰσχύραν καὶ ἐτάσαι καὶ σαφῶς εἰδέναι ὑπ᾽ Ἀθανασίου τετολμῆσθαι. Ὡσαύτως καὶ ὡς τὴν σιτοπομπίαν τὴν ἐξ ἔθους δι᾽ Ἀλεξανδρείας τῇ Κωνσταντινουπόλει φερομένην κωλύσειεν.

Ἐν οἷς καὶ φωραθεὶς ἔνοχος Ἀθανάσιος, λαθραίως ἀναχωρήσας, τὴν δίκην ἔφυγε. Συναρπαγεὶς οὖν τοῖς πλάσμασιν ὁ βασιλεὺς εἰς τὰς Γαλλίας οἰκεῖν ἐν Τριβεριάδι ὑπερόριον ἐκπέμπει τὸν πολύαθλον Ἀθανάσιον. Θορύβου δὲ καὶ ζάλης τὴν Αἴγυπτον ἐκκυμαινόντων, καὶ λοιμοῦ δίκην τῆς αἱρέσεως τὰ τῶν ἐκκλησιῶν λυμαινομένης, ὁ βασιλεὺς Κωνσταντῖνος κατά τι προάστειον τῆς Νικομηδείας, ἓν καὶ τριακοστὸν ἐν τῇ βασιλείᾳ διανύσας ἔτος, μεθίσταται τῶν ἐνταῦθα, ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ ἑξηκοστόν. Καταλείπει δὲ τὴν διαθήκην πρεσβυτέρῳ τινὶ τὴν Ἀρείου λύσσαν νοσοῦντι, προστάξας τῷ ὁμωνύμῳ ταύτην ἐγχειρίσαι Κωνσταντίνῳ· διὰ ταύτης γὰρ αὐτῷ καὶ ἡ τοῦ πατρὸς βασίλειος ἀρχὴ εἰς κλῆρον ἀντὶ τῆς ἑσπερίας ἀφωρίζετο.

Ἀλλ᾽ ὁ δείλαιος, πολλῶν πυνθανομένων εἰ βασιλέως διαθήκη προελήλυθε, μὴ γενέσθαι διετείνετο, συνεργοὺς ἔχων τοῦ ψεύδους τοὺς ἀνδρογύνους εὐνούχους. Μετ᾽ ὀλίγον δὲ πρὸ τῶν ἄλλων παραγεγονότι Κωνσταντίῳ τὴν τοῦ βασιλέως ἐγχειρίζει διαθήκην λάθρᾳ, καὶ χάριν ἀντὶ τῆς προδοσίας αἰτεῖ τῆς πατρικῆς αὐτοῦ καὶ ὀρθῆς πίστεως τὴν προδοσίαν. Οἱ δὲ περὶ Εὐσέβιον παρείσδυσιν διὰ τοῦ πρεσβυτέρου πρὸς Κωνστάντιον λαβόντες, Εὐσέβιόν τε τὸν πραιπόσιτον καὶ δι᾽ αὐτοῦ τοὺς ἄλλους εὐνούχους καὶ δὴ καὶ τὴν βασιλίδα τῆς αἱρέσεως παρασκευάζουσιν ἐραστάς· καὶ τὰ Ἀρείου πάλιν ἐκρατύνετο. Τῶν δ᾽ ἀρχιερατικῶν θρόνων κατ᾽ ἐκεῖνο καιροῦ Μάξιμος μὲν τῶν Ἱεροσολύμων εἶχε τὴν ἐφορίαν, Ἀλέξανδρος δὲ τῆς βασιλίδος, Ἀθανάσιος δ᾽ ἦν ὑπερόριος. Ἄρειος δὲ παραγεγονὼς ἐν Κωνσταντινουπόλει τὴν τοῦ Θεοῦ διαφθείρειν ἐφρυάττετο ἐκκλησίαν.

Ἀλλ᾽ ἡ φιλάνθρωπος οὐκ ἐμακροθύμησε δίκη, ταῖς δὲ τοῦ ἱεροῦ Ἀλεξάνδρου παροξυνθεῖσα προσευχαῖς αὐτῇ αἱρέσει ἐκκόπτει τὸν Ἄρειον, καὶ τῶν σπλάγχνων αὐτοῦ ἀθρόον διαπεσόντων κάτωθεν τῆς ζωῆς ἀπελαύνεται.

Μικρὸν δὲ τῶν ἐξ Ἀρείου ἐφησυχασάντων, αὖθις ἅπαντα κινοῦσι, τὸ ὑπερόριον Ἀθανασίου μέγα ὅπλον αὑτοῖς εἰς τὸ καταπράξασθαι ἃ διενοοῦντο νομίζοντες. Ἀλλ᾽ ἡ θεία πρόνοια τὴν αὐτῶν σπουδὴν προφθάνουσα Ἀθανάσιον ἐπανάγει τῆς ὑπερορίας, γράμμασιν ὠχυρωμένον βασιλικοῖς, οἷς αὐτὸν ὁ τῆς δύσεως ἔχων τὸ σκῆπτρον Κώνστας ἐφοδιάζων εἰς Ἀλεξάνδρειαν ἐξαπέστειλε. Καὶ ἥδιστα μὲν τὸν ποιμένα, ὅσοι τῆς ὀρθοδοξίας ἦσαν, ἐδέχοντο· τὸ δ᾽ αἱρετίζον στάσεις ἀνεκίνει, καὶ τοῖς περὶ Εὐσέβιον ἀφορμὰς παρεῖχον ἐνδιαβάλλειν πάλιν τὸν Ἀθανάσιον πρὸς Κωνστάντιον.

Καὶ τοσοῦτον ταῖς διαβολαῖς εἰς ὀργὴν τὸν εὐρίπιστον ἀνερρίπισαν, ὡς αὐτίκα πάλιν ὑπερορίαν κατὰ τοῦ ἁγίου ψηφίσασθαι. Οὗτοι καὶ νεκροῦ τινος χεῖρα εἰς ὅπλον συκοφαντίας κατὰ τοῦ ὁσίου ἐκκόψαντες καθωπλίσαντο· Ἀρσενίου δὲ ταύτην ἐφήμιζον, καὶ ὑπὸ Ἀθανασίου μὲν ἐκκεκόφθαι, εἶναι δὲ αὐτῷ ταύτην μαγικῆς τέχνης ὄργανον.

Καὶ ἡ μὲν τῆς ὑπερορίας ψῆφος οὐ λύεται, συνέδριον δ᾽ ἐν Τύρῳ βασιλέως προστάττοντος συναθροίζεται, καὶ προχειρίζεται τὸ βασιλικὸν βούλημα ἄνδρα συνέστιον καὶ ὁμόφρονα, Ἀρχέλαον ὄνομα, καὶ σὺν αὐτῷ τὸν Φοινίκης ἄρχοντα, συνεδριάσαι τε τοῖς περὶ Εὐσέβιον, καὶ συνδιασκέψασθαι ἃ κατὰ τοῦ Ἀθανασίου συνεσκεύαστο. Ἐχρόνιζον οὖν οἱ ἐν Τύρῳ, ὡς μὲν οἱ δυσσεβεῖς ἐπλάττοντο, τοὺς ἀπὸ Ἀλεξανδρείας κατηγόρους ἀναμένοντες, οὓς καὶ τοῦ μύσους αὐτόπτας καὶ τὸν Ἀρσένιον καλῶς ἐπιγινώσκειν διήγγελλον, ὡς δὲ τὸ ἐκβεβηκὸς ἔδειξε, κατὰ θείαν πρόνοιαν. Ἦν μὲν γὰρ ὁ Ἀρσένιος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας ἀναγνώστης, καί ποτε δίκην αἰσχρᾶς αἰτίας μέλλων ὑπέχειν ἐξαρπάζεται μὲν ὑπὸ Ἀθανασίου, δρασμῷ δὲ τὴν σωτηρίαν καρποῦται, καὶ τὸ ἀφανὲς τοῦ φυγάδος θαρρεῖν τῷ πλάσματι τῆς δυσσεβείας ὑπετίθετο. Ἀλλ᾽ οἶκτον λαβὼν τοῦ σωτῆρος Ἀρσένιος (ἐν γὰρ τῷ βραδύνειν τὸ συνέδριον ἡ τῆς συκοφαντίας φήμη πανταχοῦ διέδραμε) πρὸς τὴν Τύρον παραγίνεται κρεῖσσον λογιζόμενος, εἰ δέοι, αὐτὸν καὶ τεθνάναι, ἢ δι᾽ αὐτὸν τὴν οἰκουμένην περὶ τηλικούτου ἀνδρὸς σκανδαλίζεσθαι.

Ἐμφανίζεται δὴ κατὰ μυστικὴν ὁμιλίαν τῷ σεβασμίῳ Ἀθανασίῳ, καὶ δέχεται βουλὴν λανθάνειν πάντας πρὸ τῆς δίκης, ἵνα μή τι κακὸν αὐτὸς παρὰ τῶν συκοφαντῶν πάθῃ, ἢ τὸν ἔλεγχον ἄφυκτον τοῦ πλάσματος οἱ δραματουργοὶ συνιδόντες εἰς ὑπέρθεσιν τὸ ἔγκλημα διαλύσωσιν. Ἀθροίζουσιν οὖν τὸ συνέδριον καὶ πρώτη συκοφαντία, γύναιον αὐτῷ ἐπαφιᾶσι μοιχείαν ἀνακαλούμενον. Ἐβόα δὲ τὸ ἀναιδὲς ἐκεῖνο καὶ μεμισθωμένον γύναιον νύκτωρ ἄκουσα φθορὰν ὑποστῆναι ἐπιπεσόντος αὐτῇ Ἀθανασίου. Συνῆν τῷ τῆς παρθενίας ἐραστῇ καὶ Τιμόθεος ὁ αὐτοῦ πρεσβύτερος, καὶ βουλὴν σοφίας, μᾶλλον δὲ θείας ἐπιπνοίας βουλεύονται, δι᾽ ἧς τὸ κακομήχανον τῶν δυσσεβῶν ῥᾳδίως ἔμελλεν ἀπαιτεῖσθαι τὸν ἔλεγχον. Ἐπεὶ γὰρ εἰς πρόσωπον ἤχθησαν τοῦ γυναίου, ὁ μὲν κατηγορούμενος ἡσυχῇ Θεὸν ἐδυσώπει, Τιμόθεος δ᾽ ἀναιδευομένης τῆς μαινάδος καὶ τὸν Ἀθανάσιον (ὡς ἐδιδάχθη) φθορέα καλούσης, ὁ πρεσβύτερος ὡς δῆθεν Ἀθανάσιος· «Εἰπέ, ὦ γύναι, φησίν, ἐγὼ παρά σοι ἔμεινα; Ἢ σύ με ἐν οἴκῳ τῷ σῷ ὑπεδέξω; Ἢ νύκτωρ σε ἐβιασάμην;»

Ἡ δὲ οἷα γύναιον ἐκ δημοσίου τέγους, ἀναιδεῖ προσώπῳ καὶ ἀτενέσιν ὀφθαλμοῖς πρὸς τὸν Τιμόθεον ἀποβλέψασα· «Σὺ εἶ ὁ τὴν βίαν μοι ἐπενεγκὼν καὶ τὴν φθορὰν νύκτωρ» ἀνεβόα, καὶ πρὸς τοὺς κριτὰς ἐπιστραφεῖσα τοὺς φρικτοτάτους ὅρκους ταῖς διαβολαῖς συνῆπτεν, ὡς· «Οὗτος», τὸν Τιμόθεον πάλιν δακτυλοδεικτοῦσα καὶ ἕλκουσα, «οὗτός ἐστι καὶ οὐκ ἄλλος ὁ ἐμὸς φθορεύς». Οἱ δὲ κριταὶ σὺν τοῖς δορυφόροις τῆς μαχλάδος μὲν κατεγέλων, Ἀθανάσιον δὲ τῆς συνέσεως ἐθαύμαζον ὅπως σιγῶν τὸ κατ᾽ αὐτοῦ ἔγκλημα εἰς τοὺς κατηγόρους περιτρέψας ἀναιδεστάτους συκοφάντας ἀπέδειζεν· αὐτοὶ δὲ ἑαυτῶν οὐδὲν ἀμείνους εἰς τὸ φροντίσαι τοῦ δικαίου γεγόνασιν.

Οἱ δὲ κατήγοροι, δέον στένειν καὶ χάριν εἰδέναι εἴ τις αὐτοὺς μὴ ἀπαιτοίη τὴν τῆς συκοφαντίας δίκην, οἱ δὲ καὶ πρὸς τὴν Ἀρσενίου δεξιὰν τὴν γλῶσσαν ὁπλίζουσι, καὶ φόνον ἅμα καὶ γοητείαν τῷ τῆς εὐσεβείας ἀγωνιστῇ περιάπτουσιν.

Ἀλλ᾽ ἐκεῖνος ἐν τῷ ἀταράχῳ καὶ τῆς φωνῆς καὶ τῆς γνώμης· «Καὶ τίς γάρ ἐστιν ἐξ ὑμῶν, φησίν, ὁ γινώσκων τὸν Ἀρσένιον ἢ τὴν αὐτοῦ δεξιάν;» Φαμένων δ᾽ οὐκ ὀλίγων, οὓς εἶχε τὸ συνέδριον σὺν τοῖς κατηγόροις, ὡς σαφῶς εἰδεῖεν τὸν Ἀρσένιον· «Καὶ ἐπεὶ βεβαίως καὶ ἀκριβῶς, ὁ Ἀθανάσιος ἔφησε, γινώσκειν οὗτοι συνωμολόγησαν τὸν Ἀρσένιον, ὁ δὲ πάρεστιν, ἐσίτω». Εἰσελθόντος δέ, πάλιν ἐπηρώτα εἰ τὸν εἰσαχθέντα ἴσασιν ὡς εἴη Ἀρσένιος. Τῶν δὲ οὐκ ἐχόντων ἀρνήσασθαι, ἕλκει τε αὐτὸν μᾶλλον τοῦ βήματος ἐγγύτερον, καὶ πρῶτον τὴν δεξιὰν ἀνατεῖναι κελεύσας χεῖρα, εἶτα καὶ τὴν ἀριστεράν, ἀνέκραγεν· «Ἰδοὺ Ἀρσένιος, ἄνδρες πολῖται· ἰδοὺ αἱ δύο τούτου χεῖρες, ὦ θαυμάσιοι δικασταί. Εἰπάτωσαν οὖν οἱ κατήγοροι τίνος τέ ἐστιν ἡ χεὶρ καὶ τίνος αὐτὴν ἐξέκοψαν. Ἐφ᾽ ᾧ γὰρ ταύτῃ ἐχρήσαντο, οὐκέτι λοιπὸν οὐδενὶ ἀμφισβήτησις· ἐχειροκόπησαν γὰρ ἄνθρωπον, ὡς ἂν ἡμᾶς θανατώσωσιν».

Ἀλλ᾽ ὁ μὲν οὕτω τὰ τῶν ἀντιπάλων πάντα διέλυε μηχανήματα· οἱ δὲ κριταὶ τυφλοὶ καὶ κωφοὶ ἔκ τε τοῦ ζητεῖν ἀρέσκειν Κωνσταντίῳ γεγονότες καὶ ἐξ ὧν ἀπέκλινον τοῖς αἱρετίζουσιν, ἀπέλιπόν τε τὸ βῆμα, καὶ σιγῇ διδόναι τὰ ἐληλεγμένα ἐτεχνάζοντο. Ὑποχωρησάντων δὲ τούτων κίνησις οὐκέτι συκοφαντιῶν ἀλλ᾽ ἀναιδῶς μιαιφονίας κατὰ τοῦ τρισαριστέως ἀναρρήγνυται, καὶ οἱ μὲν λόγοις οἱ δὲ καὶ χερσὶ τὸν νικητὴν προὐπηλάκιζον, οἱ δὲ καὶ τὸν ἐκ τοῦ βασιλέως ἐπέσειον θάνατον. Ὁ δὲ Ἀρχέλαος μέλλοντα διασπᾶσθαι τὸν ὅσιον ὑπὸ τῶν δυσσεβῶν, μόλις τῆς οἰκίας καταβάς (εἰ γὰρ πρὸς τὴν κρίσιν οὐχ ἑώρα, ἀλλ᾽ οὖν εἶχέ τινα τῆς φύσεως αἰδῶ) μετὰ καὶ τῶν δορυφόρων ἐξαρπάζει, καὶ δρασμὸν κρύφιον αὐτῷ παρασκευάζει καὶ ὑποτίθεται. Τὸ δὲ δυσσεβὲς συνεδριάσαντες αὖθις γράφουσί τε τὸν ἀναίτιον αἰτίαις ἀτόποις, ἃς αὐτοὶ συνέπλασαν, ἁλῶναι, καὶ διαφόροις βιβλιδίοις ἐγκαταθέμενοι τὰ τοῦ ψευδοῦς τῷ τε Κωνσταντίῳ καὶ πάσῃ διαπέμπονται τῇ οἰκουμένῃ· καὶ γίνεται τῷ πολυάθλῳ πᾶσα χωρὰ φυγὴ σφόδρα ζητουμένῳ. Καὶ ἡ ζήτησις τοῖς μὲν συνειδόσι καὶ μὴ καταμηνύουσι ζωῆς ἀφαίρεσις ἐπέβαλλε τὴν ζημίαν· τοῖς δὲ κομίζουσιν ἢ ζῶντα ἢ τὴν αὐτοῦ κεφαλὴν δωρεαὶ προὐτείνοντο μεγάλαι.

Ἃ συνιδὼν ὁ τῆς ὑπομονῆς ἀδάμας ἐν λάκκῳ ὕδωρ μὴ ἔχοντι ἐπὶ ἓξ ἔτεσι λαθὼν ἐκαρτέρει. Ὡς δὲ καὶ τὸ χωρίον ἐκεῖνο προδίδοσθαι ἔμελλε, θείας ὄψεως τὴν προδοσίαν τῷ θεράποντι πρὸ μιᾶς ἡμέρας μηνυσάσης κἀκεῖθεν ἀποδιδράσκει καὶ πρὸς τὴν δύσιν ἀπαιρεῖ, τοῦ Κώνσταντος ἤδη τὴν ἀρχὴν ἔχοντος, οὐ τὴν ἑαυτοῦ μόνον ἀλλὰ καὶ τὴν τοῦ ἀδελφοῦ Κωνσταντίνου· καὶ γὰρ αὐτὸν τὸ στρατιωτικὸν τυραννίδι ἐπιθέμενοι ἀνεῖλον. Διδάσκει τοιγαροῦν διὰ συνδρομῆς Ἰουλίου τοῦ Ῥώμης τὸν βασιλέα Κώνσταντα τὰς συσκευὰς ἃς ὑπὸ τῶν Ἀρειανῶν ὑπέστη, καὶ τὴν σύνοδον τὴν ἐν Ἀντιοχείᾳ ἐπὶ διαστροφῇ τῆς πίστεως συγκροτηθεῖσαν, καὶ ὡς Γεώργιον εἰς τὸν αὐτοῦ θρόνον ἐκθέσμως χειροτονήσαντες ἐγκαθίδρυσαν, καὶ οὐκ ἐκεῖνον μόνον ἀλλὰ καὶ πρὸ ἐκείνου Γρηγόριον.

Εὐσέβιος μέντοι διαπραξάμενος ἃ ἐσπούδαζε, διαπρεσβεύεται πρὸς τὸν ὅσιον Ἰούλιον, κοινωνὸν λαβεῖν τῆς Ἀθανασίου κατακρίσεως μηχανώμενος. Ὁ δέ, ἐξ ὧν ἐκεῖνος ἔγραφεν, οὐ κατάκρισιν, ἀθώωσιν δὲ μᾶλλον Ἀθανασίου συνορῶν, γράμμασι τὸν ἠδικημένον ἐπιρρώσας εἰς Ἀλεξάνδρειαν ἀποστέλλει, ἐν οἷς καὶ τοὺς αὐτὸν καθελόντας δικαία καὶ οὐ μικρὰ μέμψις μετήρχετο.

Ἀλλ᾽ οἱ τῆς Ἀρείου λύσσης ὑποφθείραντες ἐπὶ πλέον τὸν Κωνστάντιον, ὃν αὐτοὶ κεχειροτονήκασι Γρηγόριον ἐπὶ τὴν Ἀλεξάνδρειαν στρατιωτικῇ χειρὶ ἐκπεμφθῆναι καταπράττονται. Συριανὸς ἦν στρατηγὸς τῆς τοιαύτης καταπράξεως, καὶ ὁ στρατὸς εἰς πέντε χιλιάδας ἀπηρτίζετο.

Διαφεύγει δ᾽ οὖν ὁ σοφὸς Ἀθανάσιος τόν τε στρατηγὸν καὶ τοὺς στρατιώτας πνέοντας κατ᾽ αὐτοῦ τὸν φόνον, καὶ τὸ δεύτερον ἐπὶ τὴν Ῥώμην ἀνατρέχει. Ὁ δὲ δυσσεβὴς Γρηγόριος τῆς Ἀλεξανδρέων ἐκράτησε· καὶ ἡ πόλις τὸ συνενεχθὲν οὐκ ἐν τῷ ἀνεκτῷ θεμένη τὴν καλουμένην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν.

Συνῆσαν οὖν ἀλλήλοις φυγάδες ὄντες ὅ τε σεβάσμιος Ἀθανάσιος καὶ Παῦλος, τοῖς ἴσοις ἀριστείοις κοσμούμενοι. Γράφει δὲ Κώνστας τῷ ἀδελφῷ Κωνσταντίῳ, συμπαρορμῶντος αὐτὸν καὶ τοῦ ἀρχιερέως Ἰουλίου, ὥστε τὰς ἰδίας ἐπισκοπὰς ἀναλαβεῖν τοὺς ἠδικημένους. Ὡς δὲ οὐδὲν ἤνυεν, ἀξιοῦσιν αὐτὸν οἱ περὶ Ἀθανάσιον οἰκουμενικῇ συνόδῳ τὰ περὶ αὐτούς τε καὶ τῆς συνεπηρεαζομένης πίστεως ἐπικριθῆναι. Καὶ κηρύσσεται γνώμῃ τῶν δύο βασιλέων κατὰ Σαρδικὴν οἰκουμενικὴ σύνοδος· ἑνδέκατον δ᾽ ἦν ἔτος ἀπὸ τῆς τελευτῆς Κωνσταντίνου τοῦ πατρὸς τῶν βασιλέων.

Ἐκ μὲν δὴ τῆς ἑσπερίας ὑπὲρ τοὺς τριακοσίους συνῆλθον ἐπίσκοποι, ἐκ δὲ τῆς ἀνατολῆς ἓξ μόνοι καὶ ἑβδομήκοντα, ἐν οἷς καὶ ὁ Μαρεώτου Ἰσχύρας ἠριθμεῖτο ὡς ἐπίσκοπος. Ὡς οὖν ἐν τῇ Σαρδικῇ συνῄεσαν ἅπαντες, οἱ τῆς ἀνατολῆς εἰς ὄψιν τῶν ἑσπερίων ἐλθεῖν ἀπηρέσκοντο, εἰ μὴ πρότερον τοὺς περὶ Ἀθανάσιον καὶ Παῦλον τοῦ συλλόγου ἀπελάσωσι. Πρωτογένης δὲ ὁ Σαρδικῆς ἐπίσκοπος καὶ Ὅσιος ὁ Κουδρούβης καὶ οἱ λοιποὶ ἑπόμενοι οὐδ᾽ εἰς ἀκοὴν τὴν ἔκθεσμον αὐτῶν ἀξίωσιν παρεδέξαντο, ἄνδρας οὓς συνῆλθον κρῖναι, ἀκρίτως κατακρῖναι καὶ ἀπελάσαι. Ἐξ ὧν οἱ μὲν τῆς ἀνατολῆς σχισθέντες τῶν ἐν Σαρδικῇ ἐν τῇ Φιλίππου πόλει συναθροίζονται, καὶ τὸ ὁμοούσιον οὐκέτι γνώμῃ ὑφάλῳ ἀλλ᾽ ἐμφανεστάτῃ καὶ γλώσσης θρασύτητι ἀναθεματίζουσι, καὶ τὸ ἀνόμοιον δογματίζουσι, καὶ τὰ δυσσεβῆ ψηφίσματα πανταχοῦ διαπέμπονται. Οἱ δὲ ἐν Σαρδικῇ πρῶτον μὲν τῶν ἀποσχισάντων ἐρήμην κατεψηφίσαντο, εἶτα τοὺς Ἀθανασίου κατηγόρους συκοφαντίας ἁλόντας καθαιροῦσι τοῦ ἀξιώματος, καὶ τρίτον τῆς ἐν Νικαίᾳ συνόδου τὸν ὅρον κρατύνουσι καὶ ἀποκηρύττουσι τὸ ἀνόμοιον, ἐπὶ πᾶσι δὲ τὸ ὁμοούσιον ἀνακηρύττουσι· καὶ γράμματα πρὸς πάσας τὰς τῆς οἰκουμένης ἐκκλησίας διαπέμπονται.

Γνοὺς δ᾽ ὁ τῶν ἑσπερίων βασιλεὺς τὰ κατὰ τὴν Σαρδικὴν συνενεχθέντα διδάσκει μὲν παραυτίκα τὸν ἀδελφόν, ἀποδοθῆναι δὲ Παύλῳ καὶ Ἀθανασίῳ καὶ τοῖς περὶ αὐτοὺς τοὺς οἰκείους θρόνους ἅμα μὲν παρῄνει ἅμα δὲ καὶ παρεκελεύετο. Καὶ Ἀθανάσιος μὲν ὑπεστέλλετο τὰς τῶν Ἀρειανῶν ἐπιβουλάς, καὶ τῇ Ῥώμῃ προσήδρευεν· ὁ δὲ τῆς δύσεως βασιλεὺς πάλιν γράφει τἀδελφῷ ὡς εἰ μὲν προθύμως δέχοιτο τὸν ἄνδρα καὶ τὸν ἀχιερατικὸν ἀποδίδωσι θρόνον, ἕτοιμός ἐστιν ἐκπέμπειν τὸν Ἀθανάσιον, εἰ δὲ μὴ βούλοιτο, αὐτὸς δι᾽ ἑαυτοῦ τοῦ δικαίου γενήσοιτο τιμωρός.

Καθίσταται δὴ ὁ Κωνστάντιος εἰς δέος, καὶ διὰ γραμμάτων, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ τρὶς σταλέντων, ἐπαγωγῶν τε καὶ θελκτηρίων καλεῖ πρὸς ἑαυτὸν τὸν πολύαθλον Ἀθανάσιον. Καὶ μετὰ πολλῆς δορυφορίας ἀποστέλλει τοῦτον ὁ τῆς ἑσπέρας βασιλεύς, καὶ Ἰουλίου τοῦ ἀρχιερέως γράμμασιν αὐτὸν διαφόροις ἐφοδιάζοντος. Κωνστάντιος δὲ παραγεγονότα εἰς τὸν οἰκεῖον θρόνον ἀποκαθίστησιν, ὑφειμένῳ πρότερον ὀνειδισμῷ καθυποβαλών· «Ἀποδρὰς γάρ, ἔλεγε, μεγάλην ἐμοῦ λοιδορίαν ἐξέχεας καίτοι γε περί σου φιλάνθρωπα μελετῶντος· πλὴν ἀλλά γε νῦν μίαν μοι δίδου χάριν». Ὁ δὲ τὴν κατὰ δύναμιν ἕτοιμος εἶναι διωμολόγει χαρίζεσθαι· καὶ ὁ Κωνστάντιος μίαν ἐκκλησίαν τῶν ἐν Ἀλεξανδρίᾳ ἐπιζητεῖ τοῖς Ἀρειανοῖς δοθῆναι συνακτήριον. Ὁ δὲ οὐκ ἀπεῖπε, συνάπτει δὲ τῇ καταθέσει, εἰ καὶ Κωνστάντιος ἐν Κωνσταντινουπόλει μίαν τοῖς ὁμοδόξοις, ἣν οὔπω εἶχον, ἐγχειρήσειε. Κωνστάντιος δὲ προθύμως τε καὶ σὺν ἡδονῇ ἐπηγγείλατο· ἠγνόει δὲ ἄρα λυπῶν τὰ μέγιστα τοὺς ὁμόφρονας.

Πλὴν καταπλαγεὶς τὴν τοῦ Ἀθανασίου σύνεσίν τε καὶ ἀγχίνοιαν, ὡς προείρηται, μετὰ πάσης δόξης καὶ τιμῆς ἐκπέμπει, γράφων καὶ πρὸς τὸν Αὐγουστάλιον τά τε ἄλλα διὰ σεβασμιότητος ἄγειν αὐτόν, καὶ πάντα, οἷς αὐτός τε καὶ οἱ σὺν αὐτῷ κατεψηφίσαντο, τὸ ἄκυρον καὶ ἀνενέργητον ἔχειν, ἀλλά γε δὴ καὶ τὸν ὑπ᾽ αὐτῷ κλῆρον τὴν προτέραν τιμὴν καὶ πάσης δημοσίου ὑπηρεσίας ἀναλαβεῖν τὴν ἐλευθερίαν.

Καταλαβὼν οὖν ὁ Ἀθανάσιος τὰ Ἱεροσόλυμα, καὶ Μαξίμῳ τῷ ἀρχιερεῖ τοῦ Θεοῦ καὶ ὁμολογητῇ συνελθὼν εἰς ὄψιν τε καὶ ὁμιλίαν, τά τε ἐν Σαρδικῇ διαπεπραγμένα καὶ ὡς πρὸς αὐτὸν Κωνστάντιος διετέθη ἀναδιδαξάμενος, σύνοδον ἀθροῖσαι τὸν ὁμολογητὴν καταπράττεται. Καὶ ἡ σύνοδος τῷ θαυμαστῷ Ἀθανασίῳ καὶ τὴν κοινωνίαν καὶ τὸ ἀρχιερατικὸν ἀξίωμα ἐπιψηφίζεται, καὶ γράφει τοῖς ἐν Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ τε Αἰγύπτῳ καὶ Λιβύῃ ἃ περὶ Ἀθανασίου ἔγνω τε καὶ διεπράξατο.

Ὁ δὲ γενναῖος οὗτος ἀθλητὴς τῇ Ἀλεξανδρείᾳ ἐπιστὰς καθίζει καὶ αὐτὸς ἀρχιερέων ἐξ Αἰγύπτου τε καὶ Λιβύης σύλλογον· καὶ αὕτη τὰς ὁμοίας καὶ ἀπαραλλάκτους ψήφους ταῖς ἐν Σαρδικῇ καὶ ἐν Ἱεροσολύμοις συνόδοις ψηφίζεται. Ἀλλὰ γὰρ Μαγνεντίου τυραννίδι ἐπιθεμένου καὶ τὸν βασιλεύοντα τῆς δύσεως διαφθείραντος, οἱ ἐξ Ἀρείου πάλιν τὸν κονιορτὸν Κωνστάντιον κατὰ τοῦ πολυάθλου ἀναρριπίζουσι· καὶ πάλιν τὰ τῆς ἀσεβείας ψηφίσματα, καὶ πάλιν φυγή, καὶ πάλιν ἔρευνα, καὶ πάλιν ἀναζήτησις.

Ναὶ δὴ καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρέων πόλεως ἁρπάσας τὸν θρόνον, ἅμα τοῖς περὶ Ἀκάκιον καὶ Πατρόφιλον, οἱ τῆς Ἀρείου φατρίας, ἐξωθήσαντες Ἱεροσολύμων τὸν ὁμολογητὴν Μάξιμον ἀντεισάγουσι Κύριλλον. Ὁ δὲ δυσσεβὴς Γεώργιος τοσούτων τὴν Ἀλεξανδρέων ἐνέπλησε κακῶν, ὡς τὰ τοῖς Ἕλλησι κατὰ Χριστιανῶν τολμηθέντα φιλανθρωπίαν νομίζεσθαι. Αἰκισμοί τε γὰρ σωμάτων καιναῖς ἐπινοίαις ἀφορήτους φέροντες τὰς ἀλγηδόνας κατέξαινον, καὶ πῦρ γυμναῖς ταῖς παρθένοις προσεφέρετο, καὶ θάνατος πολλοὺς ἄλλους καὶ τοῦ ζῆν καὶ τῆς τιμωρίας ἅμα ἐξήρπαζε· γεγόνασι καὶ ὑπερορίαι τῶν κατὰ τὴν Αἴγυπτον ἱερέων τε καὶ ἀρχιερέων δύο καὶ τριάκοντα.

Ὁ δὲ Κωνστάντιος προσλαβὼν καὶ τὴν τἀδελφοῦ ἀρχήν, καὶ τοὺς ἑσπερίους ἐπισκόπους μεθέλκειν εἴς τε τὴν Ἀθανασίου κατάκρισιν καὶ εἰς τὴν ἰδίαν ἐσπούδαζεν αἵρεσιν· διὸ καὶ σύνοδον διὰ ταῦτα κατὰ Μεδιόλανον πόλιν τῆς Ἰταλίας ἀθροίζει. Καί τινας μὲν πρὸς τὸ οἰκεῖον διαστρέφει βούλημα· Διονύσιος δὲ καὶ Εὐσέβιος καὶ Ῥοδανός, Παυλῖνός τε καὶ Λουκίφερ τὸ οἰκεῖον καὶ τῆς εὐσεβείας μὴ καθυβρίσαντες φρόνημα, καὶ οὐδ᾽ Ἀθανασίου καταγνῶναι ἀνασχόμενοι (ᾔδεσαν γὰρ τὴν Ἀθανασίου κατάκρισιν τὴν τῆς πίστεως προοιμιάζεσθαι καθαίρεσιν) ἐν Ἀριμήνῳ ὑπερορίζονται.

Γνοὺς δ᾽ ὁ τοῦ Θεοῦ θεράπων Ἀθανάσιος ὡς πάλιν κατ᾽ αὐτοῦ πικρότερόν τε καὶ φονικώτερον τὸ αἱρετικὸν παροξύνεται στῖφος, λαθὼν ἅπαντας τοὺς ἐν τῇ πόλει παρθένῳ τινὶ καταφεύγει, τῷ ἀνυπόπτῳ τῆς κόρης κλέπτων τὴν εὕρεσιν. Ἦν γὰρ ἡ νεᾶνις καὶ τὴν ὄψιν ὡραία, καὶ συνοικεῖν αὐτῇ μηδὲ τὸν τυχόντα ἄνδρα, μήτι γε ἀρχιερέα, πολλὴν καὶ βεβαίαν τὴν πληροφορίαν πᾶσι παρέχουσα· ἔτος δὲ τῆς ἡλικίας εἰκοστὸν ἦγεν ἀπὸ γενέσεως. Ἀνατίθησιν οὖν αὐτῇ ὁ τῆς παρθενίας καὶ διδάσκαλος καὶ φύλαξ τὰ καθ᾽ ἑαυτόν, ὅτι πρὸς μιαιφονίαν αὐτοῦ ἐξοπλίζοιτο τὸ αἱρετικόν, καὶ ὡς πάντα τὰ ἔξω τῆς πόλεως προκατείληπται ἐρεύναις, καὶ ὡς ἐκ θείας ὄψεως τὴν σωτηρίαν αὐτῷ πρυτανευούσης πρὸς αὐτὴν ἥκοι. Ἡ δὲ μετὰ χαρᾶς ἀνεκλαλήτου καὶ ὑποδέχεται καὶ ἐπὶ ἓξ ἔτη κατακρύπτει· καὶ ἡ Κωνσταντίου τελευτὴ λύσις γίνεται τῆς ἀποκρυβῆς.

Ἐν πᾶσι δὲ προθύμως καὶ σεβασμίως ἡ παρθένος ἐξυπηρέτει τὸν ὅσιον, πάντας τοὺς ἐν τῇ πόλει μικρούς τε καὶ μεγάλους, καὶ τοὺς φιλοῦντας καὶ τοὺς διώκτας, διαλανθάνουσα. Προστάττει δ᾽ οὖν ὁ Κωνστάντιος τοὺς μὴ βουλομένους τῶν κατὰ τὴν Ἰταλίαν ἀρχιερέων τῇ Ἀρείου καθυπογράφειν ἐξωθεῖσθαι τῶν ἐκκλησιῶν καὶ ἀντ᾽ ἐκείνων τοὺς δυσσεβεῖς ἐγκαθίστασθαι. Ὑπερωρίζετο καὶ Λιβέριος τότε ὁ μετὰ Ἰούλιον τὸν θρόνον Ῥώμης ἰθύνων, καὶ ἀντιχειροτονεῖται Φῆλιξ ὃς παραχρῆμα μὲν ποινῇ θεηλάτῳ τῇ τῶν ὀφθαλμῶν πηρώσει ὑποβάλλεται, ὕστερον δὲ καὶ λοιμικῇ νόσῳ κατασχεθεὶς διαφθείρεται.

Τὰ αὐτὰ δὲ καὶ Μελέτιος ὁ Ἀντιοχείας ὑφίσταται. Καὶ ἀντικαθιστᾷ ἡ αἵρεσις τὸν Εὐζώϊον, ἐν Κωνσταντινουπόλει δὲ τὸν Εὐδόξιον, ἄνδρας δυσσεβεῖς καὶ τὸν βίον ἐπαξίους τῆς αἱρέσεως. Κατ᾽ ἐκεῖνο καιροῦ καὶ Ἰουλιανὸν ὁ Κωνστάντιος ἀναγορεύει Καίσαρα, καὶ πρὸς τὰς Γαλλίας ἐκπέμπει.

Ἐγκαινίζει δὲ καὶ τὴν ἐν Κωνσταντινουπόλει παρ᾽ αὑτοῦ νεουργηθεῖσαν ἐκκλησίαν ἐπώνυμον αὐτῇ ἡ τοῦ Θεοῦ Σοφία. Καὶ ὁ δυσσεβὴς Εὐδόξιος, κατὰ τὰ ἐγκαίνια ἐνθρονισθείς, πρώτην ἐκείνην τὴν τολμηρὰν καὶ ἀφρονεστάτην ἀφῆκε φωνήν· «Ὁ Πατὴρ ἀσεβής, ὁ Υἱὸς εὐσεβής».

Θορύβου δὲ δικαίου τὸ πλῆθος περιλαβόντος κακῷ τὸ κακὸν ἐπενόει κατευνάζειν, καί· «Μηδὲν ὑμᾶς, φησί, ταραττέτω· ὁ μὲν γὰρ Πατὴρ ἀσεβής, ὅτι οὐδένα σέβει, ὁ δὲ Υἱὸς εὐσεβὴς ὅτι σέβει τὸν Πατέρα». Ταῦτα τοῦ δυσσεβοῦς εἰπεῖν ἐπιμανέντος, ὁ θόρυβος εἰς χλεύην καὶ μυκτηρισμὸν ἐκλυθεὶς τοὺς πολλοὺς τῶν συνειλεγμένων διεσκέδασε τῆς ἐκκλησίας.

Ὁ μέντοι γε Ἰουλιανὸς κατὰ τὰς Γαλλίας διατρίβων, καὶ νίκας ἀναδησάμενος κατὰ βαρβάρων, ὑπὸ τῶν στρατιωτῶν ἀνακηρύττεται βασιλεύς· καὶ Κωνστάντιος μαθὼν τὴν ἀνάρρησιν βαπτίζεται μὲν τῇ θεομάχῳ χειρὶ Εὐζωΐου, ἐξοπλίζεται δὲ κατὰ τοῦ ἐπαναστάντος. Γενόμενος δὲ ἐν Μοψουκρήνῃ (πολίχνιον δὲ τοῦτο τῆς Κιλικίας) ὑπὸ φροντίδων, αἷς αὐτὸν ὁ πόλεμος συνεῖχεν, ἀποπληξίᾳ ληφθεὶς τελευτᾷ, ἔτος μὲν ἄγων ἀπὸ γενέσεως πέμπτον καὶ τεσσαρακοστόν, βασιλεύσας δὲ μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἔτη πέντε καὶ εἴκοσι.

Γεώργιος δ᾽ ὁ ἐν Ἀλεξανδρείᾳ ναὸν Ἑλληνικὸν ἤδη κατηρειπωμένον, ἐν ᾧ τὸ παλαιὸν οἱ Ἕλληνες τελετὰς ἐτέλουν τῷ Μίθρᾳ, θύοντές τε ἄνδρας καὶ παῖδας καὶ γυναῖκας καὶ τοῖς σπλάγχνοις αὐτῶν μαντευόμενοι, τοῦτον ἀνακαθαίρειν ἐπεμελεῖτο ἐπὶ τῷ ἀνοικοδομῆσαι εὐκτήριον. Ἀνακαθαιρομένου δὲ εὕρηται πολλὰ κρανία τῶν ἀνῃρημένων, καὶ τῶν Χριστιανῶν οἱ ζηλωταὶ ἐκπομπεύοντες τὰ τῶν Ἑλλήνων μυστήρια εἰς γέλωτα τῷ δήμῳ καὶ χλεύην τὰ κρανία προάγουσι. Τὸ δ᾽ Ἑλληνικὸν τὴν ὕβριν οὐκ ἐνεγκόντες, ὀργῆς αὐτοῖς ἀθέου στρατηγούσης, ὁρμῶσι κατὰ τῶν Χριστιανῶν, καὶ τοὺς μὲν ξίφεσι, τοὺς δὲ ῥοπάλοις, τινὰς δὲ λίθοις, ἄλλους δὲ τοῖς παρατυχοῦσιν ἀπέκτειναν, ἐνίους δ᾽ αὐτῶν καὶ ἀνεσταύρωσαν· τὸν δὲ Γεώργιον τῆς ἐκκλησίας ἐξελκύσαντες καμήλῳ τε προσέδησαν, καὶ διασπαραχθέντα σὺν αὐτῇ πυρὶ παρέδοσαν.

Ἰουλιανός γε μὴν τὸ τῆς βασιλείας κράτος λαβὼν τὰ μὲν Ἑλλήνων ἐσπούδαζεν, ἃ δὲ Κωνσταντίῳ κατὰ τῶν τοῦ Θεοῦ ἀρχιερέων πεπαρώνητο, στέργειν οὐ προῃρεῖτο· διὸ τοὺς ἐν ὑπερορίαις πάντας φωναῖς φιλανθρώποις ἀνεκαλέσατο. Ἐξ οὗ καὶ Ἀθανάσιος θαρρήσας ἔξεισι μὲν τῆς οἰκίας ἐν ᾗ κατεκρύπτετο τῆς παρθένου, κατὰ νύκτα δὲ ἔνδον ὤφθη τῆς ἐκκλησίας. Καὶ ὁ Ἀλεξανδρέων δῆμος ἀσμένως αὐτὸν καὶ ὡς ἐκ νεκρῶν ζῶντα κατὰ ἑορτῆς φαιδρότητα ὑπεδέξαντο· ὅσον δὲ ἀρειανίζον ἐν τῇ πόλει ὑπελείπετο εἰς τὸν Γεωργίου τόπον Λούκιον προχειρίζονται.

Ἰουλιανὸς δὲ πανταχοῦ ἔσεβε τὰ Ἑλλήνων, ἔθυε δὲ καὶ κατὰ τὴν Κωνσταντινούπολιν δημοσίᾳ τῷ τῆς Τύχης ἀγάλματι, ἡνίκα καὶ Μάρης ὁ Καλχηδόνιος χειραγωγούμενος (ἦν γὰρ ὑπὸ τοῦ γήρως ὑπόχυσιν ἔχων ἐν τοῖς ὀφθαλμοῖς) πολλὰ τὸν ἀποστάτην ἐκάκιζεν. Ὁ δὲ τυφλὸν καὶ πονηρὸν ἀντελοιδορεῖτο, καὶ ὡς ὁ Γαλιλαῖος αὐτοῦ Θεὸς οὐκ ἐκθεραπεύσειεν αὐτὸν ἐπωνείδιζεν. Ὁ δὲ Μάρης· «Τοῦτό με πρὸς τὴν μεγίστην εὐχαριστίαν κινεῖ τοῦ Θεοῦ, ὅτι με τυφλὸν ἔθετο, ἵνα τὸ σὸν ἀναιδὲς οὕτω δι᾽ ἀσεβείας ἀμαυρωθὲν μὴ θεάσωμαι πρόσωπον».

Τότε δὴ τότε καὶ Ἰωβιανὸς καὶ Οὐλεντινιανός, οἱ μετὰ ταῦτα κατὰ διαδοχὴν βασιλεύσαντες, λύσαντες αὑτῶν τὰς ζώνας τῷ τυράννῳ προσέρριψαν· «Ἔχε, λέγοντες, καὶ τὰς ζώνας καὶ τὰς τιμάς· εἰ βούλει δὲ καὶ κολάζειν, προθύμως σοι παρέχομεν καὶ τὰ σώματα».

Ὁ μέντοι ἀποστάτης σὺν τοῖς ὁμοφρόσι βουλὴν βουλεύεται Ἀθανάσιον ἐκποδὼν ποιῆσαι, ἐννοούμενος ὡς, εἴπερ ἡ Ἀλεξάνδρου πόλις ἐκείνου ἀπαλλαγείη, ῥᾳδίως τοὺς ἐν αὐτῇ Χριστιανοὺς εἰς τὸ οἰκεῖον μεθελκύσει δυσσέβημα.

Διὸ πάλιν συκοφάνται, καὶ πάλιν στρατηγός, καὶ πάλιν στρατός, καὶ πάλιν Ἀθανάσιος ἐκζητούμενος, καὶ πάλιν φυγή. Καὶ τῆς ἐκκλησίας λάθρᾳ διαδρὰς ὁλκάδος ἐπιβαίνει καὶ ἐπὶ τὴν Θηβαΐδα ἰθύνεται. Καὶ ὁ σατράπης ὄπιθεν καταδιώκει· καὶ μηνύεται τοῦτο ὁ διωκόμενος, καὶ ὄψις αὐτὸν θεία παρακελεύεται ἀντιστρέψαι τὸ πλοῖον καὶ τὴν ἐναντίαν πλοΐζεσθαι. Τῶν δὲ συνόντων κωλυόντων οὐ λόγοις μόνον ἀλλὰ καὶ δάκρυσι, μηδ᾽ εἰς ὄλεθρον οὕτω προφανῆ ἑαυτὸν κἀκείνους ἐκδοῦναι, ἐθάρρυνέ τε μηδὲν δεδιέναι, καὶ ἀνεδίδασκεν ὡς τὸ Θεῖον αὐτοῖς εἴη σύμμαχον. Ἐξ ὑποστροφῆς οὖν πρὸς τὴν Ἀλεξάνδρειαν ἀναγομένοις συναντῶσιν οἱ διώκοντες, καὶ ἐπερωτῶσιν εἴ που ἴδοιεν Ἀθανάσιον φεύγοντα· οἱ δὲ ἠμείβοντο καὶ ἰδεῖν αὐτόν, καὶ ὡς εἰ ἐπιταχύνειαν τοῦτον καταλήψεσθαι. Καὶ τούτους μὲν πλανωμένους ἀπέπεμπον, αὐτοὶ δὲ θᾶττον εἰς τὴν Ἀλεξάνδρου κατήχθησαν. Καὶ βραχὺν χρόνον ἀποκρυβεὶς ὁ θεσπέσιος, Ἰουλιανοῦ τοῦ ἀποστάτου τὴν δίκην ἐν Πέρσαις ἀπαιτηθέντος ἐπαρρησιάσατό τε καὶ τὴν τοῦ σεσωκότος πίστιν ἐδογμάτιζέ τε καὶ ἀνεκήρυττεν.

Ἀλλὰ γὰρ Ἰουλιανὸς μὲν ἐν Περσίδι ἀνῃρέθη, τῶν μὲν εἰς Πέρσην τινὰ τῶν αὐτομόλων τὴν ἀναίρεσιν ἀναφερόντων, τῶν δὲ εἴς τινα τῶν ὑποτελῶν στρατιωτῶν· ὁ δὲ πολὺς καὶ τῆς ἀληθείας ἐγγύτερος λόγος θεήλατον αὐτὸν ὑποστῆναι τὴν σφαγὴν ἐκδιδάσκει. Καταστρέφει δ᾽ οὖν τὸν βίον ἓν καὶ τριακοστὸν διαβιοὺς ἔτος, ἐν δὲ τῇ βασιλείᾳ μῆνας εἴκοσι. Καὶ διαδέχεται τὴν Ῥωμαϊκὴν βασιλείαν ψήφῳ τοῦ παντὸς στρατεύματος Ἰωβιανός, οὗ καὶ μνήμην ὁ λόγος ἔσχεν ἔμπροσθεν.

Ἀλλ᾽ οὗτος ὀκτὼ μῆνας μόνους ἐν τῇ βασιλείᾳ διαρκέσας κατὰ Βιθυνίαν ἀπολείπει τὰ ἀνθρώπινα. Μετ᾽ ἐκεῖνον δὲ Οὐαλεντινιανός, ἀνὴρ ὥσπερ ὁ πρὸ αὐτοῦ τῆς εὐσεβείας ὑπέρμαχος· καὶ λαμβάνει κοινωνὸν (ὡς εἴθε μὴ ὤφελε) τῶν Ῥωμαϊκῶν σκήπτρων Οὐάλεντα τὸν ἀδελφόν, καὶ μῆνα ἡμερῶν ἐν Κωνσταντινουπόλει διατρίψας ἀφορίζει μὲν Οὐάλεντι τὴν ἀνατολήν, αὑτῷ δὲ λείπει τῆς δύσεως τὴν ἀρχήν.

Ἐπεὶ δὲ οὗτος εἰς δύσιν ἀπῆρεν, ὁ ἀδελφὸς μὲν ταῖς μητρικαῖς ὠδῖσιν, οὐκ ἀδελφὸς δὲ ἀλλὰ καὶ ἀντίπαλος τὴν πίστιν, πόλεμον ἄσπονδον κατὰ τῆς ὀρθοδοξίας κινεῖ. Καὶ πρῶτον μὲν τὸν θαυμαστὸν Μελέτιον ὑπὸ Ἰουλιανοῦ ἀνακληθέντα καὶ τὸν οἰκεῖον ἀπειληφότα θρόνον ὑπερορίζει μετὰ καὶ πολλῶν ἄλλων ἀρχιερέων τε καὶ τῶν ἐν κλήρῳ λογάδων, ἔπειτα δὲ καὶ τὴν Αἴγυπτον καταράσσει καὶ στάσεις καὶ θόρυβοι χαλεπώτεροι τῶν φθασάντων διέσειον τὴν Ἀλεξανδρέων πόλιν. Δεδιὼς δὲ ὁ θεόληπτος μὴ ἄρα τῆς ἐν τῷ πλήθει στάσεως αὐτὸς τὴν αἰτίαν λάβοι, τέσσαρας ὅλους μῆνας ἑαυτὸν ἐν πατρῴῳ τάφῳ κατακρύπτει. Ὁ δὲ τοὺς κατὰ τὴν Αἴγυπτον φόνους παλαμώμενος Τατιανὸς ἦν ὁ ταύτης ἐπάρχων, ὃν ἡ θεία δίκη καὶ τῆς μιαιφονίας καὶ τῆς δυσσεβείας θᾶττον μετῆλθε· τοῦ τε γὰρ ἀξιώματος καὶ τῶν πολλῶν ἐκπίπτει χρημάτων, καὶ τῆς τροφῆς αὐτῆς ἐπαίτης ἦν· ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἀποβαλὼν τὸν βίον ἀλγεινῶς τε καὶ αἰσχρῶς καταστρέφει.

Ἐν τούτοις δὲ κυμαινομένων τῶν ὅλων σεισμὸς ἐπισκήπτει τῶν πώποτε γεγενημένων ὁ μέγιστος, καὶ πολλὰς ἐδαφίζει τῶν πόλεων, ἀτὰρ δὴ καὶ τῆς Κρήτης τὰς δέκα πόλεις κατηρείπωσε· καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ὑπερχυθεῖσα πολλὴν μὲν τῆς ἠπείρου ἀποτεμομένη θάλασσαν νέαν ἔδειξε, πολλὴν δὲ τῆς ὑποβρυχίου ἀρότρῳ ὑπέθηκεν. Ἀλλ᾽ οὐδὲν τούτων ἐσωφρόνισε τὸν Οὐάλεντα. Ἐπεὶ δὲ ὁ Ἀλεξανδρέων δῆμος πόθῳ καὶ πίστει τοῦ ποιμένος ἐστασίαζέ τε καὶ πάντα πράξειν ἠπείλει καὶ τά τε σιτηγὰ τῶν πλοίων καὶ αὐτοὺς τοὺς δημοσίους σιτοβολῶνας, εἰ μὴ τὸν διδάσκαλον ἀπολήψοιντο, πυρὶ δοῦναι διετείνοντο, γνοὺς ταῦτα ὁ δυσσεβὴς Οὐάλης διὰ γραμμάτων δίδωσιν Ἀθανασίῳ πᾶσαν ἄδειαν τὰς ἐκκλησίας ἰθύνειν.

Ἐξορμᾶν δὲ μέλλων εἰς Ἀντιόχειαν, ἐπεὶ Εὐδόξιος ὁ μισόχριστος ὁ δέκα καὶ ἔννεα ἔτη κατὰ τῶν εὐσεβῶν ἄσπονδον πόλεμον ἀναλαβὼν ἀπεφθάρη, τῆς ὁδοιπορίας κατὰ τὴν Νικομήδειαν ἐπεσχέθη. Καὶ οἱ μὲν ἐξ Ἀρείου Δημόφιλον χειροτονοῦσιν, οἱ δὲ τὸ ὁμοούσιον πρεσβεύοντες Εὐάγριόν τινα, τοῦ μακαρίου Εὐσταθίου τὴν τελεσιουργίαν χειρισαμένου, ὃς πρὸ Μελετίου τὴν Ἀντιοχέων ἐκκλησίαν ποιμαίνειν ὑπὸ τῶν Ἀρειανῶν συνεσκευάσθη, καὶ τῆς ὑπερορίας ψηφίσματι τοῦ εὐσεβοῦς Ἰωβιανοῦ ἀνακληθεὶς ἐν Κωνσταντινουπόλει διέτριβεν.

Ὁ δὲ δυσσεβὴς Οὐάλης μαθὼν τὰ πραχθέντα, οἷς μὲν οἱ ἐξ Ἀρείου ἔπραξαν, συνήσθη τε καὶ ἠγάπησε, τῶν δὲ κηρύκων τῆς εὐσεβείας Εὐστάθιον μὲν τὸν χειροτονήσαντα διὰ στρατιωτικῆς χειρὸς ἐν Βιζύῃ πόλει τῆς Θρᾴκης περιορίζει, Εὐάγριον δὲ τὸν χειροτονηθέντα ἄλλη συνεῖχεν ὑπερορία. Καὶ ταῦτα πράξας ὁ δυσσεβὴς ἐπὶ τὴν Ἀντιόχου ἀφικνεῖται, τὰ αὐτὰ κατὰ τῶν εὐσεβούντων καὶ πράττων καὶ διανοούμενος, μᾶλλον δὲ πολλῷ χείρονα. Καὶ γὰρ διαφόροις θανάτοις τοὺς εὐσεβοῦντας ὑπῆγε· μάλιστα δὲ τῶν φόνων αὐτῷ τὸ προχειρότατον ἦν ποταμὸς ὁ Ὀρόντης.

Τῆς συγχύσεως οὖν καὶ ταραχῆς ταύτης τὴν οἰκουμένην ἀνατρεπούσης, μετὰ τοὺς πολλοὺς καὶ μακροὺς ὑπὲρ τῆς εὐσεβείας ἄθλους καὶ καμάτους εἰς τὸν κοινὸν δεσπότην ὃν ἐφίλει καὶ ὑπὲρ οὗ ἔπασχε, χαίρων ὁ ἀθλητής, ἵνα τύχῃ τῶν ἐπάθλων, ἀπεδήμησεν, ἔτη διαρκέσας ἐν τῇ ἀρχιερατικῇ τελετῇ, μᾶλλον δ᾽ ἐν τοῖς ὑπὲρ αὐτῆς ἀγωνίσμασι, τεσσαράκοντα.

Ὅτι ἡ συγγραφὴ ἐξ ἧς ἡ προκειμένη προῆλθεν ἐκλογή, μᾶλλον ἐπὶ τὸ ἠμελημένον ἢ τὸ διηκριβωμένον ἔχει τὴν ῥοπήν, μάλιστα δ᾽ ἐν τῇ τῶν νοημάτων οἰκονομίᾳ. Ἐν πολλοῖς δὲ κεφαλαίοις καὶ καινότερα παρὰ τοὺς ἄλλους ἱστορεῖ.