Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Οι Αττικοί Ρήτορες: Αντιφών, Ισοκράτης, Λυσίας, κ.ά.

Βιογραφικά στοιχεία και υφολογική κριτική των δέκα κορυφαίων Αττικών ρητόρων, περιλαμβάνοντας τον Δημοσθένη και τον Λυκούργο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 33 από 37

Ἀνεγνώσθη 〈Ἀντιφῶντος〉 λόγοι διάφοροι. Εἰσὶ δ᾽ αὐτοῦ οἱ λόγοι τὸ ἀκριβὲς καὶ πιθανὸν καὶ περὶ τὴν εὕρεσιν δεινὸν οἰκειούμενοι. Ἔστι δὲ ὁ ἀνὴρ καὶ ἐν τοῖς ἀπόροις τεχνικός, καὶ τὰς ἐπιχειρήσεις ἐξ ἀδήλου ποιούμενος, καὶ ἐπὶ τοὺς νόμους καὶ τὰ πάθη τρέπων τοὺς λόγους, τοῦ εὐπρεποῦς μάλιστα στοχαζόμενος.

Ὁ μέντοι Σικελιώτης Καικίλιος μὴ κεχρῆσθαί φησι τὸν ῥήτορα τοῖς κατὰ διάνοιαν σχήμασιν, ἀλλὰ κατευθὺ αὐτῷ καὶ ἀπλάστους τὰς νοήσεις ἐκφέρεσθαι, τροπὴν δὲ ἐκ τοῦ πανούργου καὶ ἀνάλλαξιν οὔτε ζητῆσαι τὸν ἄνδρα οὔτε χρήσασθαι, ἀλλὰ δι᾽ αὐτῶν δὴ τῶν νοημάτων καὶ τῆς φυσικῆς αὐτῶν ἀκολουθίας ἄγειν τὸν ἀκροατὴν πρὸς τὸ βούλημα. Οἱ γὰρ πάλαι ῥήτορες ἱκανὸν αὑτοῖς ἐνόμιζον εὑρεῖν τε τὰ ἐνθυμήματα καὶ τῇ φράσει περιττῶς ἀπαγγεῖλαι. Ἐσπούδαζον γὰρ τὸ ὅλον περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον, πρῶτον μὲν ὅπως εἴη σημαντικὴ καὶ εὐπρεπής, εἶτα δὲ καὶ ἐναρμόνιος ἡ τούτων σύνθεσις. Ἐν τούτῳ γὰρ αὐτοῖς καὶ τὴν πρὸς τοὺς ἰδιώτας διαφορὰν ἐπὶ τὸ κρεῖττον περιγίνεσθαι. Εἶτα εἰπὼν ὡς ἀσχημάτιστος εἴη κατὰ διάνοιαν ὁ τοῦ Ἀντιφῶντος λόγος, ὥσπερ ἐπιδιορθούμενος ἑαυτόν· «Οὐ τοῦτο λέγω, φησίν, ὡς οὐδὲν εὑρίσκεται διανοίας παρὰ Ἀντιφῶντι σχῆμα· καὶ γὰρ ἐρώτησίς που καὶ παράλειψις καὶ ἕτερα τοιαῦτα ἔνεισιν αὐτοῦ τοῖς λόγοις· ἀλλὰ τί φημι;

Ὅτι μὴ κατ᾽ ἐπιτήδευσιν μήτε συνεχῶς ἐχρήσατο τούτοις, ἀλλ᾽ ἔνθα ἂν ἡ φύσις αὐτὴ μεθοδείας τινὸς χωρὶς ἀπῆγεν· ὃ δὴ καὶ περὶ τοὺς τυχόντας τῶν ἰδιωτῶν ἔστιν ὁρᾶν. Διὰ τοῦτο καὶ ὅταν τις ἀσχηματίστους εἶναι λέγῃ λόγους, οὐ καθάπαξ οἰητέον τῶν σχημάτων αὐτοὺς ἀπεστερημένους εἶναι (τοῦτο γὰρ ἀδύνατον) ἀλλ᾽ ὅτι τὸ ἐμμέθοδον καὶ συνεχὲς καὶ ἐρρωμένον τῶν σχημάτων οὐκ ἔστιν ὁρώμενον ἐν αὐτοῖς».

Φέρονται δὲ αὐτοῦ λόγοι ξʹ, ὧν ὁ Καικίλιος κεʹ φησιν αὐτοῦ καταψεύδεσθαι, ὡς εἶναι τοὺς διαφυγόντας τὸ νόθον εʹ καὶ λʹ. Οὗτος τῷ οἰκείῳ πατρὶ Σοφίλῳ σοφιστεύοντι μαθητεῦσαι λέγεται· Καικίλιος δὲ Θουκυδίδου τοῦ συγγραφέως μαθητὴν γεγονέναι φησὶ τὸν ῥήτορα. Διενεχθῆναι δέ φασιν αὐτὸν καὶ Σωκράτει τῷ φιλοσόφῳ, οὐ πρὸς φιλονεικίαν ἀλλὰ πρὸς ἔλεγχον ὁρῶντα. Συντάξαι δὲ αὐτὸν καὶ πρῶτόν φασι τοὺς ἐν τοῖς δικαστηρίοις ἀγωνιστικοὺς λόγους· τῶν γὰρ πρὸ αὐτοῦ οὐδεὶς φαίνεται καθεὶς ἑαυτὸν εἰς τοῦτον τὸν ἀγῶνα, οὐδ᾽ ἔστι λαβεῖν δικανικὸν λόγον τῶν Ἀντιφῶντι πρότερον γεγραμμένων.

Πρῶτον δὲ αὐτὸν καὶ ῥητορικὰς συντάξασθαί φασι τέχνας, ἀγχίνουν γεγονότα· διὰ τοῦτο λαβεῖν ἐπώνυμον καὶ τὸν Νέστορα. Κωμῳδεῖ δὲ αὐτὸν εἰς φιλαργυρίαν Πλάτων ἐν Πεισάνδρῳ. Λόγος δὲ αὐτὸν καὶ τραγῳδίας συνθεῖναι, ἰδίᾳ τε καὶ Διονυσίῳ συνδιατρίβοντα τῷ τυράννῳ. Σχολάζοντα δὲ πρότερον τῇ ποιήσει τέχνην φασὶν αὐτὸν ἐξευρεῖν ἀλυπίας, καὶ κατὰ τὴν ἀγορὰν ἐν Κορίνθῳ οἰκημάτιόν τι οἰκοδομησάμενον ἐπιγράψαι δύνασθαι αὐτὸν τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν· καὶ δὴ καὶ πυνθανόμενος τὰς αἰτίας τῆς λύπης τοὺς ἀνιωμένους παρεμυθεῖτο. Τοῦτο δὲ τὸ ἐπιτήδευμα ἧττον εἶναι νομίσας τῆς ἑαυτοῦ μεγαλονοίας ἐπὶ ῥητορικὴν ἐτράπη.

Συνεγράψατο δὲ καὶ κατὰ Ἱπποκράτους τοῦ ἰατροῦ λόγον, καὶ εἷλεν αὐτὸν ἐξ ἐρήμου. Ὁ δὲ χρόνος ἦν, καθ᾽ ὃν ἤκμαζεν, ἐν ᾧ διαπέπρακται τὰ Περσικά, ὀλίγῳ πρότερον Γοργίου τοῦ σοφιστοῦ γεγονώς· παρέτεινε δὲ τὸν βίον ἕως τῆς ὑπὸ τῶν υʹ γεγενημένης καταλύσεως τῆς δημοκρατίας, ἧς καὶ αὐτὸν αἰτίαν μετεσχηκέναι φασὶ παρασχεῖν· διὸ καὶ μετὰ τὴν κατάλυσιν τῶν υʹ εἰσαγγελθεὶς ἑάλω, καὶ τοῖς τῶν προδοτῶν ἐπιτιμίοις ὑποβληθεὶς ἄταφος ἐρρίφη, καὶ γέγονεν ἄτιμος, οὐκ αὐτὸς μόνον ἀλλὰ καὶ οἱ ἐξ αὐτοῦ φύντες. Λυσίας δὲ τοὐναντίον ἱστορεῖ· φησὶ γὰρ μᾶλλον αὐτὸν ὑπὸ τῶν υʹ ἀνῃρῆσθαι.

Οἱ δέ φασιν αὐτὸν πρεσβευτὴν πρὸς Διονύσιον τὸν τύραννον παραγεγονότα, καὶ ζητήσεώς τινος παραπεσούσης τίς ἄριστός ἐστι χαλκός, αὐτὸν ἄριστον εἶναι φάναι ἐξ οὗ στῆλαι Ἁρμοδίῳ πεποίηνται καὶ Ἀριστογείτονι· ἀκούσαντα δὲ τὸν Διονύσιον, καὶ εἰς αὑτὸν ὑπονοήσαντα τὸν λόγον ἀπερρίφθαι καὶ προτροπὴν εἶναι τῆς αὑτοῦ καταλύσεως, τὴν ἐπὶ θανάτῳ τὸν ῥήτορα καταδικάσαι.

Οἱ δὲ διότι, φασί, τὰς τραγῳδίας αὐτοῦ διασύρων ἐπαρρησιάζετο. Ἀνεγνώσθησαν 〈Ἰσοκράτους〉 λόγοι διάφοροι. Φέρονται δὲ αὐτοῦ τὸν ἀριθμὸν ξʹ, ὧν ἐκρίθησαν γνήσιοι κατὰ μὲν Διονύσιον ἐπὶ τοῖς εκʹ, κατὰ δὲ Καικίλιον ηʹ καὶ κʹ. Γεγραφέναι δὲ αὐτὸν καὶ τέχνην ῥητορικὴν λέγουσιν, ἣν καὶ ἡμεῖς ἴσμεν τοῦ ἀνδρὸς ἐπιγραφομένην τῷ ὀνόματι· οἱ δὲ συνασκήσει μᾶλλον ἢ τέχνῃ χρήσασθαι κατὰ τοὺς λόγους τὸν ἄνδρα φασί.

Γέγονε δὲ κατὰ τὴν πʹ καὶ ϛʹ Ὀλυμπιάδα, νεώτερος μὲν Λυσίου ἐπὶ δυσὶν ἔτεσι καὶ κʹ, Πλάτωνος δὲ πρεσβύτερος ιʹ δεόντων τριῶν. Ἦν δὲ παῖς Θεοδώρου Ἐρχιέως, ἑνὸς τῶν μετρίων πολιτῶν. Ἐν παισὶ μὲν οὖν τελῶν, ἠκροάσατο Προδίκου τε τοῦ Κείου καὶ Γοργίου τοῦ Λεοντίνου καὶ Τισίου τοῦ Συρακουσίου καὶ τοῦ ῥήτορος Θηραμένους. Εἰς ἄνδρας δὲ τελέσας πραγμάτων μὲν ἀναχωρεῖ τῶν πολιτικῶν, ὅτι τε τὴν φωνὴν ἰσχνὸς ἦν καὶ τὸν τρόπον εὐλαβής· τὰ πατρῷα μέντοι ἀποβεβληκὼς ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ, ἕνα μόνον τὸν τῆς ἀντιδόσεως λόγον εἰπὼν ἀπέστη τῆς τοιαύτης προαιρέσεως, ἰδίαν δὲ διατριβὴν ὑποστησάμενος ἐπὶ τὸ φιλοσοφεῖν καὶ γράφειν ὥρμησε, καὶ ὅ τε πανηγυρικὸς αὐτῷ λόγος συνετάγη καί τινες ἄλλοι τῶν συμβουλευτικῶν ἡγουμένῳ ταῖς παραινέσεσι τοὺς Ἕλληνας φρονεῖν ἐκδιδάξαι τὰ συμφέροντα. Ἀποτυχὼν δὲ τῆς γνώμης τούτου μὲν ἀπέστη τοῦ ἐπιτηδεύματος, σχολῆς δὲ σοφιστικῆς ἡγεῖτο, ὡς μέν τινές φασι τὰ πρῶτα ἐπὶ Χίου, μαθητὰς ἔχων ἐννέα, ἡνίκα καὶ τὸν μισθὸν ἰδὼν τῆς διδασκαλίας ἀριθμούμενον φάναι δακρύσαντα ὡς· «Νῦν ἐμαυτὸν ἔγνων τούτοις πεπραμένον».

Ἠκροάσαντο δὲ αὐτοῦ ἄλλοι τε πολλοί, ὡς καὶ εἰς ἑκατὸν συντελέσαι, καὶ δὴ καὶ Τιμόθεος ὁ Κόνωνος, μεθ᾽ οὗ καὶ πολλὰς ἐπιὼν πόλεις τὰς πρὸς Ἀθηναίους ἐπιστολὰς συνετίθει, αἳ τὸν Τιμόθεον ἐπεγράφοντο· ὅθεν ἐκεῖνος ταλάντῳ αὐτὸν ἐδωρήσατο. Γεγόνασι δὲ αὐτοῦ ἀκροαταὶ καὶ Ξενοφῶν ὁ Γρύλλου καὶ Θεόπομπος ὁ Χῖος καὶ Ἔφορος ὁ Κυμαῖος, οἷς καὶ ταῖς ἱστορικαῖς συγγραφαῖς προὐτρέψατο χρήσασθαι, πρὸς τὴν ἑκάστου φύσιν ἀναλόγως καὶ τὰς ὑποθέσεις τῆς ἱστορίας αὐτοῖς διανειμάμενος· ἐπὶ τούτοις καὶ Ἀσκληπιάδης, ὃς τὰ τραγῳδούμενα μὲν συνεγράψατο, Θεοδέκτης δὲ ὁ Φασηλίτης, καὶ αὐτὸς ὕστερον τραγῳδίας συνταξάμενος· ἀλλὰ καὶ Λαοδάμας ὁ Ἀθηναῖος καὶ Λάκριτος ὁ νομοθετήσας Ἀθηναίοις, ὡς δέ φασιν ἄλλοι, καὶ Ὑπερείδης καὶ Ἰσαῖος. Δημοσθένης δὲ προσῆλθε μὲν αὐτῷ μετὰ σπουδῆς, καὶ χιλίας μέν, ἃς εἰσεπράττετο, οὐκ ἔχειν ἔφη παρασχεῖν, διακοσίας δὲ ἐφ᾽ ᾧ τὸ πέμπτον μέρος ἐκμαθεῖν δώσειν· πρὸς δὲ ταῦτα τὸν Ἰσοκράτην ἀποκρίνασθαι ὡς· «Οὐ τεμαχίζομεν τὴν πραγματείαν, ἀλλ᾽ εἰ βούλοιο, ὁλόκληρόν σοι ἀποδώσομαι τὴν τέχνην».

Τὸν μὲν οὖν περὶ τῆς ἀντιδόσεως καὶ τὸν πανηγυρικὸν καί τινας τῶν συμβουλευτικῶν εἴρηταί μοι ὅπως τε καὶ ὅτε συνέταξε. Συνέθηκε μέντοι τὸν πανηγυρικὸν οἱ μὲν ἔτεσί φασι ιʹ, οἱ δὲ ἐπὶ τούτοις ἕτερα εʹ.

Καίτοι Γοργίου τοῦ Λεοντίνου καὶ Λυσίου τῶν ἐνθυμημάτων καὶ ἐπιχειρημάτων μικροῦ μεταβολὴ καθέστηκε καὶ μετάθεσις ὁ πανηγυρικὸς Ἰσοκράτους λόγος. Διατρῖψαι δ᾽ ἄν τις οἰηθείη μακρὸν οὕτω χρόνον τοῦ πανηγυρικοῦ προσεδρεύοντα τὸν ῥήτορα τῇ συνθήκῃ διὰ τὸ τῆς λέξεως κατεσκευασμένον καὶ περιττόν, καὶ διὰ τὴν εἰς ἀκρίβειαν τῶν ὀνομάτων ἐκλογήν, καὶ δὴ καὶ τῆς πρὸς ἄλληλα τούτων συνθήκης. Ἀλλὰ καὶ ἡ τῶν κώλων καὶ περιόδων ἐπὶ τοσοῦτον ἀκρίβεια ἱκανὴ καταναλῶσαι χρόνον. Μάλιστα δὲ αὐτῷ ἡ τῶν πραγμάτων εὕρεσις καὶ διοίκησις τὴν τοσαύτην ἀσχολίαν ἐνεποίησε· τὰ γὰρ κεφάλαια καὶ τὰ ἐπιχειρήματα, οἷς ὁ λόγος οἰκονομούμενος ἀπαρτίζεται, εἴ τις ἐπιμελῶς καὶ καθ᾽ ἕκαστον μέρος ἐπισκέψοιτο, εὑρήσει συντελεσθῆναι πολλοῦ δεόμενα χρόνου. Διὸ καὶ πολλοῖς πολλὰς παρέσχε τῶν κριτικῶν διατριβὰς μὲν καθ᾽ ἑαυτούς, διαφωνίας δὲ πρὸς ἀλλήλους, τῶν μὲν ἐμβαθυνομένων τῇ μελέτῃ καὶ διασκέψει τοῦ λόγου, τῶν δὲ κατὰ τὸ ἐπιπόλαιον τὴν ἀνάγνωσιν ποιουμένων· ἔστι δ᾽ εἰπεῖν καὶ διότι τοῖς μὲν ἔνεστι φύσις εὖ ἔχουσα πρὸς τὰς κρίσεις, τοὺς δὲ ὁ ἐλαττούμενος ἐπιγινώσκει λόγος.

Τὸν δὲ λεγόμενον Παναθηναϊκὸν πρὸ ἐνιαυτοῦ τῆς τελευτῆς αὑτοῦ ἔγραψεν, ἢ ὥς τινές φασι, πρὸ τεσσάρων· καὶ τοὺς πρὸς Φίλιππον δὲ ὀλίγῳ πρότερον τοῦ θανάτου. Ἐβίω δέ, ὡς μέν τινές φασιν, ἔτη ρʹ, ὡς δὲ ἕτεροι, δυοῖν δεόντων μόνον. Ἐτελεύτησε δὲ ἀπαγγελθέντος αὐτῷ τοῦ περὶ Χαιρώνειαν πάθους, ἐξαγαγὼν ἑαυτὸν τοῦ βίου τέτρασιν ἡμέραις ἀσιτήσας, ἅτε δὴ μὴ ὑπομείνας ἰδεῖν τετράκις δουλουμένην τὴν Ἑλλάδα. Εὐπόρησε δὲ ἀργύριον ἱκανόν, οὐ τοὺς γνωρίμους εἰσπράττων μόνον, ἀλλὰ καὶ παρὰ Νικοκλέους, ὃς ἐβασίλευε τῶν Κυπρίων (Εὐαγόρου δὲ ἦν οὗτος υἱός), ὑπὲρ τοῦ πρὸς αὐτὸν γραφέντος συμβουλευτικοῦ λόγου τάλαντα λαβὼν εἴκοσιν. Ἐφ᾽ οἷς φθόνον ἐφελκύσας τριηραρχεῖν προεβλήθη, καὶ δὶς μὲν ἀσθένειαν σκηψάμενος διὰ τοῦ παιδὸς παρῃτήσατο, τὸ δὲ τρίτον ἀναστὰς ἀνήλωσεν οὐκ ὀλίγα.

Οὗτος πρὸς τὸν πυνθανόμενον διὰ τί μὴ δυνατὸς ὢν δημηγορεῖν ἄλλους ποιεῖ δημηγόρους, ὅτι καὶ αἱ ἀκόναι, ἔφη, αὐταὶ μὲν τέμνειν οὐ δύνανται, τὸν δὲ σίδηρον τμητικὸν ποιοῦσι. Καὶ πρὸς τὸν εἰπόντα δὲ πατέρα ὡς οὐδὲν ἄλλο ἢ ἀνδράποδον συνέπεμψε τῷ οἰκείῳ παιδί· «Τοιγαροῦν ἄπιθι, ἔφη, δύο γὰρ ἀνθ᾽ ἑνὸς ἕξεις ἀνδράποδα».

Ἐπὶ δὲ τῷ Σωκράτους θανάτῳ λίαν ἐλυπήθη, καὶ μελανειμονῶν προῆλθε τῇ ὑστεραίᾳ. Δύο δὲ ἐν ἅπαντι τῷ βίῳ συνέστησαν αὐτῷ ἀγῶνες, πρότερος μὲν εἰς ἀντίδοσιν προκαλεσαμένου αὐτὸν Μεγακλείδου, πρὸς ὃν οὐκ ἀπήντησε διὰ νόσον, τὸν δὲ θετὸν υἱὸν ἀνθ᾽ αὑτοῦ προβαλλόμενος Ἀφαρέα ἐνίκησε· δεύτερος δὲ Λυσιμάχου προκαλεσαμένου αὐτὸν περὶ τριηραρχίας εἰς ἀντίδοσιν, ἐν ᾧ καὶ ἡττηθεὶς τὴν τριηραρχίαν ὑπέστη.

Τῶν δὲ λόγων αὐτοῦ τὸ εὐκρινὲς καὶ σαφὲς καὶ μεμελετημένον πᾶσι δῆλον, καὶ ὡς ἐπανθεῖ αὐτοῖς οὐ μόνον ἔμφυτον ἀλλὰ καὶ κομμωτικὸν κάλλος. Οὐ μέντοι γε πολυσχήμων ὁ ἀνήρ, οὐδὲ ταῖς κατὰ τὸ σχῆμα τροπαῖς ποικιλλόμενος· διὸ καὶ δι᾽ ἔνδειαν τῆς ἐν τούτοις μεταβολῆς οὐδ᾽ ἐναγώνιος. Ἰσοκρατικὴ δὲ καὶ τῶν ἐν τοῖς λόγοις ὑποστάσεων ἡ συνέχεια. Τάχα δ᾽ ἄν τις αὐτὸν αἰτιάσαιτο κλοπῆς, ἐξ ὧν ἐν τῷ πανηγυρικῷ λόγῳ αὐτοῦ πολλὰ τῶν κατὰ τοὺς ἐπιταφίους λόγους εἰρημένων Ἀρχίνῳ τε καὶ Θουκυδίδῃ καὶ Λυσίᾳ ὑπεβάλετο. Ἀλλ᾽ οὐδὲν κωλύει παραπλησίων ἀνακυπτόντων πραγμάτων ταῖς ὁμοίαις ἐξεργασίαις κεχρῆσθαι καὶ τοῖς ἐνθυμήμασιν, οὐχ ὑποβαλλόμενον τὰ ἀλλότρια, ἀλλὰ τῆς τῶν πραγμάτων ἀναβλαστανούσης φύσεως τοιαῦτα οἷα καὶ τοῖς προλαβοῦσι προβαλλομένη ἐπιδείκνυται.

Ἐτάφη δὲ τελευτήσας λαμπρῶς ἅμα πατρὶ καὶ μητρὶ καὶ ἀδελφῇ καὶ τῇ ἄλλῃ συγγενείᾳ. Ἀνάκειται δὲ αὐτοῦ καὶ ἐν Ἐλευσινίῳ εἰκὼν χαλκῆ, ἐπιγραφὴν ἔχουσα Τιμόθεος φιλίας τε χάριν σύνεσίν τε προτιμῶν Ἰσοκράτους εἰκὼ τήνδ᾽ ἀνέθηκε θεῷ Κλεοχάρους ἔργον, καὶ ἑτέραν δὲ εἰκόνα ἔστησεν αὐτοῦ πρὸς τῷ Ὀλυμπιείῳ ἐπὶ κίονος χαλκῆν ὁ θετὸς παῖς αὐτοῦ Ἀφαρεύς, υἱὸς γεγονὼς Λαγίσκης ἑταίρας τινός, ἣν ἔχουσαν τρεῖς παῖδας ὕστερον Ἰσοκράτης ἠγάγετο, ὧν εἷς ἦν καὶ ὁ Ἀφαρεὺς ὁ τὴν εἰκόνα στησάμενος καὶ ἐπιγράψας Ἰσοκράτους Ἀφαρεὺς πατρὸς εἰκόνα τήνδ᾽ ἀνέθηκε Ζηνὶ θεούς τε σέβων καὶ γονέων ἀρετήν.

Ἀνεγνώσθησαν 〈Ἀνδοκίδου〉 λόγοι δʹ, οὓς τέως εἴδομεν, ὁ περὶ τῶν μυστηρίων, ὁ περὶ τῆς ἑαυτοῦ καθόδου, ὁ περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης, καὶ τέταρτος ὁ κατὰ Ἀλκιβιάδου. Ἔστι δὲ ἐν τούτοις ὁ ἀνὴρ ἁπλοῦς τε καὶ ἀκατάσκευος, ἀφελείας τε φίλος καὶ τῷ ἀσχηματίστῳ σχηματιζόμενος. Συνακμάσαι δὲ Σωκράτει τῷ φιλοσόφῳ λέγεται, καὶ ἀρχὴν αὐτῷ τῆς γενέσεως γενέσθαι ηʹ καὶ οʹ Ὀλυμπιάδα. Παῖς δὲ ἐχρημάτιζε Λεωγόρου, ἐξ εὖ γεγονότων καταγόμενος· Ἑλλανικὸς δέ φησι καὶ τοὺς πόρρω τῆς γενέσεως ὀχετοὺς ἥκειν εἰς αὐτὸν ἐξ Ἑρμοῦ.

Αἰτίαν δὲ λαβὼν τοῦ ἀσεβεῖν ἐπὶ τῇ τῶν Ἑρμῶν περικοπῇ καὶ τῇ τῶν μυστηρίων τῆς Δήμητρος ὕβρει, ἀπέφυγε κριθεὶς ἐπὶ τῷ μηνύσειν τοὺς ἀδικοῦντας. Σπουδὴν δὲ πᾶσαν εἰσενεγκάμενος εὗρε τοὺς εἰς τὰ ἱερὰ ἁμαρτήσαντας, οἷς καὶ τὸν ἑαυτοῦ πατέρα συγκατεμήνυσεν.

Ἀλλὰ γὰρ τοὺς μὲν ἄλλους πάντας ἐλέγχοις φωράσας ἀπολέσθαι κατεπράξατο, τὸν δὲ πατέρα, καίτοι δεδεμένον ἤδη, ἐξείλετο ὑποσχόμενος ἐν πολλοῖς αὐτὸν λυσιτελῆ γενέσθαι τῇ πόλει. Καὶ οὐκ ἐψεύσατο· ὁ γὰρ Λεωγόρας πολλοὺς διήλεγξε χρήματα δημόσια νοσφισαμένους καὶ ἕτερα τοιαῦτα παρανομοῦντας.

Οὐκ εὐδοκιμῶν δὲ ἐπὶ τοῖς πολιτεύμασιν ὁ Ἀνδοκίδης ἐπέθετο ναυκληρίαν, καὶ τοῖς τε Κυπρίων βασιλεῦσι ξένος ἐγένετο καὶ πολλοῖς ἄλλοις δοκίμοις, ἡνίκα καὶ θυγατέρα μὲν Ἀριστείδου ἀνεψιὰν δὲ αὑτοῦ τῶν οἰκείων ὑπεκκλέψας δῶρον ἔπεμψε τῷ Κυπρίων βασιλεῖ. Μέλλων δὲ εἰς δικαστήριον ἐπὶ τῇ κακουργίᾳ εἰσάγεσθαι πάλιν αὐτὴν ἀπὸ Κύπρου κλέπτει, καὶ ἁλοὺς ὑπὸ τοῦ Κυπρίων βασιλέως δεσμοῖς παρεδόθη. Κἀκεῖθεν δὲ διαδρὰς ἐπεδήμησε τῇ πόλει κατ᾽ ἐκεῖνο καιροῦ, ἡνίκα τοῖς υʹ τὰ πολιτικὰ μετεχειρίζετο πράγματα· δεθεὶς δὲ καὶ ὑπὸ τούτων πάλιν διέφυγεν. Ἡνίκα δὲ ἡ ὀλιγαρχία κατελύθη, ἐφυγαδεύθη τῆς πόλεως, καὶ ἐν Ἤλιδι τὸν τῆς φυγῆς χρόνον διατρίψας τῶν περὶ Θρασυβούλου κατεληλυθότων καὶ αὐτὸς συγκατελήλυθεν. Αἱρεθεὶς δὲ περὶ τῆς εἰρήνης εἰς Λακεδαίμονα πρεσβεύειν καὶ ἀδικεῖν δόξας ἔφυγε. Τούτου δέ ἐστιν ἐπώνυμος καὶ Ἑρμῆς, ἀνάθημα μὲν φυλῆς Αἰγήϊδος, ἐπικληθεὶς δὲ Ἀνδοκίδου, διότι πλησίον αὐτοῦ Ἀνδοκίδης ᾤκει.

Ἀνεγνώσθη 〈Λυσίου〉 λόγοι, διάφοροι· φέρονται δὲ αὐτοῦ κεʹ καὶ υʹ, ὧν τοῖς γνησίοις γʹ καὶ λʹ καὶ διακοσίους ἐγκρίνουσιν, ἐν οἷς δὶς μόνον τὸ ἔλαττον ἐνεγκεῖν τῇ λέξει πρὸς τοὺς ἀνταγωνιστὰς πολλάκις ἀγωνισάμενος λέγεται.

Ἔστι δὲ τοῖς λόγοις βραχύτατός τε καὶ πιθανώτατος, καὶ τῷ δοκεῖν μὴ δεινῶς λέγειν, εἴπερ τις ἄλλος δεινότατος· ἀλλὰ γὰρ καὶ εὔκολος εἶναι δοκῶν οὐδὲν ἔλαττον δυσμίμητος ἐπιδείκνυται. Τοὺς μέντοι γε τῶν λόγων πλείους ἰδιώταις ἐκδεδωκέναι λέγεται. Συγκεφαλαιοῦσι δὲ τοὺς λόγους αὐτοῦ δημηγορίαι, ἐπιστολαί, ἐγκώμια, ἐπιτάφιοι, ἐρωτικοὶ καὶ Σωκράτους ἀπολογία.

Ἔστι μὲν ἐν οὐκ ὀλίγοις αὐτοῦ λόγοις ἠθικός, γίνεται δὲ κατὰ διάνοιαν ὁ ἠθικός, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν. Ὅθεν οὐ χρὴ ψιλῶς τὰ πραχθέντα λέγειν, ἀλλὰ καὶ τὴν γνώμην συνάπτειν μεθ᾽ ἧς ἐπράττετο ἕκαστον, οἷον ἂν μὲν χαλεπὰ ᾖ καὶ πρὸς φίλους ἢ ἄλλως μετρίους τὴν ἀνάγκην αἰτιᾶσθαι, ἂν δὲ ἀμείνω, τὴν προαίρεσιν. Αὕτη δὲ μάλιστα πιθανὴ γίνεται, εἰ τὴν αἰτίαν προσλάβοι. Τὰς μέντοι αἰτίας οὐ χρὴ τοῦ λυσιτελοῦς ἕνεκα παραλαμβάνειν· φρονίμου γὰρ μᾶλλον ἢ χρηστοῦ καὶ εὐγνώμονος τὰ τοιαῦτα. Χαλεπὸς δὲ ὁ τρόπος φυλάξαι· διὸ καὶ Λυσίας ἐν αὐτῷ φαίνεται πολλάκις διαμαρτάνων.

Θαυμάζονται μέντοι γε αὐτοῦ ἄλλοι τε πολλοὶ λόγοι καὶ δὴ καὶ ὁ πρὸς Διογείτονα ἐπιτροπῆς· πιθανήν τε γὰρ καὶ καθαρὰν τὴν διήγησιν ποιεῖται, ἀλλ᾽ οὐκ εὐθὺς ἐπὶ τὰς αὐξήσεις καὶ τὰς δεινώσεις, ὅπερ πολλοὶ πάσχουσιν, ὑπάγεται. Καὶ γὰρ οὐδ᾽ ἔστιν οἰκεῖα τὰ τοιαῦτα τῆς πρώτης διδασκαλίας τοῦ πράγματος, ἀλλ᾽ ἐν τοῖς μετὰ ταῦτα χώραν ἔχει καταλέγεσθαι. Καὶ πολλὴν δὲ τὴν καθαρότητα καὶ σαφήνειαν ἔν τε τοῖς πράγμασι καὶ ταῖς λέξεσιν ἀπ᾽ αὐτῆς τῆς τοῦ λόγου προβάλλεται ἀρχῆς, ὥσπερ καὶ τὸ σχῆμα τὸ κατ᾽ εὐθεῖαν ἁρμόζον ἀφηγήσει, καὶ τὸ μηδέν τι ἔξωθεν συνεφέλκεσθαι.

Τὸ δὲ τῆς ἁρμονίας αὐτοῦ κάλλος οὐ παντός ἐστιν αἰσθάνεσθαι· καὶ γὰρ δοκεῖ μὲν ἁπλῶς καὶ ὡς ἔτυχε συγκεῖσθαι, εἰς ὑπερβολὴν δὲ κόσμου κατεσκεύασται. Καὶ ἁπλῶς ὅλος ὁ λόγος ἄξιος θαυμάσαι κατά τε τὰ σχήματα καὶ τὰ νοήματα καὶ τὰ ὀνόματα καὶ τὴν ἐναρμόνιον τούτων συνθήκην καὶ τὴν εὕρεσιν καὶ τάξιν τῶν ἐνθυμημάτων τε καὶ ἐπιχειρημάτων.

Ἀμφιβάλλεται μὲν παρ᾽ ἐνίοις ὁ περὶ τοῦ σηκοῦ λόγος· ὁ σηκὸς δὲ νῦν εἶδός ἐστιν ἱερᾶς ἐλαίας. Ἀλλ᾽ ὅτι μὲν γνήσιος Λυσίου, ἔκ τε τῶν κεφαλαίων δῆλον καὶ ἐκ τῶν περὶ αὐτοῦ ἐπιχειρημάτων καὶ ἐξ αὐτοῦ γε τοῦ προοιμίου τῆς τε διηγήσεως καὶ τοῦ ἐπιλόγου (πάνυ γὰρ δαιμονίως καὶ κατὰ τὴν εἰθισμένην τῷ ἀνδρὶ ἐν τῇ ἁπλότητι δεινότητά ἐστιν ἐξειργασμένα ταῦτα). Καὶ μὴν καὶ τὸ κατ᾽ ἐνθύμημα ἀλλὰ μὴ κατ᾽ ἐπιχείρημα πράττειν τὰς ἀποδείξεις τοῦ Λυσίου μάλιστα τὸ ἰδίωμα ἀπαγγέλλει.

Ἀλλὰ καὶ τὸ μὴ καθ᾽ ἓν διατρίβοντα μηκύνειν τὸν λόγον τῆς τοῦ Λυσίου ἐστὶν ἀκριβείας, καὶ τὸ εὐπαγὲς τῶν λόγων, καὶ τὸ διὰ βραχύτητος πολλὴν παρέχειν ἡδονήν, ὃ μετά γε Δημοσθένην οὗτος μόνος τῶν ἄλλων ῥητόρων φαίνεται κατορθώσας, καὶ τὸ κάλλος δὲ τῆς διατυπώσεως, ἐν ᾧ μήτε Πλάτωνος μήτε Δημοσθένους μήτε Αἰσχίνου τὸ ἔλαττόν ἐστιν ἀπενηνεγμένος.

Ἰδίωμα δὲ Λυσίου καὶ τὸ τὰς ἀντιθέσεις προάγειν μηδαμῶς μὲν ἐμφαινούσας τὸ ἐπιβεβουλευμένον, τὸ δὲ ὑπ᾽ αὐτῶν τῶν πραγμάτων ἐπεσπασμένον δεικνύειν. Τεκμήριον δὲ τῆς λυσιακῆς δυνάμεως καὶ τὸ ἐν πάσῃ τῇ περιόδῳ τῶν κώλων εὐάρμοστον καὶ μετὰ καθαρότητος εὐανθές. Παῦλος δέ γε ὁ ἐκ Μυσίας τόν τε περὶ τοῦ σηκοῦ λόγον, οὐδὲν τῶν εἰρημένων συνιείς, τῆς τε γνησιότητος τῶν λυσιακῶν ἐκβάλλει λόγων, καὶ πολλοὺς καὶ καλοὺς ἄλλους εἰς νόθους ἀπορριψάμενος πολλῆς καὶ μεγάλης τοὺς ἀνθρώπους ὠφελείας ἀπεστέρησεν, οὐχ᾽ εὑρισκομένων ἔτι τῶν ὑπὸ διαβολὴν πεσόντων· ἅπαξ γὰρ ἀποκριθέντες παρεωράθησαν, ἐπικρατεστέρας τῆς διαβολῆς, ὥσπερ καὶ ἐπ᾽ ἄλλων πολλῶν, ἢ τῆς ἀληθείας γεγενημένης.

Ἔστι δὲ ὁ Λυσίας δεινὸς μὲν παθήνασθαι, ἐπιτήδειος δὲ τοὺς πρὸς αὔξησιν διαθεῖναι λόγους. Τινὲς μὲν οὖν τῶν περὶ τοὺς ῥητορικοὺς διατριβόντων λόγους οὐκ ὀρθῶς ὑπήχθησαν εἰπεῖν περὶ Λυσίου ὡς ἀποδεῖξαι μὲν τὰ ἐγκλήματα παρ᾽ ὁντιναοῦν τῶν παλαιῶν ἀνδρῶν τὸ προκεκριμένον ἔχει, αὐξῆσαι δὲ ταῦτα πολλῶν ἐνδεής. Καὶ γὰρ ἐλέγχονται φανερῶς ὑπὸ τῶν αὐτοῦ λόγων πολὺ τῆς ἐπ᾽ αὐτῷ διασφαλλόμενοι κρίσεως.

Καὶ μάλιστά γε τούτους ὁ κατὰ Μνησιπτολέμου διελέγχει· θαυμαστῶς γὰρ τὴν κατηγορίαν πρὸς μέγεθος οὗτος ηὔξησε. Καικίλιος δὲ ἁμαρτάνει εὑρετικὸν μὲν τὸν ἄνδρα, εἴπερ ἄλλον τινά, συνομολογῶν, οἰκονομῆσαι δὲ τὰ εὑρεθέντα οὐχ οὕτως ἱκανόν· καὶ γὰρ κἀν τούτῳ τῷ μέρει τῆς ἀρετῆς τοῦ λόγου οὐδενὸς ὁρᾶται φαυλότερος. Εἶδε δὲ Δημοσθένην μειράκιον ὄντα.

Παῖς δὲ γέγονεν ὁ Λυσίας Κεφάλου τοῦ Λυσανίου τοῦ Κεφάλου, γένος μὲν Συρακούσιος, μεταναστὴς δὲ γεγονὼς εἰς Ἀθήνας πόθῳ τε τῆς πόλεως καὶ τῆς Περικλέους τοῦ Ξανθίππου φήμης. Ἐν ᾗ τὰ μὲν πρῶτα συνεπαιδεύετο τοῖς ἐπιφανεστάτοις τῶν Ἀθηναίων, ὕστερον δὲ τὴν εἰς Σύβαριν ἀποικίαν στελλούσης τῆς πόλεως, ᾤχετο καὶ αὐτὸς σὺν τῷ πρεσβυτάτῳ τῶν ἀδελφῶν Πολεμάρχῳ, ἐφ᾽ ᾧ τοῦ πατρῴου μετασχεῖν κλήρου· ἔτος δὲ ἑξκαιδέκατον ἦγε. Καὶ διέτριβεν ἀκροώμενος Τισίου τε καὶ Νικία τῶν Συρακουσίων. Οἰκίαν δὲ κατασκευασάμενος καὶ κλήρου τυχὼν ἐπολιτεύετο τῶν πολλῶν οὐκ ἐνδεέστερον ἕως Κλεάρχου τοῦ Ἀθήνῃσιν ἄρχοντος· τῷ δὲ ἑξῆς ἐνιαυτῷ ἀττικίζειν αἰτιαθεὶς μεθ᾽ ἑτέρων τριῶν ἐξέπεσε τῆς πατρίδος.

Ἀθήνῃσι δὲ παραγεγονὼς τῶν υʹ τὴν πόλιν ἐχόντων, διέμεινεν αὐτόθι· τῶν λʹ δὲ τὴν πόλιν ἀντικατασχόντων ζʹ μὲν ἔτη διέμεινεν, ἀφαιρεθεὶς δὲ τὴν οὐσίαν καὶ τὸν ἀδελφὸν Πολέμαρχον ἀποβαλών, αὐτὸς μόλις διαδρὰς τὸν ἐπικρεμαμένον ὄλεθρον, διῆγεν ἐν Μεγάροις, τῶν δ᾽ ἀπὸ Φυλῆς ἐπιθεμένων τῇ καθόδῳ χρησιμώτατος ἁπάντων γέγονε τῇ πράξει· χρήματά τε γὰρ αὐτὸς παρέσχε δραχμὰς δισχιλίας καὶ ἀσπίδας ςʹ, σταλεὶς δὲ σὺν Ἕρμονι ἐπικούρους τε ἐμισθώσατο τʹ, καὶ Θρασύδαιον τὸν Ἠλεῖον ἔπεισε ξένον ὄντα αὐτῷ βʹ τάλαντα παρασχεῖν. Ἐφ᾽ οἷς γράφει μὲν μετὰ τὴν κάθοδον ὁ Θρασύβουλος πολιτείαν αὐτῷ, ὁ δὲ δῆμος ἐκύρωσε τὴν δωρεάν. Ἀρχῖνος δέ, διὰ τὸ ἀπροβούλευτον εἰσαχθῆναι τὸ ψήφισμα, γράφεται [γραφὴν] παρανόμων τὴν δωρεάν. Καὶ ἐπεὶ κατεγνώσθη τὸ ψήφισμα, τῆς μὲν πολιτείας ὁ Λυσίας ἀπελαύνεται, τὸν λοιπὸν δὲ χρόνον κατεβίω ἰσοτελὴς ὤν.

Καὶ τελευτᾷ αὐτόθι, γʹ καὶ πʹ ἔτη γεγονώς· οἱ δὲ ἀφαιροῦσιν αὐτοῦ ζʹ. Ἀνεγνώσθη 〈Ἰσαίου〉 διάφοροι λόγοι. Οὗτοι δὲ ἁπλῶς εἰπεῖν εἰς δʹ καὶ ξʹ συναριθμοῦνται. Τούτων δὲ οἱ τὸ γνήσιον μαρτυρηθέντες νʹ καταλείπονται μόνοι.

Λυσίου δὲ γέγονε μιμητής, οὗ καὶ μαθητὴς ἐχρημάτισε. Τὴν μίμησιν δὲ αὐτῷ προσάπτει τῶν τε ὀνομάτων ἡ ἁρμονία καὶ ἡ ἐν τοῖς πράγμασι δεινότης· οὕτω γὰρ αὐτοῦ οἱ λόγοι πρὸς ἐκείνους τὴν ὁμοιότητα φέρουσιν ὡς, εἰ μή τις πολλὴν αὐτῶν ποιήσαιτο τὴν διάσκεψιν καὶ μελέτην, οὐκ ἂν ἑκατέρων λόγων τοῦ χαρακτῆρος τὴν διαφορὰν διαγνοίη, πλὴν κατά γε τοὺς σχηματισμούς. Καὶ γὰρ πρῶτος Ἰσαῖος σχηματίζειν ἤρξατο καὶ τρέπειν ἐπὶ τὸ πολιτικὸν τὴν διάνοιαν, ὃ μάλιστα καὶ Δημοσθένης, μαθητὴς αὐτοῦ γεγονώς, ἐμιμήσατο.

Χαλκιδεὺς δὲ γέγονε τὸ γένος ὁ Ἰσαῖος, εἰς Ἀθήνας δὲ μετελθὼν ἐσχόλασεν (ὡς προείρηται) Λυσίᾳ· ἤκμασε δὲ μετὰ τὸν πελοποννησιακὸν πόλεμον, καὶ μέχρι τῆς Φιλίππου διήρκεσεν ἀρχῆς. Ἀποστὰς δέ ποτε τῆς σχολῆς ἐπὶ δραχμαῖς μυρίαις καθηγήσατο Δημοσθένους· διὸ καὶ μάλιστα γέγονεν ἐπιφανής. Φασὶ δὲ αὐτὸν καὶ τοὺς ἐπιτροπικοὺς λόγους Δημοσθένει συντάξαι.

Ἀνεγνώσθη 〈Αἰσχίνου〉 λόγοι, ὧν τὸ πλῆθος ὁ τρεῖς ἀριθμὸς περιορίζει, καὶ ἐπιστολαὶ θʹ. Ὁ δὲ Δηλιακὸς ἐπιγραφόμενος οὐκ ἔστιν Αἰσχίνου. Ἔστι δὲ τοῖς λόγοις αὑτοῦ γλυκύς τε καὶ καθαρὸς καὶ εὐκρινὴς καὶ τῇ τῶν ἐνθυμημάτων σαφηνείᾳ σεμνυνόμενος. Ὁ μέντοι κατὰ Τιμάρχου λόγος ἑταιρήσεως τὸν Τίμαρχον γράφεται· καὶ ὁ Τίμαρχος καταπλαγεὶς καὶ λιπὼν τὸν ἀγῶνα ἑαυτὸν ἀνήρτησεν.

Ἐπήγγειλε δὲ καὶ τὴν ἐν Ταμύναις νίκην πρῶτος Ἀθηναίοις τὸ δεύτερον· διὸ καὶ ἐστεφανώθη. Φασὶ δὲ τὰ μὲν πρῶτα εἰπεῖν αὐτὸν ἐν τῷ δήμῳ κατὰ Φιλίππου, ἐνευδοκιμήσαντα δὲ τῷ λόγῳ πρεσβευτὴν πρὸς Ἀρκάδας χειροτονηθῆναι, εἰς οὓς παραγεγονὼς συνεστήσατο τοὺς μυρίους ἐπὶ Φίλιππον.

Οὗτος ὁ Αἰσχίνης παῖς γέγονεν Ἀτρομήτου, φυγόντος μὲν ἐπὶ τῶν λʹ, συγκαταγαγόντος δὲ τὸν δῆμον. Τούτου δὴ καὶ Γλαυκοθέας γίνεται υἱός, Κοθωκίδης μὲν τὸν δῆμον, οὔτε δὲ τῶν ἐπὶ γένει περιφανῶν, οὔτε δὲ τῶν ἐπὶ χρήμασι λαμπρῶν. Ἐν δὲ τῷ νέῳ τῆς ἡλικίας τὸ σῶμα φέρων ἐρρωμένον τὰ γυμνάσια ἐπονεῖτο, λαμπρόφωνος δὲ πεφυκὼς τραγῳδίαν ἤσκησε μετὰ ταῦτα, ὡς δὲ λέγει Δημοσθένης, ὑπογραμματεύων καὶ τριταγωνιστῶν Ἀριστοδήμῳ ἐν τοῖς κατὰ δήμους Διονυσίοις.

Καὶ παῖς μὲν ὢν ἐδίδασκε σὺν τῷ πατρὶ γράμματα, εἰς τὸ μειράκιον δὲ προελθὼν ἐστρατεύετο. Ἠκροάσατο δέ, οἱ μέν φασιν Ἰσοκράτους καὶ Πλάτωνος, Καικίλιος δὲ Λεωδάμαντος λέγει. Πολιτευόμενος μέντοι γε οὐκ ἀφανῶς ἐκ τῆς ἐναντίας μερίδος, συνεπρέσβευε τοῖς περὶ Δημοσθένην ἄλλας τε πρεσβείας πολλὰς καὶ πρὸς Φίλιππον ὑπὲρ τῆς εἰρήνης, ἐφ᾽ ᾗ καὶ παρὰ Δημοσθένους κατηγορήθη, ἔτι δὲ ὡς πόλεμον ἐξάψειε πυλαγόρας αἱρεθεὶς πρὸς Ἀμφισσεῖς Ἀμφικτύοσι, καὶ τὸν λιμένα ἐργαζομένοις· ἐξ ἧς πράξεως συνέβη Φιλίππῳ προσφυγεῖν Ἀμφικτύονας, τὸν δὲ ὑπὸ τοῦ Αἰσχίνου συνεργούμενον ἐπιθέσθαι τοῖς πράγμασι καὶ τὴν Φωκίδα λαβεῖν.

Συνειπόντος μέντοι γε αὐτῷ Εὐβούλου τοῦ Σπινθάρου Προβαλεισίου δημαγωγοῦντος, ψήφοις μόναις λʹ ἀπέφυγε. Χρόνῳ δὲ ὕστερον Φιλίππου μὲν τετελευτηκότος, Ἀλεξάνδρου δὲ διαβαίνοντος εἰς τὴν Ἀσίαν, ἐπὶ ταῖς Δημοσθένους τιμαῖς Κτησιφῶντα παρανόμων ἐγράψατο.

Οὐ μεταλαβὼν δὲ τὸ πέμπτον μέρος τῶν ψήφων εἰς Ῥόδον ἔφυγε, δραχμὰς χιλίας οὐ βουληθεὶς ὑπὲρ τῆς ἥττης καταβαλεῖν. Ἐν δὲ τῇ Ῥόδῳ σχολὴν καταστησάμενος ἐδίδασκεν· ἐν ᾧ τοῖς Ῥοδίοις τὸν κατὰ Κτησιφῶντος ἐπεδείξατο λόγον, θαυμαζόντων δὲ εἰ ταῦτα δημηγορήσας ἡττήθη· «Οὐκ ἄν, εἶπε, θαῦμα κατεῖχεν ὑμᾶς, ὦ Ῥόδιοι, εἰ Δημοσθένους ἀντιδημηγοροῦντος ἠκούσατε». Ἐκεῖθεν δὲ πλεύσας εἰς Σάμον, καὶ διατρίψας ἐπὶ τῆς νήσου, ὀλίγον ὕστερον ἐτελεύτησεν.

Ἀνεγνώσθη 〈Δημοσθένους〉 λόγοι μικροῦ σύμπαντες· φέρονται δὲ αὐτοῦ οἱ γνήσιοι εʹ καὶ ξʹ, ὧν οἱ δημόσιοι μᾶλλον εἰς τὸ ἄριστον κατασκευάσθαι τοῖς πλείοσι κρίνονται. Τινὲς μὲν οὖν τὸν περὶ Ἁλοννήσου λόγον (ὃς καὶ κατὰ Φιλίππου ἐπιγράφεται δεύτερος· καὶ γὰρ πρὸς τὴν ἐπιστολὴν ὁ ῥήτωρ ἀνταγωνίζεται τοῦ Φιλίππου) τοῦτον οὔ φασιν εἶναι γνήσιον Δημοσθένους, καὶ τεκμηριοῦσθαι τὴν δόξαν αὑτῶν ἐπιχειροῦσι τοῖς ῥήμασί τε καὶ ὀνόμασι καὶ τῇ τῆς συνθέσεως ἁρμονίᾳ· πολὺ γὰρ ταῦτα λείπεσθαι τοῦ δημοσθενικοῦ τύπου, ἀνειμένην τε γὰρ εἶναι ταύτην καὶ λελυμένην, καὶ τῆς τοῦ ῥήτορος περὶ ταῦτα δυνάμεως ἐλαττουμένην τὴν φράσιν. Καὶ οἵ γε αὐτὸν ἀφαιρούμενοι τοῦ Δημοσθένους εἰς Ἡγήσιππον ἀναφέρουσιν.

Ἐγὼ δὲ εἰδὼς πολλάκις καὶ λόγους διαφόρων γεννητόρων πολλὴν ἔχοντας τὴν ὁμοιότητα καὶ διάφορον ἐργασίαν λόγων τὸν αὐτὸν ἐγνωκότων γεννήτορα (οὐ γὰρ ἀεὶ καθέστηκεν ἄτρεπτος καὶ ἀναλλοίωτος κατὰ πάντα, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, οὕτως οὐδὲ κατὰ τοὺς λόγους ἡ ἀνθρωπίνη δύναμις), ἄλλως τε δὲ οὐδὲ ἐν τοῖς καιριωτάτοις τῶν ἰδιωμάτων τοῦ ῥήτορος, ἀλλὰ καὶ ταύτην ἐπ᾽ ὀλίγον ὁρῶν τὴν διαφοράν, οὐκ ἔχω θαρρεῖν ἀποφήνασθαι εἴτε Ἡγησίππου πόνος ὁ περὶ Ἁλοννήσου λόγος εἴτε τῆς Δημοσθενικῆς ἐλάττωμα καθέστηκε φύσεως.

Ὡσαύτως δὲ καὶ τὸν λόγον, ὃς ἐπιγράφεται περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, Ὑπερείδῃ μᾶλλον ἢ Δημοσθένει προσνέμουσιν, ὅτιπερ πολλοῖς τε ἄλλοις ὁ Δημοσθένης πλεονεκτῶν τῶν λοιπῶν ῥητόρων καὶ τῇ τῶν ὀνομάτων ἐκλογῇ ἐπὶ τὸ ἄμεινον διενήνοχεν, ὁ δὲ νῦν λόγος ἔχει τι καὶ τῶν οὐ λογάδων φωνῶν, ὥσπερ τὸ νεόπλουτος καὶ τὸ βδελυρεύεσθαι καὶ ἕτερά τινα τοιαῦτα.

Εἰσὶ δὲ οἳ καὶ τοὺς δύο κατὰ Ἀριστογείτονος ὡς νόθους παραγράφονται. Ἀλλ᾽ οὗτοι καὶ ὀρφανοὺς αὐτοὺς ἀφιᾶσιν, οὐκ ἔχοντες εἰπεῖν τοὺς τεκόντας. Ὧν εἷς γέγονε καὶ Διονύσιος ὁ Ἁλικαρνασσεύς, οὐδὲν μέγα τεκμήριον τῆς ἰδίας ὑπολήψεως παρεχόμενος, οὐδὲ ἐκεῖνο συνιδεῖν ἐθελήσας, ὡς πολλῷ μείζων ἐστὶν ἤπερ ἡ ἐκείνου ἀπόφασις αὐτὸς ὁ Ἀριστογείτων ἀνομολογῶν Δημοσθένην κατ᾽ αὐτοῦ γεγραφέναι· καὶ γὰρ ἀπολογούμενος οὐκ ἐν τῷ παρέργῳ λέγων ἀλλ᾽ ἐπιμελῶς ἀνταγωνιζόμενος ἐν τῷ λόγῳ δείκνυται, ὃς ἐπιγέγραπται ἀπολογία πρὸς τὴν ἔνδειξιν Λυκούργου καὶ Δημοσθένους.

Καὶ ὁ κατὰ Μειδίου δὲ καὶ κατ᾽ Αἰσχίνου λόγος αἰτίαν ἔσχε τοῦ μὴ τὴν αὐτὴν κατὰ πάντα ἀρετὴν τῷ δημοσθενικῷ συνδιασώσασθαι χαρακτῆρι· καὶ γὰρ ἐν τοῖς δυσὶ τούτοις λόγοις ἐκ διαλειμμάτων τινῶν ταῖς αὐταῖς ἐννοίαις ἐπιβάλλων ἁμιλλᾶσθαι δοκεῖ πρὸς ἑαυτόν, ὥσπερ ἀσκούμενος ἀλλ᾽ οὐκ ἐπ᾽ αὐτοῖς ἀγωνιζόμενος τοῖς ἔργοις. Διὸ καί τινες ἔφησαν ἑκάτερον λόγον ἐν τύποις καταλειφθῆναι, ἀλλὰ μὴ πρὸς ἔκδοσιν διακεκαθάρται· καίτοι καὶ τοῦτο εὐλαβέστερον οἱ ῥηθέντες λόγοι ποιοῦσιν.

Ἀλλ᾽ οἵ γε τούτους αἰτιώμενοι, τί ἂν φαῖεν περὶ Ἀριστείδου, ὃς καὶ κατακόρως τῷ ἰδιώματι τούτῳ φαίνεται κεχρημένος, ὥσπερ καὶ τῷ προιέναι κατὰ τὰς ἐργασίας πέρα τοῦ μετρίου, καὶ τῷ περίττῳ μᾶλλον ἢ τῷ μέτρῳ τῆς χρείας συμπαρεκτείνεσθαι; Μάλιστα δὲ ὁ κατ᾽ Αἰσχίνου λόγος παρέσχεν αἰτίαν ἐν ὑπομνήμασι καταλελεῖφθαι οὔπω τὴν ἐργασίαν ἀπειληφὼς τελείαν, διότι καὶ ἃ πρὸς τὴν κατηγορίαν πολλὴν ἔσχε τὴν ἀμυδρότητα καὶ κουφότητα, ἐπὶ τῇ τελευτῇ τοῦ λόγου παρέθετο· ὅπερ οὐκ ἂν περιεῖδεν ὁ ῥήτωρ, εἰς ἐξέτασιν ἀκριβεστέραν τῶν ἰδίων λόγων καταστάς. Ἀλλὰ γὰρ οὐχ οὕτω πρόεισιν ὁ Λυσίου κατὰ Μνησιπτολέμου λόγος, ἐν πᾶσι δὲ τοῖς δεομένοις μέρεσι τὸ παθητικὸν φυλάξας οὐδὲ παυόμενος τῆς ἐπιφορᾶς ἀπέστη, ἐπέτεινε δὲ μᾶλλον, οὐδὲ κατὰ τὸ τέλος τοὺς ἀκροατὰς ἀποστὰς παροξύνειν.

Καὶ μέντοι καὶ τὸν παραπρεσβείας τινὲς ἐν ὑπομνήμασί φασι καταλειφθῆναι, ἀλλ᾽ οὐ πρὸς ἔκδοσιν οὐδὲ πρὸς τὸ τῆς ἐργασίας ἀπηρτισμένον γεγράφθαι. Διὰ τί; διότι μετὰ τὰ ἐπιλογικά, πολλά τε ὄντα καὶ σχεδὸν τὸ πλεῖστον μέρος ἐπέχοντα, πολλὰς πρὸ αὐτῶν ἀντιθέσεις εἰπών, πάλιν ἐπὶ ἀντιθέσεις ἐτράπετο· ὅπερ ἀνοικονόμητόν τέ ἐστι καὶ διερριμμένον.

Καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδ᾽ ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νομίζει. Τινὲς δὲ αὐτὸν ὑπεβάλοντο Λυσίᾳ, καίτοι καὶ τὸν χρόνον ἔχοντες αὑτοῖς διαμαχόμενον καὶ τὸν τύπον ἅπαντα τῆς ἐργασίας καὶ τὰ πράγματα καὶ τὴν ἑρμηνείαν. Μαρτυρία δὲ τοῦ δημοσθενικὸν εἶναι τὸν λόγον καὶ ὁ πλαγιασμὸς καὶ ἡ συνέχεια τῶν περιόδων καὶ ἡ εὐτονία· ἐξ αὐτοῦ γὰρ τοῦ προοιμίου τούτοις ὁ λόγος διαποικίλλεται. Καὶ μὴν καὶ ἡ περὶ τῶν ὀνομάτων ἐκλογὴ εἰς τὸ ἄριστον ἀνηνέχθαι καὶ ἡ σύνθεσις εὖ ἔχειν πεφιλοτίμηται. Μαρτυρεῖ δὲ καὶ τὰ σχήματα· ἔστι γὰρ συνεστραμμένα μετὰ γοργότητος καὶ ποικιλίαν τῷ λόγῳ παρεχόμενα· καὶ γὰρ ἐρωτήσεις προβάλλεται καὶ ὑποστροφὰς καὶ τὸ ἀσύνδετον, οἷς μάλιστα Δημοσθένης χαίρει χρώμενος. Ἀλλὰ καὶ ἡ σύνθεσις ἐπιμελὴς καὶ τὴν ἐνάργειαν τῷ κόσμῳ οὐ διαφθείρουσα, αἵ τε περίοδοι τῷ ἀπηρτισμένῳ συναγόμεναι καὶ τὸ πρέπον πανταχοῦ διασῴζουσι.

Τὸ μὲν οὖν μηδενὸς φείδεσθαι συνθέσεως ἀλλὰ πάντα διειλῆφθαι περιόδοις ἔστι μὲν Ἰσοκράτους καὶ Λυσίου πρὸς Δημοσθένην κοινόν· ἡ δὲ κατὰ τὰς περιόδους ἐν τοῖς μεγέθεσι ποικιλία συμπληροῦσα τὰ κῶλα λαμβανομένη τὴν πρὸς ἐκείνους διαφορὰν ἀπεργάζεται, τοῦ μὲν Ἰσοκράτους ὡς τὰ πολλὰ μηκύνοντος τὴν ἐργασίαν αὐτῶν, τοῦ δὲ Λυσίου συντέμνοντος.

Ἐξ ἑκατέρου δὲ τούτων τῷ Δημοσθένει τὸ πρέπον διασῴζεται. Ὁ δὲ περὶ τῆς εἰρήνης λόγος καὶ ἄλλοις μέν, μάλιστα δὲ Λιβανίῳ τῷ σοφιστῇ παρεσκευάσθαι μέν, οὐ μὴν εἰρῆσθαι δοκεῖ. Κατηγορῶν γὰρ ὁ ῥήτωρ Αἰσχίνου οὐδὲν ἔλαττον αὐτὸν καὶ ἐπὶ τούτῳ αἰτιᾶται, ὅτι συνεβούλευσεν Ἀθηναίοις Ἀμφικτύονα εἶναι ψηφίσασθαι Φίλιππον. Ἐν ᾧ οὖν ἐκεῖνον πικρῶς διέβαλλε, πῶς ἂν αὐτὸς ἐθάρρησε γενέσθαι σύμβουλος; Καὶ γὰρ ὁ περὶ τῆς εἰρήνης λόγος δῆλον ὅτι τὸν Φίλιππον Ἀμφικτύονα εἶναι συμβουλεύει.

Καὶ τὸν κατὰ Νεαίρας δὲ λόγον ὑπτιότητός τινες αἰτιώμενοι τῶν Δημοσθενικῶν ἀποκρίνουσι λόγων, ὥσπερ καὶ τὸν περὶ ἔρωτος αὐτῷ γεγραμμένον καὶ τὸν ἐπιτάφιον. Φασὶ δὲ τὸν Δημοσθένην δʹ καὶ κʹ ἔτη γεγονότα τὸν περὶ τῶν ἀτελείων ἤτοι τὸν πρὸς Λεπτίνην φιλοπονήσασθαι λόγον, οὗ τὸ προοίμιον Λογγῖνος μὲν ὁ κριτικὸς ἀγωνιστικὸν νομίζει· ἐπὶ Κλαυδίου δὲ οὗτος ἤκμαζε, καὶ τὰ πολλὰ συνηγωνίζετο Ζηνοβίᾳ τῇ τῶν Ὀσροηνῶν βασιλίδι, τὴν ἀρχὴν κατεχούσῃ Ὀδενάθου τοῦ ἀνδρὸς αὐτῆς τετελευτηκότος, ἣν καὶ μεταβαλεῖν εἰς τὰ Ἰουδαίων ἔθη ἀπὸ τῆς Ἑλληνικῆς δεισιδαιμονίας παλαιὸς ἀναγράφει λόγος· ἀλλὰ γὰρ ὁ μὲν Λογγῖνος τοιαύτην περὶ τοῦ προειρημένου προοιμίου ψῆρον ἐξάγει.

Ἕτεροι δὲ οὐκ ὀρθῶς ἔφασαν τὸ προοίμιον ἠθικὸν εἶναι. Καὶ πολλοῖς οὗτος ὁ λόγος παρέσχεν ἀγῶνα κρίνεσθαι προτεθείς, ὥσπερ καὶ Ἀσπασίῳ τῷ ῥήτορι, ἅτε μηδ᾽ ἀφιγμένῳ τῆς τοῦ λόγου θεωρίας εἰς ἀκρίβειαν. Ὡσαύτως δὲ καὶ ὁ κατὰ Μειδίου· καὶ γὰρ καὶ οὗτος οὐκ ὀλίγοις γέγονεν ἐν σπουδῇ, καὶ τῆς πρὸς ἀλλήλους ἀμφισβητήσεως ἀφορμὰς παρέσχε. Καὶ οἱ μὲν τοῦ παθητικοῦ χαρακτῆρος εἰναί φασιν αὐτόν, μετὰ δεινώσεως ἐπεξειργασμένον, οἱ δὲ τοῦ πραγματικοῦ· καὶ ἁπλῶς τῶν τε ῥημάτων αὐτοῦ τὸ σφοδρὸν καὶ κατὰ τὴν σύνθεσιν ἐναρμόνιον, καὶ ὡς τοῖς παθητικοῖς μὲν τῶν ἐπιχειρημάτων καὶ ἐνθυμημάτων παθητικὴν καὶ τὴν ἀπαγγελίαν περιάπτει, τοῖς πραγματικοῖς δέ, ὅσα τούτοις ἐναρμόττει. Ἔχεται μὲν οὖν καὶ τοῦ ἤθους οὐκ ἐν τούτῳ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ ἐν πολλοῖς ἄλλοις. Ἀλλά γε χαλεπώτατόν ἐστι λόγων ἀγωνιστικῶν ἐργάτῃ διὰ τέλους φυλάξαι πρὸς τὸν ἀνταγωνιστὴν τὸ ἦθος, μάλιστα δὲ τοῖς ὅσοι φύσεως ἔτυχον πικροτέρας τε καὶ παθητικωτέρας, ἧς οὐχ ἥκιστα Δημοσθένης τε καὶ Ἀριστείδης μετέχει. Διόπερ πολλάκις ἐξάγονται τῆς προθέσεως ἐλαττουμένης ὑπὸ τῆς φύσεως· οὐδὲ γὰρ οὐδ᾽ ἔστιν ἱκανὴ τέχνη κατορθῶσαι τὸ βούλημα, μὴ σύνεργον ἔχουσα καὶ τὴν τῆς φύσεως ἰδιότητα.

Ἐτῶν μέντοι γεγονὼς ὁ ῥήτωρ ηʹ καὶ λʹ, ἔπεισε δημηγορήσας τὸν δῆμον βοήθειαν Ὀλυνθίοις ἀποστεῖλαι πρεσβευσαμένοις κατὰ Φιλίππου. Οὗτος ὁ Δημοσθένης υἱὸς μὲν γέγονεν ἐκ Κλεοβούλης Δημοσθένους, τὸν δῆμον Παιανιεύς. Καταλειφθεὶς δὲ ὑπὸ τοῦ πατρὸς ἐτῶν ζʹ σὺν ἀδελφῇ μεταγενεστέρᾳ δυσὶν ἔτεσι, τὸν μὲν χρόνον τῆς ὀρφανίας παρὰ τῇ μητρὶ διῆγεν, Ἰσοκράτει σχολάζων τῷ ῥήτορι, ὡς δὲ οἱ πλείους λέγουσιν, Ἰσαίῳ τῷ Χαλκιδεῖ ἐν Ἀθήναις σοφιστεύοντι. Ὁ δὲ Ἰσαῖος Ἰσοκράτους γέγονε μαθητής, Θουκυδίδην ζηλῶν καὶ Πλάτωνα τὸν φιλόσοφον. Ἄλλοι δὲ ἄλλα περί τε τῆς παιδεύσεως Δημοσθένους καὶ τῶν αὐτοῦ διδασκάλων ἱστοροῦσιν. Εἰς ἡλικίαν δὲ καταστάς, καὶ ἐλάττω τὴν οὐσίαν παρὰ τῶν ἐπιτρόπων λαβών, ἐγράψατο αὐτοὺς ἐπιτροπῆς γʹ ὄντας, Ἄφοβον, Θηριππίδην καὶ Δημοφῶντα (οἱ δὲ ἀντὶ Δημοφῶντος Δημέαν εἰσάγουσι), τίμημα ιʹ ταλάντων ἑκάστῃ δίκῃ ἐπιγραψάμενος. Τῆς μέντοι καταδίκης οὐδὲν αὐτοὺς εἰσεπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου, τοὺς δὲ καὶ χάριτος. Αἱρεθεὶς δὲ χορηγός, Μειδίαν τε τὸν Ἀναγυράσιον, πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα, γραψάμενος εἰς κρίσιν κατέστησε, τρισχιλίας δὲ λαβὼν παρ᾽ αὐτοῦ τῆς δίκης ἀπέλυσε.

Λέγουσι δὲ αὐτὸν πολλὰ τῆς φύσεως ἐλαττώματα μελέτῃ διορθώσασθαι. Καὶ νέος μὲν ὢν εἰς σπήλαιον ἑαυτὸν ἐναπέκλεισε, κἀκεῖ διῆγε φιλοσοφῶν, τῆς κεφαλῆς ξυράμενος τὸ ἥμισυ, ἵνα μὴ αὐτῷ ἐξῇ τῆς ἀσχημοσύνης κωλυούσης ποιεῖσθαι μηδὲ βουλομένῳ τὴν πρόοδον. Δεύτερον δὲ ἐπὶ στενῆς αὐτόν φασι κλίνης κοιμᾶσθαι, ὡς ἔχειν διὰ ταχέων ἀνίστασθαι. Τῶν τε στοιχείων τὸ ῥῶ τῇ γλώττῃ μὴ πεφυκότα λέγειν πόνῳ προσλαβεῖν τὸ δύνασθαι. Ἀλλὰ καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν ἀπρεπῶς κινοῦντα, ὀβελὸν ἐκ τῆς ὀροφῆς ἀπαρτήσαντα ἐν χρῷ τοῦ σώματος ἢ (ὡς ἔνιοι) ξιφίδιον, ὡς ἂν φόβῳ τοῦ παθεῖν τὴν ἠρεμίαν ἄγοι, ἀπαλλαγῆναι τοῦ συμπτώματος.

Πρὸς δὲ τοὺς τοῦ δήμου θορύβους ταραττόμενος, ἵνα μὴ τοῦτο πάσχοι, ἐπὶ τὸ Φαληρικὸν κατιὼν πρὸς τοὺς τῶν κυμάτων ἤχους τὰς μελετὰς ἐποιεῖτο, τῷ ἔθει τὴν φύσιν ἐπανορθούμενος. Ἀλλὰ καὶ κάτοπτρον ἑαυτῷ κατεσκευάσατο, ἴσον αὐτοῦ τῷ μεγέθει, εἰς ὃ τὰς σκέψεις ἀφορῶν ἐποιεῖτο, ἵνα εἴ τι εἴη παρημελημένον ἐν τῷ σχήματι λέγοντος, τοῦτο μανθάνων ἐπανάγοιτο πρὸς τὸ εὔσχημον.

Ἐνδεῶς δὲ τοῦ πνεύματος ἔχοντος αὐτῷ ὥστε μηδὲ δύνασθαι τὰς μακροτέρας τῶν περιόδων ἀπνευστὶ λέγειν, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας ἔδωκεν, ἵνα αὐτῷ συνασκήσῃ τὸν τόνον τοῦ πνεύματος. Καὶ τῶν λεπτῶν δὲ τρημάτων δι᾽ ὧν ἀναπνέοντες τὸν ἀέρα διὰ τῆς ὑπερώας ἀναψύχομεν καὶ ὥσπερ αὔραις τισὶ τὸν θώρακα διαθερμαίνομεν, καὶ τὸ λιγνῶδες ἐκεῖθεν ἐκφέρομεν, στενωτέρων αὐτῷ παρὰ τὴν χρείαν κατεσκευασμένων, ἐπεὶ καὶ τοῦτο μέγα μέρος ἐστὶ τῆς λαμπροφωνίας, εἰς τὸ εὐρύτερόν τε καὶ κατὰ φύσιν ἐπανήγαγεν, ἔλαιον μὲν ἐμβάλλων τῷ στόματι, ἀνατρέχων δὲ πρὸς τὰ τῶν χωρίων ἀνάντη· δι᾽ ὧν τὸ ἔλαιον τῇ βίᾳ τῆς κινήσεως πρὸς τοὺς μυκτῆρας ἀναρροιβδούμενον τὴν παρὰ φύσιν τῶν πόρων συνίζησιν εἰς τὴν κατὰ φύσιν ἀποκατέστησε χρείαν.

Ἐπιδοὺς δὲ αὑτὸν εἰς τὸ πολιτεύεσθαι, ἐπεὶ τοὺς μὲν ἑώρα τῶν πολιτῶν φιλιππίζοντας, τοὺς δὲ πρὸς τὴν τῆς πόλεως ἐλευθερίαν δημηγοροῦντας, τῆς ἀμείνονος μοίρας γίνεται, καὶ συνεπολιτεύετο Ὑπερείδῃ καὶ Ναυσικλεῖ καὶ Πολυεύκτῳ καὶ Διοτίμῳ. Διὸ Θηβαίους μὲν Ἀθηναίοις συμμάχους κατέστησεν, ἀλλὰ καὶ Εὐβοεῖς καὶ Κερκυραίους καὶ Κορινθίους καὶ Βοιωτίους καὶ πολλοὺς ἄλλους.

Ἐπεὶ δέ ποτε δημηγορῶν ἐξέπεσε τοῦ θεάτρου καὶ ἀθυμῶν οἴκαδε ἀπῄει, Εὔνομος μὲν αὐτῷ ὁ Θριάσιος ἤδη πρεσβύτερος ὢν κατὰ τὴν ὁδὸν συνεκύρησε, καὶ μαθὼν τῆς ἀθυμίας τὸ αἴτιον θαρρεῖν τε προὐτρέψατο καὶ ἀνεκτήσατο· καὶ τούτου πλέον Ἀνδρόνικος ὁ ὑποκριτής, τοὺς μὲν λόγους εὖ ἔχειν καὶ ὡς ἄριστα φάμενος, ἐνδεῖν δὲ αὐτοῖς τὰ τῆς ὑποκρίσεως. Ὁ δὲ παραδίδωσί τε ἑαυτὸν τῷ Ἀνδρονίκῳ, καὶ τὴν τῆς ὑποκρίσεως τέχνην ἐκεῖθεν ἐξήσκησε. Διόπερ ἐρομένου ποτέ τινος αὐτὸν τί πρῶτον ἐν ῥητορικῇ, ἀνεῖπεν ὑπόκρισις· καὶ τί δεύτερον; ὑπόκρισις· τί δὲ τρίτον; ὑπόκρισις· δηλῶν μέγα μέρος εἶναι τῆς ἐν τῷ δήμῳ πειθοῦς τὴν ὑπόκρισιν. Ὤμνυ δέ, ὡς ὁ Φαληρεύς φησι, «Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα». Καὶ δὴ καί ποτε ὀμόσας τοὺς ὅρκους τούτους τῷ δήμῳ θόρυβον ἐνεποίησεν, ὥσπερ καὶ ἐπὶ τῷ ὀμνύναι τὸν Ἀσκληπιόν, χρώμενος τῇ φωνῇ προπαροξυτόνως. Ὅμως οὖν σχολάσας τῷ Μιλησίῳ Εὐβουλίδῃ, ὃς τῶν διαλεκτικῶν οὐδενὸς τὰ δεύτερα ἔφερεν, ἐπανωρθώσατο πάντα ὅσα παρεῖχεν αἰτίαν ἁμαρτήματος.

Φασὶ δὲ τὸν Μακεδόνα Φίλιππον, ἐπεὶ τὰς κατ᾽ αὐτοῦ δημηγορίας τοῦ Δημοσθένους ἐδέξατο καὶ ἀνέγνω, μέγα θαυμάσαντα εἰπεῖν ὡς «Καὶ αὐτὸς ἄν, εἴπερ ἤκουσα κατ᾽ ἐμοῦ δημηγοροῦντος Δημοσθένους, ἐχειροτόνησα ἂν τὸν ἄνδρα πρὸς τὸν κατ᾽ ἐμοῦ πόλεμον». Ἐρομένου δὲ αὐτόν τινος τῶν συνήθων τίνες ἂν εἶεν πιθανώτεροι καὶ δυνατώτεροι λόγοι, Δημοσθένους ἢ Ἰσοκράτους, ἔφη ὡς οἱ μὲν Δημοσθένους στρατιώταις ἐοίκασι, πολεμικὴ γὰρ αὐτῶν καὶ σφόδρα ἡ δύναμις, οἱ δὲ Ἰσοκράτους τοῖς ἀθληταῖς· θεατρικὴν γὰρ αὐτοὺς παρέχειν τέρψιν.

Ἐπεὶ δὲ ἡ καταδίκη φυγὴν τῆς πατρίδος ἐπέβαλε τῷ Αἰσχίνῃ ἔφιππος καταδιώξας αὐτὸν τά τε ἄλλα παρεμυθήσατο, καὶ τάλαντον ἀργυρίου δέδωκε τἀναντία προσδοκῶντι Αἰσχίνῃ. Καὶ γὰρ θεασάμενος αὐτὸν ὁ Αἰσχίνης ἐπελαύνοντα, καὶ συλλαβεῖν αὐτὸν ἐπὶ κακῷ νομίσας, προσέπεσέ τε καὶ συγκαλυψάμενος ἐδεῖτο σωτηρίας· ὁ δέ, καθάπερ ἔφημεν, οὐ ῥήτορι μᾶλλον ἀλλ᾽ ἀνδρὶ πρέπον φιλοσόφῳ ἔργον εἰς αὐτὸν ἐπεδείξατο.

Φέρειν δὲ γενναίως Δημοσθένους ὑποτιθεμένου αὐτῷ τὴν φυγήν· «Καὶ πῶς ἂν δυναίμην, Αἰσχίνης ἔφη, τοιαύτης ἀποστερούμενος πόλεως, ἐν ᾗ καὶ τοὺς δοκοῦντας ἐχθροὺς εἶναι τῶν ἀλλαχόθι φίλων χρηστότητι καὶ καλοκἀγαθίᾳ εὑρεῖν ἔστι διαφέροντας;» Σιτώνης μέντοι γε καταστὰς ὁ Δημοσθένης καὶ κλοπῆς αἰτιαθεὶς ἀπελύθη. Φιλίππου μέντοι τὴν Ἐλάτειαν καταλαμβάνοντος, τοῖς ἐν Χαιρωνείᾳ καὶ αὐτὸς συνεστρατεύσατο μαχεσαμένοις· ἐν ᾗ καὶ λιπὼν ἐφάνη τὴν τάξιν. Ἐπεὶ δὲ φεύγοντος αὐτοῦ τὸ φυτὸν ὁ βάτος ἐπελάβετο τῆς χλαμύδος, ἐπιστραφέντα λοιδορεῖται εἰπεῖν· «Ζώγρει». Ἡ δὲ ἀσπὶς αὐτοῦ ἐπίσημον ἔφερε τὴν Τύχην.

Τοὺς πεπτωκότας δὲ ἐν τῇ μάχῃ ἐκόσμησεν ἐπιταφίῳ, τῆς μὲν συμβάσης τύχης ἴσως οὐδὲν ἐνδεέστερον, τῆς δ᾽ ἄλλης αὐτοῦ περὶ λόγους δυνάμεως οὐκ ὀλίγῳ ἐνδεέστερον. Εἶτα τὰ τῆς πόλεως ἐπεσκεύασε τείχη· ἐπιμελετὴς δὲ τούτων καταστὰς ἀπὸ τῆς ἰδίας οὐσίας κατεβάλετο τὸ ἀνάλωμα, ἀργυρίου μνᾶς ἑκατόν. Καὶ θεωροῖς δὲ μυρίας ἐπέδωκεν. Ἀλλὰ καὶ τριήρους ἐπιβάς, τοὺς συμμάχους ἀργυρολογῶν περιέπλευσεν. Ἐφ᾽ οἷς καὶ χρυσῷ πολλάκις ἐστεφανώθη στεφάνῳ, τὰ πρῶτα μὲν ὑπὸ Δημοτελοῦς καὶ Ἀριστονίκου καὶ Ὑπερείδου, τελευταῖον δὲ ὑπὸ Κτησιφῶντος· γραφέντος δὲ τοῦ ὑστέρου ψηφίσματος παρανόμων ὑπὸ Διοδότου καὶ Αἰσχίνου, εἰς ἀπολογίαν καταστὰς ἐνίκησε.

Χρόνῳ δὲ ὕστερον ἐπὶ τὴν Ἀσίαν Ἀλεξάνδρου διαβεβηκότος, καὶ φυγόντος Ἀθήναζε μετὰ χρημάτων Ἁρπάλου, τὰ μὲν πρῶτα δημηγορῶν οὐκ εἴα τὸν ἄνδρα παραδέχεσθαι, ἐπεὶ δὲ εἰσέπλευσε, δαρεικοὺς χιλίους, ὥς φασι, λαβὼν πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας μετετάξατο, καὶ βουλομένων Ἀθηναίων Ἀντιπάτρῳ προδοῦναι τὸν ἄνθρωπον ἀντεῖπε, τά τε ἁρπάλεια χρήματα εἰς ἀκρόπολιν ἔγραψεν ἀποθέσθαι, μηδὲ τῷ δήμῳ τὸν ἀριθμὸν αὐτῶν ἐπισημηνάμενος. Λέγοντος δὲ Ἁρπάλου ψʹ συγκατακομίσαι τάλαντα, τὰ ἀνενεχθέντα εἰς τὴν ἀκρόπολιν ηʹ καὶ τʹ ἢ ὀλίγῳ πλείονα εὑρέθη. Φυγόντος δὲ ἐκ τοῦ δεσμωτηρίου Ἁρπάλου, οἱ μὲν εἰς Κρήτην φασίν, οἱ δὲ εἰς Ταίναρον τῆς Λακωνικῆς, δωροδοκίας αἰτίαν παρέσχεν ὁ Δημοσθένης.

Ἐπὶ ταύτῃ δὲ καταστὰς εἰς κρίσιν ὑπὸ Ὑπερείδου, Πυθέου, Μενεσαίχμου, Ἱμεραίου καὶ Προκλέους, οἳ καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν κατεσκεύασαν αὐτοῦ καταγνῶναι, ἑάλω, καὶ ἁλοὺς ἔφυγε, μὴ δυνάμενος ἀποτίσαι πενταπλάσια· ᾐτιῶντο δὲ αὐτὸν δωροδοκίας τάλαντα λʹ.

Ἔστι δὲ καὶ ἄλλος λόγος ὃς οὐδὲ τὴν κρίσιν αὐτὸν ὑπομεῖναι λέγει, ἀλλὰ φυγεῖν τῶν μελλόντων κρίνειν αὐτὸν παρασκευαζομένων. Χρόνῳ δὲ ὕστερον ὀλίγῳ Πολύευκτον ἔπεμψαν Ἀθηναῖοι πρὸς τὸ κοινὸν πρεσβεύσασθαι τῶν Ἀρκάδων, ἐφ᾽ ᾧ αὐτοὺς ἀποστῆναι τῆς τῶν Μακεδόνων συμμαχίας. Μηδὲν δὲ ἀνύοντος τοῦ Πολυεύκτου ἐπιφανεὶς Δημοσθένης καὶ συνειπὼν ἔπεισε.

Διὸ καὶ θαυμασθέντα τῇ πράξει παρὰ τῶν Ἀθηναίων καθόδου τυχεῖν αὐτόν, ψηφίσματός τε γραφέντος καὶ τριήρους ἀποσταλείσης. Ἐψηφίσαντο δὲ καὶ ἀντὶ τῶν λʹ ταλάντων, ἃ ὤφειλε, τὸν τοῦ Διὸς βωμὸν τὸν ἐν Πειραιεῖ ἐπισκευάσασθαι. Καὶ ἦν πάλιν κατὰ τὸ πρότερον πολιτευόμενος.

Ἐπεὶ δὲ Ἀντίπατρος Φάρσαλον μὲν ἀνεῖλεν, ἠπείλει δὲ πολιορκήσειν τοὺς Ἀθηναίους, εἰ μὴ παραδοῖεν αὐτῷ τοὺς ῥήτορας, καταλιπὼν ὁ ῥήτωρ τὴν μηδ᾽ ἑαυτὴν δυναμένην σῶσαι πόλιν ἔφυγε. Καὶ πρῶτον μὲν Αἰγίνῃ ἐπέστη, εἶτα κἀκεῖ τὴν ὀργὴν Φιλίππου δεδιὼς εἰς Καλαβρίαν μετέστη. Ψῆφον δὲ θεμένων Ἀθηναίων ἐκδοῦναι τοὺς ῥήτορας, ἱκέτης ἐν τῷ τοῦ Ποσειδῶνος προσήδρευεν ἱερῷ. Ἀρχίου δὲ τοῦ ἐπίκλην φυγαδοθήρα προσελθόντος αὐτῷ, καὶ πείθειν ἐπιχειροῦντος ἀνίστασθαί τε τοῦ ἱεροῦ καὶ χρηστὰς ἐλπίδας ἔχειν ἐπ᾽ Ἀντιπάτρῳ, «Ἀλλ᾽, ὦ βέλτιστε, εἶπεν, οὔτε τραγῳδῶν ἔπεισάς με, οὔτε νῦν συμβουλεύων πείσεις». Ἐπιχειροῦτος δὲ αὐτὸν βιάζεσθαι, οἱ τῆς πόλεως αὐτὸν ἐπέσχον. Καὶ ὁ Δημοσθένης μάλα γενναίως καὶ φαιδρῶς ἔφη· «Οὐ σωτηρίας δεόμενος κατέφυγον εἰς Καλαβρίαν, ἀλλ᾽ ἐλέγξαι Μακεδόνας βουλόμενος ὡς καὶ τὰ τῶν θεῶν εἰσι βιάσασθαι παλαμναῖοι». Καὶ γραμματεῖον αἰτήσας γράψαι λέγεται τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον, ὅπερ ὕστερον ὑπὸ τῶν Ἀθηναίων ἐνεκολάφθη· Εἴπερ ἴσην ῥώμην γνώμῃ Δημόσθενες εἶχες, οὔποτ᾽ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.

Ἀλλὰ τοῦτο μὲν Δημήτριος ὁ Μάγνης λέγει· εἰσὶ δὲ οἵ φασι τὸ γραμματεῖον εὑρεθῆναι γράφον ἕτερον οὐδὲν πλὴν ὅτι Δημοσθένης Ἀντιπάτρῳ χαίρειν. Ἀποθανεῖν δὲ τὸν ῥήτορά φασιν οἱ μὲν φάρμακον ἐκπιόντα, οἱ δὲ γευσάμενον τοῦ ἐν τῷ καλάμῳ φαρμάκου· (καὶ γὰρ παρεσκεύαστο) δι᾽ οὗ τὴν ἐπιστολὴν ἔγραφεν. Ἄλλοι δὲ κρίκον αὐτοῦ τῷ βραχίονι περιάπτουσιν, ἐν ᾧ τὸ φάρμακον ἐναπέκειτο. Καὶ συσχόντα δ᾽ ἑαυτοῦ τὸ πνεῦμα ἄλλος λόγος ἀποθανεῖν λέγει, ὥσπερ ἄλλος διὰ τοῦ φαρμάκου ὃ τῇ σφενδόνῃ τοῦ δακτυλίου ἐναπετεθησαύριστο.

Ἐβίω δέ, ὡς μὲν οἱ τὰ πλείω λέγουσιν, ἔτη οʹ, ὡς δ᾽ οἱ τὰ ἐλάττω, ζʹ καὶ ξʹ. Ἐπολιτεύσατο δὲ βʹ καὶ κʹ ἔτη. Κατέλιπε δὲ δύο παῖδας ἐκ μιᾶς γυναικὸς τῶν ἐπιφανῶν. Ἔστι δὲ αὐτοῦ εἰκὼν ἐν τῷ πρυτανείῳ περιεζωσμένη ξίφος· οὕτω γὰρ αὐτὸν σκευασάμενον δημηγορῆσαι λέγεται κατὰ Ἀντιπάτρου, ὅτε τοὺς ῥήτορας λαβεῖν ἐξ Ἀθηνῶν ἐβιάζετο. Χρόνῳ μέντοι ὕστερον σίτησιν ἡ πόλις ἐν τῷ πρυτανείῳ τοῖς τοῦ ῥήτορος συγγένεσιν ἐδωρήσατο, καὶ ἄλλαις τιμαῖς ἐτίμησαν τελευτήσαντα, καὶ τὴν εἰκόνα ἀνέθεσαν ἐν τῇ ἀγορᾷ.

Φέρονται δὲ αὐτοῦ ἀποφθέγματα πλεῖστα καὶ γνωμολογίαι, ἅπερ αὐτὸς μὲν ἑκάστοτε πρὸς τὴν ἀνακύπτουσαν χρείαν ἁρμοττόμενος ἔλεγεν, οἱ δὲ ἀκούοντες μνήμῃ τε καὶ γραφῇ διεσώσαντο. Οὗτός ποτε κωλυόμενος ὑπ᾽ Ἀθηναίων ἐν ἐκκλησίᾳ λέγειν βραχύ τι προσδιαλεχθῆναι αὐτοῖς ἔφη βούλεσθαι. Τῶν δὲ δεξαμένων· «Νεανίας τις, ἔφησεν, ὥρᾳ θέρους ἐξ ἄστεος ὄνον ἐμισθώσατο Μεγαράδε. Τῆς δὲ φλογὸς κατὰ τὸ μέσον τῆς ἡμέρας ἐπὶ πλέον ἀναπτομένης, ἑκάτερος αὐτῶν ἔσπευδεν ὑπὸ τὴν ὄνου γενέσθαι σκιάν, ὁ μὲν λέγων μεμισθωκέναι τὸν ὄνον ἀλλ᾽ οὐκ ἐν σκιᾷ, ὁ δὲ μεμισθωμένος, ἕως ἂν αὐτὸν κύριον τοῦ σώματος ἀποφαίνῃ τὸ μίσθωμα, καὶ τὴν ἄλλην ἔχειν ἐξουσίαν τῶν συμβαινόντων διὰ τοῦ σώματος». Καὶ ταῦτα εἰπὼν ἀπῄει, ὀργώσας αὐτῶν τὰς ἀκοὰς πρὸς τὴν τῶν λοιπῶν διήγησιν ἀπολιπών. Ἐπισχόντων δὲ αὐτὸν Ἀθηναίων καὶ πέρας ἐπιθεῖναι τῷ λόγῳ δεομένων, ὑπολαβών· «Εἶτα, ἔφη, ὑπὲρ μὲν ὄνου σκιᾶς βούλεσθε ἀκούειν, ὑπὲρ δὲ σπουδαίων πραγμάτων καὶ συμφερόντων τῇ πόλει οὐ βούλεσθε;» Βάταλον δὲ ὀνομασθῆναι οἱ μὲν αὐτόν φασι, διότι νέος ὢν καὶ κωμάζων γυναικείοις ἐσθήμασιν ἀπεκέχρητο· οἱ δὲ ὑποκοριστικῶς αὐτὸν ἐπικληθῆναι τοῦτο ἀπὸ τοῦ ὀνόματος τῆς τροφοῦ λέγουσι λοιδορούμενοι.

Ἕτεροι δέ φασιν (οἷς καὶ Λιβάνιος ὁ σοφιστὴς ἠκολούθησεν) ὡς νέος ὢν ἀσθενῶς διέκειτο τῷ σώματι καὶ νοσώδης ἦν· διὸ μηδὲ φοιτᾶν εἰς παλαίστραν, ὡς πάντες οἱ τῶν Ἀθηναίων παῖδες εἰώθεσαν· διὰ τοῦτο καὶ ἀνδρωθεὶς εἰς μαλακίαν ὑπὸ τῶν ἐχθρῶν ἐσκώπτετο καὶ Βάταλος ἐπωνομάζετο. Ἱστόρηται γάρ τις Ἐφέσιος Βάταλος αὐλητὴς γενέσθαι, ὃς πρῶτος ὑποδήμασι γυναικείοις ἐπὶ τῆς σκηνῆς ἐχρήσατο καὶ μέλεσι κατεαγόσι, καὶ ὅλως τὴν τέχνην ἐμαλάκισεν· ἀφ᾽ οὗ τοὺς ἐκλύτους καὶ ἀνάνδρους Βατάλους ἐπονομάζουσιν.

Ἀνεγνώσθη 〈Ὑπερείδου〉 λόγοι διάφοροι. Τούτων οἱ μὲν εἰς τὸ τοῦ ῥήτορος ἀναφερόμενοι γνήσιον βʹ καὶ νʹ εἰσίν, οἱ δὲ παρασχόντες ἀμφισβήτησιν εʹ καὶ κʹ· τὸ γὰρ ὅλον αὐτῶν πλήρωμα εἰς ζʹ συντείνει καὶ οʹ.

Ἄριστος δὲ γέγονεν ἐν ταῖς τῶν λόγων ἐργασίαις, ὥς τισι μὲν ἀμφισβήτησιν παρασχεῖν πότερον ὁ Δημοσθένης κατὰ τοὺς λόγους ἐκείνου προέχει, ἢ Δημοσθένους ὁ Ὑπερείδης· εἰσὶ δὲ οἳ καὶ τὴν νικῶσαν ἔθεντο ψῆφον Ὑπερείδῃ.

Ἀλλὰ καὶ τὸ ἐπίγραμμα ὅ τινες ἐγγράφουσι τῇ τοῦ Δημοσθένους στήλῃ, εἰς ἐκεῖνον μεταφέρουσι, τὸ ὄνομα μόνον ἀμειψάμενοι· γράφουσι γάρ· Εἴπερ ἴσην γνώμῃ ῥώμην Ὑπερείδης εἶχεν, οὔποτ᾽ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.

Οὗτος δὲ ὁ Ὑπερείδης παῖς μὲν γέγονε Γλαυκίππου τοῦ Διονυσίου, Κολλυτεὺς δὲ τὸν δῆμον. Ἔσχε δὲ καὶ ὁμώνυμον υἱὸν τῷ πατρὶ Γλαύκιππον ῥήτορα, ὃς καὶ λόγους συνεγράψατο. Πλάτωνος δὲ τοῦ φιλοσόφου ἠκροάσατο, καὶ δὴ καὶ Ἰσοκράτους. Ἐπολιτεύσατο δὲ Ἀθήνῃσιν, ὅτε Ἀλέξανδρος ὁ Μακεδὼν τῶν ἑλληνικῶν ἥπτετο πραγμάτων, καὶ δείκνυται ἀντειπὼν αὐτοῦ τῇ αἰτήσει, ἥτις τοὺς στρατηγοὺς τῶν Ἀθηναίων καὶ τὰς τριήρεις ἀπῄτει. Συνεβούλευσε δὲ τοῖς Ἀθηναίοις καὶ τὸ ἐπὶ Ταίναρον ξενικὸν διαλῦσαι. Ἔγραψε δὲ καὶ Δημοσθένει τιμάς, καὶ γραφέντος ὑπὸ Διοδότου παρανόμων τοῦ ψηφίσματος ἀπέφυγε. Φίλος δὲ τοῖς περὶ Δημοσθένην καὶ Λυσικλέα καὶ Λυκοῦργον γεγονὼς οὐ μέχρι τέλους τὴν φιλίαν συνετήρησεν, ἀλλ᾽ ἐπεὶ Λυσικλέα μὲν καὶ Λυκοῦργον ὁ βίος ἀπέλιπε, Δημοσθένης δὲ εἰς κρίσιν ἤγετο ὡς παρὰ Ἁρπάλου δωροδοκήσας, ἐξ ἁπάντων αὐτὸς κατήγορος προεχειρίσθη τοῦ ῥήτορος. Κριθεὶς δὲ παρανόμων ὑπὸ τοῦ Ἀριστογείτονος, διότι μετὰ τὴν Χαιρώνειαν τοὺς μετοίκους πολίτας ἔγραψε ποιήσασθαι, ἐλευθέρους δὲ τοὺς δούλους, ἱερὰ δὲ καὶ παῖδας καὶ γυναῖκας εἰς τὸν Πειραιᾶ παραθέσθαι, κἀνταῦθα κρείττων τοῦ δοῦναι δίκην ἐγένετο. Αἰτιωμένων δὲ αὐτὸν οὐκ ὀλίγων ὡς πολλοὺς τῶν νόμων ἐν τῷ ψηφίσματι παριδόντα· «Ἐπεσκότει γάρ μοι τὰ Μακεδόνων, ἔλεγεν, ὅπλα· καὶ οὐκ ἐγὼ μᾶλλον τὸ ψήφισμα, ἀλλ᾽ ἡ ἐν Χαιρωνείᾳ μάχη ἔγραψε».

Πρότερον δὲ μήπω δημήγορος αἱρεθεὶς Ἀθηναίοις μισθοῦ δίκας ἔλεγε. Δόξας δὲ τῶν Περσικῶν μετεσχηκέναι χρημάτων Ἐφιάλτῃ, εἶτα τριήραρχος αἱρεθείς, ὅτε Φίλιππος ἐπολιόρκει Βυζάντιον, καὶ βοηθήσας προθύμως Βυζαντίοις, ὑπέστη χορηγῆσαι κατὰ τὸν ἐνιαυτὸν τοῦτον τῶν ἄλλων ἁπάσης λειτουργίας ἀφειμένων. Ἐψηφίσατο δ᾽ οὗτος πολιτευόμενος καὶ τιμὰς Ἰόλᾳ, ὃς Ἀλεξάνδρῳ τὸ δηλητήριον ἐκεράσατο φάρμακον. Ἐκοινώνησε δὲ καὶ τοῦ λαμιακοῦ πολέμου τῷ Δημοσθένει, καὶ ἐπὶ τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἐπιτάφιον εἶπε, πολλῶν ἐπὶ τούτῳ θαῦμα καὶ ἔπαινον καρπωσάμενος.

Φιλίππου δὲ πλεῖν ἐπ᾽ Εὐβοίας παρασκευασαμένου, καὶ τῶν Ἀθηναίων εὐλαβῶς διακειμένων, τριήρεις ἤθροισεν οὗτος μʹ ἐξ ἐπιδόσεως, καὶ πρὸ τῶν ἄλλων αὐτὸς ὑπέρ τε αὑτοῦ καὶ τοῦ παιδὸς δύο τριήρεις ἐπέδωκε. Συστάντος δὲ τοῦ πρὸς Δηλίους ἀμφισβητήματος, ποτέρους δεῖ προΐστασθαι τοῦ ἱεροῦ, ἡρέθη μὲν Αἰσχίνης συνειπεῖν, ἡ δὲ ἐξ Ἀρείου πάγου βουλὴ Ὑπερείδην προεστήσατο· καὶ ἔστιν ὁ λόγος τὴν ἐπιγραφὴν Δηλιακὸς ἐπιφερόμενος. Ἡκόντων δὲ καὶ παρὰ Ἀντιπάτρου πρέσβεων, καὶ δι᾽ ἐπαίνου τὸν Ἀντίπατρον ποιουμένων καὶ πολλὴν ἐπιμαρτυρομένων χρηστότητα· «Οἶδα μέν, εἶπεν, ὡς χρηστὸς ὁ Ἀντίπατρος, ἀλλ᾽ ἡμεῖς γε οὐ δεόμεθα χρηστοῦ δεσπότου». Γραψάμενος μέντοι γε τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀναγυράσιος, κατὰ τοῦτον τὸν ἀγῶνα τὸ ἔλαττον ἤνεγκε.

Συμβάντος δὲ τοῦ περὶ Κράνωνα πάθους ἐξαιτηθεὶς ὑπὸ Ἀντιπάτρου, ἐπεὶ ἔμελλεν αὐτὸν ὁ δῆμος ἐκδιδόναι, τῆς Ἀθηναίων πόλεως εἰς Αἴγιναν ἀποφεύγει. Καὶ συγγεγονὼς Δημοσθένει, καὶ ἀπολογησάμενος ὑπὲρ ὧν πρὸς αὐτὸν διηνέχθη, ἀπαλλαγεὶς ἐκεῖθεν ὑπ᾽ Ἀρχίου τοῦ ἐπονομασθέντος φυγαδοθήρα ἐν αὐτῷ τῷ τοῦ Ποσειδῶνος ἱερῷ συνελήφθη, καίτοι τοῦ ἀγάλματος ἐχόμενος. Ἐντεῦθεν πρὸς Ἀντίπατρον ἀχθεὶς ἐν Κορίνθῳ διατρίβοντα, καὶ βασανιζόμενος ἐφ᾽ ᾧ τὰ ἀπόρρητα τῆς πόλεως ἐξειπεῖν, ἐπὶ τοσοῦτον ἠνδρίσατο μηδὲν κατὰ τῆς πατρίδος εἰπεῖν, ὥστε καὶ τὴν γλῶσσαν διαφαγών, ἵνα μὴ ἄκων τι παραφθέγξηται, μετήλλαξε τὸν βίον. Εἰσὶ δὲ οἵ φασιν αὐτὸν εἰς Μακεδονίαν ἀχθέντα τήν τε τῆς γλώσσης ἐκτομὴν ὑποστῆναι καὶ μετὰ θάνατον ἄταφον ῥιφῆναι· πλὴν οἵ γε προσήκοντες αὐτῷ, παρὰ τὸ δόγμα τῶν Μακεδόνων, καύσαντες τὰ ὀστᾶ εἰς Ἀθήνας μετεκόμισαν.

Ἀνεγνώσθη 〈Δεινάρχου〉 λόγοι διάφοροι. Φέρονται δὲ αὐτοῦ δʹ καὶ ξʹ, οὓς οἱ πλεῖστοι τῶν κριτικῶν γνησίους τιθέασιν· εἰσὶ δὲ οἵ τινας ἐξ αὐτῶν εἰς Ἀριστογείτονα Ὑπερείδῃ συνακμάσαντα μεταφέρουσιν. Οἱ δὲ λόγοι αὐτοῦ τοῖς μὲν τοῦ Ὑπερείδου ἰδιώμασιν ἔσθ᾽ ὅτε διαμορφοῦνται, μᾶλλον δὲ πρὸς Δημοσθένην ἀποκεκλικότες φαίνονται, ἐν οἷς τὸ παθητικὸν αὐτοῦ καὶ σφοδρὸν καὶ τῶν σχημάτων τὸν τύπον καὶ τὴν ποικιλίαν σπουδὴν ἔσχον ἐκμιμήσασθαι.

Οὗτος υἱὸς μὲν ἦν Σωκράτους ἢ Σωστράτου, Ἀθηναῖος τὴν πατρίδα, ὡς δ᾽ ἄλλοις ἐρρήθη, Κορίνθιος. Ἀφικόμενος δὲ εἰς Ἀθήνας ἔτι νέος ὢν Θεοφράστου ἠκροάσατο· Ἀλέξανδρος δὲ τηνικαῦτα ἐπὶ τὴν Ἀσίαν διέβαινεν. Ὁμιλητὴς δὲ καθέστηκε Δημητρίου τοῦ Φαληρέως.

Μετὰ δὲ τὴν Ἀντιπάτρου τελευτήν, ἐπεὶ τῶν ῥητόρων οἱ μὲν ἔφυγον οἱ δὲ ἀνῃρέθησαν, αὐτὸς ἐδείχθη πολιτευόμενος. Εἰς φιλίαν δὲ Κασάνδρῳ τῷ Μακεδόνων ἡγεμόνι συνάψας, καὶ χρήματα τῶν λόγων εἰσπραττόμενος οὓς τοῖς δεομένοις συνέταττεν, ἐπὶ πλεῖστον εὐδαιμονίας ἀφίκετο.

Ἀντετάττετο δὲ πρὸς τοὺς ῥήτορας οὐκ εἰς τὸν δῆμον αὐτὸς παριών (οὐ γὰρ οἷός τε ἦν), τοῖς ἐναντιουμένοις δὲ τοὺς λόγους παρεχόμενος. Διὸ καὶ Ἁρπάλου διαφυγόντος ἐξ Ἀθηνῶν πλείστους λόγους τοῖς κατηγόροις ἐξέδωκε κατὰ τῶν δωροδοκῆσαι λαβόντων αἰτίαν. Χρόνῳ δὲ ὕστερον ἐμπεσὼν εἰς αἰτίαν ὡς Κασάνδρῳ κοινολογεῖται κατὰ τῆς πόλεως, τὰ πλεῖστα τῆς περιουσίας εἰς ἀργύριον μεταβαλὼν ἔφυγεν εἰς Χαλκίδα. Ἐπὶ δὲ τῆς φυγῆς διαμείνας ἐγγὺς ἔτη δέκα πέντε, καὶ πολλὴν οὐσίαν περιβαλόμενος, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον συγκατῆλθεν ἅμα τοῖς ἄλλοις φυγάσι.

Παρὰ δὲ Προξένῳ τῷ αὑτοῦ καταλύσας ἑταίρῳ καὶ τὸ χρυσίον ἀπολωλεκώς, ἤδη γηραιὸς ὢν καὶ τὰς ὁράσεις ἀσθενὴς λαγχάνει τῷ Προξένῳ δίκην, καὶ τότε πρῶτον ὤφθη λέγων ἐν δικαστηρίῳ. Φέρεται δὲ αὐτοῦ καὶ ὁ κατὰ Προξένου λόγος.

Τῶν μὲν οὖν θʹ ῥητόρων οἱ λόγοι, ὧν ἐποιησάμεθα τὴν ἀνάγνωσιν, ἐν τούτοις περιγράφεται ἡ μνήμη. 〈Λυκούργου〉 δὲ οὐδενὸς τῶν ἄλλων, ὅσα γε τελεῖν εἰς ῥήτορας καὶ δημαγωγούς, τὸ ἔλαττον φερομένου οὔπω παρέσχεν ἡμῖν ὁ χρόνος λόγους ἀναγνῶναι, φέρεσθαι δὲ αὐτοῦ ἐξ ἱστορίας ιεʹ μεμαθήκαμεν.

Οὗτος δὲ υἱὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκούργου, ὃν ἡ τῶν λʹ τυραννὶς ἀνεῖλε, τὸν δῆμον Ἐτεοβουτάδης· ἠκροάσατο δὲ τὰ μὲν πρῶτα (ὡς ἡ ἱστορία λέγει) Πλάτωνος τοῦ φιλοσόφου, ἔπειτα δὲ καὶ τοῦ ῥήτορος Ἰσοκράτους. Ἐπολιτεύσατο δὲ καὶ λέγων καὶ πράττων ἐπιφανῶς, καὶ τὰ τῆς πόλεως χρήματα διοικεῖν καταπιστευθεὶς ἐπὶ γʹ πενταετηρίδας κατὰ τὸ ἄριστον ταῦτα καὶ φιλοπονώτατον, ταλάντων μυρίων ὄντα καὶ τετρακισχιλίων, διῳκήσατο.

Χειροτονηθεὶς δὲ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν ἄλλα τε πολλὰ τῆς πόλεως κατερρυηκότα ἐπανέλαβε, καὶ τριήρεις τῷ δήμῳ υʹ παρεσκεύασε. Πολλὰ δὲ καὶ τῶν ἔργων ἡμιτελῆ παρειληφὼς εἰς τέλος παρήνεγκε, νεώς τε οἴκους ἐδείματο, καὶ τὴν σκευοθήκην ἐπεσκευάσατο, καὶ τῷ παναθηναϊκῷ σταδίῳ τὴν κρηπῖδα ὑπεβάλετο.

Ἐπιστεύθη δὲ καὶ τοῦ ἄστεος τὴν ἐπιμέλειαν, καὶ μὴν καὶ τῶν κακούργων τὴν ἀνεύρεσίν τε καὶ σύλληψιν· καὶ οὕτως ἐκάθηρε τὴν πόλιν τῶν κακούργων ἐξελάσας ἅπαντας, ὡς καὶ παρ᾽ ἐνίοις τῶν σοφιστῶν λέγεσθαι ὅτι μὴ μέλανι Λυκοῦργος ἀλλὰ τῷ θανάτῳ χρίων τὸν κάλαμον τὰ κατὰ τῶν πονηρῶν ψηφίσματα ἔγραψε.

Τοσοῦτον δὲ πόθον αὑτοῦ καὶ αἰδῶ τοῖς Ἀθηναίοις ἐνεποίησε πολιτευόμενος, ὡς αἰτήσαντος αὐτὸν Ἀλεξάνδρου τοῦ βασιλέως, ὥσπερ καὶ τοὺς ἄλλους, ὁ δῆμος οὐ προήκατο. Ἐπρέσβευσε δὲ καὶ πρὸς διαφόρους πόλεις καὶ μετὰ Δημοσθένους εἰς Πελοπόννησον.

Καὶ ἐτέλεσε τὸν τοῦ βίου χρόνον εὐδοκιμῶν καὶ δίκαιος εἶναι παρὰ Ἀθηναίοις νομιζόμενος· διὸ καὶ τὸ λόγον τινὰ προενεγκεῖν ἐν τοῖς δικαστηρίοις ὑπὲρ ὁτουοῦν μεγάλη τῷ συναγορευθέντι βοήθεια ἐγίνετο. Ἐποιήσατο δὲ καὶ νόμων εἰσφορὰς διαφόρων ὧν ἐστι πέμπτος, ὃς οὐκ ἐᾷ τὰς γυναῖκας Ἐλευσίναδε ἐπὶ ζεύγους ὀχουμένας ἀφικνεῖσθαι, ὡς ἂν αἱ δημοτικαὶ μὴ ὦσιν ὑπὸ τῶν πλουσίων ἐλαττούμεναι.

Ξενοκράτει δέ ποτε τῷ φιλοσόφῳ τὰς χεῖρας ἐπιβαλόντος τελώνου, καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἄγοντος, συναντήσας τὸν μὲν φιλόσοφον ἀπέλυσε, τὴν δὲ κεφαλὴν τοῦ τελώνου ῥάβδῳ παίσας, ἅτε δὴ κατὰ τοῦ πρέποντος ἀποθρασυνομένου, δεσμωτήριον οἰκεῖν παραδέδωκε, καὶ πολλῶν ἐπαίνων ἐπὶ ταύτῃ τῇ πράξει τετύχηκε. Διὸ καὶ μεθ᾽ ἡμέρας τινὰς τοῖς παισὶ τοῦ Λυκούργου Ξενοκράτης συντυχών· «Ταχύ γε, ἔφη, τῷ πατρὶ ὑμῶν, ὦ παῖδες, ἀποδέδωκα τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ τῶν πλειόνων, ὅτι μοι γέγονε βοηθὸς προπηλακιζομένῳ».

Ἓν δὲ ἱμάτιον περιεβάλλετο θέρους τε καὶ χειμῶνος, καίτοι τῶν τῆς πόλεως εὐπόρων οὐδενὸς ἐλαττούμενος. Ἀλλὰ καὶ ἀνυπόδετος τὰ πολλὰ διῆγεν, εἰ μὴ τὸ πρέπον αὐτὸν ἐβιάζετο πρὸς τὴν ὑποδημάτων κατελθεῖν χρείαν. Οὐκ εὖ δὲ πεφυκὼς πρὸς τὰ αὐτοσχέδια νυκτὸς καὶ ἡμέρας ἐμελέτα, τὸ ἐνδέον τῇ φύσει ἀναπληρῶν τοῖς πόνοις. Καὶ τὸ κλινίδιον δὲ αὐτῷ, ἐφ᾽ ᾧ ἐκάθευδε, κωδίῳ μόνῳ καὶ προσκεφαλαίῳ ἐστρώννυτο, ὡς ἂν ῥᾳδίως ἀνιστάμενος τοῦ ὕπνου μελετῴη.

Καὶ παρρησιαστὴς δὲ διὰ τὴν εὐγένειαν ὑπῆρχε· διὸ καὶ Ἀθηναίων ποτὲ δημηγοροῦντος αὐτοῦ μὴ ἀνεχομένων εἰς ἐπήκοον ἀνέκραγε πάντων· «Ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία;» Μέλλων δὲ τελευτᾶν εἰς τὸ μητρῷον καὶ τὸ βουλευτήριον προστάξας ἐκομίσθη, εὐθύνας δοῦναι τῶν πολιτευμάτων βουλόμενος.

Οὐδενὸς δὲ κατηγορήσαντος πλὴν Μενεσαίχμου, τῶν διαβολῶν ὑπέρτερος φανεὶς εἰς τὴν οἰκίαν ἀπεκομίσθη καὶ ἐτελεύτησεν. Οὐκ ἐν τούτῳ δὲ μόνον τῷ ἀγῶνι τὴν νικῶσαν ἔσχεν, ἀλλὰ καὶ πολλάκις κατηγορηθεὶς καὶ τὰς αἰτίας εὖ μάλα διαλυσάμενος ἐκράτησε τῶν ἀνταγωνιστῶν· πολλάκις δὲ καὶ στεφάνων ἠξιώθη παρὰ τοῦ δήμου.

Κατέλιπε δὲ καὶ παῖδας ἐκ Καλλιστοῦς Ἅβρωνα, Λυκοῦργον, Λυκόφρονα· οὓς καὶ τελευτήσαντος Λυκούργου οἱ ἀγνώμονες Ἀθηναῖοι τοῖς ἕνδεκα παρέδωκαν, Μενεσαίχμου μὲν κατηγορήσαντος, γραψαμένου δὲ Θρασυκλέους.

Ὕστερον μέντοι τούτους ἠθώωσαν, Δημοσθένους ἐπιστείλαντος ἀπὸ τῆς φυγῆς τοῖς Ἀθηναίοις ὡς πολλὴν αὑτῶν κατεσκέδασαν διαβολήν, τηλικούτου παῖδας ἀνδρὸς δεσμωτήριον οἰκεῖν παραδεδωκότες ἀνθ᾽ ὧν ὁ πατὴρ ἐπολιτεύσατο, ὃν καὶ αὐτοὶ ζῶντα δι᾽ αἰδοῦς τε ἦγον καὶ ἐθαύμαζον.