Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ἀποφθέγματα τῶν ἁγίων γερόντων

Μακάριος ὁ Αἰγύπτιος

Αναχώρηση, θαυμαστά σημεία και ασκητικοί αγώνες

Η φυγή του αββά Μακαρίου στη Σκήτη, η συνάντησή του με τον Μέγα Αντώνιο και άλλους ασκητές, καθώς και περιγραφές σημείων και αγώνων κατά των δαιμόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 4

Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου. Διηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελλίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην· καὶ μὴ θέλων καταδέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον. καὶ ἦλθε πρός με εὐλαβὴς κοσμικὸς, καὶ ἐλάμβανε τὸ ἐργόχειρόν μου, καὶ διηκόνει μοι· συνέβη δὲ ἀπὸ πειρασμοῦ παρθένον τινὰ εἰς τὴν κώμην ἐκπεσεῖν· καὶ λαβοῦσα κατὰ γαστρὸς ἠρωτᾶτο τίς εἴη ὁ τοῦτο πεποιηκώς; ἡ δὲ ἔλεγεν· ὁ ἀναχωρητής. καὶ ἐξελθόντες συνέλαβόν με εἰς τὴν κώμην, καὶ ἐκρέμασαν ἐν τῷ τραχήλῳ μου ἠσβολωμένας χύτρας καὶ ὠτία κούφων, καὶ περιεπόμπευσάν με ἐν τῇ κώμῃ κατὰ ἄμφοδον, τύπτοντές με καὶ λέγοντες· οὗτος ὁ μοναχὸς ἔφθειρεν ἡμῶν τὴν παρθένον, λάβετε αὐτὸν, λάβετε. καὶ ἔτυψάν με παρὰ μικρὸν τοῦ ἀποθανεῖν. ἐλθὼν δέ τις τῶν γερόντων εἶπεν· ἕως πότε τύπτετε τὸν ξένον μοναχόν; ὁ δὲ διακονῶν μοι ἠκολούθει ὀπίσω μου αἰδούμενος· ἦσαν γὰρ ὑβρίζοντες αὐτὸν πολλὰ καὶ λέγοντες· ἰδοὺ ὁ ἀναχωρητὴς, ὃν σὺ ἐμαρτύρεις, τί ἐποίησε; καὶ λέγουσιν οἱ γονεῖς αὐτῆς· οὐκ ἀπολύομεν αὐτόν, ἕως δῷ ἐγγυητὴν τοῦ τρέφειν αὐτήν. καὶ εἶπον τῷ διακονητῇ μου· καὶ ἐνηγγυήσατό με. καὶ ἀπελθὼν εἰς τὸ κελλίον μου, ἔδωκα αὐτῷ ὅσα εἶχον σπυρίδια, λέγων· πώλησον καὶ δὸς τῇ γυναικί μου φαγεῖν.

καὶ ἔλεγον τῷ λογισμῷ μου· Μακάριε, ἰδοὺ εὗρες ἑαυτῷ γυναῖκα· χρὴ ἐργάζεσθαι μικρὸν περισσὸν, ἵνα τρέφῃς αὐτήν· καὶ εἰργαζόμην νύκτα καὶ ἡμέραν, καὶ ἔπεμπον αὐτῇ. καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῇ ἀθλίᾳ τεκεῖν, ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας βασανιζομένη, καὶ οὐκ ἔτικτε. καὶ λέγουσιν αὐτῇ· τί ἐστι τοῦτο; ἡ δὲ εἶπεν· ἐγὼ οἶδα· ὅτι τὸν ἀναχωρητὴν ἐσυκοφάντησα, καὶ ψευσαμένη ᾐτιασάμην· καὶ οὗτος οὐκ ἔχει πρᾶγμα, ἀλλ᾽ ὁ δεῖνα ὁ νεώτερος. καὶ ἐλθὼν ὁ διακονῶν μοι χαίρων ἔλεγεν, ὅτι οὐκ ἠδυνήθη τεκεῖν ἡ παρθένος ἐκείνη, ἕως οὗ ὡμολόγησε λέγουσα, ὅτι οὐκ ἔχει πρᾶγμα ὁ ἀναχωρητής, ἀλλ᾽ ἐψευσάμην κατ᾽ αὐτοῦ· καὶ ἰδοὺ πᾶσα ἡ κώμη θέλει ἐλθεῖν ὧδε μετὰ δόξης, καὶ μετανοῆσαί σοι. ἐγὼ δὲ ἀκούσας ταῦτα, ἵνα μὴ θλίψωσί με οἱ ἄνθρωποι, ἀνέστην καὶ ἔφυγον ὧδε εἰς Σκῆτιν. αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς αἰτίας, δι᾽ ἣν ἦλθον ὧδε.

Ἦλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας, εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβῶ· καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς, πάτερ. ὁ δὲ εἶπεν· ἐγὼ οὔπω γέγονα μοναχός, ἀλλ᾽ εἶδον μοναχούς· καθημένῳ γάρ μοί ποτε ἐν τῷ κελλίῳ εἰς Σκῆτιν, ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· ἄπελθε εἰς τὴν ἔρημον, καὶ ἰδὲ τί βλέπεις ἐκεῖ· ἔμεινα δὲ πολεμῶν τῷ λογισμῷ πέντε ἔτη, λέγων, μήπως ἀπὸ δαιμόνων ἐστίν. καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς, ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ εὗρον ἐκεῖ λίμνην ὑδάτων, καὶ νῆσον ἐν μέσῳ αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς· καὶ εἶδον ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα, ἐλάλησαν πρός με· μὴ φοβοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. καὶ εἶπον αὐτοῖς· πόθεν ἐστέ, καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; καὶ εἶπον· ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία, καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη. καὶ ὁ μὲν εἷς Αἰγύπτιος, ὁ δὲ ἕτερος Λιβυκὸς ὑπάρχει. καὶ ἐπηρώτησάν με καὶ αὐτοὶ λέγοντες· πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ, καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ, καὶ εἶπον αὐτοῖς· ναί. κἀγὼ αὐτοὺς ἠρώτησα· πῶς δύναμαι γενέσθαι μοναχός; καὶ λέγουσί μοι· ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός.

καὶ εἶπον αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι ὡς ὑμεῖς· καὶ εἶπόν μοι καὶ αὐτοί· καὶ ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου· καὶ ἠρώτησα αὐτούς· ὅταν γίνηται χειμών, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα, οὐ καίεται τὰ σώματα ὑμῶν; οἱ δὲ εἶπον· ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῷ χειμῶνι ῥιγῶμεν, οὔτε τῷ θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι οὔπω γέγονα μοναχός, ἀλλ᾽ εἶδον μοναχούς. συγχωρήσατέ μοι, ἀδελφοί.

Ὁ ἀββᾶς Μακάριος ὅτε ᾤκει ἐν τῇ πανερήμῳ· ἦν δὲ μόνος ἐν αὐτῇ ἀναχωρῶν, παρακάτω δὲ ἄλλη ἔρημος ἦν πλειόνων ἀδελφῶν. παρετήρει δὲ ὁ γέρων τὴν ὁδόν, καὶ ὁρᾷ τὸν σατανᾶν, ἀνερχόμενον ἐν σχήματι ἀνθρώπου, παρελθεῖν δι᾽ αὐτοῦ· ἐφαίνετο δὲ ὡς στιχάριον φορῶν λινοῦν τρωγλωτόν· καὶ κατὰ τρυμαλιὰν ἐκρέματο ληκύθιον. καὶ λέγει αὐτῷ ὁ γέρων ὁ μέγας· ποῦ πορεύῃ; καὶ εἶπεν αὐτῷ· ἀπέρχομαι ὑπομνῆσαι τοὺς ἀδελφούς. ὁ δὲ γέρων εἶπε· καὶ ἵνα τί σοι τὰ ληκύθια ταῦτα; καὶ εἶπε· γεύματα ἀποφέρω τοῖς ἀδελφοῖς. ὁ δὲ γέρων εἶπε· καὶ ταῦτα ὅλα; ἀπεκρίθη· ναί· ἐὰν μὴ τὸ ἓν ἀρέσῃ τινί, φέρω ἄλλο· ἐὰν δὲ μηδὲ τοῦτο, διδῶ ἄλλο· πάντως δὲ ἐξ αὐτῶν κἂν ἓν ἀρέσει αὐτῷ. Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν· ὁ δὲ γέρων ἔμεινε παρατηρούμενος τὰς ὁδοὺς ἕως πάλιν ἐκεῖνος ἐπανῆλθε. καὶ ὡς εἶδεν αὐτὸν ὁ γέρων, λέγει αὐτῷ· σωθείης· ὁ δὲ ἀπεκρίθη· ποῦ ἔνι μοι σωθῆναι; λέγει αὐτῷ ὁ γέρων· διὰ τί; ὁ δὲ λέγει· ὅτι πάντες ἄγριοί μοι ἐγένοντο, καὶ οὐδείς μου ἀνέχεται. λέγει αὐτῷ ὁ γέρων· οὐδένα οὖν φίλον ἔχεις ἐκεῖ; ὁ δὲ ἀπεκρίθη· ναὶ, ἕνα μοναχὸν ἔχω ἐκεῖ φίλον, καὶ κἂν αὐτός μοι πείθεται· καὶ ὅτε ὁρᾷ με, στρέφεται ὡς ἀνέμη. λέγει αὐτῷ ὁ γέρων· καὶ τίς καλεῖται ὁ ἀδελφός; ὁ δὲ λέγει· Θεόπεμπτος.

εἰπὼν δὲ ταῦτα ἀπῆλθεν, καὶ ἀναστὰς ὁ ἀββᾶς Μακάριος ἀπέρχεται ἐπὶ τὴν παρακάτω ἔρημον, καὶ ἀκούσαντες οἱ ἀδελφοὶ, λαβόντες βαΐα ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ. καὶ λοιπὸν ἕκαστος ηὐτρεπίζετο νομίζων, ὅτι παρ᾽ αὐτῷ ἔμελλε καταλύειν ὁ γέρων. ὁ δὲ ἐζήτει, τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῷ ὄρει. καὶ εὑρὼν εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ. ὁ δὲ Θεόπεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· πῶς τὰ κατὰ σὲ, ἀδελφέ; ὁ δὲ εἶπεν· εὐχαῖς σου, καλῶς. εἶπε δὲ ὁ γέρων· μὴ πολεμοῦσί σε οἱ λογισμοί; ὁ δὲ εἶπε· τέως καλῶς εἰμι· ᾐδεῖτο γὰρ εἰπεῖν. λέγει αὐτῷ ὁ γέρων· ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῷ γέροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. ἀπεκρίθη λέγων ὁ Θεόπεμπτος· πίστευε, ἀββᾶ, καὶ ἐμοί· ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῷ, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι· εἶτα λέγει αὐτῷ· πῶς νηστεύεις; ὁ δὲ λέγει αὐτῷ· τὴν ἐνάτην. λέγει αὐτῷ ὁ γέρων· νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ εὐαγγελίου καὶ τῶν ἄλλων γραφῶν· καὶ ἐάν σοι ἀναβῇ λογισμός, μηδέποτε πρόσχῃς κάτω, ἀλλὰ πάντοτε ἄνω· καὶ εὐθέως σοι ὁ κύριος βοηθεῖ. καὶ τυπώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. καὶ παρατηρῶν πάλιν ὁρᾷ ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῷ· ποῦ πάλιν ἀπέρχῃ; ὁ δὲ λέγει· ὑπομνῆσαι τοὺς ἀδελφούς, καὶ ἀπῆλθεν.

ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῷ ὁ ἅγιος· πῶς οἱ ἀδελφοί; ὁ δὲ λέγει· κακῶς· ὁ δὲ γέρων λέγει· διὰ τί; ὁ δὲ εἶπεν· ἄγριοί εἰσιν ὅλοι· καὶ τὸ μεῖζον κακόν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. καὶ οὕτως εἰπὼν ἀπῆλθεν ἐάσας τὸν γέροντα· καὶ ὁ ἅγιος εἰσῆλθε εἰς τὸ κελλίον αὐτοῦ.

Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῷ ἀββᾷ Ἀντωνίῳ εἰς τὸ ὄρος, καὶ κρούσαντος αὐτοῦ τὴν θύραν ἐξῆλθε πρὸς αὐτὸν καὶ εἶπεν αὐτῷ· σὺ τίς εἶ; ὁ δὲ ἔφη· ἐγώ εἰμι Μακάριος· καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. καὶ ἰδὼν τὴν ὑπομονὴν αὐτοῦ ἤνοιξεν αὐτῷ. καὶ χαριεντιζόμενος μετ᾽ αὐτοῦ ἔλεγεν· ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυσεν· ἦν γὰρ ἀπὸ καμάτου πολλοῦ. ὀψίας δὲ γενομένης ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία· καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· κέλευσον, ἵνα κἀγὼ βρέξω ἐμαυτῷ. ὁ δὲ εἶπε· βρέξον. καὶ ποιήσας δεσμὸν μέγαν ἔβρεξε· καὶ καθήμενοι ἀπὸ ὀψὲ λαλοῦντες περὶ σωτηρίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ σπήλαιον κατέβαινε. καὶ εἰσελθὼν πρωῒ ὁ μακάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται.

Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· ὅταν ἴδητε κελλίον οἰκοδομούμενον ἐγγὺς τοῦ ἔλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυρῶν ἐστιν. ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε.

Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελφούς· ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ· ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. ἡ δὲ εἶπεν· οὐ δύναμαι πεζεῦσαι. καὶ εἶπεν αὐτῇ τὸ παιδίον· ἐγώ σε βαστάζω. καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι.

Ἔλεγεν ὁ ἀββᾶς Σισόης· ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ᾽ αὐτοῦ ἑπτὰ ὀνόματα. καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα· ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου καὶ εἶπεν αὐτῷ· τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; λέγει αὐτῷ· ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινός, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. λέγει αὐτῷ ὁ γέρων· εἰπὲ αὐτῇ, ἵνα ἔλθῃ πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. καὶ ἐλθούσης τῆς γυναικὸς εἶπεν αὐτῇ ὁ γέρων· τί πάντα οὕτως κλαίεις; καὶ εἶπεν· ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινός, καὶ οὐκ εἶπεν ἀποθνήσκων, ποῦ ἔθηκεν αὐτήν. καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ᾽ ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῇ· καὶ ἐλθόντων ἐπὶ τὸν τόπον, εἶπεν αὐτῇ ὁ γέρων· ἀναχώρησον εἰς τὸν οἶκόν σου. καὶ προσευξαμένων αὐτῶν, ἐφώνησεν ὁ γέρων τὸν νεκρὸν λέγων· ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; ὁ δὲ ἀποκριθεὶς εἶπεν· εἰς τὸν οἶκόν μου κέκρυπται ὑπὸ τὸν πόδα τῆς κλίνης. καὶ λέγει αὐτῷ ὁ γέρων· κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ.

καὶ εἶπεν αὐτοῖς ὁ γέρων· οὐ δι᾽ ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀναμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτήσεται, λαμβάνει. ἐλθὼν δὲ ἀνήγγειλε τῇ χήρᾳ ποῦ κεῖται ἡ παραθήκη· ἡ δὲ λαβοῦσα αὐτὴν ἔδωκε τῷ κυρίῳ αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.