Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ἀποφθέγματα τῶν ἁγίων γερόντων

Μακάριος ὁ Αἰγύπτιος

Διδασκαλίες περί αρετών, προσευχής και πνευματικής καθοδηγήσεως

Συμβουλές και αποκρίσεις του αββά Μακαρίου προς διαφόρους πατέρες σχετικά με τη σιωπή, την αοργησία, την ταπείνωση και τη νέκρωση προς τα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 4

Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ ἁγίου Μακαρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρητήν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι οὐδενὸς ὄντος ἐν τῷ κελλίῳ αὐτοῦ. καὶ φήσαντος ἐκείνου, πάστιλον, εἰς τὴν Ἀλεξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι καὶ δοῦναι τῷ κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον.

Εἶπε πάλιν, ὅτι ἐν ἀκακίᾳ τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῷ τινες· διὰ τί οὕτως ἑαυτὸν ποιεῖς; ὁ δὲ εἶπε· δώδεκα ἔτη ἐδούλευσα τῷ κυρίῳ μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβουλεύετε ἀποθέσθαι αὐτό;

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐκαίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῷ ὅρον· ὅτι ἐὰν εὑρεθῇ οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἑνὸς ποτηρίου οἴνου μίαν ἡμέραν μὴ πίῃς ὕδωρ· οἱ οὖν ἀδελφοὶ χάριν ἀναπαύσεως ἐδίδουν αὐτῷ· ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ· ὁ δὲ μαθητὴς, εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· διὰ τὸν κύριον, μὴ δῶτε αὐτῷ· εἰ δὲ μήγε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. καὶ μαθόντες οἱ ἀδελφοὶ οὐκ ἔτι αὐτῷ παρεῖχον.

Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου. καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῷ· πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ· ἰδοὺ γάρ, εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις· κἀγώ· ἀγρυπνεῖς· κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον, ἐν ᾧ νικᾷς με. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· ποῖον τοῦτο; ὁ δὲ ἔφη· ἡ ταπείνωσίς σου. καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ.

Ἠρώτησάν τινες τῶν πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις τὸ σῶμά σου ξηρόν ἐστι; καὶ λέγει αὐτοῖς ὁ γέρων· τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα δι᾽ ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ.

Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆναι· ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἕν, ὑπέθηκε τῇ ἑαυτοῦ κεφαλῇ ὡς ἐμβρίμιον· οἱ οὖν δαίμονες ὁρῶντες αὐτοῦ τὸ θαρσαλέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώνουν ὡς γυναικὸς ὄνομα, λέγοντες· ἡ δεῖνα, δεῦρο μεθ᾽ ἡμῶν εἰς τὸ βαλανεῖον· ὑπήκουσε δὲ ἄλλος δαίμων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν λέγων· ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. ὁ δὲ γέρων οὐκ ἐπτοήθη, ἀλλὰ θαῤῥῶν ἔτυπτε τὸ σκήνωμα λέγων· ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰ δύνασαι. καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῇ μεγάλῃ λέγοντες· ἐνίκησας ἡμᾶς· καὶ ἔφυγον καταισχυνόμενοι.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ εὔξατο λέγων· ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω· καὶ εὐθέως εὑρέθη ἐπὶ τὸν ποταμόν. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτῳ· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακαρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. παρακύψας οὖν ὁ γέρων εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῷ· τίς ἤνεγκέ σε ὧδε; καὶ λέγει· ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. λέγει αὐτῷ ὁ γέρων· ἀναστὰς κατάλαβε αὐτόν. καὶ εὐθέως ὑγιάνας ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν.

Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελφοῖς ἐν τῇ Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· φεύγετε, ἀδελφοί. καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων· ποῦ ἔχομεν φυγεῖν πλέον τῆς ἐρήμου ταύτης; ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα λέγων· τοῦτο φεύγετε. καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἐαυτοῦ καὶ ἔκλειε τὴν θύραν καὶ ἐκάθητο.

Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· ἐάν τινι ἐπιτιμῶν εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς· οὐ γὰρ ἵνα ἄλλους σώσῃς, σεαυτὸν ἀπολέσεις. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτῳ ὤν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῷ συλοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυχίας προέπεμπεν αὐτὸν λέγων, ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. ὁ Κύριος ἔδωκεν· ὡς αὐτὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. εὐλογητὸς Κύριος ἐπὶ πᾶσιν.

Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγοντες· πῶς ὀφείλομεν προσεύχεσθαι; λέγει αὐτοῖς ὁ γέρων· οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ᾽ ἐκτείνειν τὰς χεῖρας, καὶ λέγειν· κύριε, ὡς θέλεις καὶ ὡς οἶδας ἐλέησον· ἐὰν δὲ ἐπίκειται πόλεμος· κύριε, βοήθει· καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ᾽ ἡμῶν ἔλεος.

Εἶπεν ὁ ἀββᾶς Μακάριος· εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦτος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις· ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην.

Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ [εἰς] Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῷ ἀββᾷ Μακαρίῳ τῷ μεγάλῳ τῷ Αἰγυπτίῳ. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχωρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυγεν εἰς τὸ ἕλος. ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέγας· καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κωνώπων· καὶ λέγει αὐτῷ· σὺ ἐχώρισας τοὺς ἀδελφούς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. ἐγὼ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ᾽ αὐτῶν καὶ εἶπον· οὐδὲν τούτων γέγονε. βλέπε οὖν καὶ σύ, ἀδελφέ, μὴ ἀπὸ δαιμόνων ἐχλευάσθης, οὐδὲν γὰρ ἑώρακας· ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. ὁ δὲ εἶπεν· εἰ θέλεις δός μοι μετάνοιαν. ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐτοῦ, ἔλεγεν· ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων· αὕτη γὰρ ἦν ἡ ἐργασία αὐτοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν.

Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῷ ἀββᾷ Μακαρίῳ εἰς Σκῆτιν· θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελφοί. καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· θεωρῶ, ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ᾽ ἐὰν θέλῃς ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν πέτραν, κἀκεῖ ἡσυχάζεις. καὶ τοῦτο ἐποίησε καὶ ἀνεπάη.

Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ τῷ Αἰγυπτίῳ, καὶ λέγει αὐτῷ· ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. καὶ λέγει ὁ γέρων· ὕπαγε εἰς τὸ μνημεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῷ γέροντι. καὶ λέγει αὐτῷ· οὐδέν σοι ἐλάλησαν; ὁ δὲ ἔφη· οὐχί. λέγει αὐτῷ ὁ γέρων· ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. ἀπελθὼν οὖν ὁ ἀδελφὸς ἐδόξασεν αὐτοὺς λέγων· ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι· καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῷ· ἐδόξασα. καὶ λέγει αὐτῷ· οὐδέν σοι ἀπεκρίθησαν; ἔφη ὁ ἀδελφός· οὐχί. λέγει αὐτῷ ὁ γέρων· οἶδας πόσα ἠτίμασας αὐτούς, καὶ οὐδὲν ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτούς, καὶ οὐδέν σοι ἐλάλησαν. οὕτως καὶ σύ, ἐὰν θέλῃς σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσῃ, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι.

Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῇ μητρὶ αὐτοῦ· ἀμμᾶ, πλούσιός τις ἀγαπᾷ με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος ἐθαύμασε. καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· τί ἐστι τὸ ῥῆμα τοῦτο, πάτερ, ὅτι ἐθαύμασας; καὶ λέγει αὐτοῖς ὁ γέρων· ἀληθῶς ὁ κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾷ ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγαπῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν.

Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων λέγων· εἰπέ μοι ῥῆμα πῶς σωθῶ. ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ἀντωνίῳ· καὶ λαλήσας αὐτῷ ὑπέστρεψεν εἰς Σκῆτιν· καὶ ἦλθον οἱ πατέρες εἰς ἀπάντησιν αὐτοῦ· καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· ἔφην τῷ ἀββᾷ Ἀντωνίῳ, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῷ τόπῳ ἡμῶν. καὶ ἤρξαντο οἱ πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. τοῦτο οὖν ἔλεγέ τις τῶν πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τὸ ἐρωτῆσαι περὶ πράγματος ὠφελοῦντος αὐτούς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκασθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦντες, καὶ ὡς ἀργολογία εὑρίσκεται.

Ἠρώτησεν ὁ ἀββᾶς Ἠσαΐας τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. καὶ λέγει αὐτῷ ὁ γέρων· φεῦγε τοὺς ἀνθρώπους. ἔλεγε αὐτῷ ὁ ἀββᾶς Ἠσαΐας· τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; ὁ δὲ γέρων εἶπεν αὐτῷ· τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.

Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι παρεκάλεσα τὸν πατέρα μου, λέγων· εἰπέ μοι λόγον. ὁ δὲ ἔφη· μὴ κακοποιήσῃς τινά, μηδὲ κατακρίνῃς τινά· ταῦτα τήρει καὶ σώζῃ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· μὴ κοιμηθῇς εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην.

Παρέβαλόν ποτε τῷ ἀββᾷ Μακαρίῳ ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῷ κελλίῳ αὐτοῦ οὐδὲν, εἰ μὴ ὕδωρ σαπρόν, καὶ λέγουσιν αὐτῷ· ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. λέγει αὐτοῖς ὁ γέρων· οἴδατε, ἀδελφοί, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; καὶ λέγουσιν αὐτῷ· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό. οἴδατε καὶ τὸ χωρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; λέγουσιν αὐτῷ· ναί. λέγει αὐτοῖς ὁ γέρων· κἀγὼ οἶδα αὐτό· ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ᾽ ἐμαυτῷ ἀναβάζω.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσήρχετο αὐτῷ ἀδελφὸς ὡς ἁγίῳ γέροντι καὶ μεγάλῳ μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῷ. εἰ δὲ ἔλεγεν αὐτῷ τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· ἀββᾶ, ἄρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτό, οὐκ ἔδερόν σε οἱ τηρηταί; εἰ ταῦτά τις ἔλεγεν αὐτῷ, ἐλάλει αὐτῷ μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι γέγονε, καθώς ἐστι γεγραμμένον, θεὸς ἐπίγειος· ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων.