Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ἀποφθέγματα τῶν ἁγίων γερόντων

Μακάριος ὁ Αἰγύπτιος

Η διήγηση για τους δύο ξένους αδελφούς

Η άφιξη, η ασκητική πολιτεία, οι αποκαλύψεις κατά τη διάρκεια της νυχτερινής προσευχής και η κοίμηση των δύο αγνώστων νέων στη Σκήτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 3 από 4

Διηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. καὶ ἦλθον πρός με λέγοντες· ποῦ ἐστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; κἀγὼ εἶπον· τί θέλετε αὐτόν; καὶ λέγουσιν· ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως ἤλθομεν ἰδεῖν αὐτόν. λέγω αὐτοῖς· ἐγώ εἰμι. καὶ ἔβαλον μετάνοιαν, λέγοντες· ὧδε θέλομεν μεῖναι. ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· οὐ δύνασθε καθίσαι ὧδε. καὶ λέγει ὁ μειζότερος· ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλλαχοῦ. λέγω ἐγὼ τῷ λογισμῷ μου· διὰ τί διώκω αὐτοὺς καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι᾽ ἑαυτῶν φυγεῖν. καὶ λέγω αὐτοῖς· δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον εἰ δύνασθε. καὶ λέγουσι· δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν καὶ ἀναβολίδιν μεστὸν ψωμίων καὶ ἅλας. ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν λέγων· λατομήσατε ὧδε, καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. ἐνόμιζον δὲ ἐγώ, φησίν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. λέγω αὐτοῖς τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥάπτειν δεῖ, καὶ εἶπον· ποιεῖτε σπυρίδας, καὶ παρέχετε τοῖς φύλαξι, καὶ φέρουσιν ὑμῖν ψωμία.

λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. αὐτοὶ δὲ μεθ᾽ ὑπομονῆς πάντα ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοῖς, λέγων· τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; οἱ ἀπὸ μήκοθεν ἔρχονται πρός με· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν, πῶς κάθηνται· καὶ κρούσαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν ἐκάθισα. νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν λαλήσας μηδέν. καὶ τῇ ὥρᾳ τῆς ἐνάτης ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιωπῶν. ἐγὼ δὲ εἶπον· ἐγείρεσθε, φάγωμεν. καὶ ἀναστάντες ἐφάγομεν. καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· ὑπάγεις; ἐγὼ δὲ εἶπον· οὐχί, ἀλλ᾽ ὧδε κοιμῶμαι. καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος. καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου.

ὡς δὲ ἔθηκαν ἑαυτούς, ηὐξάμην τῷ Θεῷ, ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. καὶ ἠνεῴχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευράν, καὶ ἐγείρονται, καὶ ζωννῦσιν ἑαυτούς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ εἶδον ἄγγελον κυρίου κατέχοντα ῥομφαίαν πυρός, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα τοὺς δαίμονας ἀπ᾽ αὐτοῦ. τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διυπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; λέγω· ναί· καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν ἀλληλούια. καὶ κατὰ στίχον ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. ὡσαύτως καὶ ὁ μείζων ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. καὶ ἐξελθὼν λέγω· εὔξασθε περὶ ἐμοῦ. αὐτοὶ δὲ ἔβαλον μετάνοιαν σιωπῶντες.

ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι, τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. μετὰ δὲ μικρὰς ἡμέρας ἐκοιμήθη ὁ μείζων ἀδελφός, καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μικρότερος. καὶ ὅτε παρέβαλόν τινες τῶν πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν λέγων· δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.