Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ἀποφθέγματα τῶν ἁγίων γερόντων

Μακάριος ὁ Αἰγύπτιος

Πνευματικές συναντήσεις, ταπεινοφροσύνη και παραδείγματα αγάπης

Διάλογοι του αββά Μακαρίου με γέροντες, η συνάντηση με το κρανίο του ειδωλολάτρη ιερέα, η αντιμετώπιση του ληστή και παραινέσεις για πένθος και μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 4 από 4

Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῇ Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακαλοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σέ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς κύριον. παραγενομένου αὐτοῦ ἐν τῷ ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν· καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. ὁ δὲ ἀκούσας ἔφη· κλαύσωμεν, ἀδελφοί, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον· πάτερ, εὖξαι ὑπὲρ ἡμῶν.

Ἄλλοτε πάλιν δαίμων ἐπέστη τῷ ἀββᾷ Μακαρίῳ μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς λέγει αὐτῷ· ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνῃ τῇ ταπεινοφροσύνῃ διαφέρετε ἡμῶν, καὶ κρατεῖτε.

Εἶπεν ὁ ἀββᾶς Μακάριος· ἐὰν μνησθῶμεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κακῶν, ἀναιροῦμεν τὴν δύναμιν τῆς τοῦ Θεοῦ μνήμης· ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων, ὅτι ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλθον κλέψαι συκίδια· καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν, καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύω αὐτοῦ, κάθημαι κλαίων.

Εἶπεν ὁ ἀββᾶς Μακάριος, ὅτι περιπατῶν ποτε εἰς τὴν ἔρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐῤῥιμμένον· καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ ῥάβδῳ, ἐλάλησέ μοι τὸ κρανίον· καὶ λέγω αὐτῷ· σὺ τίς εἶ; ἀπεκρίθη μοι τὸ κρανίον· ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῷ τόπῳ τούτῳ· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῇς τοὺς ἐν τῇ κολάσει, καὶ εὔχῃ περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. λέγει αὐτῷ ὁ γέρων· ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; λέγει αὐτῷ· ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτόν ἐστιν πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα, ἀλλὰ τὸ πρόσωπον ἑκάστου πρὸς τὸν ἑτέρου νῶτον κεκόλληται. ὡς οὖν εὔχῃ ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου· αὕτη ἐστὶν ἡ παραμυθία. καὶ κλαύσας ὁ γέρων εἶπεν· οὐαὶ τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος· λέγει αὐτῷ ὁ γέρων· ἔστιν ἄλλη χείρων βάσανος; λέγει αὐτῷ τὸ κρανίον· μειζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. λέγει αὐτῷ ὁ γέρων· καὶ τίνες εἰσὶν ἐκεῖ; λέγει αὐτῷ τὸ κρανίον· ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεόν, κἂν ὀλίγον ἐλεούμεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεόν, καὶ ἀρνησάμενοι αὐτόν, ὑποκάτωθεν ἡμῶν εἰσι. καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῷ μαθητῇ αὐτοῦ· πρόλαβε μικρόν. καὶ ἐν τῷ προάγειν αὐτὸν συναντᾷ τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῷ ὁ ἀδελφὸς ἐφώνει λέγων· αἶ, αἶ, δαῖμον, ποῦ τρέχεις; στραφεὶς δὲ ἐκεῖνος διδοῖ αὐτῷ πληγὰς καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. καὶ ἄρας τὸ ξύλον ἔτρεχε· καὶ προβάντι ὀλίγον συναντᾷ αὐτῷ ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῷ· σωθείης, σωθείης, καματηρέ. καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν καὶ εἶπεν· τί καλὸν εἶδες ἐν ἐμοί, ὅτι προσηγόρευσάς με; λέγει αὐτῷ ὁ γέρων· ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶδας, ὅτι εἰς κενὸν κοπιᾷς. λέγει αὐτῷ καὶ αὐτός· κἀγὼ ἐπὶ τῷ ἀσπασμῷ σου κατενύγην· καὶ ἔμαθον, ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ· ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῷ πληγὰς εἰς θάνατον. καὶ ἔγνω ὁ γέρων, ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσῃς με μοναχόν. καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχός, καὶ ἐβάσταξαν αὐτὸν καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους· καὶ ἰδόντες τὸν ἱερέα μετ᾽ αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν· καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι᾽ αὐτὸν Χριστιανοί.

ἔλεγεν οὖν ὁ ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος καὶ τοὺς κακοὺς ποιεῖ καλούς.

Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ εἰσῆλθε λῃστὴς εἰς τὸ κελλίον αὐτοῦ. παραγενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν λῃστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ᾽ αὐτοῦ τὴν κάμηλον. ὡς οὖν ἐγέμισαν, ἤρξατο ὁ λῃστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῇ· καὶ οὐκ ἠγείρετο. ἰδὼν δὲ ὁ ἀββᾶς Μακάριος, ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῷ κελλίῳ εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν ἐπέθηκε τῇ καμήλῳ λέγων· ἀδελφέ, τοῦτο ζητεῖ ἡ κάμηλος. καὶ κρούσας αὐτὴν ὁ γέρων τῷ ποδὶ λέγει· ἀνάστα· καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον αὐτοῦ· καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν.

Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον λέγων· εἰπέ μοι ῥῆμα. λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου, καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.