Αὐτὸς ὁ κύριος, ὅς ἐστιν ὁδὸς καὶ θεός, ἐλθὼν οὐ δι᾽ ἑαυτόν, ἀλλὰ διὰ σέ, ἵνα σοι τύπος γένηται παντὸς ἀγαθοῦ, βλέπε εἰς ποίαν ταπείνωσιν ἦλθε, «μορφὴν δούλου λαβών», θεὸς υἱὸς θεοῦ, βασιλεὺς υἱὸς βασιλέως, διδοὺς μὲν αὐτὸς ἰαματικὰ φάρμακα καὶ θεραπεύων τοὺς τετραυματισμένους, ἔξωθεν δὲ ὡς εἷς τῶν τετραυματισμένων φαινόμενος. ἀλλὰ μὴ καταφρονήσῃς τοῦ θεϊκοῦ ἀξιώματος, βλέπων αὐτὸν ἔξωθεν τεταπεινωμένον ὡς ὅμοιον ἡμῖν. δι᾽ ἡμᾶς οὕτως ἐφάνη, οὐ δι᾽ ἑαυτόν. ἐννόησον, ἐν ᾗ ὥρᾳ ἔκραζον· «σταύρωσον, σταύρωσον αὐτόν», καὶ ὁ ὄχλος συνήρχετο, πῶς ἦν τεταπεινωμένος παρὰ πάντας. ὥσπερ ἐν τοῖς φαινομένοις ἐὰν ᾖ κακοποιὸς καὶ λάβῃ ἀπόφασιν παρὰ τοῦ ἄρχοντος, λοιπὸν ὑπὸ τοῦ δήμου ὅλου βδελυκτός ἐστι καὶ ἐξουδενωμένος, οὕτως ὁ κύριος ἐν τῇ ὥρᾳ τοῦ σταυροῦ, ὡς ἄνθρωπος μέλλων ἀποθνῄσκειν, κατευτελισμένος ἦν ὑπὸ τῶν Φαρισαίων. ὅτε δὲ πάλιν ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐπέθηκαν αὐτῷ ἀκάνθινον στέφανον καὶ ἐρράπισαν αὐτόν, ποίαν οὐχ ὑπερέβη ταπείνωσιν; γέγραπται γὰρ ὅτι ‹τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων καὶ τὰς σιαγόνας μου ἀπὸ ῥαπισμάτων›. εἰ δὲ ὁ θεὸς εἰς τοσαύτας ὕβρεις καὶ πάθη καὶ ταπείνωσιν κατῆλθε, σὺ ὁ φύσει βόρβορος καὶ φύσεως θνητῆς, ὅσα ἂν ταπεινωθῇς, οὐδὲν ὅμοιον τῷ δεσπότῃ σου ποιήσεις;