καὶ ὥσπερ ἐκεῖ ἐν τῇ πλάνῃ ἄνθρωπον τέλειον ἐνεδύσατο ὁ παλαιὸς ἄνθρωπος καὶ φορεῖ ἔνδυμα βασιλείας σκότους, ἔνδυμα βλασφημίας, ἀπιστίας, ἀφοβίας, κενοδοξίας, ὑπερηφανίας, φιλαργυρίας, ἐπιθυμίας, καὶ τὰ ἄλλα ὁμοίως τῆς βασιλείας τοῦ σκότους φορέματα ῥακώδη καὶ ἀκάθαρτα καὶ μιαρά, οὕτως πάλιν ἐνταῦθα ὅσοι ἀπεδύσαντο τὸν παλαιὸν καὶ καταχθόνιον ἄνθρωπον καὶ ὅσους ἂν ἐξέδυσεν Ἰησοῦς τὰ ἐνδύματα τῆς βασιλείας τοῦ σκότους, ἐνεδύσαντο τὸν νέον καὶ ἐπουράνιον ἄνθρωπον Ἰησοῦν Χριστόν (πάλιν ὁμοίως ὀφθαλμοὺς πρὸς ὀφθαλμούς, ὦτα πρὸς ὦτα, κεφαλὴν πρὸς κεφαλήν), ἵνα ὅλος καθαρὸς ᾖ καὶ φορῶν τὴν ἐπουράνιον εἰκόνα. καὶ ἐνέδυσεν αὐτοὺς ὁ κύριος ἐνδύματα βασιλείας φωτὸς ἀρρήτου, ἐνδύματα πίστεως, ἐλπίδος, ἀγάπης, χαρᾶς, εἰρήνης, ἀγαθωσύνης, χρηστότητος, καὶ πάντα ὁμοίως τὰ ἑξῆς, ἐνδύματα φωτός, ζωῆς, θεϊκά, ζῶντα, ἀναπαύσεως ἀνεκλαλήτου, ἵνα ὥσπερ ὁ θεὸς ἀγάπη ἐστὶ καὶ χαρὰ καὶ εἰρήνη καὶ χρηστότης καὶ ἀγαθωσύνη, οὕτω καὶ ὁ νέος ἄνθρωπος γένηται κατὰ χάριν.