Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Ὁμιλίαι πνευματικαί

Μακάριος ὁ Αἰγύπτιος

Ομιλίες ΜΣΤ΄-Ν΄: Οι τύποι της Παλαιάς Διαθήκης, η εσωτερική Έξοδος και η τελείωση

Η πνευματική ερμηνεία των γεγονότων της Εξόδου, η ασυμβατότητα μεταξύ του φρονήματος του κόσμου και του Θεού, και η αδιάλειπτη κοινωνία της ψυχής με το Άγιο Πνεύμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 10 από 10

ΟΜΙΛΙΑ Μϛʹ. Ὁ τοῦ θεοῦ λόγος θεός ἐστι, καὶ ὁ λόγος τοῦ κόσμου κόσμος ἐστί. πολλὴ δὲ διαφορὰ καὶ μεσότης τυγχάνει τοῦ τε λόγου τοῦ θεοῦ καὶ τοῦ λόγου τοῦ κόσμου, καὶ τῶν τέκνων τοῦ θεοῦ καὶ τῶν τέκνων τοῦ κόσμου· ἕκαστον γὰρ γέννημα τοῖς ἰδίοις ἔοικε γονεῦσιν. εἰ οὖν θελήσει τὸ τοῦ πνεύματος γέννημα ἐπιδοῦναι ἑαυτὸν εἰς τὸν λόγον τοῦ κόσμου καὶ τὰ πράγματα τῆς γῆς καὶ τὴν δόξαν τοῦ αἰῶνος τούτου, θανατοῦται καὶ ἀπόλλυται, ἀνάπαυσιν ἀληθινὴν ζωῆς εὑρεῖν μὴ δυνάμενος. ἡ γὰρ ἀνάπαυσις αὐτοῦ ἐκεῖ ἐστιν, ὅθεν καὶ ἐγεννήθη. συμπνίγεται γάρ, ὥς φησιν ὁ κύριος, «καὶ ἄκαρπος γίνεται» ἀπὸ τοῦ λόγου τοῦ θεοῦ ὁ βιωτικαῖς φροντίσι συνεχόμενος καὶ γηΐνοις δεσμοῖς δεσμούμενος, ὡσαύτως καὶ ὁ σαρκικῇ προαιρέσει κατεχόμενος· τουτέστιν ἄνθρωπος ὢν κόσμου, ἐὰν θελήσῃ τοῦ λόγου ἀκοῦσαι τοῦ θεοῦ, συμπνίγεται καὶ ὥσπερ ἀλόγιστός τις καθίσταται. ἐθισθέντες γὰρ ταῖς τῆς κακίας ἀπάταις, ὁπόταν περὶ θεοῦ ἀκούσωσιν, ὡς ἀηδεῖ ὁμιλίᾳ περιοχλούμενοι τὸν νοῦν ἀηδίζονται. φησὶ δὲ καὶ Παῦλος· «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος, μωρία γὰρ αὐτῷ ἐστι», καὶ ὁ προφήτης λέγει· ‹ἐγένετο αὐτοῖς ὁ λόγος τοῦ θεοῦ ὡς ἔμετος›. ὁρᾷς ὅτι ζῆν ἀλλαχοῦ οὐκ ἐνδέχεται, εἰ μὴ καθ᾽ ὃν ἕκαστος γεγέννηται λόγον.

Καὶ ἑτέρως δὲ ἀκουστέον περὶ τούτου. ἐὰν ἐπιδῷ ἑαυτὸν εἰς μεταβολὴν ἐλθεῖν ὁ σαρκικὸς ἄνθρωπος, ἀποθνῄσκει πρότερον ἐκεῖθεν καὶ ἄκαρπος γίνεται ἀπὸ τῆς προτέρας ἐκείνης ἐν τῇ πονηρίᾳ ζωῆς. ὥσπερ δὲ εἴ τις νόσῳ ἢ πυρετῷ κατέχεται, εἰ καὶ τὸ σῶμα ἐπὶ τῆς κλίνης ἔρριπται, μηδὲν δυνάμενον διαπράξασθαι τῶν τῆς γῆς ἔργων, καὶ ὁ νοῦς οὐχ ἡσυχάζει περισπώμενος καὶ μεριμνῶν περὶ ἐργασίας, καὶ τὸν ἰατρὸν ἐπιζητεῖ, ἀποστέλλων πρὸς αὐτὸν τοὺς φίλους αὐτοῦ, —τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἀπὸ τῆς παραβάσεως τῆς ἐντολῆς ἐν ἀσθενείᾳ τῶν παθῶν γεγονυῖα καὶ ἄτονος καταστᾶσα, προσερχομένη τῷ κυρίῳ καὶ πιστεύουσα τῆς ἀντιλήψεως αὐτοῦ τυγχάνει, καὶ ἀρνησαμένη τὴν προτέραν κακίστην ζωήν, εἰ καὶ ἐν τῇ παλαιᾷ ἀσθενείᾳ κατάκειται, μὴ δυναμένη τὰ ἔργα τῆς ζωῆς ἐν ἀληθείᾳ διαπράξασθαι, ἀλλ᾽ ὅμως τὸ μεριμνῆσαι περὶ τῆς ζωῆς ἐμπόνως, τὸ δεηθῆναι τοῦ κυρίου, τὸ ζητῆσαι τὸν ἀληθινὸν ἰατρὸν ἔχει καὶ δύναται. καὶ οὐχ ὥς τινές φασι, κακοδιδασκαλίαις ὑπαγόμενοι, ὅτι “καθάπαξ ἀπέθανεν ὁ ἄνθρωπος καὶ ὅλως οὐ δύναταί τι ἀγαθὸν διαπράξασθαι„.

καὶ γὰρ τὸ βρέφος κἂν μηδὲν ἰσχύῃ διαπράττεσθαι ἢ τοῖς ἰδίοις ποσὶν ἐλθεῖν πρὸς τὴν μητέρα ἀδυνατῇ, ὅμως κυλίεται καὶ βοᾷ καὶ κλαίει ἐπιζητοῦν τὴν μητέρα, καὶ ἐν τούτῳ σπλαγχνίζεται ἡ μήτηρ καὶ χαίρει ἐπιζητοῦντος αὐτὴν τοῦ νηπίου ἐν πόνῳ καὶ κραυγῇ, καὶ ἀδυνατοῦντος τοῦ βρέφους ἐλθεῖν πρὸς αὐτήν. ὅμως διὰ τὴν πολλὴν τοῦ παιδίου ζήτησιν αὐτὴ ἡ μήτηρ ἀπέρχεται πρὸς αὐτό, ὑπὸ τῆς περὶ τὸ βρέφος ἀγάπης αἰχμαλωτιζομένη, καὶ ἀναλαμβάνει καὶ περιθάλπει καὶ τροφοφορεῖ ἐν πολλῇ στοργῇ. τοῦτο καὶ ὁ φιλάνθρωπος θεὸς ποιεῖ ἐπὶ τῇ προσερχομένῃ καὶ αὐτὸν ἐπιποθούσῃ ψυχῇ.

Πολὺ δὲ μᾶλλον αὐτὸς ἀγάπῃ φερόμενος ἐνδιαθέτῳ καὶ ἰδίᾳ χρηστότητι κολλᾶται τῇ διανοίᾳ αὐτῆς καὶ γίγνεται μετ᾽ αὐτῆς εἰς ἓν πνεῦμα, κατὰ τὸν ἀποστολικὸν λόγον. τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ, καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος, ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ, καὶ τῆς διανοίας λοιπὸν παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ κυρίου, εἰς ἓν πνεῦμα καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίγνονται ἡ ψυχὴ καὶ ὁ κύριος. καὶ τὸ σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ καὶ ἡ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου τῇ ἐπουρανίῳ Ἱερουσαλὴμ πολιτεύεται, «ἕως τρίτου οὐρανοῦ» ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ κἀκεῖ διακονοῦσα αὐτῷ.

Καὶ αὐτὸς ἐν τῷ θρόνῳ «τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς» καθεζόμενος ἐν τῇ ἐπουρανίῳ πόλει, ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστι. τὴν μὲν γὰρ αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων Ἱερουσαλήμ, τὴν δὲ ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ τέθεικεν ἐν τῷ σώματι αὐτῆς. αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει κἀκείνη αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει. αὕτη αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς, καὶ αὐτὸς ἐκληρονόμησεν αὐτὴν ἐπὶ γῆς· ὁ κύριος γὰρ κληρονομία γίγνεται τῆς ψυχῆς, καὶ ἡ ψυχὴ κληρονομία γίγνεται τοῦ κυρίου.

εἰ γὰρ τῶν ἐν σκότει ἁμαρτωλῶν ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς μακροτέρας πατρίδας ἀπελθεῖν ῥοπῇ ὥρας ἰσχύει, καὶ πολλάκις, ἐρριμμένου ἐν τῇ γῇ τοῦ σώματος, ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν ἢ τὴν ἀγαπητὴν αὐτοῦ τυγχάνει, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ· εἰ οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτως ἐλαφρά τε καὶ εὔπτερος, ὥστε τὸν νοῦν αὐτοῦ μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πόρρωθεν τόπων, —πολλῷ μᾶλλον ἡ ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος τοῦ ἁγίου καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς διὰ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ κυρίῳ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ. καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καί, ὅπου βούλεται καὶ ἔνθα βούλεται, διακονεῖν τῷ Χριστῷ.

Τοῦτό φησιν ὁ ἀπόστολος· ‹ἵνα ἐξισχύσητε καταλαβεῖν σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ›. θεώρησον ἄρρητα μυστήρια ψυχῆς, ἧς περιαίρει κύριος τὸ ἐπικείμενον σκότος καὶ ἀποκαλύπτει αὐτὴν καὶ ἀποκαλύπτεται αὐτῇ. πῶς πλατύνει καὶ τείνει τὰ φρονήματα τοῦ νοὸς αὐτῆς εἰς τὰ πλάτη καὶ μήκη καὶ βάθη καὶ ὕψη πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως. μέγα τοίνυν καὶ θεῖον ἔργον καὶ θαυμαστὸν ὄντως ἐστὶν ἡ ψυχή.

Ἐν γὰρ τῷ δημιουργῆσαι αὐτὴν τοιαύτην ἐποίησεν αὐτὴν ὁ θεός, ὡς ἐν τῇ φύσει αὐτῆς μὴ ἐνθεῖναι κακίαν, ἀλλὰ κατὰ τὴν εἰκόνα τῶν ἀρετῶν τοῦ πνεύματος ἐποίησεν αὐτήν. ἔθηκεν εἰς αὐτὴν νόμους ἀρετῶν, διάκρισιν, γνῶσιν, φρόνησιν, πίστιν, ἀγάπην καὶ τὰς λοιπὰς ἀρετάς, κατὰ τὴν εἰκόνα τοῦ πνεύματος. ἔτι γὰρ καὶ νῦν ἐν τῇ γνώσει καὶ φρονήσει καὶ ἀγάπῃ καὶ πίστει εὑρίσκεται καὶ φανεροῦται αὐτῇ ὁ κύριος. ἔθηκεν εἰς αὐτὴν διάνοιαν, λογισμούς, θέλημα, νοῦν ἡγεμόνα, ἐνεθρόνισεν ἐν αὐτῇ καὶ ἄλλην πολλὴν λεπτότητα, ἐποίησεν αὐτὴν εὐκίνητον, εὔπτερον, ἄκοπον, ἐχαρίσατο αὐτῇ τὸ ἐν ῥοπῇ ἔρχεσθαι καὶ ἀπέρχεσθαι καὶ τοῖς φρονήμασι διακονεῖν αὐτῷ, ἔνθα τὸ πνεῦμα βούλεται, καὶ ἁπαξαπλῶς ἔκτισεν αὐτὴν τοιαύτην ὥστε γενέσθαι εἰς νύμφην καὶ κοινωνικὴν αὐτοῦ τοῦ αὐτὸν μετ᾽ αὐτῆς κεκρᾶσθαι καὶ ἓν πνεῦμα μετ᾽ αὐτοῦ εἶναι, καθώς φησιν· ‹ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι›. ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

ΟΜΙΛΙΑ περὶ τῶν παλαιῶν ΜΖ. Ἡ δόξα Μωσέως, ἣν εἶχεν ἐν τῷ προσώπῳ, τύπος ἦν τῆς ἀληθινῆς δόξης. ὃν γὰρ τρόπον ἐκεῖ ἀτενίσαι εἰς τὸ πρόσωπον Μωσέως οὐκ ἴσχυον Ἰουδαῖοι, οὕτω νῦν ἐκείνην τὴν δόξαν τοῦ φωτὸς ἐν ταῖς ψυχαῖς δέχονται οἱ Χριστιανοί, καὶ τὸ σκότος μὴ φέρον τὴν αὐγὴν τοῦ φωτὸς ἐκτυφλούμενον φυγαδεύεται. ἐκεῖνοι ὅτι λαὸς θεοῦ ἦσαν, ἐκ τῆς περιτομῆς ἐφαίνοντο. ἐνταῦθα δὲ ὁ λαὸς τοῦ θεοῦ ὁ περιούσιος τὸ σημεῖον τῆς περιτομῆς ἔνδοθεν τῇ καρδίᾳ αὐτοῦ ὑποδέχεται· μάχαιρα γὰρ ἐπουράνιος ἐκτέμνει τὸ περισσὸν τοῦ νοῦ, τουτέστι τὴν ἀκάθαρτον ἀκροβυστίαν τῆς ἁμαρτίας. παρ᾽ ἐκείνοις βάπτισμα τὴν σάρκα ἁγιάζον, παρ᾽ ἡμῖν δέ ἐστι βάπτισμα ἁγίου πνεύματος καὶ πυρός· τοῦτο γὰρ ἐκήρυξεν Ἰωάννης· ‹αὐτὸς ὑμᾶς βαπτίσει ἐν ἁγίῳ πνεύματι καὶ πυρί›.

Ἐκεῖ σκηνὴ ἐσωτέρα καὶ ἐξωτέρα· καὶ ‹εἰς μὲν τὴν πρώτην διαπαντὸς εἰσῄεσαν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεὺς σὺν αἵματι, τοῦτο δηλοῦντος τοῦ ἁγίου πνεύματος μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν›. ἐνταῦθα δὲ οἱ καταξιούμενοι εἰσέρχονται εἰς τὴν ἀχειροποίητον σκηνήν, ‹ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός›. γέγραπται ἐν τῷ νόμῳ τὸν ἱερέα λαβεῖν δύο περιστερὰς καὶ θῦσαι μὲν τὴν μίαν, ῥαντίσαι δὲ τὴν ζῶσαν ἀπὸ τοῦ αἵματος ἐκείνης καὶ ἀπολῦσαι ἵπτασθαι ἐλευθέραν. τὸ δὲ γενόμενον τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας. καὶ γὰρ ὁ Χριστὸς ἐτύθη, καὶ τὸ αἷμα αὐτοῦ ῥαντίσαν ἡμᾶς πτεροφυῆσαι ἐποίησεν· ἔδωκε γὰρ ἡμῖν πτέρυγας ἁγίου πνεύματος πρὸς τὸ ἵπτασθαι ἀκωλύτως εἰς τὸν ἀέρα τῆς θεότητος.

Ἐκείνοις νόμος ἐδόθη ἐν πλαξὶ γεγραμμένος λιθίναις, ἡμῖν δὲ νόμοι πνευματικοὶ πλαξὶν ἐγγραφόμενοι καρδίας σαρκίναις· λέγει γάρ· ‹διδοὺς νόμους μου ἐν καρδίαις αὐτῶν, καὶ ἐπὶ τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς›. κἀκεῖνα μὲν πάντα καταργούμενα καὶ πρόσκαιρα, νῦν δὲ πάντα ἐξ ἀληθείας εἰς τὸν ἔσω ἄνθρωπον ἐπιτελούμενα.

Διαθήκη τε γὰρ ἔσωθεν καὶ πόλεμος ἔσωθεν, καὶ ἁπαξαπλῶς ὅσα ἐκείνοις συνέβη, ‹τυπικῶς› ἐγίνετο· ‹ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν›. τῷ γὰρ Ἀβραὰμ προεῖπεν ὁ θεὸς τὸ ἐσόμενον ὅτι ‹πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσι καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια›. τοῦτο ἐπλήρου τὴν τῆς σκιᾶς εἰκόνα. πάροικος γὰρ ἐγένετο ὁ λαὸς καὶ κατεδουλώθη ὑπὸ τῶν Αἰγυπτίων καὶ ἐκακώθη ἐν πηλῷ καὶ πλινθείᾳ· ἐπέστησε γὰρ αὐτοῖς Φαραὼ ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, ἵνα ποιῶσι τὰ ἔργα αὐτοῦ μετὰ ἀνάγκης, καὶ ὅτε ‹ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων πρὸς τὸν θεόν›, τότε ἐπεσκέψατο αὐτοὺς διὰ Μωσέως. καὶ πολλαῖς πληγαῖς πατάξας τοὺς Αἰγυπτίους ἐν τῷ μηνὶ τῶν ἀνθῶν, ὅτε πρῶτον ἐπιφαίνεται τὸ ἥδιστον ἔαρ, τῆς στυγνότητος τοῦ χειμῶνος παρερχομένης, ἐξάγει αὐτοὺς ἐξ Αἰγύπτου.

Εἶπε δὲ ὁ θεὸς τῷ Μωϋσῇ ἄρνα λαβεῖν ἄμωμον καὶ σφάξαι καὶ τὸ αἷμα αὐτοῦ χρῖσαι ἐπὶ τῶν θυρῶν καὶ τῶν φλιῶν, ‹ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα τῶν Αἰγυπτίων θίγῃ αὐτῶν›· ἑώρα γὰρ ὁ ἀποσταλεὶς ἄγγελος τὸ σημεῖον τοῦ αἵματος πόρρωθεν καὶ ἀφίστατο, ἐπεισῄει δὲ ταῖς μὴ σεσημειωμέναις οἰκίαις καὶ πᾶν πρωτότοκον ἀνῄρει. ἔτι δὲ καὶ ζύμην ἐκ παντὸς οἴκου ἐκέλευσεν ἀφανισθῆναι καὶ τὸ σφαζόμενον ἀρνίον μετὰ ἀζύμων καὶ πικρίδων ἐσθίειν προσέταξεν, ἐσθίειν δὲ αὐτοὺς περιζωσαμένους τὰς ὀσφύας καὶ ὑποδεδεμένους ἐν τοῖς ποσὶ τὰ ὑποδήματα καὶ τὰς βακτηρίας ἔχοντας ἐν χερσί. καὶ οὕτω μετὰ πάσης σπουδῆς ἐσθίειν πρὸς ἑσπέραν κελεύει τὸ πάσχα κυρίου καὶ μήτε ὀστοῦν ἀπὸ τοῦ ἀρνίου συντρῖψαι.

Ἐξήγαγε δὲ αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, κελεύσας χρήσασθαι ἕκαστον παρὰ γείτονος αὐτοῦ Αἰγυπτίου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. ἐξήρχοντο δὲ ἐξ Αἰγύπτου, τῶν Αἰγυπτίων θαπτόντων τὰ πρωτότοκα. καὶ τοῖς μὲν ἦν χαρὰ ἐπὶ τῇ ἀπαλλαγῇ τῆς αὐχμηρᾶς δουλείας, τοῖς δὲ πένθος καὶ κοπετὸς ἐπὶ τῇ τῶν τέκνων ἀπωλείᾳ. διό φησι Μωϋσῆς· “αὕτη ἡ νὺξ ἐν ᾗ ἐπηγγείλατο ὁ θεὸς λυτρώσασθαι ἡμᾶς„.

Ταῦτα δὲ πάντα μυστήριόν ἐστι ψυχῆς τῆς ἐν τῇ παρουσίᾳ τοῦ Χριστοῦ λυτρωθείσης. Ἰσραὴλ γὰρ ἑρμηνεύεται νοῦς ὁρῶν θεόν. ἐλευθεροῦται οὖν ἀπὸ τῆς δουλείας τοῦ σκότους, ἀπὸ τῶν Αἰγυπτίων πνευμάτων. Ἐπειδὴ γὰρ ἐν τῇ παρακοῇ ἀπέθανεν ὁ ἄνθρωπος θανάτῳ δεινῷ τῆς ψυχῆς καὶ κατάραν ἐπὶ κατάρᾳ ἐδέξατο (‹τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ›, καὶ αὖθις· ‹ἐργάσῃ τὴν γῆν καὶ οὐ προσθήσει δοῦναί σοι τοὺς καρποὺς αὐτῆς›), ἀνεφύησαν καὶ ἀνέτειλαν ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ ἄκανθαι καὶ τρίβολοι, ἦραν αὐτοῦ τὴν δόξαν οἱ ἐχθροὶ διὰ τῆς ἀπάτης καὶ ἐνέδυσαν αὐτὸν αἰσχύνην, ἤρθη τὸ φῶς αὐτοῦ καὶ ἐνεδύθη σκότος, ἐφόνευσαν τὴν ψυχὴν αὐτοῦ καὶ διεσκέδασαν καὶ διεῖλον τοὺς λογισμοὺς αὐτοῦ καὶ κατέσπασαν ἀπὸ τοῦ ὕψους τὸν νοῦν αὐτοῦ, καὶ ἐγένετο ὁ Ἰσραὴλ ἄνθρωπος δοῦλος τοῦ ἀληθινοῦ Φαραώ. καὶ ἐπέστησεν αὐτῷ τοὺς ἐργοεπιστάτας καὶ ἐργοδιώκτας, τὰ πνεύματα τῆς πονηρίας ἀναγκάζοντα αὐτὸν ἑκόντα καὶ ἄκοντα ποιεῖν τὰ πονηρὰ αὐτοῦ ἔργα καὶ τὴν σύνταξιν ἐκπληροῦν τοῦ πηλοῦ καὶ τῆς πλινθείας· οἳ καὶ χωρίσαντες αὐτὸν τοῦ οὐρανίου φρονήματος, κατήγαγον ἐπὶ τὰ ὑλικὰ καὶ γήϊνα καὶ πηλώδη ἔργα πονηρὰ καὶ λόγους καὶ ἐνθυμήματα καὶ διαλογισμοὺς ματαίους. ἐκπεσοῦσα γὰρ τοῦ ἰδίου ὕψους ἡ ψυχὴ εὗρε βασιλείαν μισάνθρωπον καὶ ἄρχοντας πικροὺς τοὺς καταναγκάζοντας αὐτὴν οἰκοδομεῖν αὐτοῖς τὰς τῆς κακίας πόλεις ἁμαρτιῶν.

ἐὰν δὲ στενάξῃ ἡ ψυχὴ καὶ βοήσῃ πρὸς τὸν θεόν, ἐξαποστέλλει αὐτῇ τὸν πνευματικὸν Μωσέα, τὸν λυτρούμενον αὐτὴν ἐκ τῆς δουλείας τῶν Αἰγυπτίων. ἀλλὰ πρῶτον βοᾷ καὶ στενάζει, καὶ τότε τῆς ἀπολυτρώσεως τὴν ἀρχὴν λαμβάνει, καὶ αὐτὴ ‹ἐν τῷ μηνὶ τῶν νέων› ἀνθῶν, λυτρουμένη κατὰ τὸν καιρὸν τοῦ ἔαρος, ἡνίκα ἡ γῆ τῆς ψυχῆς ἐξανθεῖν δύναται τοὺς καλοὺς καὶ ἀνθηροὺς κλάδους τῆς δικαιοσύνης, τῶν πικρῶν χειμώνων διελθόντων τῆς ἀγνοίας τοῦ σκότους καὶ τῆς πολλῆς πηρώσεως τῆς ἐκ τῶν αἰσχρῶν πράξεων καὶ ἁμαρτιῶν. κελεύει δὲ τότε ἀφανισθῆναι ἐξ ἑκάστης οἰκίας πᾶσαν ζύμην παλαιάν, τὰς πράξεις καὶ τὰ φρονήματα τοῦ παλαιοῦ ἀνθρώπου τοῦ φθειρομένου, διαλογισμοὺς πονηροὺς καὶ ἐνθυμήσεις ῥυπαράς, ὅσον δυνατόν, ἀπορρίψασθαι.

Σφαγῆναι δεῖ τὸ ἀρνίον καὶ τυθῆναι καὶ τὸ αἷμα αὐτοῦ χρισθῆναι ἐπὶ τῶν θυρῶν. Χριστὸς γὰρ τὸ ἀληθινὸν καὶ ἀγαθὸν καὶ ἄμωμον ἀρνίον ἐσφάγη, καὶ τὸ αἷμα αὐτοῦ ἐχρίσθη ἐπὶ τῶν φλιῶν τῆς καρδίας, ὅπως γένηται τὸ ἐκχυθὲν ἐπὶ τοῦ σταυροῦ αἷμα τοῦ Χριστοῦ τῇ μὲν ψυχῇ εἰς ζωὴν καὶ ἀπολύτρωσιν, τοῖς δὲ Αἰγυπτίοις δαίμοσιν εἰς πένθος καὶ θάνατον. ἀληθῶς γὰρ πένθος αὐτοῖς ἐστι, χαρὰ δὲ καὶ ἀγαλλίασις τῇ ψυχῇ τὸ τοῦ ἀμώμου ἀρνίου αἷμα. εἶτα μετὰ τὸ χρῖσμα κελεύει πρὸς ἑσπέραν φαγεῖν τὸ ἀρνίον καὶ τὰ ἄζυμα μετὰ πικρίδων περιεζωσμένους τὰς ζώνας καὶ ὑποδεδεμένους τὰ ὑποδήματα καὶ ἔχοντας τὰς βακτηρίας ἐν ταῖς χερσίν. ἐὰν γὰρ μὴ πρότερον γένηται ἡ ψυχὴ παρεσκευασμένη πανταχόθεν δι᾽ ἔργων ἀγαθῶν, ὅσον ἐστὶν ἐν αὐτῇ, οὐ δίδοται αὐτῇ φαγεῖν ἀπὸ τοῦ ἀρνίου. εἰ δὲ καὶ τὸ ἀρνίον ἡδὺ καὶ τὰ ἄζυμα καλά, ἀλλ᾽ αἱ πικρίδες πικραὶ καὶ τραχεῖαι· μετὰ θλίψεως γὰρ πολλῆς καὶ πικρίας ἐσθίει ἡ ψυχὴ ἀπὸ τοῦ ἀρνίου καὶ τῶν χρηστῶν ἀζύμων, θλιβούσης αὐτὴν τῆς συνούσης αὐτῇ ἁμαρτίας.

Καὶ “πρὸς ἑσπέραν„ φησὶν “ἔδεσθε αὐτό„. ἡ δὲ πρὸς ἑσπέραν ὥρα μέση φωτὸς καὶ σκότους ἐστίν. οὕτω καὶ ἡ ψυχὴ πρὸς ταύτῃ οὖσα τῇ ἀπολυτρώσει, μέση γίνεται φωτὸς καὶ σκότους, ἑστώσης τῆς δυνάμεως τοῦ θεοῦ καὶ μὴ ἐώσης τὸ σκότος ἐπελθεῖν τῇ ψυχῇ καὶ καταπιεῖν αὐτήν. καὶ ὃν τρόπον εἶπε Μωϋσῆς· “αὕτη ἡ νὺξ τῆς ἐπαγγελίας ἐστὶ τοῦ θεοῦ„, οὕτως καὶ ὁ Χριστός, δοθέντος αὐτῷ βιβλίου ἐν τῇ συναγωγῇ, ὡς γέγραπται ἐκάλεσεν ‹ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀπολυτρώσεως›. ἐκεῖ νὺξ ἀνταποδόσεως, ἐνταῦθα ἡμέρα ἀπολυτρώσεως. εἰκότως, πάντα γὰρ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῆς ἀληθείας, καὶ μυστικῶς προτυπούμενα τὴν ἀληθινὴν σωτηρίαν ὑπέγραφον τῆς ψυχῆς τῆς ἐγκεκλεισμένης τῷ σκότει καὶ πεπεδημένης κρυπτῶς «ἐν λάκκῳ κατωτάτῳ» καὶ ἐναποκεκλεισμένης πύλαις χαλκαῖς καὶ μὴ δυναμένης ἄνευ τῆς τοῦ Χριστοῦ ἀπολυτρώσεως ἐλευθερωθῆναι.

Ἐξάγει οὖν τὴν ψυχὴν ἐξ Αἰγύπτου καὶ τῆς ἐν αὐτῇ δουλείας, τῶν πρωτοτόκων αὐτῆς ἀναιρουμένων ἐν τῇ ἐξόδῳ· ἤδη γὰρ μέρος τι τῆς δυνάμεως τοῦ ἀληθινοῦ Φαραὼ καταπίπτει. πένθος ἔχει τοὺς Αἰγυπτίους· στενάζουσι γὰρ λυπούμενοι ἐπὶ τῇ σωτηρίᾳ τοῦ αἰχμαλώτου. κελεύει χρήσασθαι παρὰ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ λαβόντας ἐξελθεῖν· ἀπολαμβάνει γὰρ ἐξιοῦσα τοῦ σκότους ἡ ψυχὴ τὰ ἀργυρᾶ καὶ χρυσᾶ σκεύη ἤγουν τοὺς ἰδίους ἀγαθοὺς λογισμοὺς πεπυρωμένους ἑπταπλασίως, ἐν οἷς διακονεῖται καὶ ἐπαναπαύεται ὁ θεός· ἐσκόρπισαν γὰρ οἱ γειτονεύσαντες αὐτῇ δαίμονες καὶ κατέσχον καὶ διεσκέδασαν τοὺς λογισμοὺς αὐτῆς. μακαρία ἡ ψυχὴ ἡ λυτρωθεῖσα ἐκ τοῦ σκότους, καὶ οὐαὶ ψυχῇ τῇ μὴ βοώσῃ καὶ στεναζούσῃ πρὸς τὸν δυνάμενον ῥύσασθαι αὐτὴν ἀπὸ τῶν χαλεπῶν ἐκείνων καὶ πικρῶν ἐργοδιωκτῶν.

Ἀπαίρουσιν οἱ υἱοὶ Ἰσραήλ, τὸ πάσχα ποιήσαντες· προκόπτει ἡ ψυχὴ λαβοῦσα ζωὴν πνεύματος ἁγίου καὶ ἀπογευσαμένη τοῦ ἀρνίου καὶ χρισθεῖσα τῷ αἵματι αὐτοῦ καὶ φαγοῦσα τὸν ἀληθινὸν ἄρτον, τὸν ζῶντα λόγον. στῦλος πυρὸς καὶ στῦλος νεφέλης ἐκείνων προηγεῖτο· φυλάττον τὸ πνεῦμα τὸ ἅγιον ὑποστηρίζει τούτους, θάλπον καὶ ὁδηγοῦν ἐν αἰσθήσει τὴν ψυχήν. γνοὺς Φαραὼ καὶ οἱ Αἰγύπτιοι τὴν τοῦ λαοῦ φυγὴν καὶ τὴν ἐκ τῆς δουλείας αὐτῶν στέρησιν καὶ μετὰ τὴν τῶν πρωτοτόκων ἀναίρεσιν, διώκειν ἐθάρσησε· σπουδῇ γὰρ ζεύξας τὰ ἅρματα αὐτοῦ καὶ μετὰ παντὸς τοῦ λαοῦ ἐπ᾽ αὐτοὺς ἀνελεῖν ἠπείγετο. ἤδη δὲ μέλλοντος ἀναμίγνυσθαι αὐτοῖς, ἵστατο νεφέλη ἐν μέσῳ, τοῖς μὲν ἐμποδίζουσα καὶ ἐπισκοτίζουσα, τοὺς δὲ φωταγωγοῦσα τε καὶ φυλάττουσα. καὶ ἵνα μὴ τὴν ἱστορίαν ἅπασαν ἀνελίττων μηκύνω τὸν λόγον, λάβε μοι ἐν πᾶσι τὴν παραβολὴν πρὸς τὰ πνευματικά.

Ὅτε γὰρ πρῶτον ἡ ψυχὴ τοὺς Αἰγυπτίους ἀποφύγῃ, προσελθοῦσα ἡ τοῦ θεοῦ δύναμις βοηθεῖ ὁδηγοῦσα αὐτὴν ἐπὶ τὴν ἀλήθειαν. γνοὺς δὲ ὁ πνευματικὸς Φαραώ, ὁ βασιλεὺς τοῦ σκότους τῆς ἁμαρτίας, ὅτι ἀφίσταται αὐτοῦ ἡ ψυχὴ καὶ ἀποφεύγει τῆς βασιλείας αὐτοῦ λαβοῦσα τοὺς λογισμοὺς πάλαι κατεχομένους (ταῦτα γὰρ αὐτοῦ τὰ ὑπάρχοντα), ὑπέλαβε καὶ ἤλπισεν ὁ δεινὸς πάλιν αὐτὴν ἐπανιέναι πρὸς αὐτόν. μαθὼν δὲ ὅτι παντάπασι φεύγει τὴν καταδυναστείαν αὐτοῦ ἡ ψυχὴ 〈καὶ ὅτι ἤδη μέρος τι τῆς δυνάμεως αὐτοῦ ἀνῄρηται διὰ〉 τῆς σφαγῆς τῶν πρωτοτόκων καὶ κλοπῆς τῶν λογισμῶν, ἀναιδέστερον προσέδραμε, φοβηθεὶς μήποτε τῆς ψυχῆς ἐκφυγούσης παντελῶς οὐδεὶς εὑρεθῇ ὁ τὸ θέλημα αὐτοῦ καὶ τὸ ἔργον ἐκπληρῶν. καταδιώκει οὖν αὐτὴν διὰ θλίψεων καὶ πειρασμῶν καὶ πολέμων ἀοράτων. ἐνταῦθα δοκιμάζεται, ἐνταῦθα πειράζεται, ἐνταῦθα φαίνεται ἡ πρὸς τὸν ἐξάγοντα αὐτὴν ἐξ Αἰγύπτου ἀγάπη· παραδίδοται γὰρ δοκιμασθῆναι καὶ πειρασθῆναι παντοδαπῶς. θεωρεῖ γὰρ τὴν δύναμιν τοῦ ἐχθροῦ βουλομένην ἐπελθεῖν καὶ θανατῶσαι καὶ μὴ ἐξισχύουσαν· μέσος γὰρ αὐτῆς καὶ τῶν Αἰγυπτίων πνευμάτων ἕστηκεν ὁ κύριος.

θεωρεῖ δὲ καὶ ἔμπροσθεν θάλασσαν πικρίας καὶ θλίψεως ἢ ἀπογνώσεως, καὶ οὔτε εἰς τὰ ὀπίσω ἀνύσαι ἰσχύει ὁρῶσα ἑτοίμους τοὺς ἐχθρούς, οὔτε εἰς τὰ ἔμπροσθεν χωρῆσαι· δειλία γὰρ θανάτου καὶ θλίψεις δειναὶ καὶ ποικίλαι περιέχουσαι, θάνατον ὁρᾶν ποιοῦσιν.

Ἀπευδοκεῖ οὖν ἑαυτὴν «τὸ ἀπόκριμα τοῦ θανάτου» ἐν ἑαυτῇ ἔχουσα ἡ ψυχὴ διὰ τὸν περικυκλώσαντα αὐτὴν τῶν πονηρῶν ἑσμόν. καὶ ἐπειδὰν ἴδῃ ὁ θεὸς δειλίᾳ θανάτου περιπεσοῦσαν τὴν ψυχὴν καὶ τὸν ἐχθρὸν «καταπιεῖν» αὐτὴν ἑτοίμως ἔχοντα, τότε δὴ τότε δίδωσι μικρὰν βοήθειαν, μακροθυμῶν ἐπὶ τὴν ψυχὴν καὶ δοκιμάζων αὐτήν, εἰ τῇ πίστει ἕστηκεν, εἰ τὴν ἀγάπην τὴν πρὸς αὐτὸν ἔχει. τοιαύτην γὰρ ὁ θεὸς ἔθετο τὴν ὁδὸν τὴν ‹ἀπάγουσαν εἰς τὴν ζωὴν› μετὰ θλίψεως εἶναι καὶ στενοχωρίας καὶ δοκιμασίας πολλῆς καὶ πειρασμῶν πικροτάτων, ἵνα ἐντεῦθεν καταντήσῃ λοιπὸν ἡ ψυχὴ εἰς τὴν γῆν τὴν ἀληθινὴν «τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ὅταν οὖν ἀπευδοκήσῃ καὶ ἀπαγορεύσῃ ἑαυτὴν ἡ ψυχὴ διὰ τὴν ὑπερβάλλουσαν θλῖψιν καὶ τὸν παρ᾽ ὀφθαλμοῖς θάνατον, τὸ τηνικαῦτα «χειρὶ κραταιᾷ» καὶ ‹ὑψηλῷ βραχίονι› διὰ τοῦ ἁγίου πνεύματος τῆς ἐπιλάμψεως ῥήσσει τὴν δύναμιν τοῦ σκότους καὶ διέρχεται ἡ ψυχή, τοὺς φοβεροὺς τόπους ἐκφυγοῦσα καὶ διαπεράσασα τὴν θάλασσαν τοῦ σκότους καὶ τοῦ παμφάγου πυρός.

Ταῦτα μυστήριά ἐστι ψυχῆς ἀληθῶς γιγνόμενα ἐν ἀνθρώπῳ σπουδάζοντι ἐλθεῖν πρὸς τὴν ἐπαγγελίαν τῆς ζωῆς καὶ λυτρουμένῳ ἐκ τῆς βασιλείας τοῦ θανάτου καὶ λαμβάνοντι ἀρραβῶνα παρὰ θεοῦ καὶ πνεύματος ἁγίου μετέχοντι. εἶτα ῥυσθεῖσα ἡ ψυχὴ ἐκ τῶν ἐχθρῶν αὐτῆς καὶ τὴν πικρὰν θάλασσαν τῇ δυνάμει τοῦ θεοῦ διελθοῦσα καὶ ὁρῶσα τοὺς πολεμίους ἀπολλυμένους πρὸ ὀφθαλμῶν, οἷς τὸ πρὶν ἐδούλευεν, ἀγαλλιᾶται χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, παρακαλουμένη ὑπὸ τοῦ θεοῦ καὶ ἀναπαυομένη ἐν κυρίῳ. τότε τὸ πνεῦμα ὅπερ ἔλαβε καινὸν ᾆσμα τῷ θεῷ ᾄδει διὰ τοῦ τυμπάνου, ἤγουν τοῦ σώματος, καὶ τῶν τῆς κιθάρας, ἤτοι ψυχῆς, λογικῶν χορδῶν καὶ λεπτοτάτων λογισμῶν καὶ τοῦ πλήκτρου τῆς θείας χάριτος, καὶ ἀναπέμπει αἴνους τῷ ζωοποιῷ Χριστῷ. ὡς γὰρ διὰ τοῦ αὐλοῦ τὸ πνεῦμα διερχόμενον λαλεῖ, οὕτω διὰ τῶν ἁγίων καὶ πνευματοφόρων ἀνθρώπων τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν ὑμνοῦν καὶ ψάλλον καὶ προσευχόμενον τῷ θεῷ ἐν καθαρᾷ καρδίᾳ. δόξα τῷ ῥυσαμένῳ τὴν ψυχὴν ἐκ τῆς δουλείας Φαραὼ καὶ θρόνον ἴδιον καταστήσαντι καὶ οἶκον καὶ ναὸν καὶ νύμφην καθαράν, καὶ εἰσαγαγόντι αὐτὴν εἰς βασιλείαν ζωῆς αἰωνίου ἔτι οὖσαν ἐν τῷ κόσμῳ τούτῳ.

Ἐν τῷ νόμῳ ζῷα ἄλογα προσεφέροντο εἰς θυσίαν, καὶ εἰ μὴ ἐσφάζοντο, οὐκ ἦσαν δεκταὶ αἱ προσφοραί. καὶ νῦν ἐὰν μὴ σφαγῇ ἡ ἁμαρτία, οὐκ ἔστι δεκτὴ ἡ προσφορὰ παρὰ τῷ θεῷ καὶ ἀληθινή. Ἦλθεν ὁ λαὸς εἰς Μερράν, ὅπου ἦν πηγὴ πικρὸν ὕδωρ βρύουσα καὶ ἄχρηστον πρὸς πόσιν. κελεύει οὖν ὁ θεὸς ἀποκνίσαντα ξύλον ῥῖψαι εἰς τὸ πικρὸν ὕδωρ, καὶ οὕτως ἐμβληθέντος τοῦ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ καὶ μεταβληθὲν ἐκ τῆς πικρότητος χρήσιμον καὶ πόσιμον ἐγένετο τῷ λαῷ τοῦ θεοῦ. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ πεπίκραται ἐκειοῦσα τὸν ἰὸν τοῦ ὄφεως καὶ ὁμοιωθεῖσα τῇ πικρᾷ αὐτοῦ φύσει καὶ ἁμαρτωλὸς γενομένη. διὸ ἐμβάλλει ὁ θεὸς «τὸ ξύλον τῆς ζωῆς» εἰς αὐτὴν τὴν πικρὰν πηγὴν τῆς καρδίας, καὶ γλυκαίνεται ἐκ τῆς πικρότητος μεταβαλλομένη καὶ συγκιρνωμένη τῷ πνεύματι τοῦ Χριστοῦ, καὶ οὕτως εὔχρηστος γενομένη εἰς διακονίαν τοῦ δεσπότου αὐτῆς προχωρεῖ· γίγνεται γὰρ πνεῦμα σαρκοφόρον. δόξα τῷ μεταβάλλοντι τὴν πικρότητα ἡμῶν εἰς τὴν ἡδύτητα καὶ χρηστότητα τοῦ πνεύματος. οὐαὶ ἐκείνῳ, ἐν ᾧ οὐκ ἐβλήθη «τὸ ξύλον τῆς ζωῆς» εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἄχρι τέλους μένει ἐν τῇ πικρίᾳ μὴ λαβὼν γὰρ «τὸ ξύλον τῆς ζωῆς»· οὐ δύναται μεταβολήν τινα κτήσασθαι ἀγαθήν.

Ἡ ῥάβδος Μωϋσέως δύο ἔφερεν εἰκόνας. τοῖς μὲν ἐχθροῖς ὡς ὄφις ἀπήντα, δάκνων καὶ ἀναιρῶν, τοῖς Ἰσραηλίταις δὲ βακτηρία, ἐφ᾽ ἣν ἐπεστηρίζοντο. οὕτω καὶ τὸ ἀληθινὸν ξύλον τοῦ σταυροῦ, ὅ ἐστι Χριστός, τῶν μὲν ἐχθρῶν ἐστι θάνατος, τῶν πνευμάτων τῆς πονηρίας, τῶν δὲ ψυχῶν ἡμῶν βακτηρία καὶ ἕδρασμα ἀσφαλὲς καὶ ζωή, ἐφ᾽ ἣν ἐπαναπαύονται. τύποι γὰρ καὶ σκιαὶ τὸ πρὶν ἐγίγνοντο τῶν ἀληθινῶν τούτων πραγμάτων. σκιὰ γάρ ἐστι καὶ εἰκὼν ἡ παλαιὰ λατρεία τῆς νῦν λατρείας. καὶ ἡ περιτομὴ καὶ ἡ σκηνὴ καὶ ἡ κιβωτὸς καὶ ἡ στάμνος καὶ τὸ μάννα καὶ ἱερατεία καὶ τὸ θυμίαμα καὶ τὰ βαπτίσματα, καὶ ἁπαξαπλῶς πάντα ὅσα γέγονεν ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ νόμῳ Μωσέως ἢ ἐν τοῖς προφήταις, διὰ τὴν ψυχὴν ταύτην γέγονε τὴν κατ᾽ εἰκόνα θεοῦ γεγενημένην καὶ πεσοῦσαν ὑπὸ ζυγὸν δουλείας καὶ ὑπὸ βασιλείαν σκότους πικρίας. ταύτῃ γὰρ ἠθέλησεν ὁ θεὸς κοινωνῆσαι καὶ ταύτην ἡρμόσατο ἑαυτῷ εἰς νύμφην βασιλέως καὶ ταύτην καθαρίζει ἀπὸ τοῦ ῥύπου, καὶ ἐκπλύνων λαμπρύνει ἀπὸ τῆς μελανίας καὶ τῆς αἰσχρότητος αὐτῆς καὶ ζωοποιεῖ ἐκ τῆς νεκρώσεως καὶ ἰᾶται ἐκ τῆς συντρίψεως, καὶ εἰρηνεύει αὐτῆς τὴν ἔχθραν καταλλάσσων. κτίσμα γὰρ οὖσα εἰς νύμφην τῷ υἱῷ τοῦ βασιλέως ἡρμόσθη, καὶ τῇ ἰδίᾳ αὐτοῦ δυνάμει ὁ θεὸς παραδέχεται αὐτήν, κατὰ μικρὸν συμμεταβαλλόμενος αὐτῇ, ἕως αὐξήσει αὐτὴν τῇ ἰδίᾳ αὐξήσει.

τείνει γὰρ αὐτὴν καὶ μηκύνει εἰς ἀπέραντον καὶ ἀμέτρητον αὔξησιν, ἕως ἂν ἄμωμος καὶ ἀξία αὐτοῦ νύμφη γένηται. πρῶτον γὰρ γεννᾷ αὐτὴν ἐν ἑαυτῷ καὶ αὐξάνει δι᾽ ἑαυτοῦ, ἕως ἀπολάβῃ τὸ τέλειον μέτρον τῆς ἀγάπης αὐτοῦ· αὐτὸς γὰρ ὢν τέλειος νυμφίος λαμβάνει αὐτὴν τελείαν νύμφην εἰς τὴν ἁγίαν καὶ μυστικὴν καὶ ἄχραντον κοινωνίαν τοῦ γάμου. καὶ τότε συμβασιλεύει αὐτῷ εἰς τοὺς ἀπεράντους αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΜΗ. Ὁ κύριος ἐν τῷ εὐαγγελίῳ τοὺς ἑαυτοῦ μαθητὰς εἰς τελείαν πίστιν ἀγαγεῖν βουλόμενος ἔλεγεν· ‹ὁ ἐν ὀλίγῳ πιστὸς καὶ ἐν πολλῷ πιστός ἐστι, καὶ ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν›. τί ἐστι τὸ ὀλίγον καὶ τί ἐστι τὸ πολύ; τὸ ὀλίγον τὰ ἐπαγγέλματά εἰσι τοῦ αἰῶνος τούτου, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ, οἷον τροφάς, ἐνδύματα καὶ τὴν λοιπὴν τοῦ σώματος ἀνάπαυσιν, ἢ ὑγείαν καὶ τὰ τοιαῦτα, προστάξας μὴ μεριμνᾶν ὅλως περὶ τούτων, ἀλλὰ τῇ εἰς αὐτὸν πεποιθήσει ἐλπίζειν, ὅτι ὁ κύριος προνοητὴς τῶν εἰς αὐτὸν καταφευγόντων κατὰ πάντα γίνεται. τὸ δὲ πολὺ τὰ τοῦ αἰωνίου καὶ ἀφθάρτου αἰῶνος δωρήματά ἐστιν, ἅπερ ὑπέσχετο παρασχεῖν τοῖς πιστεύουσιν αὐτῷ καὶ ἀδιαλείπτως περὶ ἐκείνων μεριμνῶσι καὶ αἰτοῦσιν αὐτόν, ὅτι οὕτως ἐνετείλατο· ‹ὑμεῖς δὲ› φησὶ ‹μόνον ζητεῖτε τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν›, ὅπως ἐκ τῶν ὀλίγων τούτων καὶ προσκαίρων δοκιμασθῇ ἕκαστος, εἰ πιστεύει τῷ θεῷ· ὅτι ἐπηγγείλατο παρασχεῖν, ἡμῶν ἀμερίμνων περὶ τὰ τοιαῦτα ὄντων καὶ μόνον περὶ τῶν μελλόντων καὶ αἰωνίων τὴν φροντίδα ἐχόντων. καὶ τότε φανερόν ἐστιν, ὅτι πιστεύει περὶ τῶν ἀφθάρτων καὶ ὄντως ζητεῖ τὰ αἰώνια ἀγαθά, εἰ περὶ τῶν ὁρωμένων ὑγιῆ τὴν πίστιν ἀποσῴζει.

Ὀφείλει γὰρ ἕκαστος τῶν ὑπακουόντων τῷ τῆς ἀληθείας λόγῳ δοκιμάζειν ἑαυτὸν καὶ ἀνακρίνειν ἤτοι ὑπὸ πνευματικῶν ἀνδρῶν ἀνακρίνεσθαι καὶ δοκιμάζεσθαι, πῶς ἐπίστευσε καὶ ἔδωκεν ἑαυτὸν τῷ θεῷ, εἰ ὄντως ἐν ἀληθείᾳ κατὰ τὸν λόγον αὐτοῦ ἢ οἰήσει δικαιώσεως καὶ πίστεως ἐν ἑαυτῷ πιστεύειν νομίζων. ἕκαστος γὰρ εἰ ἐν τῷ ὀλίγῳ πιστός ἐστι (περὶ τῶν προσκαίρων λέγω), δοκιμάζεται καὶ ἐλέγχεται. τὸ δὲ πῶς, ἄκουε. πιστεύειν λέγεις βασιλείας οὐρανῶν καταξιοῦσθαι καὶ υἱὸς θεοῦ γεννηθεὶς ἄνωθεν γενέσθαι καὶ συγκληρονόμος τοῦ Χριστοῦ καὶ εἰς αἰῶνας ὅλους συμβασιλεύειν αὐτῷ καὶ τρυφᾶν ἐν φωτὶ ἀρρήτῳ ἐν ἀπεράντοις καὶ ἀναριθμήτοις αἰῶσιν ὡς ὁ θεός; πάντως ἐρεῖς “ναί„. διὰ ταύτην γὰρ τὴν αἰτίαν ἀναχωρήσας τοῦ κόσμου ἑαυτὸν τῷ κυρίῳ δέδωκα. δοκίμασον τοίνυν 〈σεαυτόν〉, μήποτέ σε μέριμναι γήϊναι κατέχουσιν ἔτι καὶ φροντὶς πολλὴ περὶ τῆς τοῦ σώματος τροφῆς καὶ ἐνδύσεως καὶ τῆς λοιπῆς ἐπιμελείας καὶ ἀναπαύσεως, ὡς τῇ σῇ δυνάμει περιγιγνόμενος καὶ προνοούμενος ἑαυτοῦ, ἃ προσετάχθης μὴ μεριμνᾶν ὅλως περὶ σεαυτοῦ. εἰ γὰρ πιστεύεις τὰ ἀθάνατα καὶ αἰώνια καὶ παράμονα καὶ ἄφθονα λήψεσθαι, πόσῳ μᾶλλον ταῦτα τὰ παρερχόμενα καὶ γήϊνα, ἅπερ ὁ θεὸς ἔδωκε καὶ ἀσεβέσιν ἀνθρώποις καὶ θηρίοις καὶ πετεινοῖς, οὐ πιστεύεις παρασχέσθαι σοι τὸν κύριον;

ὥσπερ καὶ ἐνετείλατο μὴ μεριμνᾶν ὅλως περὶ τούτων εἰπών· ‹μὴ μεριμνήσητε τί φάγητε ἢ τί πίητε ἢ τί περιβάλησθε. ταῦτα γὰρ πάντα τὰ ἔθνη ἐπιζητεῖ›. εἰ δὲ περὶ ταῦτα ἔτι μέριμναν ἔχεις καὶ οὐκ ἐνεπίστευσας ὅλον σεαυτὸν τῷ λόγῳ αὐτοῦ, γνῶθι ὅτι τὰ αἰώνια ἀγαθά, ἅπερ ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ἀκμὴν οὐκ ἐπίστευσας λαβεῖν, καὶ νομίζεις πιστεύειν, ἔτι ἐν τοῖς μικροῖς καὶ φθαρτοῖς ἄπιστος εὑρισκόμενος. καὶ πάλιν· “ὥσπερ τὸ σῶμα τιμιώτερον τοῦ ἐνδύματός ἐστιν, οὕτω καὶ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος„. πιστεύεις τοίνυν, ὅτι ἡ ψυχή σου ὑπὸ Χριστοῦ ἴασιν δέχεται ἀπὸ τῶν αἰωνίων καὶ ἀθεραπεύτων παρὰ ἀνθρώποις τραυμάτων, τῶν παθῶν τῆς ἁμαρτίας, δι᾽ ἣν καὶ ἦλθεν ἐνταῦθα ὁ κύριος, ἵνα νῦν τὰς ψυχὰς τῶν πιστῶν θεραπεύσῃ ἐκ τῶν ἀνιάτων παθῶν καὶ καθαρίσῃ ἐκ τοῦ ῥύπου τῆς λέπρας τῆς κακίας, ὁ μόνος ἀληθινὸς ἰατρὸς καὶ θεραπευτής;

Ἐρεῖς πάντως· “πιστεύω. εἰς τοῦτο γὰρ ἕστηκα καὶ ταύτην ἔχω τὴν προσδοκίαν„. γνῶθι τοίνυν, ἐρευνήσας σεαυτόν, μήποτέ σε τὰ σαρκικὰ πάθη πρὸς ἰατροὺς γηΐνους ἀποφέρῃ, ὡς Χριστοῦ ᾧ ἐπίστευσας μὴ δυναμένου σε θεραπεῦσαι. ἴδε πῶς σεαυτὸν ἀπατᾷς, ὅτι νομίζεις πιστεύειν, μηδέπω πιστεύων ὡς δεῖ ἐξ ἀληθείας. εἰ γὰρ τὰ αἰώνια καὶ ἀθεράπευτα τῆς ἀθανάτου ψυχῆς τραύματα καὶ πάθη κακίας ἐπίστευσας ὑπὸ Χριστοῦ θεραπευθῆναι, ἐπίστευες ἂν αὐτῷ δυνατῷ ὄντι θεραπεύειν καὶ τὰ πρόσκαιρα τοῦ σώματος πάθη καὶ νοσήματα, καὶ πρὸς αὐτὸν ἂν μόνον κατέφευγες, ὑπερορῶν ἰατρικῶν ἐπιτηδευμάτων καὶ θεραπειῶν. ὁ γὰρ τὴν ψυχὴν κτίσας αὐτὸς καὶ τὸ σῶμα πεποίηκε, καὶ ὁ ἐκείνην τὴν ἀθάνατον ἰώμενος αὐτὸς καὶ τὸ σῶμα δύναται ἀπὸ τῶν προσκαίρων παθῶν καὶ νοσημάτων θεραπεῦσαι.

Ἀλλὰ πάντως ἐρεῖς μοι ταῦτα· “ὁ θεὸς τῷ σώματι ἔδωκεν εἰς θεραπείαν τάς τε βοτάνας τῆς γῆς καὶ τὰ φάρμακα, καὶ ἰατρῶν ἐπιτηδεύματα πρὸς τὰ τοῦ σώματος πάθη προευτρέπισε, τὸ ἀπὸ γῆς ὂν σῶμα θεραπεύεσθαι οἰκονομήσας ἐκ τῶν τῆς γῆς διαφόρων εἰδῶν„. σύμφημι κἀγὼ ταῦτα οὕτως ἔχειν. ἀλλὰ πρόσεχε καὶ γνώσῃ τὸν τρόπον, τίσι ταῦτα δέδοται καὶ τίσιν ᾠκονόμησεν ὁ θεὸς κατὰ πολλὴν καὶ ἄπειρον φιλανθρωπίαν καὶ χρηστότητα. ἐκπεσὼν ὁ ἄνθρωπος ἀπὸ τῆς ἐντολῆς, ἧς εἰλήφει, καὶ ὑπὸ τὴν ἀπόφασιν τῆς ὀργῆς γεγονώς, καὶ ὥσπερ εἰς αἰχμαλωσίαν καὶ ἀτιμίαν ἢ μετάλλου τινὸς ἐργασίαν, ἐκ τῆς τρυφῆς τοῦ παραδείσου εἰς τὸν κόσμον τοῦτον ἐξορισθεὶς καὶ ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους γεγονὼς καὶ ἄπιστος ἀπὸ τῆς πλάνης τῶν παθῶν καταστάς, ὑπὸ τὰ πάθη λοιπὸν καὶ τὰ νοσήματα τῆς σαρκὸς πέπτωκεν, ὁ πρὶν ἀπαθὴς καὶ ἄνοσος. δῆλον δὲ ὅτι καὶ πάντες οἱ ἐξ αὐτοῦ γεννηθέντες τοῖς αὐτοῖς πάθεσιν ὑποπεπτώκασιν. ᾠκονόμησε τοίνυν ταῦτα τοῖς ἀσθενέσι καὶ ἀπίστοις ὁ θεός, μὴ βουληθεὶς παντελῶς ἐξολοθρεῦσαι τὸ ἁμαρτωλὸν τῶν ἀνθρώπων γένος διὰ πολλὴν χρηστότητα, ἀλλ᾽ ἔδωκεν εἰς ψυχαγωγίαν καὶ θεραπείαν καὶ ἐπιμέλειαν τοῦ σώματος τὰ φάρμακα τοῖς τοῦ κόσμου ἀνθρώποις καὶ τοῖς ἔξω πᾶσι, κἀκείνους συνεχώρησε τούτοις χρᾶσθαι τοὺς τῷ θεῷ μηδέπω δυναμένους ἐξ ὅλου ἑαυτοὺς ἐμπιστεύειν.

σὺ δὲ ὁ μονάζων ὁ προσεληλυθὼς τῷ Χριστῷ καὶ υἱὸς θεοῦ βουλόμενος εἶναι καὶ ἄνωθεν ἐκ πνεύματος γεννηθῆναι καὶ ἀνωτέρας καὶ μείζους τοῦ πρώτου καὶ ἀπαθοῦς ἀνθρώπου ἐπαγγελίας ἐκδεχόμενος, τὴν εὐδοκίαν τῆς τοῦ κυρίου ἐπιδημίας, καὶ ξένος τοῦ κόσμου γεγονώς, καινοτέραν τινὰ καὶ ξένην πίστιν καὶ ἔννοιαν καὶ πολιτείαν παρὰ πάντας τοὺς τοῦ κόσμου ἀνθρώπους κεκτῆσθαι ὀφείλεις. δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ ΜΘ. Ἐάν τις ἐξελθὼν τῶν ἰδίων καὶ ἀποταξάμενος τῷ κόσμῳ τούτῳ καὶ τῆς τρυφῆς τοῦ κόσμου ἀπαλλαγεὶς καὶ κτημάτων καὶ πατρὸς καὶ μητρὸς ἕνεκεν τοῦ κυρίου καὶ ἑαυτὸν σταυρώσας, ξένος καὶ πένης καὶ ἐνδεὴς γένηται, ἀντὶ δὲ τῆς ἀναπαύσεως τοῦ κόσμου ἀνάπαυσιν θεϊκὴν ἐν ἑαυτῷ μὴ εὕρῃ καὶ ἀντὶ τῆς προσκαίρου τρυφῆς τρυφῆς πνεύματος εἰς τὴν ἑαυτοῦ ψυχὴν μὴ αἴσθηται, καὶ ἀντὶ τῶν φθαρτῶν ἐνδυμάτων ἐνδύματα φωτὸς θεότητος μὴ ἀμφιάσηται εἰς τὸν ἔσω ἄνθρωπον, καὶ ἀντὶ τῆς προσκαίρου καὶ σαρκικῆς κοινωνίας ταύτης κοινωνίαν τοῦ ἐπουρανίου ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐν πληροφορίᾳ μὴ γνῷ, καὶ ἀντὶ τῆς φαινομένης τοῦ κόσμου τούτου χαρᾶς χαρὰν πνεύματος ἔνδον μὴ σχῇ, καὶ παράκλησιν οὐρανίου χάριτος καὶ χορτασίαν θείαν ἐν τῇ ψυχῇ μὴ λάβῃ ἐν τῷ ἐποφθῆναι αὐτῷ τὴν δόξαν τοῦ κυρίου κατὰ τὸ γεγραμμένον, καὶ ἁπαξαπλῶς ἀντὶ ταύτης τῆς προσκαίρου ἀπολαύσεως ἀπόλαυσιν ἄφθαρτον ἐπιθυμητὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ μὴ κτήσηται νῦν, —οὗτος γέγονεν ἅλας μωρόν, οὗτος ἐλεεινός ἐστι παρὰ πάντας ἀνθρώπους, οὗτος καὶ τῶν ἐντεῦθεν ἐστερήθη καὶ τῶν θεϊκῶν δωρεῶν οὐκ ἀπέλαυσε. μυστήρια θεῖα δι᾽ ἐνεργείας τοῦ πνεύματος οὐκ ἔγνω ἐν τῷ ἔσω αὐτοῦ ἀνθρώπῳ.

διὰ τοῦτο γὰρ ξένος τοῦ κόσμου γεγένηταί τις, ἵνα εἰς ἕτερον κόσμον καὶ αἰῶνα τῷ φρονήματι μετέλθῃ ἡ ψυχὴ αὐτοῦ κατὰ τὸν ἀπόστολον· «ἡμῶν γὰρ» φησὶ «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», καὶ πάλιν· ‹ἐπὶ γῆς περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα›.

Δεῖ τοίνυν τὸν ἀποταξάμενον τῷ κόσμῳ τούτῳ βεβαίως πιστεῦσαι, ὅτι χρὴ εἰς ἕτερον αἰῶνα τῷ φρονήματι ἀπὸ τοῦ νῦν διὰ τοῦ πνεύματος μεταβῆναι, κἀκεῖ πολιτεύεσθαι καὶ τρυφᾶν καὶ ἀπολαύειν πνευματικῶν ἀγαθῶν καὶ τὸν ἔσω ἄνθρωπον ἐκ πνεύματος γεννηθῆναι, καθὼς ὁ κύριος εἶπεν· ‹ὁ πιστεύων εἰς ἐμὲ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν›· ἐπειδὴ ἔστιν ἄλλος θάνατος παρὰ τὸν φαινόμενον καὶ ἄλλη ζωὴ παρὰ τὴν φαινομένην. λέγει γὰρ ἡ γραφὴ ὅτι ‹ἡ σπαταλῶσα ζῶσα τέθνηκεν›, καί· ‹ἄφετε τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς›· ὅτι ‹οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, κύριε, ἀλλ᾽ ἡμεῖς οἱ ζῶντες εὐλογήσομέν σε›.

Ὥσπερ γὰρ ὁ ἥλιος ἀνατείλας ἐπὶ τὴν γῆν ὅλος ἐν τῇ γῇ ἐστιν, ἐπὰν δὲ πρὸς δυσμὰς γένηται, πάσας αὐτοῦ τὰς ἀκτῖνας συνάγει πορευόμενος ἐν τῷ ἑαυτοῦ οἴκῳ, οὕτως καὶ ψυχὴ ἡ μὴ ἄνωθεν ἐκ τοῦ πνεύματος ἀναγεννηθεῖσα ὅλη ἐν τῇ γῇ ἐστι τοῖς λογισμοῖς αὐτῆς καὶ τῷ φρονήματι ἐπὶ γῆς ἐκτεινομένη ἕως τῶν περάτων αὐτῆς. ἐπὰν δὲ καταξιωθῇ τὴν ἐπουράνιον λαβεῖν τοῦ πνεύματος γέννησιν καὶ κοινωνίαν, πάντας αὐτῆς τοὺς λογισμοὺς συνάγουσα καὶ μεθ᾽ ἑαυτῆς ἔχουσα εἰσέρχεται πρὸς τὸν κύριον εἰς τὸ ἐξ οὐρανοῦ ἀχειροποίητον κατοικητήριον, καὶ πάντες οἱ λογισμοὶ αὐτῆς οὐράνιοι καὶ καθαροὶ καὶ ἅγιοι γίγνονται, χωροῦντες εἰς ἀέρα θεϊκόν. ῥυσθεῖσα γὰρ ἡ ψυχὴ ἐκ τῆς φυλακῆς τοῦ σκότους, τοῦ πονηροῦ ἄρχοντος τοῦ πνεύματος τοῦ κόσμου, εὑρίσκει λογισμοὺς καθαροὺς καὶ θείους, ὅτι εὐδόκησεν ὁ θεὸς τὸν ἄνθρωπον ποιῆσαι ‹θείας φύσεως κοινωνόν›.

Εἰ οὖν ἀναχωρήσεις πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ προσκαρτερεῖς τῇ εὐχῇ σου, οὐ μᾶλλον τὸν κάματον τοῦτον ἀναπαύσεως μεστὸν ἡγήσῃ, καὶ τὴν ὀλίγην θλῖψιν καὶ τὸν πόνον χαρᾶς καὶ ἀνέσεως ἀνάπλεων νομίσεις μεγίστης; εἰ γὰρ καὶ τὸ σῶμά σου καὶ ἡ ψυχή σου καταδεδαπάνητο κατὰ πᾶσαν ὥραν ἐν ὅλῳ τῷ βίῳ διὰ τηλικαῦτα ἀγαθά, τί τοῦτο ἦν; ὢ τῆς ἀρρήτου εὐσπλαγχνίας τοῦ θεοῦ, ὅτι δωρεὰν ἑαυτὸν χαρίζεται τοῖς πιστεύουσιν ἐν ὀλίγῳ καιρῷ θεὸν κληρονομῆσαι, καὶ θεὸν οἰκῆσαι ἐν σώματι ἀνθρώπου καὶ ἔχειν τὸν κύριον οἰκίαν καλὴν τὸν ἄνθρωπον. ὥσπερ γὰρ ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν εἰς τὸ κατοικῆσαι τὸν ἄνθρωπον, οὕτως καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου ἔκτισεν εἰς ἰδίαν οἰκίαν, εἰς τὸ ἐνοικῆσαι καὶ ἀναπαῆναι ὡς ἐν ἰδίῳ οἴκῳ τῷ σώματι, ἔχων νύμφην καλὴν τὴν ἐράσμιον ψυχὴν τὴν κατ᾽ εἰκόνα αὐτοῦ πεποιημένην. «ἡρμοσάμην γὰρ ὑμᾶς» φησιν ὁ ἀπόστολος «ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ», καὶ πάλιν· «οὗ οἶκός ἐσμεν ἡμεῖς». ὥσπερ γὰρ ὁ ἀνὴρ ἐν τῷ οἴκῳ αὐτοῦ μετὰ σπουδῆς πάντα τὰ ἀγαθὰ ἀποθησαυρίζει, οὕτω καὶ ὁ κύριος ἐν τῷ οἴκῳ αὐτοῦ, τῇ ψυχῇ καὶ τῷ σώματι, ἀποτίθεται καὶ θησαυρίζει τὸν πλοῦτον τοῦ πνεύματος τὸν οὐράνιον.

Οὔτε δὲ σοφοὶ διὰ τῆς σοφίας οὔτε φρόνιμοι διὰ τῆς φρονήσεως αὐτῶν ἠδυνήθησαν καταλαβεῖν ψυχῆς λεπτότητα ἢ εἰπεῖν περὶ αὐτῆς ὡς ἔστιν, εἰ μὴ μόνον οἷς διὰ τοῦ ἁγίου πνεύματος ἀποκαλύπτεται ἡ κατάληψις καὶ γνῶσις ἀκριβὴς περὶ ψυχῆς γνωρίζεται. ἀλλ᾽ ἐνταῦθα θεώρει καὶ διάκρινον καὶ σύνες, πῶς. ἄκουσον. οὗτος θεός, αὕτη οὐ θεός. οὗτος κύριος, αὕτη δούλη. οὗτος κτίστης, αὕτη κτίσμα. οὗτος ποιητής, αὕτη ποίημα. οὐδὲν κοινὸν τῆς αὐτοῦ φύσεως καὶ αὐτῆς τυγχάνει, ἀλλὰ διὰ τὴν ἄπειρον καὶ ἄρρητον καὶ ἀνεννόητον ἀγάπην καὶ εὐσπλαγχνίαν αὐτοῦ εὐδόκησεν εἰς τοῦτο τὸ ποίημα καὶ κτίσμα νοερὸν καὶ τίμιον καὶ ἐξαίρετον ἔργον ἐνοικῆσαι, ὥς φησιν ἡ γραφή· «εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων», εἰς τὴν αὐτοῦ σοφίαν καὶ κοινωνίαν, εἰς ἴδιον κατοικητήριον, εἰς ἰδίαν τιμίαν καὶ καθαρὰν νύμφην.

Τοιούτων οὖν ἀγαθῶν προκειμένων καὶ τοιούτων ἐπαγγελιῶν ἐπαγγελθεισῶν καὶ τοιαύτης εὐδοκίας ὑπὸ κυρίου εἰς ἡμᾶς γεγενημένης, μὴ ἀμελήσωμεν, ὢ τέκνα, μήτε ὀκνήσωμεν ἐπειχθῆναι πρὸς τὴν αἰώνιον ζωὴν καὶ ἑαυτοὺς ὁλοτελῶς τῇ τοῦ κυρίου εὐαρεστήσει ἐπιδοῦναι. παρακαλέσωμεν τοίνυν τὸν κύριον, ἵνα τῇ ἰδίᾳ τῆς θεότητος δυνάμει λυτρώσηται ἡμᾶς ἐκ τῆς φυλακῆς τοῦ σκότους τῶν παθῶν τῆς ἀτιμίας, καὶ τὴν ἰδίαν εἰκόνα καὶ τὸ πλάσμα ἐκδικήσας ἀναλάμψαι ποιήσῃ, σώαν καὶ καθαρὰν τὴν ψυχὴν ἀπεργασάμενος, καὶ οὕτως ἀξιωθῶμεν τῆς κοινωνίας τοῦ πνεύματος, δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα εἰς τοὺς αἰῶνας. ἀμήν.

ΟΜΙΛΙΑ Ν. Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις. καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος. ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε, καὶ ἐγένοντο ἕλκη. καὶ πάλιν ἐπέταξε, καὶ ἐγένοντο σκνίπες καὶ βάτραχοι. ἆρα ταῦτα φύσις ἀνθρώπων ποιεῖν ἠδύνατο; εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη· τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα. ἀλλὰ δηλονότι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα.

Ὁ Δαβὶδ πῶς ἄνευ ὅπλου ἠδύνατο μετὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; καὶ ὅτε ἔρριψε τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς Δαβὶδ χεὶρ θεοῦ ὡδήγει τὸν λίθον, καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτὸν ποιήσασα τὴν νίκην· οὐ γὰρ Δαβὶδ ἠδύνατο, ἀσθενὴς ὢν τῷ σώματι. Ἰησοῦς ὁ τοῦ Ναυῆ ὅτε ἀπῆλθεν εἰς Ἰεριχώ, περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος ποιῆσαι τῇ ἰδίᾳ φύσει, ἀλλ᾽ ὅτε ὁ θεὸς ἐκέλευσε, τὰ τείχη ἀφ᾽ ἑαυτῶν κατέπεσε. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει αὐτῷ ὁ κύριος· ‹ἄπελθε εἰς πόλεμον›. ἀπεκρίθη Ἰησοῦς· ‹ζῇ κύριος, οὐ μὴ ἀπέλθω ἄνευ σοῦ›. καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ στῆναι ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; ἡ φύσις αὐτοῦ μόνη ἢ ἡ συνοῦσα αὐτῷ δύναμις; καὶ Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, εἰ μὲν ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν πρὸς τὸν θεόν, ἐπάτει τὸν Ἀμαλήκ· εἰ δὲ ἔκλινε τὰς χεῖρας, ὁ Ἀμαλὴκ περιεγίνετο.

Σὺ δὲ ἀκούων ταῦτα γινόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων. ἀνάλαβε οὖν εἰς ἑαυτὸν ταῦτα. ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λογισμοὺς εἰς τὸν οὐρανόν, καὶ θελήσεις προσκολληθῆναι τῷ κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς. καὶ ὥσπερ εἰς Ἰεριχὼ τὰ τείχη ἔπεσον διὰ δυνάμεως θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντά σου τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροί σου ἐξολοθρεύονται διὰ δυνάμεως θεοῦ. οὕτως ἐν τῇ σκιᾷ θεοῦ δύναμις ἀδιαλείπτως συνῆν τοῖς δικαίοις, ποιοῦσα θαυμάσια φανερά, καὶ ἔσωθεν δὲ ἐν αὐτοῖς ᾤκει ἡ θεία χάρις. ὁμοίως καὶ εἰς τοὺς προφήτας ἐνήργει καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς αὐτῶν τοῦ προφητεύειν καὶ λαλεῖν, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ. οὐ γὰρ πάντοτε ἐλάλουν, ἀλλ᾽ ὅτε ἤθελε τὸ ἐν αὐτοῖς πνεῦμα· πλὴν ἡ δύναμις πάντοτε συνῆν.

Εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα τὸ ἅγιον, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὸν σταυρόν, εἰς τὴν ἔλευσιν τοῦ Χριστοῦ, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος. «ἐκχεῶ» γάρ φησιν «ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». τοῦτό ἐστιν ὃ εἶπεν αὐτὸς ὁ κύριος ὅτι ‹μεθ᾽ ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος›. ‹πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει›. ‹εἰ› γάρ φησιν ‹ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν›, δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν ἀπόστολον.

Τὰ οὖν τοιαῦτα μέτρῳ καὶ χρόνῳ καὶ κόπῳ πολλῷ καὶ ὑπομονῇ καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, ‹γυμναζομένων τῶν αἰσθητηρίων τῆς ψυχῆς›, κατὰ τὸ εἰρημένον, διὰ ‹καλοῦ τε καὶ κακοῦ›, δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν καὶ πολυτρόπων περιστάσεων καὶ ἐνεδρῶν τῆς κακίας, ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ πνεύματος. ὁ γὰρ γνωρίζων τὴν ἐπιβουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν ἔσω ἄνθρωπον καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ ἁγίου πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνανεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων ἀκμὴν τὴν πολύτροπον οἰκονομίαν τῆς τοῦ θεοῦ χάριτος καὶ εἰρήνης. καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ κυρίου καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασιν ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀδικεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων τὴν λεπτότητα τῆς κακίας καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γινομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ ἁγίου καὶ θεϊκοῦ πνεύματος. ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ.

ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ πνεύματος, εἰ εἶδε τὸν βασιλέα καὶ ἀνεπάη, ἐγγύτατος αὐτοῦ γενόμενος, εἴ τε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ. ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ καὶ βάθος πολύ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξερριζώθη ἡ ἁμαρτία. τὸ πλεῖστον δὲ μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε.

Διὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἱλικρινείας δι᾽ ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐπεργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν συνετώτεροι γένησθε ἐν κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ αὐτοῦ χάριτι καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργίας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκατάγνωστοι εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.