Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Ο ναός της καρδιάς, η ελευθερία του νου και η αποφυγή της οιήσεως

Η σταδιακή κάθαρση της ψυχής, η μυστική ιερουργία του Πνεύματος, οι ενέδρες του εχθρού και η διατήρηση της αληθινής ταπεινώσεως προς υποδοχήν της θείας δωρεάς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 11 από 12

Ὄψει σωζομένην ἀκολουθίαν· ἐνοικεῖ μὲν γὰρ ἡ θεία Τριὰς ἐν τῇ καθαρῶς ἐχούσῃ ψυχῇ, τῆς θείας χρηστότητος συνεφαπτομένης· ἐνοικεῖ δὲ οὐ καθ’ ὅ ἐστιν· ἀχώρητος γὰρ καὶ αὐτῇ πάσῃ τῇ κτίσει· ἀλλὰ καθ’ ὅσον γοῦν ἐπιτηδείως ἔχει καὶ δεκτικῶς ὁ ἄνθρωπος· ἐπειδὰν δέ τι παρατραπῇ τῆς τῷ Θεῷ κατὰ γνώμην διαγωγῆς, καὶ τὸ θεῖον Πνεῦμα λυπήσειεν, ἐκβάλλεται καὶ ἀφορίζεται τῆς πνευματικῆς εὐφροσύνης ὁ νοῦς· τῆς μὲν θείας χάριτος καὶ τῆς ἀγάπης, καὶ πάσης τῆς ἀγαθῆς τοῦ Πνεύματος ἐνεργείας συστελλομένης· ἐκείνου δὲ θλίψεσί τε καὶ πειρασμοῖς καὶ πονηροῖς πνεύμασι παραδιδομένου· καὶ μέχρις ἂν πάλιν ὀρθοποδίσειεν ἡ ψυχὴ πρὸς τὴν τοῦ Πνεύματος εὐαρέστησιν· εἶτα διὰ πάσης ἐξομολογήσεώς τε καὶ ταπεινώσεως τὴν μετάνοιαν ἐπιδειξαμένη, τότε καὶ αὖθις τῆς ἐπισκοπῆς ἀξιοῦται τῆς χάριτος, καὶ τὴν οὐράνιον εὐφροσύνην πλέον ἢ κατὰ πρῶτον ἀπολαμβάνει.

Εἰ δὲ πρὸς μηδὲν τὸ Πνεῦμα λυπήσειεν, ἀλλ’ εἴη ζῶσά τε εὐαρέστως, καὶ λογισμοῖς μὲν πᾶσι πονηροῖς ἀντιταττομένη, τῷ Κυρίῳ δὲ κολλωμένη διαπαντός, ἡ τοιαύτη δικαίως ἄρα καὶ ἀκολούθως προκόπτει ψυχή, καὶ δωρεῶν ἀφάτων ἀξιοῦται, ἀπὸ δόξης εἰς δόξαν, καὶ ἀπὸ ἀναπαύσεως εἰς τελειοτέραν ἀνάπαυσιν μετατίθεται. Εἶτα καὶ εἰς τὸ τέλειον τοῦ Χριστιανισμοῦ μέτρον ἀφικομένη, τοῖς τελείοις ἐργάταις, καὶ τοῖς ἀμώμοις τοῦ Χριστοῦ λειτουργοῖς κατὰ τὴν αἰώνιον αὐτοῦ συνταγήσεται βασιλείαν.

ΚΘʹ. Τὰ φαινόμενα ταῦτα τύπους οἵου μοι καὶ σκιὰς τῶν κρυφίων εἶναι· τὸν ναὸν τὸν ὁρώμενον τοῦ τῆς καρδίας ναοῦ, τὸν ἱερέα, τοῦ ἀληθινοῦ ἱερέως τῆς τοῦ Χριστοῦ χάριτος· καὶ ἐφεξῆς οὕτως. Ὥσπερ οὖν κατὰ τήνδε τὴν ὁρατὴν Ἐκκλησίαν, ἂν μὴ πρότερον αἱ ἀναγνώσεις, αἱ ψαλμῳδίαι τε καὶ τίς ἐστιν ἀκολουθία τοῦ ἐκκλησιαστικοῦ βαθμοῦ, προχωρήσειεν, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματός τε καὶ αἵματος τοῦ Χριστοῦ τὸν ἱερέα ἐπιτελεῖν οὐκ ἀκόλουθον.

Εἶτα κἂν πᾶς μὲν ὁ ἐκκλησιαστικὸς κανὼν ἐπιτεθείη, ἡ μυστικὴ δὲ τῆς προσφορᾶς ὑπὸ τοῦ ἱερέως εὐχαριστία, καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὔτε ὁ ἐκκλησιαστικὸς ἐτελεσιουργήθη θεσμός, καὶ ἐλλιπής ἐστιν ἡ λατρεία τοῦ μυστηρίου· οὕτω μοι καὶ τὰ τοῦ Χριστιανοῦ νόει· ἂν γὰρ νηστείαν μὲν καὶ ἀγρυπνίαν καὶ ψαλμῳδίαν, ὅλην τε ἄσκησιν καὶ ἀρετὴν πᾶσαν κατορθωκὼς εἴη· ἡ μυστικὴ δὲ τοῦ Πνεύματος ἐνέργεια τῷ θυσιαστηρίῳ τῆς αὐτοῦ καρδίας ὑπὸ τῆς χάριτος κατ’ αἴσθησιν πᾶσαν καὶ πνευματικὴν ἀνάπαυσιν μὴ ἐπιτελοῖτο, ἀτελὴς ἡ τοιάδε πᾶσα τῆς ἀσκήσεως ἀκολουθία καὶ σχεδὸν ἀργή, οὐκ ἔχουσα τὴν τοῦ Πνεύματος ἀγαλλίασιν μυστικῶς ἐν τῇ καρδίᾳ ἐνεργουμένην.

Λʹ. Καλὸν ἡ νηστεία, καλὸν ἡ ἀγρυπνία, καλὸν ὁμοίως ἡ ἄσκησις, καὶ ἡ ἐπὶ ξένης διαγωγή· καὶ προοίμια ταῦτα πολιτείας θεοφιλοῦς· ἀλόγιστον δὲ ἀτεχνῶς τὸ ἁπλῶς τοῖς τοιούτοις ἐπιθαῤῥεῖν. Ἔστι γὰρ ὅτε καὶ χάριτός τινος ἐν μετοχῇ καθιστάμεθα· καὶ ἡ κακία ἔνδον ὑποκαθημένη, καθάπερ ἐν τοῖς ἄνω λέλεκται, σοφίζεται καὶ ὑποχωρεῖ ἑκοῦσα, οὐ πράττει τὰ ἑαυτῆς· ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, διακεκαθάρθαι τὸν νοῦν· καὶ τὸ λοιπὸν ἐξάγει πρὸς οἴησιν τελειότητος. Εἶτα λῃστρικῶν ἐπιτίθεται καὶ τῶν κατωτάτων ἄχρι καταφέρει τῆς γῆς. Οἱ γὰρ ἄνθρωποι πολλάκις εἴκοσιν ἕτη γενόμενοι λῃσταί τινες ἢ στρατιῶται τὸ ἐπιτήδευμα, μηχανάς τε κατὰ τῶν πολεμίων ἐπίστανται, ὑποκάθηνταί τε καὶ ἐνέδρας ἐπινοοῦσι, καὶ τὰ τῶν ἐχθρῶν λαμβάνουσιν ὦτα, καὶ κτείνουσιν ἀνελπίστως περιβαλόντες. Πόσῳ γε μᾶλλον ἡ κακία τοσαύτας χιλιάδας ἐτῶν γεγενημένη, καὶ τοῦτο ἔργον ἑαυτῆς τεθειμένη, τὸ σπουδαιότατον τὸ ἀπολεῖν ψυχάς, ἐνέδρας εἶδε τοιαύτας ἐν ἀποκρύφῳ τῆς καρδίας ἐπινοεῖν, καὶ κατὰ καιροὺς ἀτρεμεῖν ἐπίτηδες, καὶ μὴ ἐνεργεῖν· ὥστε τὴν ψυχὴν ἑλκῦσαι πρὸς οἴησιν τελειότητος;

Ὁ μέντοι θεμέλιος τοῦ Χριστιανισμοῦ, κἂν πάσας τις μετέλθῃ δικαιοσύνας, μὴ ἐπαναπαύεσθαι τούτων, μηδὲ ἐπιθαῤῥεῖν, μηδὲ μέγα τι πεποιηκέναι λογίζεσθαι· κἂν μέτοχος χάριτος καταστῇ, μὴ νομίσαι κατειληφέναι· μηδὲ κατακόρως ἔχειν· ἀλλὰ πεινᾷν τότε καὶ διψᾷν δέ, πενθεῖν καὶ κλαίειν, καὶ συντετριμμένην ὅλως τὴν καρδίαν ἔχειν.

ΛΑʹ. Νόει μοι τὴν πνευματικὴν κατάστασιν οὕτως ἔχειν. Ὑπόθου τινὰ εἶναι βασιλικὸν οἶκον· τούτῳ δὲ αὐλὰς ὑπεῖναι διαφόρους, καὶ πρόθυρά τινα καὶ οἰκίας ἄλλας ἐξωτέρας· καὶ οὕτω πάλιν κατὰ τὸ ἀκόλουθον ἐνδοτέρας, ἐν αἷς τὴν πορφύραν καὶ τοὺς θησαυροὺς εἰκὸς ἀποκεῖσθαι. Εἶτα καὶ τὴν τούτων αὖθις ἐσωτέραν, ὅπου τὴν βασιλικὴν εἶναι διαγωγὴν ἐπιτήδειον. Ὥσπερ οὖν εἴ τις τὰς ἐξωτέρας αὐλάς τε καὶ μονὰς ἀπαντήσας, εἰ δόξει τοὺς ἔνδον οἴκους κατειληφέναι, πεπλάνηται· οὕτω δὴ καὶ κατὰ τὸ πνευματικὸν ἀκολούθως. Οἱ πρὸς γαστέρα καὶ ὕπνον διαμαχόμενοι, ψαλμοῖς τε καὶ εὐχαῖς διηνεκῶς προσκείμενοι, μὴ νομιζέτωσαν ἤδη τοῦ τέλους καὶ τῆς καταπαύσεως ἐπιβῆναι. Πόθεν; Ἔτι γὰρ αὐτοῖς περὶ τὰ πρόθυρα καὶ τὰς αὐλὰς ἡ ἀναστροφή· οὐχ ἵνα τὴν πορφύραν καὶ τοὺς θησαυροὺς ὑποκεῖσθαι τοὺς βασιλικοὺς ὑπάρχει· κἂν χάριτός τινος πνευματικῆς ἠξιώθησαν· μηδὲ τοῦτο πάλιν αὐτοὺς ἀπατάτω, τοῦ τέλους ἐπιτυχεῖν· ἐρευνᾷν οὖν προσῆκεν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν· εἰ ἐνεδύσατο τοῦ Πνεύματος τὴν πορφύραν· εἰ τὸν βασιλέα εἶδε καὶ ἀνεπαύσατο.

Καὶ γὰρ οἴου μοι πάλιν τὴν μὲν ψυχὴν βάθος τι ἔχειν καὶ μέλη πολλά, τὴν δὲ ἁμαρτίαν ὑπεισελθοῦσαν τὰ μέλη πάντα, καὶ τὰ νοήματα τῆς καρδίας καταλαβεῖν· εἶτα ἐπιζητήσαντος τοῦ Πνεύματος τὴν χάριν, ἐλθεῖν, καὶ δύο τυχὸν τῆς ψυχῆς μέρη περιλαβεῖν· τὸν οὖν ἀπείρως ἔχοντα, πρὸς τῆς χάριτος ταύτης παρακαλούμενον δόκησις ἔχει, πάντα τὰ μέλη τῆς ψυχῆς κατειλῆφθαι, καὶ τὴν ἁμαρτίαν ὅλως ἐκριζῶσθαι, μὴ εἰδότα, ὅτι τὸ πλεῖστον μέρος αὐτῆς ἔτι κατάσχετον ὑπ’ ἐκείνης ἐστίν. Ἐνὸν γάρ, ὡς πολλάκις δεδήλωται, καὶ τὴν χάριν ἀδιαλείπτως ἐνεργεῖν, ὃν τρόπον ὀφθαλμὸν ἐν τῷ σώματι, καὶ συνεῖναι τὴν κακίαν ὑποκλέπτουσαν τὴν διάνοιαν. Ὁ τοίνυν μὴ διακρίνειν εἰδώς, ὡς μέγα τι κατειληφὼς ἤδη, μέγα τι περὶ ἑαυτοῦ οἴεται, καὶ ὡς τὴν ἐσχάτην κάθαρσιν συνεσχηκὼς τετύφωται· ἔχειν δὲ τὴν ἀλήθειαν συνηγοροῦσαν αὐτῷ, πολλοῦ γε καὶ δεῖ. Ὡς γὰρ ὁ λόγος φθάσας ἐδήλωσε, τέχνη τῷ Σατανᾶ καὶ αὕτη· κατά τινας χρόνους ἑκόντα παραχωρεῖν, καὶ τὰ εἰωθότα μὴ ἐνεργεῖν, κατὰ σκοπόν, τοῦ οἴησιν τελειότητος τοῖς ἀσκουμένοις ὑποβαλεῖν· ἀλλὰ μὴ ὁ φυτεύων ἀμπελῶνα παραπόδας λαμβάνῃ καὶ τὸν καρπόν· ἢ ὁ σπείρων τὰ σπέρματα ἐν τῇ γῇ καὶ τὴν συγκομιδὴν εὐθὺς ἐποιήσατο. Τί δέ; τὸ ἀρτιγενὲς παιδίον ἥψατο παραχρῆμα τῆς τελειότητος;

Ἀπόβλεψον εἰς τὸν Ἰησοῦν· ἐκ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν ὁ Χριστός, εἰς οἷα πάθη, καὶ ἀτιμίαν, καὶ σταυρὸν κατέβη· καὶ πάλιν ὅπως διὰ ταύτην αὐτοῦ τὴν ταπείνωσιν ὑπερήρθη, καὶ ἐν δεξιᾷ τοῦ Πατρὸς ἐκάθισεν. Ὁ δέ γε πονηρὸς ὄφις ἐκ πρώτης τῷ Ἀδὰμ ὑποσπείρας θεότητος ἐπιθυμίαν, εἰς οἵαν αὐτὸν κατήγαγεν ἀτιμίαν διὰ ταύτης δὴ τῆς οἰήσεως. Ταῦτα τοίνυν αὐτὸς ἐννοῶν ἀσφάλιζε σεαυτὸν ὅση δύναμις, καὶ σπούδαζε ταπεινοῦν ἀεὶ τὴν καρδίαν, καὶ συντετριμμένην ἔχειν.

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ ΝΟΟΣ ΛΟΓΟΣ. Αʹ. Ὅταν ἀκούσῃς, ὅτι κατελθὼν ὁ Χριστὸς εἰς ᾅδου, τὰς κατόχους ἐκεῖ ψυχὰς ἀνεῤῥύσατο, μὴ μακρὰν εἶναι ταῦτα καὶ τῶν νῦν τελουμένων νόμιζε. Οἴου μοι γὰρ μνημεῖον εἶναι τὴν καρδίαν· κἀκεῖ τοὺς λογισμοὺς καὶ τὸν νοῦν κατωρύχθαι βαρεῖ σκότει κατειλημμένους. Ἔρχεται τοιγαροῦν ὁ Κύριος εἰς τὰς ἐν ᾅδου ἐπιβοωμένας αὐτὸν ψυχάς, εἰς τὸ βάθος δηλαδὴ τῆς καρδίας, κἀκεῖ τῷ θανάτῳ ἐγκελευόμενος·

Ἀνάπεμπε, λέγει, τὰς ἐγκ[εκ]λεισμένας ψυχάς, τὰς ἐμὲ τὸν ῥύσασθαι δυνάμενον ἐκζητούσας. Εἶτα τὸν βαρὺν λίθον διάρας τὸν τῇ ψυχῇ ἐπικείμενον, τόν τε τάφον ἀνοίγει, καὶ τὸν ἐν ἀληθείᾳ νεκρὸν ἀνιστᾷ, καὶ τῆς ἀφεγγοῦς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχὴν ἀπαλλάττει.

Βʹ. Συμβαίνει, φησί, πολλάκις διαλέγεσθαί σοι καθ’ ὑποβολὴν ἐν καρδίᾳ τὸν Σατανᾶν, καί, Σύνες ὅσα εἴργασαι πονηρά, λέγειν· ἀναπέπλησταί σοι ἀνομιῶν ἡ ψυχή, βεβάρησαι πολλαῖς καὶ χαλεπωτάταις ἁμαρτίαις. Μὴ λανθανέτω γοῦν σε τοῦτο ποιῶν, καὶ προσχήματι ταπεινώσεως εἰς ἀπόγνωσιν συνωθῶν.

Ἀφ’ οὗ γὰρ διὰ τῆς παραβάσεως εἰσέφρησεν ἡ κακία, πάροδον ἔσχε διαλέγεσθαι καθεκάστην τρόπον τινὰ τῇ ψυχῇ ὡς ἄνθρωπον ἀνθρώπῳ, καὶ ὑποτιθέναι τὰ ἄτοπα. Ἀπόκριναι τοιγαροῦν αὐτῷ σύ· Ἀλλ’ ἔχω τὰς τοῦ Θεοῦ διαβεβαιώσεις ἐγγράφους· Οὐ βούλομαι, λέγοντος, τὸν θάνατον τοῦ ἀμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι διὰ μετανοίας καὶ ζῇν αὐτόν.

Τί γὰρ ἐβούλετο αὐτῷ ἡ κάθοδος, εἴ γε μὴ τοὺς ἁμαρτωλοὺς σώσει, καὶ τοὺς ἐν σκότει φωτίσει, καὶ ζωοποιήσει τοὺς τεθανατωμένους; Γʹ. Ὥσπερ ἡ ἐναντία δύναμις, οὕτω δὴ καὶ ἡ θεία χάρις προτρεπτική, οὐκ ἀναγκαστικὴ δείκνυται οὖσα, ἵν’ ὄντως ἡμῖν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον περισώζοιτο. Ταύτῃ τοι καὶ ἐφ’ οἷς ὁ ἄνθρωπος ἐργάσηται κακοῖς πρὸς τοῦ Σατανᾶ ὑπαγόμενος, οὐχ ὁ Σατανᾶς μᾶλλον, ἀλλ’ αὐτὸς ὁ ἄνθρωπος τὴν τιμωρίαν εἰσπράττεται, ὡς μὴ βίᾳ συνελαθείς, ἀλλ’ ἰδίῳ θελήματι πεισθεὶς τῇ κακίᾳ. Παραπλησίως δὲ κἀν τῷ ἀγαθῷ· οὐκ ἐπιγράφει τὸ γεγονὸς ἑαυτῇ, ἀλλὰ τῷ ἀνθρώπῳ ἡ χάρις, καὶ διὰ τοῦτο δόξαν αὐτῷ περιτίθησιν, ὅτι αὐτὸς ἑαυτῷ τοῦ ἀγαθοῦ γέγονεν αἴτιος. Οὐδὲ γὰρ ἀναγκαστικῇ δυνάμει, ὡς εἴρηται, συνδεσμοῦσα αὐτοῦ τὸ θέλημα, ποιεῖ ἄτρεπτον ἡ χάρις· ἀλλὰ καίτοι συνοῦσα, τῷ αὐτεξουσίῳ παραχωρεῖ, ἵνα δῆλον εἴη τὸ τοῦ αὐτοῦ θέλημα, ὅπως ἔχει πρὸς ἀρετὴν ἢ κακίαν. Κεῖται γὰρ οὐ τῇ φύσει νόμος, ἀλλὰ τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως, τραπῆναι δυναμένῳ πρὸς τὸ ἀγαθὸν καὶ κακόν.

Δʹ. Φυλάττειν δεῖ τὴν ψυχήν, καὶ ἀνομίλητον συντηρεῖν βεβήλων καὶ πονηρῶν λογισμῶν. Ὥσπερ γὰρ τὸ σῶμα σώματι συνελθὸν ἑτέρῳ, πρὸς ἀκαθαρσίαν μιαίνεται· οὕτω δὴ καὶ ψυχὴ φθείρεται πονηροῖς συνδοιάζουσα καὶ μιαροῖς λογισμοῖς, συνᾴδουσά τε αὐτοῖς καὶ συντιθεμένη· οὐχὶ τοῖς τῆς πονηρίας μόνον, ἀλλὰ καὶ ἑκάστης κακίας· οἷον, ἀπιστίας, δόλου, κενοδοξίας, ὀργῆς, καὶ φθόνου, καὶ ἔριδος. Καὶ τοῦτό ἐστι τὸ καθαίρειν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Εἶναι γὰρ οἴου καὶ φθορὰν καὶ πορνείαν ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς, διὰ λογισμῶν ἀτόπων ἐνεργουμένην· καὶ ὥσπερ τὸν φθείροντα τὸν ναὸν τοῦ Θεοῦ, κατὰ τὸν μέγαν Ἀπόστολον, φθερεῖ τοῦτον ὁ Θεός, ὅπερ τὸ σῶμά ἐστιν· οὕτω δὴ καὶ ὁ φθείρων ψυχήν τε καὶ νοῦν, τῷ συντίθεσθαι τοῖς ἀτόποις, τιμωρίας ἐστὶν ὑπεύθυνος. Φυλάττειν τοιγαροῦν προσήκει καθάπερ τὸ σῶμα ὁρατοῦ ἁμαρτήματος, οὕτω καὶ τὴν ψυχὴν λογισμῶν ἀτόπων, ὅτι νύμφη Χριστοῦ ἐστιν· Ἡρμοσάμην γὰρ ὑμᾶς ἐνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· καί, Πάσῃ φυλακῇ τήρει τὴν καρδίαν, τῆς Γραφῆς ἄκουε λεγούσης· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· καί, Σκολιοὺς δὲ λογισμοὺς χωρίζειν ἀπὸ Θεοῦ, καὶ πάλιν τῆς θείας διδασκούσης Γραφῆς μάνθανε.

Εʹ. Λόγον ἀπαιτείτω τὴν ἑαυτοῦ ψυχὴν ἕκαστος ἀνακρίνων καὶ βασανίζων, τίσι πρόσκειται· καὶ εἰ μὴ συμφωνοῦσαν συμβαίνει τοῖς τοῦ Θεοῦ νόμοις τὴν καρδίαν ὁρᾷν, πάσῃ δυνάμει καθάπερ τὸ σῶμα, οὕτω δὴ καὶ τὸν νοῦν διατηρεῖν ἄφθορον σπουδαζέτω, καὶ τοῖς πονηροῖς ἀσύνθετον λογισμοῖς. Εἴ γε δὴ βούλοιτο κατὰ τὴν ὑπόσχεσιν τὴν καθαρὰν ἐσοικίσασθαι· ἐνοικῆσαι γὰρ καὶ ἐμπεριπατῆσαι ταῖς καθαραῖς πάντως καὶ φιλοκάλοις ψυχαῖς ἐπήγγελται.

Ϛʹ. Ὥσπερ ὁ τῆς ἰδίας γῆς ἐπιμελέστατος γεωργὸς ἀνανεοῖ ταύτην πρότερον, καὶ τὰς ἀκάνθας περιαιρεῖ, εἷθ’ οὕτω καταβάλλει τὰ σπέρματα· οὕτω καὶ τὸν παρὰ Θεοῦ προσδοκῶντα τῆς χάριτος σπόρον λαβεῖν, καθαίρειν πρότερον χρὴ τῆς ἑαυτοῦ καρδίας τὴν γῆν, ἵν’ ὁ σπόρος πεσὼν τοῦ Πνεύματος ἐντελεῖς καὶ πολλαπλασίους ἀποδῷ τοὺς καρπούς· ὡς εἰ μὴ τοῦτο γένοιτο πρότερον, καὶ καθάρῃ τις ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, σάρξ ἐστιν ἔτι καὶ αἷμα, καὶ μακρὰν ἀφέστηκε τῆς ζωῆς.

Ζʹ. Πανταχόθεν τὰς τοῦ ἐχθροῦ μαγγανείας, τοὺς δόλους τε καὶ τὰς κακουργίας, ὀξύτατα περισκοπεῖν δεῖ. Καὶ γὰρ ὡς τὸ Πνεῦμα τὸ ἅγιον διὰ Παύλου τὰ πάντα γενέσθαι φησίν, ἵνα τοὺς πάντας κερδήσῃ· οὕτω δὴ καὶ τῇ κακίᾳ γίνεσθαι πάντα διὰ σπουδῆς, ὡς τοὺς πάντας παραπέμψῃ τῇ ἀπωλείᾳ· ἀμέλει τοῖς εὐχομένοις ὡς συνευχόμενος ὑποκρίνεται κατὰ σκοπὸν τοῦ προφάσει εὐχῆς ἐμβαλόντα πρὸς οἴησιν ἀπατῆσαι· τοῖς νηστεύουσι συννηστεύειν, αὐτοὺς οἰήσει φενακίσαι βουλόμενος· τοῖς ἔχουσι γνῶσιν Γραφῶν ἐπιτηδεύει τὰ ὅμοια, προσχήματι γνώσεως ἐπιποθῶν αὐτοὺς παρακρούσασθαι· τοῖς ἀποκαλύψεων φωτὸς καταξιωθεῖσι, παραπλησίως ἔχειν δοκεῖ.

Μετασχηματίζεται γάρ, φησίν, ὁ Σατανᾶς εἰς ἄγγελον φωτός· ἵνα τῇ δοκήσει τοῦ καταλλήλου φωτὸς ἀπατήσας, εἰς ἑαυτὸν ἐπαγάγηται· καὶ ἁπλῶς οὕτω πρὸς πάντα ποικίλλεται καὶ τοῖς πᾶσιν, ἵνα τῷ ὁμοίῳ χειρούμενος εὐλογοφανεῖ προφάσει προξενῇ τὴν ἀπώλειαν·

Λογισμούς, φησί, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅρα μέχρι καὶ τίνων ὁ ἀλαζὼν ἐκτείνει τὸ τόλμημα, τῷ βούλεσθαι καὶ τοὺς ἤδη τὸ Θεῖον κατ’ ἐπίγνωσιν ἀληθείας ἔχοντας κατενεγκεῖν. Ὥστε πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν χρή, πολλήν τε παρὰ Θεοῦ τὴν σύνεσιν αἰτεῖν, ἵνα δῷ ἡμῖν τὰς τῆς κακίας τέχνας φωρᾷν. Ἐργάζεσθαι δὲ καὶ ἐκπονεῖν τὸν νοῦν ἐν συνέσει καὶ τοὺς λογισμοὺς προσήκει διηνεκῶς, καὶ πρὸς τοῦ Θεοῦ θέλημα καταρτίζειν αὐτούς· οὐκ ἔστι τούτου μεῖζον ἔργον ἢ τιμιώτερον· Ἐξομολόγησις γάρ, φησί, καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ.

Ηʹ. Τῇ φιλοθέῳ ψυχῇ, κἂν πάντα τὰ ἀγαθὰ πράξειεν, οὐδὲν ἑαυτῇ, ἀλλὰ τῷ Θεῷ ἕκαστα ἐπιγράφειν ἔθος. Ταύτῃ τοι καὶ ὁ Θεὸς πάλιν τῇ ὑγιεῖ ταύτης καὶ ὀρθῇ συνέσει καὶ γνώσει προσχών, τοὐναντίον ἐκείνῃ πάντα λογίζεται· καὶ ὡς αὐτῆς καμούσης καὶ παρ’ ἑαυτῆς τὸ ὅλον ἐργασαμένης, τὰς ἀντιδόσεις ἐπιμετρεῖ· καίτοι δόξαν αὐτῷ πρὸς κρίσιν ἡμῖν ἐλθεῖν, οὐδὲν πρὸς ἀλήθειαν τῷ ἀνθρώπῳ δίκαιον εὑρεθήσεται· ἐπεὶ καὶ τὰ χρήματα, καὶ τὰ δοκοῦντα πάντα ταυτὶ ἀγαθά, δι’ ὧν καὶ εὐποιεῖν ἕκαστος δύναται, ἐκείνου εἰσί, γῆ καὶ πάντα τὰ ἐν αὐτῇ· αὐτὸ τὸ σῶμα, καὶ αὐτὴ ἡ ψυχή· οὐ μὴν ἀλλὰ καὶ αὐτὸ τὸ εἶναι, ἄνθρωπος κατὰ χάριν ἔχει. Τί τοίνυν αὐτῷ λείπεται ἴδιον, ἐφ’ ᾧ τὸ οἰηθῆναι ἢ δικαιωθῆναι κατὰ λόγον ἕξει; πλὴν ἀλλὰ ταύτην ὁ Θεὸς μεγίστην ἐξ ἀνθρώπων δέχεται χάριν, καὶ τοῦτο τῶν προσφερομένων ἐκείνῳ τὸ χαριέστατον, τὸ τὴν ψυχὴν καλῶς ἐπιγνοῦσαν ὅπως ἔχει τὰ ὄντα, πάντα ὅσαπερ ἂν ποιῇ ἀγαθὰ καὶ ὅσα κάμνει διὰ Θεόν, ὅσα τε συνίησι καὶ γινώσκει, αὐτῷ λογίζεσθαι, καὶ αὐτῷ τὸ σύμπαν ἀνατιθέναι.

Θʹ. Ὥσπερ Ἰσραὴλ ἕως μὲν εὐαρέστως εἷχε πρὸς τὸν Δεσπότην, καίτοιγε οὐδέποτε μὲν ὡς ἐχρῆν· πλὴν ἀλλ’ οὖν ἕως ἐδόκει ὑγιῆ τινα ποσῶς πρὸς αὐτὸν ἔχειν τὴν πίστιν, στύλος πυρὸς καὶ νεφέλη αὐτοῦ προηγεῖτο, θάλασσα δὲ αὐτῷ ὑπεχώρει, καὶ μυρίων ἄλλων ἀπέλαυε θαυμασίων· ὁπότε δὲ τῆς πρὸς Θεὸν εὐνοίας ἀφίστατο, τότε καὶ τοῖς ἐχθροῖς παρεδίδοτο, καὶ δουλείαις πικραῖς κατειργάζετο. Οὕτω μοι νόει καὶ ἐπὶ τῆς ψυχῆς· ἣ διὰ τῆς χάριτος τὸν Θεὸν ἐπέγνω, καὶ ἀπὸ ῥύπων μὲν ἐκαθάρθη πολλῶν τὸ πρότερον, εἶτα καὶ χαρίτων ἁγία γέγονε, τὴν προσήκουσαν δὲ οὐ φυλάξασα τῷ οὐρανίῳ ἀνδρὶ διὰ τέλους εὔνοιαν, ἐξέπεσε τῆς ζωῆς ἧς μέτοχος ἐγεγόνει. Δυνατὸν γὰρ τῷ ἀντικειμένῳ καὶ τῶν εἰς τὰ τοιαῦτα φθασάντων κατεπαίρεσθαι μέτρα. Ὥστε ἀγωνιστέον ὁπόση δύναμις, καὶ μετὰ φόβου καὶ τρόμου τῆς ἑαυτῶν ζωῆς ἐπιμελητέον, μάλιστα τοῖς ὅσοι τοῦ Πνεύματος τοῦ Χριστοῦ γεγόνασι μέτοχοι, τοῦτο μηδὲ μικρὸν ἢ μέγα δι’ ὀλιγωρίαν ποιεῖν, καὶ δι’ αὐτὸ τοῦτο τοῦ Κυρίου Πνεῦμα λυπεῖν. Ὥσπερ γὰρ Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, καθά φησιν ἡ Ἀλήθεια, ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· οὕτω καὶ λύπη πάλιν ἐπὶ μιᾷ ψυχῇ τῆς αἰωνίου ζωῆς ἐκπιπτούσῃ.

Ιʹ. Ὅταν ψυχὴ τῆς χάριτος καταξιωθῇ, τότε δὴ καὶ χρήσιμα ταύτῃ μάλιστα γνῶσις, σύνεσις, καὶ διάκρισις· ἅπερ γοῦν καὶ αὐτὰ Θεὸς δίδωσιν ἐκείνης αἰτούσης, ὥστε εὐαρέστως αὐτὴν διακονῆσαι τῷ Πνεύματι, ὃ καὶ κατηξιώθη λαβεῖν, μὴ κλεπτομένην ἀπὸ κακίας, μὴ σφαλλομένην δι’ ἀγνωσίαν, μὴ τῷ ἀμελεῖν καὶ ἀφόβως ζῇν παρατρεπομένην, καὶ παρὰ τὸ Δεσποτικόν τι διαπραττομένην θέλημα.

ΙΑʹ. Ὥσπερ ἡ ἐνέργεια τῶν παθῶν, ὅπερ ἐστὶ τὸ ἐγκόσμιον πνεῦμα τῆς πλάνης, τοῦ σκότους τῆς ἁμαρτίας, ἀνθρώπῳ τοιούτῳ ἂν ἐνοικήσειεν. ὃς διάπλεώς ἐστι φρονήματος σαρκικοῦ· οὕτω πάλιν ἡ ἐνέργειά τε καὶ δύναμις τοῦ φωτεινοῦ Πνεύματος ἀνθρώπῳ τῷ ἁγιασθέντι ἐγκατοικεῖ, κατὰ τὸν εἰπόντα· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λαλοῦντος Χριστοῦ; καὶ αὖθις· Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καί, Ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· καὶ ὁ Κύριος· Ἐλευσόμεθα ἐγώ τε καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ταῦτα οὐκ ἀδήλως, οὐδ’ ἀνεργήτως, ἀλλ’ ἐν δυνάμει καὶ ἀληθείᾳ τοῖς καταξιουμένοις ἐγγίνεται. Ὁ μὲν γὰρ νόμος τὸ πρότερον λόγῳ ἀνυποστάτῳ ἐπέστρεφε τοὺς ἀνθρώπους, βαρὺν αὐτοῖς καὶ δυσφόρητον ἐπιτιθεὶς τὸν ζυγόν, καὶ μηδεμίαν εἰδὼς ὀρέγειν βοήθειαν, τοῦτο δὲ παρὰ τὸ μὴ δυνατῶς ἔχειν τὴν τοῦ Πνεύματος δύναμιν παρέχειν· Τὸ γὰρ ἀδύνατον, φησί, τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, καὶ ἑξῆς. Ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας, ἡ θύρα τῆς χάριτος τοῖς ἐν ἀληθείᾳ πιστεύσασι διηνοίχθη, δύναμίς τε Θεοῦ καὶ ἐνέργεια Πνεύματος αὐτοῖς χορηγεῖται.

ΙΒʹ. Χριστοῦ, τῆς πρώτης καὶ φυσικῆς ἀγαθότητος, τὴν δωρεὰν τοῦ Πνεύματος τοῖς θείοις διαπέμψαντος μαθηταῖς, ἐκεῖθεν ἅπασι τοῖς πιστεύουσιν ἡ θεία δύναμις ἐκείνη ἐπισκιάζουσα, καὶ ταῖς ἐκείνων ἐγκατοικοῦσα ψυχαῖς, ἰᾶτο μὲν τῶν παθῶν τῆς ἁμαρτίας, τοῦ σκότους δὲ καὶ τῆς νεκρώσεως αὐτοὺς ἀπήλλαττε· καὶ γὰρ μέχρι τότε τετραυμάτιστό τε καὶ πεφυλάκιστο ἡ ψυχὴ καὶ τῷ ζόφῳ τῆς ἁμαρτίας κάτοχος ἦν. Ἀμέλει καὶ νῦν ψυχὴ μήπω σύνοικον ἔχειν ἀξιωθεῖσα τὸν Κύριον, μηδὲ τὴν τοῦ ἀγαθοῦ Πνεύματος δύναμιν ἐνεργητικῶς αὐτῇ καὶ κατὰ πᾶσαν δύναμιν καὶ πληροφορίαν ἐπισκηνώσασαν, ἐν τῷ σκότει ἐστίν· οἷς δὲ τοῦ θείου Πνεύματος ἐπεφοίτησε χάρις, καὶ τοῖς βαθυτάτοις τοῦ νοὸς αὐτῶν ἐγκατῴκησε, τούτοις δὴ καὶ ὁ Κύριος ὡς ψυχὴ γίνεται·