Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα

Μακάριος ὁ Αἰγύπτιος

Η αποκατάσταση της αρχέγονης δόξης και η άρση του σταυρού

Η ψυχή ως εικόνα του Θεού, η ανάγκη αυταπάρνησης, οι συνέπειες της προσκόλλησης στα υλικά αγαθά και η μελλοντική δόξα των σωμάτων των αγίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 6 από 12

ΙΗʹ. Ὥσπερ βρέφος νεογενὲς εἰκόνα του τελείου διασώζει ἀνδρός, οὕτω δὴ καὶ ψυχὴ εἰκών τίς ἐστι τοῦ πεποιηκότος αὐτὴν Θεοῦ. Ὡς οὖν καὶ παιδίον κατὰ μέρος μὲν αὐξανόμενον ἐκ μέρους ἐπιγινώσκει καὶ τὸν πατέρα· ἐπειδὰν δὲ εἰς ἡλικίαν ἀφίκηται, τότε συνδιατίθεται, υἱῷ τε πατὴρ ἀκριβῶς καὶ υἱὸς πατρί, ἀποκαλύπτεται δὲ αὐτῷ καὶ ὁ τοῦ πατρὸς θησαυρός· οὕτω καὶ ἡ ψυχὴ πρὸ τῆς παρακοῆς προκόπτειν ἔμελλε, καὶ εἰς ἄνδρα τέλειον καταντᾷν· διὰ μέντοι καὶ παρακοὴν εἰς πέλαγος λήθης καὶ εἰς βυθὸν πλάνης κατεβιβάσθη, καὶ ἐν πύλαις ᾅδου κατῴκησεν.

Ἀπὸ γοῦν πολλοῦ καθαπερεὶ διαστήματος μακρυνθεῖσα τοῦ Θεοῦ ἡ ψυχή, ἀδύνατος αὐτῷ προσελθεῖν ἦν, καὶ ἐπιγνῶναι καλῶς τὸν πλάσαντα. Ἀλλ’ ὁ Θεὸς πρῶτα μὲν διὰ προφητῶν ἐπέστρεφεν αὐτὴν καὶ προσεκαλεῖτο, καὶ εἰς ἐπίγνωσιν εἷλκε τὴν ἑαυτοῦ. Ἔσχατον δὲ καὶ αὐτὸς παρελθὼν ἐκεῖνος, ἀφείλετο μὲν τὴν λήθην, ἀφείλετο δὲ τὴν πλάνην· εἶτα καὶ τὰς ᾅδου διαῤῥήξας πύλας ἐπὶ τὴν πεπλανημένην εἰσῆλθε ψυχήν, ἑαυτὸν ὑπόδειγμα ταύτῃ θέμενος, δι’ οὗ δυνατὸν αὐτῇ ἔσται πρὸς μέτρον ἡλικίας πρὸς τὴν τελειότητα τοῦ Πνεύματος καταντῆσαι. Πειράζεται τοιγαροῦν ὁ τοῦ Θεοῦ Λόγος πρὸς τοῦ πονηροῦ κατ’ οἰκονομίαν· ἔπειτα ὀνειδισμοὺς καὶ ἐξουδενώσεις, ὕβρεις τε ῥαπίσματα χειρῶν ἐκείνων τῶν τολμηρῶν, καὶ αὐτὸν ἔσχατον τὸν διὰ σταυροῦ θάνατον ὑπομένει, ὑποδεικνύς, ὥσπερ ἔφημεν, τίνα τὴν διάθεσιν ἐπιδεικτέον πρός γε τοὺς ὀνειδίζοντας, ἐξουθενοῦντας, ἢ καὶ θάνατον ἡμῖν ἐπάγοντας· ἵνα καὶ αὐτὸς τοῖς οὖσι κωφοῖς καὶ ἄλαλος γένηται μὴ ἀνοίγων τὸ στόμα, ἵνα τὴν ἐνέργειαν καὶ λεπτότητα διαβλέπων τῆς πονηρίας. καὶ ὡς ἐν σταυρῷ τοῖς ἥλοις ἐμπεπαρμένος μετὰ κραυγῆς ἰσχυρᾶς βοήσειε πρὸς τὸν δυνάμενον αὐτὸν ῥύσασθαι τοῦ θανάτου, καί, Ἀπὸ τῶν κρυφίων μου, φαίη, καθάρισόν με· καί, Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἕσομαι.

Τότε γοῦν ἄμωμος γεγονὼς εὑρίσκει τὸν ὑποτάξαντα αὐτῷ τὰ πάντα, καὶ συμβασιλεύει καὶ συναναπαύεται τῷ Χριστῷ. Καὶ γὰρ διὰ τὴν παρακοὴν ὑπὸ ὑλικῶν τε καὶ ῥυπαρῶν καταποθεῖσα λογισμῶν οἱονεὶ ἄλογος γέγονεν ἡ ψυχή· ὥστε οὐ μικροῦ πόνου τῆς τοιαύτης ἀνακύψαι ὕλης, καὶ τὴν λεπτότητα κατανοῆσαι τῆς πονηρίας, καὶ διελθεῖν, ἵνα καὶ ἀνάρχῳ νοῒ συγκραθῇ.

ΙΘʹ. Εἰ βούλει ἐπανελθεῖν εἰς ἑαυτὸν ἄνθρωπον, καὶ ἢν πρώην εἶχες δόξαν ἀναλαβεῖν, ἥτις ἄρα σοι καὶ ἐκ παρακοῆς παραπώλετο· ὡς ἠμεληκὼς πρότερον τοῦ Θεοῦ ἐντολῶν, τοῖς τοῦ ἐχθροῦ διατάγμασι καὶ τῇ συμβουλῇ προσέσχες, οὕτως νῦν ἀποστὰς οὗ ἐπήκουσας, ἐπιτράφηθι πρὸς τὸν Κύριον· πλὴν ἴσθι ὅτι ἐν πολλῷ κόπῳ καὶ ἱδρῶτι, φησί, τοῦ προσώπου σου ἀπολήψῃ τὸν πλοῦτόν σου· οὐ γάρ σοι λυσιτελὴς ἡ τοῦ ἀγαθοῦ ἄπονος κτῆσις· ἐπείπερ ἀπονητὶ λαβὼν ἀπώλεσας ἅπερ εἴληφας, καὶ τῷ ἐχθρῷ προὔδωκας τὴν κληρονομίαν σου· ἐπιγνῶμεν οὖν ἕκαστος τίποτε δὴ ἀπωλέσαμεν, καὶ τὸν θρῆνον ἀναλάβωμεν τοῦ προφήτου· τῷ ὄντι γὰρ Κληρονομία ἡμῶν κατεστράφη ἀλλοτρίοις, καὶ ὁ οἶκος ἡμῶν ξένοις· τῷ παρακούειν τῆς ἐντολῆς καὶ τοῖς ἑαυτῶν θελήμασιν εἴκειν. καὶ τοῖς ῥυπαροῖς καὶ γηΐνοις ἐνήδεσθαι λογισμοῖς· ὥστε καὶ πολλῷ διαστήματι τότε ἀπέχει ἡμῶν ἡ ψυχὴ ἀπὸ τοῦ Θεοῦ· ὡς καὶ ὀρφανοῖς ἐοίκαμεν μὴ ἔχουσι πατέρα· ᾧτινι οὖν μέλει περὶ ψυχῆς, ἀγωνιστέον ὁπόση δύναμις καθαίρειν λογισμοὺς πονηρούς, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καὶ οὕτω βιαζομένων τὸν ναὸν τοῦ Θεοῦ τηρεῖν ἄσπιλον, τότε ἔρχεται ὁ ἐπαγγειλάμενος ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι ἐν ἡμῖν· καὶ τότε ἀπολαμβάνει καὶ τὴν ἑαυτῆς κληρονομίαν ἡ ψυχή, καὶ ναὸς Θεοῦ γενέσθαι καταξιοῦται.

Αὐτὸς γὰρ οὗτος αὐτῷ στρατεύματι τὸν πονηρὸν ἐκδιώξας, τὸ λοιπὸν ἐν ἡμῖν βασιλεύσει.

Κʹ. Ὁ τῷ Καῒν ῥηθεὶς ὑπὸ τοῦ Δημιουργοῦ κατὰ τὸ φανερὸν λόγος. Στένων καὶ τρέμων καὶ παλλόμενος ἐπὶ τῆς γῆς ἔσῃ, τύπος τις καὶ εἰκὼν πάντων ἁμαρτωλῶν κατὰ τὸ ἀπόῤῥητον ἦν. Οὕτω γὰρ τὸ τοῦ Ἀδὰμ γένος τῆς ἐντολῆς ἐκπεσόν, καὶ ἁμαρτίαις ἔνοχον γεγονὸς σαλεύεται λογισμοῖς ἀστάτοις, φόβου τε καὶ δειλίας καὶ ταραχῆς πληρούμενον· αὐτοῦ τε τοῦ ἐχθροῦ ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις πᾶσαν ψυχήν, τὴν μὴ γεγεννημένην ἐκ τοῦ Θεοῦ, κλυδωνίζοντος, καὶ ὡς σῖτον τινὶ σινίῳ ἐνστρέφοντος· οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος τοὺς τοῖς θελήμασιν ἑπομένους τοῦ πονηροῦ, δεικνύων ὅτι τὴν εἰκόνα τῆς τοῦ Καῒν διασώζουσι πονηρίας, ἐλέγχων αὐτούς, Ὑμεῖς, ἔλεγε, τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν τοῦ ἀνθρωποκτόνου· ἐκεῖνος γὰρ ἀνθρωποκτόνος ἐστὶν ἀρχῆθεν, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν.

ΚΑʹ. Κατανοεῖν προσήκει, φησί, πῶς ἡ τοῦ κατὰ γῆν βασιλέως θέα ἐπιπόθητός ἐστι καὶ περισπούδαστος τοῖς ἀνθρώποις· καὶ πᾶς ὅστις πόλιν ἐπιδημῶν ἐν ᾗπερ ὁ βασιλεύς, ἐπιθυμητὸν αὐτῷ καὶ μόνον τῆς περιβολῆς ἰδεῖν τὸ πολυτελὲς καὶ φιλότιμον· ἐκτὸς εἰ μὴ ὑπὸ τῶν πνευματικῶν ἀμελεῖται ταῦτα καὶ ἀτιμάζεται· τῷ ἑτέρῳ κάλλει τετρῶσθαι, καὶ ἄλλης αὐτοὺς δόξης ἐπιθυμεῖν. Εἰ οὖν οὕτω τοῖς σαρκικοῖς ἡ τοῦ θνητοῦ βασιλέως ἐσπούδασται θέα· πῶς οὐχὶ μᾶλλον τοῦ ἀθανάτου πολυέραστος ἐκείνοις ἐστίν, οἷς ἐνέσταξέ τις ῥανὶς τοῦ ἀγαθοῦ Πνεύματος, καὶ τὴν καρδίαν Θεῖος ἔπληξεν ἔρως; διὰ τοῦτο καὶ πάσης τοῦ κόσμου φιλίας ἑαυτοὺς λύουσιν, ἵνα δυνηθεῖεν ἐκεῖνον τὸν πόθον ἔχειν ἐγκάρδιον διηνεκῶς, καὶ μηδένα ἕτερον πρὸ ἐκείνου. Ὀλίγοι δὲ κομιδῇ οὗτοι, οἵγε τῇ ἀγαθῇ ἀρχῇ καὶ πέρας ἴσον ἐπιτιθέντες, καὶ μέχρι τέλους ἀπρόσκοποι διαμένοντες. Πολλοὶ μὲν κατανύσσονται, καὶ πολλοὶ χάριτος οὐρανίου μέτοχοι γίνονται, καὶ ἔρωτι τιτρώσκονται θείῳ· ἀλλὰ τοὺς μεταξὺ πόνους, καὶ τὰς τοῦ πονηροῦ πείρας ποικίλῃ τέχνῃ καὶ πολυτρόπῳ προβάλλοντος οὐ διενεγκόντες, ὑπέμεινάν τε τῷ κόσμῳ, καὶ ἐβυθίσθησαν ἐν τῷ ἐκείνου βυθῷ, διὰ γνώμης χαυνότητα καὶ ἀσθένειαν, ἢ καὶ τὸ προσπαθείᾳ τῶν γηΐνων ἁλῶναι.

Ὅσοι γὰρ πρὸς ἀσφάλειαν μέχρι τέλους διαδραμεῖν βούλονται, ἄλλον ἔρωτα καὶ ἄλλην ἀγάπην τῇ ἐπουρανίῳ ἐκείνῃ συμπαραμίξαι οὐχ ὑπομένουσιν.

ΚΒʹ. Ὥσπερ μεγάλα δηλαδὴ καὶ ἀνεκδιήγητα τὰ παρὰ τοῦ Θεοῦ ἐπηγγελμένα πεφύκασιν ἀγαθά, οὕτω καὶ πολλῶν δεῖται πόνων τε καὶ ἀγώνων τῶν μετ’ ἐλπίδος καὶ πίστεως· καὶ δῆλον ἐντεῦθεν· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

Καὶ πάλιν· Ἐὰν μή τις μισήσῃ πατέρα καὶ μητέρα, καὶ ἀδελφούς, καὶ γυναῖκα, καὶ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής. Οἱ πλεῖστοι δὲ τῶν ἀνθρώπων οὕτως ἔχουσιν ἀνοήτως, ὡς τῆς βασιλείας ἐπιτυχεῖν βούλεσθαι, καὶ τῆς αἰωνίου κληρονομῆσαι ζωῆς, καὶ Χριστῷ διὰ τέλους συμβασιλεῦσαι, τὸ μέγα τοῦτο καὶ ὑπὲρ ἔννοιαν· τοῖς ἰδίοις δὲ ζῶντες θελήμασι, καὶ τούτοις ἀκολουθοῦντες· μᾶλλον δὲ τῷ ἐνσπείροντι τὰ μάταια ταῦτα, καὶ φανερῶς βλαβερά.

ΚΓʹ. Οὗτοί εἰσιν οἱ μέχρι τέλους ἄπτωτοι διερχόμενοι, οἱ τὰς τοῦ κόσμου πάσας ἐπιθυμίας, καὶ ἑαυτούς, μεθορισμούς τε τούτου καὶ ἡδονάς, καὶ τὰς πρὸς αὐτὸν ἀσχολίας τὸ παράπαν μισήσαντες· τοῦτο γάρ ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν. Ὥστε ἰδίῳ θελήματι ἕκαστος τῆς βασιλείας ἐκβάλλεται· τῷ μὴ ἐξ ἀληθείας ἑλέσθαι τοὺς πόνους, καὶ ἑαυτὸν ἀπαρνήσασθαι, ἀλλὰ ἐθέλειν ἔτι πρὸς ἐκείνῳ τῷ θεϊκῷ πόθῳ, καί τισι τοῦ αἰῶνος τούτου συνήδεσθαι· καὶ μὴ τὴν ῥοπὴν ὅλην τοῦ ἰδίου θελήματος τῷ Θεῷ διδόναι. Δι’ ἑνὸς δὲ ὑποδείγματος γνώρισμα ἔσται τῷ μετὰ χεῖρας Διακρίνων μὲν γὰρ διακρίνει ἕκαστος, καὶ οὐ λέληθεν αὐτόν, ὅτι ἄτοπον τόδε τυχὸν ὅπερ ὥρμηται ποιῆσαι.

Πρῶτον μὲν γὰρ εἴσω κατὰ τὴν καρδίαν ἐπισημαίνεται ἡ ἀμφιβολία· ἡ στάθμη δὲ καὶ ὁ ζυγὸς τῷ ἑαυτοῦ συνειδότι, φανερὰν πρότερον τῆς τε τοῦ Θεοῦ, καὶ τῆς τοῦ κόσμου ἀγάπης τὴν ῥοπὴν ἔνδον ποιεῖ, καὶ τότε περὶ τὰ ἔξω πρόεισι. Διακρίνων γάρ, ὡς εἴρηται, διακρίνει ἕκαστος· οἷον εἰ τύχοι τῷ ἀδελφῷ διαπληκτιζόμενος στασιάζει πρὸς ἑαυτόν, πρῶτον καὶ ἀντιτίθησιν· Εἴπω; ἀλλὰ μὴ εἴπω· ἀντιφθέγξομαι πρὸς ταυτί μοι τὰ ἐπενεχθέντα ὀνείδη; ἀλλὰ σιωπήσομαι μᾶλλον· ἔχομεν καὶ τῶν Θεοῦ ἐντολῶν· πλὴν ἀλλὰ καὶ τῆς ἰδίας δόξης οὐκ ἀπερχομένης, οὐδὲ παντάπασιν ἑαυτὸν ἑλόμενος ἀπαρνήσασθαι. Εἰ οὖν καὶ μικρὸν ἡ ῥοπὴ τῆς τοῦ κόσμου φιλίας τὸν ἐν τῇ καρδίᾳ ζυγὸν καθελκύσειεν, εὐθὺς ὁ πονηρὸς λόγος πρόεισιν ἄχρι καὶ τῶν χειλέων· εἶθ’ οὗτος, ὡσπερεὶ τόξον ἐντεινόμενος ὁ νοῦς ἔνδοθεν, βάλλει τὸν πλησίον διὰ τῆς γλώττης, καὶ μέχρι χειρῶν, ἔστι δ’ ὅτε καὶ τραυμάτων, ἀλλὰ καὶ αὐτοῦ φόνου, τὸ κακὸν πρόεισιν. Ἔξεστι τοίνυν καὶ παραθεωρεῖν, ὅθεν ἀρξάμενον οἷον προέβη δεινοῦ τὸ βραχὺ τοῦτο κίνημα τῆς ψυχῆς. Οὕτω νόει μοι, καὶ εἰς ἓν ἕκαστον συμβαίνειν ἁμάρτημά τε καὶ ἐπιτήδευμα, τῆς κακίας κολακευούσης τε καὶ περισαινούσης τὸ θέλημα τῆς ψυχῆς ἐπιθυμίαις κοσμικαῖς καὶ σαρκὸς ἡδοναῖς· οὕτως ἀπαρτίζεται μοιχεία, οὕτω κλοπή, οὕτω πλεονεξία, οὕτω καὶ κενοδοξία, οὕτω καὶ πᾶν ὁτιοῦν πονηρόν.

ΚΔʹ. Καὶ αὐτὰ τὰ καλὰ πολλάκις ἐπιτηδεύματα διὰ κενὴν δόξαν ἐπιτελεῖται· ὅπερ ἴσον κλοπῆς τε καὶ ἀκηδίας, καὶ τῶν ἄλλων μεγάλων ἁμαρτημάτων τῷ Θεῷ κρίνεται. Ὁ Θεὸς γάρ, φησίν, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· ὥστε καὶ δι’ αὐτῶν τῶν καλῶν ὑπηρετεῖσθαι καὶ θεραπεύεσθαι ὁ ἐχθρὸς βούλεται, ἀπατηλὸς ὢν ἐκεῖνος, καὶ ποικίλος, καὶ σκολιός.

ΚΕʹ. Ὅπερ τις ἐφίλησε τοῦ παρόντος κόσμου τούτου, καὶ βαρύνει δὴ τὴν ἐκείνου διάνοιαν, καὶ οἱονεὶ κάτω καθέλκει, καὶ συνωθεῖ καὶ ἀνακύψαι αὐτὴν οὐκ ἀνίησι. Τῶν γὰρ τοιούτων τὸ στάθμιόν τε καὶ ἡ ῥοπή, καὶ τὸ ζύγιον τοῦ θελήματος τῆς καρδίας ὥσπερ ἐξήρτηται, καὶ βάσανος ἔνθεν γίνεται παντὶ τῷ ἀνθρωπείῳ γένει, ἤτοι τῶν ἐν πόλεσιν οἰκούντων Χριστιανῶν, ἢ τῶν ἐν ὄρεσι, τῶν ἐν μοναῖς, ἢ ἐν ἀγροῖς, ἢ ἐν ἐρημίαις, ὅτι ἑκών τις δελεαζόμενος ὑφ’ οὗπερ φιλεῖ, δῆλός ἐστιν οὔπω τὴν ἀγάπην αὐτοῦ ὅλην παραδοὺς τῷ Θεῷ. Οἷον, ἠγάπησέ τις, εἰ τύχοι, κτήματα, χρυσίον ἄλλος, ἕτερος τῇ γαστρὶ δουλεύειν, ἢ ἐπιθυμίαις ταῖς τῆς σαρκὸς χαρίζεσθαι, ἄλλος σοφίαν λόγων διὰ δόξαν ἐπίκηρον· ὁ μὲν ἀρχήν, ὁ δὲ τὰς ἐξ ἀνθρώπων τιμάς, ὀργὴν ἄλλος καὶ μῆνιν· τὸ γὰρ ἔκδοτον ἑαυτὸν παρασχεῖν τῷ φίλων αὐτῷ φαίνεται· ἕτερος ὁμιλίας ἐς οὐδὲν δέον.

Ἅλλος ἁπλῶς τὸ μεθορίζεσθαι, ἢ λόγοις προσέχειν ἀργοῖς, ἢ τὸ διδάσκαλος εἶναι, καὶ τοῦτο διὰ δόξαν τὴν ἐξ ἀνθρώπων· καὶ ὁ μὲν χαυνώσει καὶ ἀμελείᾳ πρόσκειται· ὁ δὲ ἱματίων καλλωπισμοῖς ἥδεται· οὗτος ὕπνῳ, ἐκεῖνος εὐτραπελίᾳ, καὶ ἄλλος μικρῷ τινι ἢ μεγάλῳ τοῦ κόσμου δέδεται καὶ κατέχεται, καὶ οὐκ ἀνίεται ἀνακύψαι· πρὸς ὃ γὰρ πάθος οὐ διαμάχεταί τις γενναίως, οὐδὲ ἀντικαθίσταται ἐκείνῳ πάντως, καὶ ἥδεται· κἀκεῖνο καθέλκον αὐτὸν καὶ κατέχον οἱονεὶ δεσμός τις, καὶ κύφων τῆς διανοίας αὐτοῦ γίνεται τοῦ μὴ πρὸς τὸν Θεὸν ἀναφέρεσθαι, μηδ’ αὐτῷ μόνῳ λατρεύειν. Ψυχὴ γὰρ ἡ ἀληθῶς πρὸς Κύριον τὴν ὁρμὴν ἀπευθύνασα, πᾶσαν αὐτῷ τὴν ἔφεσιν ἐπιτρέπει, αὐτή σε ἑαυτῆς ἔξαρνος γίνεται, καὶ τοῦ ἰδίου νοὸς τοῖς θελήμασιν οὐκ ἀκολουθεῖ.

ΚΖʹ. Διδακτέον ἐκ παραδείγματος, πῶς θελήματι ἰδίῳ παραπόλλυται ἄνθρωπος. Διὰ γὰρ ἀγάπην τινὸς τῶν τοῦ κόσμου ἕν τε πυρὶ βάλλεται καὶ ἐν θαλάσσῃ βυθίζεται, καὶ αἰχμαλωσίᾳ ἑαυτὸν ἐμπαρέχει· ὑποκείσθω γάρ, οἶκόν τινος ἢ ἀγρόν, οὕτω συμβάν, καταπίμπρασθαι.

Ὁ τοίνυν ἑαυτὸν περισῶσαι βουλόμενος, ὡς τοῦ ἐμπρησμοῦ ᾔσθετο, γυμνὸς ἐκπέφευγε πάντων ἀμελήσας, καὶ τῆς ἑαυτοῦ μόνης ψυχῆς γενόμενος. Ἕτερος δὲ εἰς νοῦν αὐτῷ ἐπελθὸν καί τινα τῶν σκευῶν ἐξελεῖν, ὑπέμεινεν ἆραι· καὶ ὡς ἐν αὐτῷ λαμβάνειν αὐτὸς ἦν, κατακρατῆσαν ἤδη τῆς οἰκίας τὸ πῦρ καὶ αὐτὸν συνέλαβε καὶ κατέκαυσεν. Ὁρᾷς ὅπως ἰδίῳ θελήματι, φιλίᾳ τινὸς τῶν προσκαίρων ὁ παρ’ ἑαυτὸν φαίνεται ἀγαπήσας, τῷ πυρὶ παραπώλετο.

Ἑτέρων πάλιν ναυαγίῳ περιπεσόντων, ὁ μὲν σώζειν ἑαυτὸν βουλόμενος, ἀποδύεται καὶ γυμνὸς τοῖς ὕδασιν ἐπαφίεται· καὶ οὕτω δυνατὸν αὐτῷ γίνεται τὴν ἰδίαν περισῶσαι ψυχήν. Ὁ δὲ καὶ τῶν ἐνδυμάτων συνδιασῶσαί τινα θελήσας, ὑπὸ τῶν ὑδάτων κατεβαπτίσθη, καὶ διὰ βραχύ τι κέρδος, ὢ τῆς συμφορᾶς! καὶ ἑαυτὸν συναπώλεσεν. Καὶ πάλιν ὑποκείσθω καὶ ἐχθρῶν τινα ἔφοδον παρηγγέλθαι, καὶ τὸ μὲν ἅμα τε ἀκοῦσαι, εὐθὺς ὡς εἶχε ποδῶν ἐκφυγεῖν, μὴ μελῆσαν αὐτῷ τῶν μηδενός· τὸν δὲ διαπιστήσαντα, εἰ καὶ τῶν πραγμάτων τινὰ βουληθέντα συνεκκομίσαι, εἶτα ἐφυστερήσαντα συλληφθῆναι καταλαβόντων τῶν πολεμίων. Ὁρᾷς ὅτι θελήματί τις ἰδίῳ δι’ ἀμέλειαν, καὶ τὸ προσηλῶσθαί τισι τῶν τοῦ κόσμου, τήν τε τοῦ σώματος καὶ τὴν τῆς ψυχῆς ἀπώλειαν ὑπομένει.

ΚΖʹ. Ὀλίγοι μὲν ἀτεχνῶς οἱ τελείαν τὴν πρὸς Θεὸν ἀγάπην κτησάμενοι, πάσας τε ἡδονὰς τοῦ κόσμου, καὶ τὰς ἐπιθυμίας τὸ μηθὲν λογιζόμενοι, καὶ τοὺς τοῦ πονηροῦ πειρασμοὺς φέροντες μακροθύμως. Πλὴν οὐ παρὰ τοῦτο ἀπογνωστέον, οὐδὲ τῆς ἀγαθῆς ἐλπίδος ἀμελητέον. Κἂν γὰρ πολλὰ τῶν πλοίων ὑπομένῃ ναυάγιον· ἀλλ’ εἰσὶ πάντως ἂ καὶ διαπερῶντα, τοῦ λιμένος ἐπιλαμβάνεται. Διὰ τοῦτο πίστεως ἡμῖν πολλὴ χρεία, ὑπομονῆς τε καὶ προσοχῆς καὶ ἀγώνων· πρὸς δὲ πείνης τε καὶ δίψης τοῦ ἀγαθοῦ, κατὰ πολλὴν σύνεσιν καὶ διάκρισιν· οὐ μὴν ἀλλὰ καὶ ὀξύτητός τε καὶ ἀναιδείας περὶ τὴν αἴτησιν. Οἱ γὰρ πλείους τῶν ἀνθρώπων, ὥσπερ προέφημεν, καμάτων ἄνευ καὶ ἱδρώτων τῆς βασιλείας ἐπιτυχεῖν βούλονται· καὶ τοὺς μὲν ἁγίους μακαρίζουσιν ἄνδρας, καὶ τῆς τιμῆς αὐτῶν καὶ τῶν χαρισμάτων ἐπιθυμοῦσι, τῶν ἴσων δὲ θλίψεων αὐτοῖς, τῶν πόνων τε καὶ τῶν παθημάτων οὐ βούλονται κοινωνεῖν. Τούτου δὲ πάντες, καὶ πόρναι καὶ τελῶναι καὶ πᾶς τις ἀνθρώπων ἐπιθυμεῖ. Ἀλλὰ διὰ τοῦτο πειρασμοὶ πρόκεινται καὶ δοκιμασίαι, ἵνα δῆλοι γένωνται, τίνες οἱ πρὸς ἀλήθειαν τὸν ἑαυτῶν ἠγάπησαν Δεσπότην· καὶ δικαίως οὗτοι τῆς τῶν οὐρανίων ἐπιτύχωσι βασιλείας.

ΚΗʹ. Ταῖς θλίψεσι, καὶ τοῖς παθήμασι, τῇ ὑπομονῇ τε καὶ πίστει ἐγκεκρύφθαι νόμιζε τὰς ἐπαγγελίας, αὐτήν τε τὴν δόξαν, τὴν τῶν οὐρανίων ἀγαθῶν ἀπόληψιν· ἐπεὶ καὶ τὸν ῥιπτούμενον τῇ γῇ σῖτον, ἢ καὶ τὸ δένδρον φημὶ τὸ ἐγκεντριζόμενον, ἀνάγκη σήψει πρότερον καὶ ἀτιμίᾳ ὑποπεσεῖν· καὶ οὕτω τοῦ εὐπρεποῦς αὐτοῦ ἐνδύματος τὸν πολλαπλάσιον καρπὸν ἀπολαβεῖν.

Εἰ μὴ γὰρ διὰ τῆς σήψεως ταύτης, κἀκείνων τῶν ὥσπερ ἀτίμων διελθεῖν αὐτοῖς γέγονεν, οὐκ ἂν τὴν ἐσχάτην εὐπρέπειαν, καὶ τὸ τῆς θέας κάλλος· περιεβάλλοντο. Τοῦτο δὲ καὶ τῷ Ἀποστόλῳ δοκεῖ· Διὰ πολλῶν γάρ, φησί, θλίψεων δεῖ ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· καὶ ὁ Κύριος· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· καί, Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε.

ΚΘʹ. Ἕκαστος ὑμῶν ὅσονπερ ἂν καταξιωθείη τῇ τε πίστει καὶ τῇ σπουδῇ μέτοχος ἁγίου γενέσθαι Πνεύματος, τοσοῦτον ἐκείνης τῆς ἡμέρας δοξασθήσεται αὐτοῦ καὶ τὸ σῶμα. Ὃ γὰρ νῦν ἔνδον ἀπεθησαύρισε τῇ ψυχῇ, τότε καὶ ἐκτὸς ἐπὶ τοῦ σώματος ἀποκαλυφθήσεται· καὶ τὸ παράδειγμά φησιν ἐκ τῶν δένδρων. Χειμῶνος γὰρ παρελθόντος, καὶ ἡλίου φαιδρότερόν τε καὶ ἀκμαιότερον ἐπιλάμψαντος, ὡς δέον, καὶ ἀνέμων ἐπιπνευσάντων, ἔσωθεν ἐκεῖνα φύει, καὶ ὡς ἐνδύματα, φύλλα καὶ τὰ ἄνθη, καὶ τοὺς καρποὺς περιβάλλεται. Παραπλησίως δὲ καὶ τοῦ χόρτου ἄνθος κατ’ ἐκεῖνο καιροῦ τῶν κόλπων τῆς γῆς ἀναδίδοται, καὶ σκέπεται τούτοις γῆ· καὶ ὡς ἐμπρεπὲς αὐτὰ περιβόλαιον ἀμφιέννυται. Καὶ γὰρ ἐνδοξασθήσονται δι’ αὐτοῦ τοῦ ἀπό γε τοῦ νῦν ἐνυπάρχοντος ἀῤῥήτου φωτός, εἴτ’ οὖν τῆς τοῦ Πνεύματος δυνάμεως· ὅπερ καὶ τότε ἔσται αὐτοῖς ἔνδυμα, βρῶσις, πόσις, ἀγαλλιασμός, χαρά, εἰρήνη, καὶ τὸ πᾶν, ζωὴ αἰώνιος.