Ἔργον
Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα
Λόγος περί υψώσεως του νοός
Η μεταμόρφωση της ψυχής διά του πνευματικού φωτός, κατά το πρότυπο του Μωυσή, η κάθαρση των αισθήσεων και η φιλάνθρωπη συγκατάβαση του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος περί υψώσεως του νοός
Η μεταμόρφωση της ψυχής διά του πνευματικού φωτός, κατά το πρότυπο του Μωυσή, η κάθαρση των αισθήσεων και η φιλάνθρωπη συγκατάβαση του Θεού.
ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΥΨΩΣΕΩΣ ΤΟΥ ΝΟΟΣ ΛΟΓΟΣ. Αʹ. Μωσῆς ὁ μακάριος ὑπέδειξε τύπον διὰ τῆς τοῦ προσώπου αὐτοῦ ἐπιλαμπούσης τοῦ Πνεύματος δόξης, ᾗ οὐδεὶς ἀνθρώπων ἀτενίσαι ἐδύνατο, πῶς ἐν τῇ τῶν δικαίων ἀναστάσει τὰ σώματα δοξασθήσεται τῶν ἁγίων· ἢν δόξαν ἀπὸ τοῦ νῦν ἐν τῷ εἴσω ἀνθρώπῳ αἱ πισταὶ τῶν ἁγίων ἔχειν καταξιοῦνται ψυχαί·
Ἡμεῖς γάρ, φησίν, ἀνακεκαλυμμένῳ προσώπῳ, τουτέστιν ἐν τῷ ἔσω ἀνθρώπῳ, τὴν δόξαν Κυρίου κατοπτριζόμεθα, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Περὶ τούτου γέγραπται πάλιν, τεσσαράκοντα νύκτας καὶ ἡμέρας τὰς ἴσας μὴ τροφῆς μνησθῆναι, μὴ πόσεως, ὅπερ οὐκ ἀνθρωπίνης φύσεως ἔργον, εἰ μή τι ἄρα τροφῆς ἐκοινώνει πνευματικῆς· ἧσπερ δὴ καὶ αὐτῆς ἀπὸ τοῦ νῦν αἱ ἅγιαι ψυχαὶ μεταλαμβάνουσιν ἐκ τοῦ πνεύματος.
Βʹ. Τὴν δόξαν ἣν ἐντεῦθεν αἱ τῶν ἁγίων πλουτοῦσι ψυχαί, ἐκείνη καλύψει καὶ ἀμφιάσει τὰ γυμνὰ σώματα ἐν τῇ ἀναστάσει, καὶ εἰς οὐρανοὺς ἀνάρπαστα ποιήσει· καὶ τότε λοιπὸν σώματι καὶ ψυχῇ ἐν τῇ βασιλείᾳ Θεοῦ ἅμα διηνεκῶς ἀναπαύσονται. Τὸν γὰρ Ἀδὰμ κτίσας ὁ Θεὸς πτέρυγας αὐτῷ σωματικὰς ὡς τοῖς πετεινοῖς οὐκ ἐνέθηκεν, ἅτε τὰς τοῦ Πνεύματος κατὰ τὴν ἀνάστασιν παρέξειν αὐτῷ μέλλων, ἵνα κουφίζηται δι’ αὐτῶν καὶ ἁρπάζηται ὅπου πάντως τὸ Πνεῦμα βούληται· ταύτας δὲ τὰς νοητὰς πτέρυγας ταῖς τῶν ἁγίων ψυχαῖς ἀπὸ τοῦ νῦν δέδοται ἔχειν, αἳ πρὸς τὸ οὐράνιον αὐτὰς μεθορίζουσι φρόνημα. Χριστιανῶν γὰρ κόσμος ἄλλος, καὶ ἄλλα ἐνδύματα, καὶ τράπεζα ἄλλη, καὶ ἄλλη ἀπόλαυσις. Ἐπεὶ καὶ οὐρανόθεν ἐλεύσεσθαι τὸν Χριστὸν οἴδαμεν ἀναστῆσαί τε τοὺς ἐκ τοῦ παντὸς αἰῶνος κεκοιμημένους, καθὼς αἱ θεῖαι Γραφαί, καὶ εἰς δύο τούτους διελόντα μέρη, καὶ τὰ ἑξῆς.
Γʹ. Οἷς μέλει τὸν τοῦ Χριστιανοῦ βίον ὡς κάλλιστα κατορθοῦν, τούτοις καὶ προσήκει προηγουμένως τοῦ διανοητικοῦ τε καὶ διακριτικοῦ καὶ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διὰ πάσης ἐπιμελεῖσθαι τῆς σπουδῆς· ἵνα τὴν τοῦ καλοῦ τε καὶ κακοῦ διάκρισιν ἀκριβώσαντες, καὶ ἃ παρὰ φύσιν ἐπεισήχθη πάθη τῆς καθαρᾶς ἀποκρίναντες φύσεως, ἀπροσκόπως ζῇν ἔχοιεν, ὡς ὀφθαλμῷ τῷ τῆς διακρίσεως μέλει χρωμένοις, καὶ ἀσύνθετοι πρὸς τὰς τῆς κακίας ἀφορμὰς εἶναι δυνάμενοι. Ἔστι γὰρ θέλημα τῇ ψυχῇ τὰ μέλη τοῦ σώματος τῆς τῶν αἰσθήσεων βλάβης ἄχραντα συντηρεῖν, ἀπεῖρξαί τε ἑαυτὴν τῶν τοῦ κόσμου περισπασμῶν, καὶ φυλάξαι τὴν καρδίαν, τοῦ μὴ ἐξαπλοῦν τῷ κόσμῳ τὰ μέλη τῶν αὐτῆς λογισμῶν, ἀλλὰ περισφίγγειν αὐτὰ πάντοθεν καὶ συνέχειν χαμαιζήλου μερίμνης καὶ ἡδονῆς. Ἐπειδὰν οὖν ὁ Κύριος ἴδῃ τινὰ ταύτῃ διάγοντα, καὶ οὕτως ἑαυτὸν ἀκριβοῦντα, φόβῳ τε καὶ τρόμῳ δουλεύειν αὐτῷ προθέμενον, ἐπορέγει καὶ τὴν ἐκ τῆς αὐτοῦ χάριτος ἐπικουρίαν. Ἐπεὶ τί ποιήσειεν ὁ Θεὸς τῷ ἑκοντὶ τῷ κόσμῳ ἑαυτὸν ἐκπαρέχοντα, καὶ ὀπίσω τῶν ἡδονῶν αὐτοῦ πορευόμενον;
Δʹ. Αἱ νήψασαι πέντε παρθένοι ἐκεῖναι, καὶ τὸ ξένον τῆς ἑαυτῶν φύσεως ἔλαιον ἐν τοῖς ἀγγείοις παραλαβοῦσαι τῆς καρδίας, τοῦτο δὲ ἡ χάρις τοῦ Πνεύματος, ἐδυνήθησαν εἰς τὸν νυμφῶνα συνεισελθεῖν τῷ νυμφίῳ. Αἱ ἄλλαι δὲ αἱ μωραί, αἱ κακαί, τῇ ἰδίᾳ φύσει ἐναπομείνασαι, οὐκ ἔνηψαν, οὐδὲ κατὰ σπουδῆς ἔσχον τὸ τοιόνδε τῆς ἀγαλλιάσεως ἔλαιον εἰς τὰς ἑαυτῶν καρδίας παραλαβεῖν· ἀλλ’ οἱονεὶ ἀφύπνωσαν, δι’ ἀμέλειάν τε καὶ χαυνότητα, καὶ δικαιοσύνης οἴησιν· παρ’ ὃ καὶ ὁ νυμφὼν αὐταῖς ἀπεκλείσθη τῆς βασιλείας. Δῆλον γὰρ ὅτι δεσμῷ τινι τοῦ κόσμου καὶ φιλίᾳ γεγόνασι καθεκταί, καθότι τὴν ἀγάπην αὐτῶν ἐντελῆ, καὶ τὸν ἔρωτα τῷ ἐπουρανίῳ μὴ παρέσχον νυμφίῳ· καὶ γὰρ αἱ τὸ ξένον τῆς φύσεως τὸν ἁγιασμὸν τοῦτον ζητοῦσαι ψυχαὶ τοῦ Πνεύματος, ὅλην τὴν ἀγάπην αὐτῶν ἐξάπτουσαι τῷ Χριστῷ, ἐκεῖ περιπατοῦσιν, ἐκεῖ εὔχονται, ἐκεῖ λογίζονται, ἐκεῖ μελετῶσι, πάντων ἀποστᾶσαι τῶν ἄλλων. Αἱ γὰρ πέντε τῆς ψυχῆς αἰσθήσεις, σύνεσις, γνῶσις, διάκρισις, ὑπομονή, ἔλεος, ἂν τὴν ἄνωθεν χάριν καὶ τὸν ἁγιασμὸν τοῦ Πνεύματος δέξωνται, καὶ φρόνιμοι τῇ ἀληθείᾳ παρθένοι ἔσονται· εἰ δὲ τῇ φύσει ἑαυτῶν ἐγκαταλειφθεῖεν, μωραὶ τῷ ὄντι εὑρίσκονται, καὶ τέκνα οὖσαι τοῦ κόσμου δείκνυνται.
Εʹ. Ὥσπερ ξένην τῆς φύσεως ἡμῶν τὴν κακίαν οὖσαν, διὰ δὲ τῆς παραβάσεως τοῦ πρώτου παρεισδῦσαν ἀνθρώπου κατεδεξάμεθα, φύσιν ἡμῖν τῷ χρόνῳ καθαπερεὶ γεννωμένην. Οὕτω δὴ καὶ διὰ τοῦ ξένου τούτου τῆς ἡμετέρας φύσεως, τῆς ἐπουρανίου, φημί, τοῦ Πνεύματος δωρεᾶς, ἀποσκορακισθῆναι πάλιν αὐτὴν τῆς ἡμετέρας προσήκει φύσεως, καὶ εἰς τὴν ἀρχαίαν ἡμᾶς καθαριότητα καταστῆναι. Ὡς εἰ μὴ τοῦτο τῇ πολλῇ δεήσει καὶ πίστει, προσοχῇ, καὶ τῶν τοῦ κόσμου ἀποστροφῇ γένοιτο, καὶ ἡ μιανθεῖσα πρὸς τῆς κακίας φύσις ἡμῶν, ὑπὸ τῆς ἀγάπης ἐκείνης, ἥτις ὁ Κύριός ἐστιν, ἁγιασθείη, καὶ μέχρι τέλους ἄπτωτοι διαμείνωμεν τῶν ἐντολῶν αὐτοῦ τῶν θείων μεταποιούμενοι, τῆς ἐπουρανίου βασιλείας ἐπιτυχεῖν οὐ δυνάμεθα.
Ϛʹ. Λεπτόν τινα καὶ βαθὺν λόγον κατὰ τὰ ἐμοὶ δυνατά, διελθεῖν βούλομαι. Σωματοποιεῖ ἑαυτὸν ὁ ἄπειρος καὶ ἀσώματος Κύριος διὰ χρηστότητα ἄπειρον, καὶ σμικρύνει, ὡς ἄν τις φαίη, ὁ μέγας καὶ ὑπερούσιος, τοῦ δυνηθῆναι τοῖς νοεροῖς αὐτοῦ κτίσμασι συγκραθῆναι ψυχαῖς, ἁγίων, φημί, καὶ ἀγγέλων, ἵνα δυναταὶ γένοιντο καὶ αὗται ζωῆς ἀθανάτου τῆς αὐτοῦ θεότητος μετασχεῖν· ἐπεὶ καὶ ἕκαστον κατὰ τὴν ἰδίαν φύσιν, σῶμά ἐστιν, ὁ ἄγγελος, ἡ ψυχή, ὁ δαίμων. Κἂν γὰρ λεπτὰ εἶεν, ἀλλ’ ὅμως ἐν ὑποστάσει χαρακτῆρί τε, καὶ εἰκόνι κατὰ τὴν λεπτότητα τῆς ἑαυτῶν φύσεως, σῶμα τυγχάνει λεπτόν. Ὥσπερ ἐν ὑποστάσει τουτὶ τὸ σῶμα παχύ ἐστι, οὕτω καὶ ἡ ψυχὴ σῶμα οὖσα λεπτὸν περιέβαλε καὶ ἐνεδύσατο τὰ μέλη τοῦδε τοῦ σώματος. Περιέβαλλε γὰρ τὸν ὀφθαλμὸν δι’ οὗπερ γοῦν καὶ ὁρᾷ· περιέβαλλε τὸ οὖς τοῦτο δή, δι’ οὗ καὶ ἀκούει· τὴν χεῖρα, τὴν ῥῖνα, καὶ ἁπαξαπλῶς ὅλα τὰ μέλη τοῦ σώματος περιέβαλλε καὶ συνεκράθη ὅλοις αὐτοῖς ἡ ψυχή, δι’ οὗ καὶ πάντα ὅσα δὴ τῷ βίῳ ἐνστρέφεται ἐπιτηδεύματα διανύει.
Τὸν οὖν αὐτὸν τρόπον, καὶ ἡ ἀλάλητός τε καὶ ἀνεννόητος τοῦ Χριστοῦ χρηστότης σμικρύνει καὶ σωματοποιεῖ ἑαυτήν, καὶ συγκιρνᾶται καὶ περιλαμβάνει τὰς πιστὰς καὶ φίλας αὐτοῦ ψυχάς, καὶ εἰς ἓν αὐταῖς πνεῦμα γίνεται, κατὰ τὸ λόγιον Παύλου, ψυχὴ εἰς ψυχήν, ὡς φάναι, καὶ ὑπόστασις γοῦν εἰς ὑπόστασιν, ὡς ἂν τῇ τοιᾷδε ψυχῇ ἐν τῇ αὐτοῦ θεότητι ζῆσαί τε ὑπάρξῃ, καὶ ἀθανάτου ζωῆς ἐφικέσθαι, καὶ ἡδονῆς ἀφθάρτου καὶ ἀῤῥήτου δόξης κατατρυφῆσαι.
Ζʹ. Τῇ τοιαύτῃ ψυχῇ, φησίν, ὁ Κύριος, ὅτε μὲν βούλεται πῦρ γίνεται, πᾶν φαῦλον αὐτῆς καὶ ἐπείσακτον διακαῖον· ὥσπερ καὶ ὁ προφήτης φησίν· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον. Ὅτε δὲ ἀνάπαυσις ἄῤῥητος, ὅτε δὲ χαρὰ καὶ εἰρήνη, περιθάλπων καὶ περιβάλλων αὐτήν. Μόνον ἐν σπουδῇ θετέον φιλεῖν αὐτὸν καὶ χαρίζεσθαι τρόποις ἀγαθοῖς, καὶ αὐτῇ πείρᾳ, αὐτῇ αἰσθήσει ὄψεται ἁψάμενος ἀλαλήτων ἀγαθῶν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα τὸ Πνεῦμα Κυρίου γίνεται, τοῦτο μὲν εἰς ἀνάπαυσιν, τοῦτο δ’ εἰς ἀγαλλίασιν καὶ τρυφήν, καὶ ζωὴν τῆς ἀξίας ἐκείνου δεικνυμένης ψυχῆς. Σωματοποιεῖ γὰρ ἑαυτὸν ὥσπερ εἰς βρῶσιν πνευματικήν, οὕτω καὶ εἰς ἔνδυμά τε καὶ κάλλη ἀνεκδιήγητα, ἵν’ εὐφροσύνης οὕτω πληρώσῃ πνευματικῆς· Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ἄρτος τῆς ζωῆς· καί, Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
Ηʹ. Οὕτω, φησί, καὶ ἑκάστῳ τῷ ἱερέων καὶ ἁγίων ὁ Θεὸς ὤφθη, ὡς αὐτῷ θέλημα καὶ τῷ ὁρῶντι λυσιτελές, οἷον, ἄλλως τῷ Ἀβραάμ, καὶ ἄλλως τῷ Ἰσαάκ, τῷ Ἰακὼβ ἄλλως, τῷ Νῶε, τῷ Δανιήλ, τῷ Μωσεῖ, τῷ Δαβίδ, καὶ ἑκάστῳ τῶν προφητῶν, σμικρύνων ἑαυτὸν καὶ σωματοποιῶν, ὥσπερ εἴρηται, μεταμορφούμενός τε καὶ ὀπτανόμενος, τούτοις ἀγαπῶσιν αὐτόν, οὐ καθόσον αὐτός ἐστιν (ἀχώρητος γάρ), ἀλλὰ κατὰ τὴν ἐκείνων χώρησίν τε καὶ δύναμιν, διὰ τὴν πολλὴν καὶ ἀπερινόητον ἣν ἔσχεν εἰς αὐτοὺς ἀγάπην.
Θʹ. Ψυχὴ καταξιωθεῖσα τὴν ἐξ ὕψους εἰσοικίσασθαι δύναμιν, καὶ τὸ πῦρ ἐκεῖνο τὸ θεῖον, καὶ τὴν ἐπουράνιον τοῦ ἀγαθοῦ Πνεύματος ἀγάπην συγκεκραμένην ἔχουσα τοῖς ἑαυτοῦ μέλεσι, πάσης κοσμικῆς ἀγάπης ἀτεχνῶς λύεται, καὶ δεσμοῦ κακίας ἀνίεται.
Ὥσπερ γὰρ σίδηρος ἢ μόλυβδος, χρυσός τε καὶ ἄργυρος πυρὶ παραβληθεὶς λύεται, καὶ τῆς φύσεως αὐτοῦ τὸ ἀντίτυπον εἰς ἀπαλότητα μεταβάλλει, ἐν ὅσῳ τε τῷ πυρὶ ὁμιλεῖ, χαῦνός ἐστι καὶ ἔκλυτος, καὶ τὴν φυσικὴν ἀποβεβληκὼς ἀντιτυπίαν διὰ τὴν τοῦ πυρὸς δύναμιν· οὕτω καὶ ψυχὴ τὸ ἐπουράνιον ἐκεῖνο δεξαμένη πῦρ τῆς ἀγάπης τοῦ Πνεύματος, πάσης προσπαθείας τοῦ κοσμικοῦ Πνεύματος ἐκχωρεῖ, καὶ τῶν δεσμῶν ἀφίεται τῆς κακίας, ἐξ αὐτῆς τε τῆς φυσικῆς σκληρότητος μεταβάλλει τῆς ἁμαρτίας, μικρὰ πάντα λογιζομένη καὶ ἀτιμάζουσα. Φημὶ δ’ ὅτι κἄν τινες αὐτῇ εἶεν ἀδελφοὶ κατ’ ἄκραν φιλούμενοι, πρὸς δὲ ἐκείνην αὐτῇ παραποδίζοιεν τὴν ἀγάπην, καὶ αὐτοὺς ἂν ἀποστέρξοιεν, ἡ τῷ τοιούτῳ ἔρωτι ἁλοῦσα ψυχή. Εἰ γὰρ σαρκικῆς κοινωνίας ἀγάπη γάμου, πατρός τε καὶ μητέρος καὶ ἀδελφῶν διίστησι· κἄν τις φιλῇ τινα τούτων, ἐξ ἐπιπολῆς φιλεῖ, τὴν δὲ διάθεσιν ὅλην καὶ τὸν πόθον πρὸς τὴν συνῳκισμένην αὐτῷ τέτακεν· εἰ ἡ τῆς σαρκὸς φιλία οὕτω λύει πάσης ἄλλης τοῦ κόσμου φιλίας, σχολῇ γ’ ἂν οἱ ἐκείνῳ τῷ ἀπαθεῖ βληθέντες ἔρωτι τινὶ τῶν τοῦ κόσμου καθεκτοὶ γένοιντο.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.