Ἔργον
Μακάριος ὁ Αἰγύπτιος – Μικρὰ συγγράμματα
Η μετάνοια και η πορεία προς την αποστολική τελειότητα
Η μακροθυμία του Θεού προς τους αμαρτωλούς, η αναγκαιότητα του πένθους, η συνεργία χάριτος και αυτεξουσίου και η βιωματική εμπειρία της αγιότητας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η μετάνοια και η πορεία προς την αποστολική τελειότητα
Η μακροθυμία του Θεού προς τους αμαρτωλούς, η αναγκαιότητα του πένθους, η συνεργία χάριτος και αυτεξουσίου και η βιωματική εμπειρία της αγιότητας.
Ιʹ. Χρηστὸς ὢν φιλάνθρωπος ὁ Θεός, μακροθύμως ἔχει, καὶ πολύς ἐστιν ἀναμένων τὴν ἑκάστου τῶν ἁμαρτανόντων μετάνοιαν· ἑορτὴν οὐρανίαν τιθέμενος τὴν τοῦ μεταμελομένου ἐπιστροφήν· Χαρὰ γάρ, φησὶν αὐτός, ἐν τῷ οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἰ δέ τις τὴν χρηστότητα αὐτὴν καὶ μακροθυμίαν ὀρῶν, καὶ ὅτι μὴ τοῖς κατὰ μέρος ἁμαρτήμασιν ἐπεξέρχεται, τὴν μετάνοιαν, ὥσπερ ἔφημεν, ἐκδεχόμενος, κατολιγωρήσει τῆς ἐντολῆς, καὶ τὴν χρηστότητα, φεῦ! ἀφορμὴν σχοίη πρὸς καταφρόνησιν, ἁμάρτημα ἐπὶ ἁμαρτήματι προστιθείς, καὶ προσκώμματι πρόσκωμμα ἐποικοδομῶν, ῥᾳθυμίαν τε συνάπτων τῇ ῥᾳθυμίᾳ, πληροῖ τοὺς τῶν ἁμαρτιῶν ὅρους, καὶ τοιούτῳ λοιπὸν ἁλίσκεται παραπτώματι, ἐξ οὗ μηκέτι παρὸν αὐτῷ ἀνακτήσασθαι· ἀλλ’ ἐς μάτην τὴν συντριβὴν ὑποστάς, καὶ τῷ πονηρῷ εἰς τέλος συγχωρηθείς, ἀπόλλυται. Οὕτως ἐπὶ Σοδόμων γέγονεν· ἀποπλήσαντες γὰρ καὶ ὑπερβάντες τοὺς τῶν ἁμαρτιῶν ὅρους, ἐπεὶ μηδέν, ὡς εἰπεῖν, ζώπυρον μετανοίας αὐτοῖς ὑπελείφθη, ἀνάλωμα πυρὸς ὑπὸ τῆς θείας δίκης γεγόνασιν. Οὕτως ἐπὶ Νῶε· καὶ γὰρ ἀχαλίνοις χρώμενοι ταῖς ἐπὶ τὴν κακίαν ὁρμαῖς, καὶ μηδὲν εἶδος μετανοίας ἐπιδεικνύμενοι, τηλικοῦτον ἑαυτοῖς ἁμαρτιῶν ὄγκον ἐξεκορύφωσαν, ὡς πᾶσαν ὁμοῦ τὴν γῆν εἰς πᾶν διαφθαρῆναι.
Οὕτω τοῖς Αἰγυπτίοις πολλὰ πλημμελοῦσι καὶ εἰς τὴν τοῦ Θεοῦ λαὸν ἐξυβρίζουσι· χρηστὸς ἦν ἐκεῖνος οὐ πανωλεθρίᾳ παραδιδούς, ἀλλὰ διὰ τῶν κατὰ μέρος μαστίγων εἰς μετάνοιαν ἐπαγόμενος· ἐπεὶ δὲ ἐπιστρέφοντες ἀγαπητῶς, πάλιν πρὸς τὴν κακίαν ἀνέστρεφον, καὶ τῆς προτέρας εἴχοντο ἀπιστίας, ἔσχατον δὲ καὶ τὸν λαὸν τοῦ Κυρίου ἀναγόμενον κατεδίωκον, ἀνάλωσεν αὐτοὺς ἡ θεῖα δίκη τὸ σύνολον καὶ ἀπώλεσεν. Οὕτω τοῦ Ἰσραὴλ πολλὰ ἁμαρτάνοντος, καὶ τοὺς προφήτας ἀποκτένοντος τοῦ Θεοῦ, τῆς συνήθους οὗτος μακροθυμίας ἐγίνετο· ἐπεὶ δὲ εἰς τοῦτο κακίας προέκοψαν, ὡς μηδὲ τὸ Δεσποτικὸν δυσωπηθῆναι ἀξίωμα, ἀλλὰ κἀκείνῳ μιαιφόνους χεῖρας ἐπιβαλεῖν· καὶ αὐτοὶ καθάπαξ ἀπεβλήθησάν τε καὶ κατεβλήθησαν· καὶ ἤρθη ἀπ’ αὐτῶν ἥ τε προφητεία, καὶ ἡ ἱερατεία καὶ ἡ λατρεία. Καὶ ἐπιστεύθη ταῦτα τοῖς πιστεύσασιν ἔθνεσι.
ΙΑʹ. Προσδράμωμεν τῷ καλοῦντι Χριστῷ προθύμως, ἐκχέοντες ἐπ’ αὐτὸν τὰς καρδίας· καὶ μὴ τὴν ἑαυτῶν ἐθελοκακοῦντες ἀπογινώσκωμεν σωτηρίαν. Καὶ τοῦτο γὰρ τοῦ πονηροῦ σόφισμα, ὑπομνήσει προτέρων ἁμαρτιῶν ὁδοποιεῖν εἰς ἀπόγνωσιν. Ἀλλ’ ἡμῖν κατανοητέον, ὅτιπερ εἰ Κύριος ἐλθὼν τυφλῶν τε καὶ παραλύτων καὶ κωφῶν ἰατρὸς καὶ διορθωτὴς ἦν, νεκρούς τε ἤδη καταφθαρέντας ἀνέστη, πόσῳ μᾶλλον τυφλότητα διανοίας, καὶ ψυχῆς πάρεσιν, καὶ ἀμελοῦς καρδίας ἰάσεται κώφευσιν, ἐπεὶ μηδὲ ἕτερος, ἀλλ’ αὐτὸς ὁ τὸ σῶμα κτίσας, αὐτός ἐστι καὶ ὁ τὴν ψυχήν; Καὶ εἰ πρὸς τὰ λυόμενα καὶ θνήσκοντα οὗτος εὐμενῶς καὶ ἱλέως εἶχε, πόσῳ μᾶλλον τῇ ἀθανάτῳ ψυχῇ κακίας νόσῳ καὶ ἀγνοίας ἁλούσῃ, ἔπειτα προσερχομένῃ τούτῳ καὶ δεομένῃ, φιλανθρώπως θεραπευτικῶς χρήσεται; αὐτοῦ γὰρ φωνή, τό·
Ὁ Πατήρ μου ὁ οὐράνιος οὐ μὴ ποιήσει ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας; Ναί, λέγω ὑμῖν, ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει· καὶ τό· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· καὶ αὖθις· Κἂν διὰ τὸ φίλον εἶναι οὐ δώσει αὐτῷ, διά γε τὴν ἀναίδειαν αὐτοῦ, ἀναστὰς δώσει αὐτῷ ὅσου χρῄσει, ἀναιδῆ καὶ παράμονον τὴν αἴτησιν προτρεπόμενος, ἐπεί τοι καὶ διὰ τοὺς ἁμαρτωλοὺς ἦλθεν ἵνα ἐπιστρέψῃ πρὸς ἑαυτόν. Μόνον ἡμεῖς τῶν κακῶν προλήψεων ἀποστάντες, σχολάσωμεν τῷ Κυρίῳ· καὶ αὐτὸς οὐχ ὑπερορᾷ, ἀλλ’ ἕτοιμος ἔσται παρέχων τὴν παρ’ αὐτοῦ βοήθειαν.
ΙΒʹ. Ὥσπερ ἐπὶ τῶν νόσῳ καὶ ἀσθενείᾳ κατειλημμένων, ἐπειδὰν μηκέτι τὸ σῶμα δυνατὸν ᾖ τροφῆς καὶ πόσεως μετασχεῖν, εἰς ἀπόγνωσιν τοῦτο συνωθεῖ, καὶ θανάτου τεκμήριον γίνεται, θρῆνός τε ἐπὶ τούτῳ καὶ φίλους ἔχει καὶ τοὺς προσήκοντας· οὕτω δὴ καὶ Θεὸς καὶ ἄγγελοι ψυχὰς τὰς μὴ τροφῇ τῇ ἐπουρανίῳ χρήσασθαι δυναμένας, διὰ πολλῆς λύπης καὶ θρήνων ποιοῦνται. Εἰ τοίνυν ἐγένου τῷ Θεῷ θρόνος, ἐκεῖνον ἔχων ἐπικαθήμενον, εἰ γέγονεν ἡ ψυχή σου ὅλη πνευματικὸς ὀφθαλμός, ὅλη φῶς, εἰ ἐτράφη τὴν τροφὴν ἐκείνην τοῦ Πνεύματος, εἰ ποτίζῃ τοῦ ζῶντος ὕδατος, καὶ τοῦ πνευματικοῦ οἵνου τοῦ τὴν καρδίαν εὐφραίνοντος, εἰ ἐνδέδυσαι τῇ ψυχῇ τὰ τοῦ ἀῤῥήτου φωτὸς ἐνδύματα, εἰ πάντων τούτων ὁ ἕσω σου ἄνθρωπος εἰς πεῖραν ἀφίκετο καὶ πληροφορίαν, ἰδοὺ ζῇς τὴν αἰώνιον τέως ζωήν, ἐκ τοῦ παρόντος ἤδη τῷ Χριστῷ συναναπαυόμενος. Εἰ δ’ οὔπω εἴληφας ταῦτα, οὐδ’ εἰς κτῆσιν τούτων ἐλήλυθας, κλαῖε θερμῶς, καὶ ὀδυρμοῖς κέχρησο, μήπω τοῦ τοιούτου πλούτου τετυχηκέναι· καὶ φροντὶς ἔστω σοι καὶ δέησις διηνεκὴς περὶ τῆς πτωχείας σου· ἀλλ’ εἶθε κἂν τῆς ἑαυτοῦ πενίας αἴσθησις εἰσήει τῷ κεκτημένῳ· καὶ μὴ ὡς τοῦ θείου πλούτου κατακορὴς ὤν, ἄφροντις περιῆγεν· Ὁ γὰρ ζητῶν, φησίν, εὑρήσει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
ΙΓʹ. Εἰ τὸ σύνθετον ἐκεῖνο ἔλαιον τοσαύτην ἔχει τὴν δύναμιν, ὡς τοὺς χρησαμένους αὐτῷ λοιπὸν βασιλικῆς ἐπιβαίνειν δόξης, πόσῳ γε μᾶλλον οἱ τὸν νοῦν καὶ τὸν ἕσω ἄνθρωπον τῷ ἁγιαστικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ χριόμενοι, καὶ τὸν ἀῤῥαβῶνα τοῦ ἀγαθοῦ λαμβάνοντες Πνεύματος, τῶν μέτρων τῆς τελειότητος ἐπιβήσονται, τῆς Χριστοῦ φημι βασιλείας καὶ υἱοθεσίας αὐτῷ συμμύσται τῷ βασιλεῖ γενόμενοι, εἰσιέναι καὶ ἐξιέναι πρὸς τὸν Πατέρα κατὰ τὸ δοκοῦν αὐτοῖς ἔχοντες; Εἰ γὰρ καὶ μήπω τέλειον τὴν κληρονομίαν εἰλήφασι, τὸ βάρος ἔτι περικείμενοι τῆς σαρκός, ἀλλ’ οὖν διὰ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν τῷ ἀσφαλεῖ αὐτοῖς κεῖται τὰ τῶν ἐλπίδων, καὶ ὅτι συμβασιλεύσουσι τῷ Χριστῷ, καὶ ἐν περιουσίᾳ καὶ πλεονασμῷ Πνεύματος ἔσονται, αὑτοῖς ἐνδοιαζόμενον, καθότι τῇ σαρκὶ περιόντες ἔτι, εἰς πεῖραν ἦλθον τῆς δυνάμεως καὶ ἡδονῆς ἐκείνης· καὶ γὰρ τὸ ἐπιτεθὲν κατὰ τὴν παρακοὴν τοῖς ἀνθρώποις τοῦ Σατανᾶ κάλυμμα, ἡ χάρις ἐρχομένη διὰ καθάρσεως τοῦ ἔσω ἀνθρώπου καὶ τοῦ νοός, περιαιρεῖ τέλεον, καὶ πᾶν μίασμα καὶ λογισμὸν ἅπαντα ῥυπαρὸν τῆς ψυχῆς ἀποσκυβαλίζει, καθαρὰν αὐτὴν γενέσθαι βουλομένη, καὶ τὴν ἰδίαν ἀπολαβοῦσαν φύσιν τρανοῖς καὶ ἀνεπικωλύτοις τοῖς ὀφθαλμοῖς τὴν δόξαν τοῦ ἀληθινοῦ φωτὸς κατοπτεύειν. Οἱ τοιοῦτοι δὲ αὐτόθεν ἤδη πρὸς ἐκεῖνον ἁρπάζονται τὸν αἰῶνα, καὶ τὰ ἐκεῖ κάλλη καὶ θαύματα καθορῶσι.
Καθάπερ γὰρ ὁ σωματικὸς ὀφθαλμὸς ἀπαθῶς τε καὶ ὑγιῶς ἔχων ταῖς ἡλιακαῖς αὐγαῖς θαῤῥούντως ἐνατενίζει· οὕτω καὶ οὗτοι φωτεινῷ χρώμενοι καὶ διακεκαθαρμένῳ τῷ νῷ τὰς ἀδύτους αὐγὰς Κυρίου διὰ παντὸς κατοπτεύουσιν· οὗ τί τὸ μέτρον φησίν; οὐ ῥᾳδίως ἐφικτὸν τοῖς ἀνθρώποις· ἀλλὰ πόνων δεῖται συχνῶν, ἀγώνων τε καὶ ἱδρώτων μυρίων. Πολλοὶ γάρ εἰσιν, οἷς καὶ ἡ χάρις σύνεστιν ἐνεργοῦσα, καὶ ἡ κακία πάλιν ἐνδομυχοῦσα ἀφέστηκεν οὐδαμῶς· ἀλλὰ τὰ δύο πνεύματα, τό τε τοῦ φωτὸς καὶ τὸ τοῦ σκότους, εἰς μίαν καὶ τὴν αὐτὴν ἐνεργεῖ καρδίαν· τὸ δὲ εἰρημένον· Τίς γὰρ ἡ κοινωνία φωτὶ πρὸς σκότος; καὶ ὅτι, Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τὰ ἑξῆς, ἀναμέρος ἐκληπτέον οὐδὲ μονοτρόπως τὰ πράγματα· καὶ γὰρ ἐς τοσοῦτόν τινες ἐναναπαύονται τῇ χάριτι τοῦ Θεοῦ, ἐς ὅσον ἑαυτῶν δύνασθαι κρατεῖν, καὶ μὴ ἡττᾶσθαι τῆς ἐγκατοικούσης αὐτοῖς ἁμαρτίας· καὶ συμβαίνῃ νῦν εὐχὴν εὐπάρεδρον ἔχοντας καὶ ἀναπαῦσαι· ἔπειτα ὑπὸ ῥυπαρῶν λογισμῶν ἐνεργεῖσθαι, καὶ ὑπὸ τῆς ἁμαρτίας κλέπτεσθαι, συνούσης δηλαδὴ καὶ αὐτῆς χάριτος. Οἱ μὲν οὖν ἐλαφροί τε καὶ οὔπω τῆς ἀκριβείας ἐπειλημμένοι πόσω; αὐτοῖς τῆς θείας χάριτος ἐνεργούσης, ἔδοξαν εἰσάπαν ἀπολελύσθαι τῆς ἁμαρτίας· οἱ δὲ διάκρισίν τε καὶ νοῦν ἔχοντες, οὐκ ἂν ἀρνηθεῖεν, ὅτι καὶ τῆς τοῦ Θεοῦ χάριτος ἐνοικούσης, οὐχὶ καὶ ὑπὸ αἰσχρῶν καὶ ἀτόπων διασείονται λογισμῶν.
ΙΔʹ. Εἴδομέν τινας ἐν τοῖς ἀδελφοῖς πολλάκις οὕτω πλουσίας τῆς χάριτος ἐπιλελαυκότας, ὡς πέντε χρόνων καὶ ἓξ ἀπομαρανθῆναι τέλεον αὐτοῖς καὶ ἀποσβῆναι, τὰ τῆς ἐπιθυμίας· εἶτα, ὡς ἔδοξαν ὅρμου καὶ γαλήνης ἐπιλαβέσθαι, τότε καθάπερ ἐξ ἐνέδρας ἐπιφανεῖσα τούτοις ἡ κακία οὕτω δυσμενῶς ἐπέθετο καὶ ἀγρίως, ὡς ἔκπληξιν αὐτοῖς ἐνθεῖναι καὶ ἀπορίαν· τεθάῤῥηκε τοίνυν οὐδεὶς τῶν ὀξὺ διὰ σύνεσιν βλεπόντων εἰπεῖν, ὅτι χάριτός μοι συνούσης, ἀπήλλαγμαι λοιπὸν καὶ τῆς ἁμαρτίας. Ἐνεργεῖ γάρ, ὡς εἴρηται, καὶ τὰ δύο ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ νῷ, κἂν οἱ εὔκολοί τε καὶ ἀμαθεῖς μικρόν τι νῆμα πνευματικὸν ἐσχηκότες, Νενίκημεν ἤδη, λέγουσιν. Ἐμοὶ δὲ δοκῶ τὰ πράγματα οὕτως ἔχειν· ὥσπερ ὅταν ἡλίου καθαρῶς ἐπιλάμποντος σκοτεινὸς ὁ ἀνὴρ ἄφνω ἢ ὀμίχλη ἐπιδραμοῦσα ἐπισκοτίσῃ αὐτοῦ τῷ καλῷ φωτί· τούτῳ γὰρ παραπλησίως ἔχουσι τῷ λόγῳ οἱ τῆς μὲν τοῦ Θεοῦ χάριτος ἐπιτυχόντες, μήπω δὲ πρὸς ἀκρίβειαν διακαθαρθέντες, ἀλλ’ ἐν τῷ βάθει ἔτι κατάσχετοι ὄντες ὑπὸ τῆς ἁμαρτίας· ὥστε πολλῆς τῷ ὄντι τῆς διακρίσεως δεῖ πρὸς τὸ πείρᾳ ταῦτα τῇ τελεωτάτῃ προλαβεῖν.
ΙΕʹ. Ὥσπερ ἀμήχανον ὀφθαλμῶν ἄνευ καὶ γλώττης, ὤτων τε καὶ ποδῶν βλέπειν ἢ λέγειν, ἀκούειν ἢ περιπατεῖν· οὕτως ἐπίσης ἀδύνατον, ἄνευ τοῦ Θεοῦ καὶ τῆς ἐκεῖθεν διδομένης ἐνεργείας, μυστηρίων κοινωνῆσαι θείων, καὶ εἰδέναι Θεοῦ σοφίαν, ἢ κατὰ Πνεῦμα πλουτεῖν. Οἱ μὲν γὰρ σοφοὶ τῶν Ἑλλήνων ἐν λόγοις ἀσκοῦνται, καὶ πρὸς λογομαχίας ἐκθύμως ἠσχόληνται. Οἱ δὲ τοῦ Θεοῦ δοῦλοι, κἂν ἀνομίλητοι λόγων ὦσιν, ἀλλ’ οὖν θείᾳ γνώσει καὶ Θεοῦ χάριτι καταρτίζονται.
ΙϚʹ. Πείθομαι λέγων, φησίν, ὅτι καὶ αὐτοῖς ἐκείνοις τοῖς ἀποστόλοις τοῦ ἀγαθοῦ Παρακλήτου πεπληρωμένοις, οὐμενοῦν καθαρῶς ὑπῆρχε φροντίδων ἀνεῖσθαι· ἀλλὰ πρὸς τῇ ἀγαλλιάσει καὶ ἀῤῥήτῳ χαρᾷ, καὶ φόβος τις εἵπετο ἐξ αὐτῆς δήπου τῆς χάριτος, οὐχὶ τοῦ τῆς κακίας μέρους ἔχοντας ἀφορμάς. Αὐτὴ γὰρ ἡ χάρις ἐν ἀσφαλεῖ τὰ ἐκείνων ἐτίθει τοῦ μηδὲ πρὸς μικρὸν ἐκβῆναι τοῦ καλῶς ἔχοντος. Καὶ ὥσπερ τι παιδίον μικρᾷ ψηφίδι τεῖχος βεβληκὸς οὐδὲν ἤνυσεν, ἢ ὥς τι βέλος ἀσθενὲς θώρακα ἰσχυρὸν ἥκιστα ἂν βλάψῃ, οὕτω δὴ καὶ μέρος τι τῆς κακίας προσβάλλον αὐτοῖς ἄπρακτόν τε καὶ μάταιον ἀπηλέγχετο· ἅτε τῇ τοῦ Χριστοῦ δυνάμει καλῶς φραξαμένοις.
Πλὴν ἀλλὰ καὶ τελείοις οὖσιν ἡ τοῦ αὐτεξουσίου ἐλευθερία παρῆν, καὶ οὐχ ὥς τινες ἀνοήτως φασίν, ὅτι μετὰ χάριν τὸ ἀπὸ τοῦδε φροντίδων λύσις καὶ ἄνεσις. Ζητεῖ γὰρ ὁ Κύριος κἀν τοῖς τελείοις τὸ θέλημα τῆς ψυχῆς εἰς διακονίαν τοῦ Πνεύματος, ὡς συμβῆναι ταῦτα ἀλλήλοις. Λέγει γὰρ ὁ Ἀπόστολος·
Τὸ Πνεῦμα μὴ σβέννυτε. ΙΖʹ. Τὸ μὲν ἁπλῷ λόγῳ παραδιδόναι τὰ πράγματα πρόχειρόν τι καὶ εὐπετές. Ῥᾴδιον γὰρ τῷ παντὶ λέγειν τὸν ἄρτον τοῦτον, ὑποδείγματος δὲ λόγῳ φαμέν, ἀπὸ σίτου γεγενῆσθαι· τὴν μέντοι, κατὰ μέρος αὐτοῦ κατασκευὴν ἐκθέσθαι, οὐ τοῦ παντὸς γνῶναι· ἀλλὰ μόνων ἐστὶ τῶν πεπειραμένων. Οὕτω γοῦν καὶ τὸ μὲν ἁπλῶς περὶ ἀπαθείας λέγειν τε καὶ τελειότητος εὐπετές τε καὶ εὐχερές· τὸ δὲ πείρᾳ τὸ πρᾶγμα παραλαβεῖν, τοῦτό ἐστι τῷ ἔργῳ καὶ ἀληθείᾳ καταλαβεῖν εἰς τὴν κατασκευὴν τῆς τελειότητος.
ΙΗʹ. Ὅσοι λόγους πνευματικοὺς γεύσεώς τε καὶ πείρας ἐκτὸς φθέγγονται, τούτους ἐοικέναι φημὶ ἀνθρώπῳ θέρους ὥρᾳ μεσημβρίας ἀκριβοῦς ἱσταμένης πεδίον ἔρημόν τι καὶ ἄνυδρον διιόντι· εἶτα ὑπὸ πολλῆς καὶ φλογώδους τῆς δίψης κατὰ νοῦν αὐτῷ ὑπογράφοντι πηγήν τινα ψυχρὰν ἐγγὺς οὖσαν γλυκύ τε καὶ διειδὲς ὕδωρ ἔχουσαν, καὶ αὐτοῦ οὐδενὸς εἴργοντος ἀπολαύοντι κατὰ κόρον· ἢ ἀνθρώπῳ μέλιτος μὲν οὐδὲ βραχὺ γευσαμένῳ, ἑτέροις δὲ ὅπως ἔχει γλυκύτητος πειρωμένῳ διασαφεῖν. Τοιοῦτοι γὰρ ἀληθῶς, ὅσοι μὴ ἔργῳ καὶ πληροφορίᾳ τῇ ἑαυτῶν τὰ περὶ τελειότητός τε καὶ ἁγιασμοῦ καὶ ἀπαθείας παραλαβόντες ἑτέροις εἰσηγεῖσθαι βούλονται· καὶ γὰρ εἰ δῴη Θεὸς μικράν τινα τῶν παρ’ αὐτῶν λεγομένων λαβεῖν αἴσθησιν, εἴσονται πάντως, ὅτι μὴ κατὰ τὴν ἐκείνων εἰσήγησιν, ἀλλὰ πολλῷ τῷ διαφέροντι τὰ τῆς ἀληθείας εἶχε καὶ τῶν πραγμάτων.
ΙΘʹ. Τὸ μὲν Εὐαγγέλιον, φησίν, ἀποφαντικῶς διακελεύεται πάντα ἄνθρωπον, τόδε μὴ ποιεῖν, ἢ ποιεῖν, ὥστε φίλον γενέσθαι τῷ φιλανθρώπῳ Βασιλεῖ· Μὴ ὀργισθῇς γάρ, φησί, μὴ ἐπιθυμήσῃς· ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ὁ δὲ Ἀπόστολος κατὰ πόδα τῶν τεταγμένων ἐλθών, καὶ ὅπως χρὴ κατὰ μικρὸν γενέσθαι τὸ τῆς καθάρσεως ἔργον, ὅτι μεθ’ ὑπομονῆς καὶ μακροθυμίας, ἐκπαιδεύει. Πρῶτον μὲν γαλακτοτροφῶν ὡς νηπίους· εἶτα φέρων εἰς αὔξησιν· καὶ αὖθις εἰς τελειότητα· οἷον, ὡς ἐν παραδείγματι φάναι, τὸ μὲν Εὐαγγέλιον τέλειος, ἐξ ἐρίου, εἶπε, γινέσθω χιτών· ὁ δὲ Ἀπόστολος, καὶ πῶς δεῖ ξαίνεσθαι τοῦτο, ὑφαίνεσθαί τε καὶ κατασκευάζεσθαι τὸν χιτῶνα καλῶς διεσάφησεν.
Κʹ. Εἰσί τινες πορνείας μὲν τῆς φαινομένης, καὶ κλοπῆς, καὶ πλεονεξίας, καὶ τῶν ὁμοίων ἀπεχόμενοι μοχθηρῶν· καὶ κατὰ τοῦτο ἑαυτοὺς ἐκκρίνοντες τοῖς ἁγίοις· πολλοῦ δὲ δέουσι τῶν πραγμάτων γίνεσθαι καὶ τῆς ἀληθείας. Οἰκουρεῖ γὰρ ἐν τῷ νῷ τούτων ἡ κακία πολλάκις, ζῇ τε καὶ ἕρπει, καὶ οὔπω ἀπολιποῦσα τούτους ᾤχετο. Ἅγιος δέ ἐστιν ὁ ἁγιασθεὶς καὶ τὸν ἕσω τέλεον διακαθαρθεὶς ἄνθρωπον· καὶ γάρ τις τῶν ἀδελφῶν ἀδελφοῖς τισι συνευχόμενος πρὸς τῆς θείας ἐξῃχμαλωτίσθη δυνάμεως, καὶ ἁρπαγεὶς εἶδε τὴν ἄνω πόλιν Ἱερουσαλήμ, καὶ τὰς ἐκεῖ φωτεινὰς οἰκίας, καὶ φῶς ἄπειρον καὶ ἀπόῤῥητον. Ἤκουσέ τε φωνῆς λεγούσης, τοῦτον εἶναι τὸν τόπον τῆς τῶν δικαίων ἀναπαύσεως· εἶτα φυσιωθεὶς καὶ μεγάλα περὶ ἑαυτοῦ οἰηθεὶς βαθεῖ κατέπεσεν ἁμαρτίᾳ, καὶ πολλοῖς ὕστερον ἑάλω κακοῖς.
Εἰ οὖν οὗτος οὕτως, πῶς γε τῷ τυχόντι δυνατὸν λέγειν, ὡς Ἐπεὶ νηστεύω, καὶ ξενιτεύω, ψωμίζω τε τὰ ὑπάρχοντα, καὶ ἀπὸ τῶν εἰρημένων ἐφυλαξάμην κακῶν, οὐδέν ἐστι τὸ λειπόμενον ἅγιον κἀμὲ εἶναι; Καὶ γὰρ οὐχ ἡ τῶν φαινομένων κακῶν ἀποχὴ τελείωσίς ἐστιν, ὥσπερ εἵρηται, ἀλλ’ ἡ κατὰ διάνοιαν κάθαρσις, αὕτη τελεία.
ΚΑʹ. Εἴσελθε, φησίν, ὁ ταῦτα ὑπολαμβάνων διὰ τῆς τῶν λογισμῶν σου ἐπιστασίας πρὸς τὸν αἰχμάλωτόν σου καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν, καὶ ἴδε τὸν ἔτι τούτου κατώτερον καὶ βαθύτερόν σου τῶν λογισμῶν, τὸν εἰς τὰ λεγόμενα τῆς ψυχῆς σου ταμιεῖα ἐμφωλεύοντα ὄφιν, καὶ ἀναιροῦντά σε διὰ τῶν καιριωτάτων τῆς ψυχῆς σου μελῶν. Ἄβυσσος γὰρ ἀκατάληπτος ἀληθῶς ἡ καρδία. Εἰ οὖν τοῦτον ἀνεῖλες, εἰ τὴν ἀνομίαν τὴν ἐν σοὶ πᾶσαν ἐξεκάθηρας, καὶ τὴν ἁμαρτίαν ἐκβέβληκας, καύχησαι περὶ καθαρότητος ἐν Θεῷ. Εἰ δ’ οὖν ἀλλὰ ταπεινωθεὶς ὡς ἐνδεής τε καὶ ἁμαρτωλὸς ἔτι, πρόσελθε ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Χριστοῦ· πᾶσα γὰρ παλαιὰ καὶ νέα Γραφὴ περὶ καθαρότητος φαίνεται διαλεγομένη, καὶ παντὶ ἀνθρώπῳ καὶ Ἰουδαίῳ καὶ Ἕλληνι ἐπέραστα τὰ τῆς καθαρότητος, κἂν μὴ πάσιν ἀνύσιμα· γενέσθαι δὲ τοῦτο, τὴν τῆς καρδίας φημὶ καθαρότητα, οὐ δυνατὸν ἄλλως, ὅτι μὴ διὰ Ἰησοῦ μόνου· αὐτὸς γὰρ ἡ ἐνυπόστατός τε καὶ ὄντως ἀλήθεια· καὶ δίχα ταύτης τῆς ἀληθείας ἀμήχανον, ἢ ἀλήθειαν γνῶναι, ἢ σωτηρίας ἐπιτυχεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.