Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Περὶ φυλακῆς καρδίας

Μακάριος ὁ Αἰγύπτιος

Ο νοερός αγώνας, η προσευχή και η απόκτηση των αρετών

Αναλύεται η αναγκαιότητα της εσωτερικής κάθαρσης της καρδιάς, η διαρκής νήψη, η αδιάλειπτη μνήμη του Θεού και η αλληλεξάρτηση των αρετών, με αποκορύφωμα την προσευχή και την καρποφορία του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 1 από 4

ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΕΡΙ ΦΥΛΑΚΗΣ ΚΑΡΔΙΑΣ ΛΟΓΟΣ. Αʹ. Πῶς δύναται λέγειν ὁ τυχὼν, ὅτι νηστεύων, καὶ ξενιτεύων, καὶ ψωμίζων μου τὰ ὑπάρχοντα ἅγιός εἰμι; Ἅγιός ἐστιν, οὐ καθαρθεὶς τὸν ἔσω ἄνθρωπον; οὐ γὰρ ἡ ἀποχὴ τῶν κακῶν ἐστιν ἡ κάθαρσις, ἀλλ᾽ ἡ κατὰ συνείδησιν τελεία κάθαρσις. Εἴσελθε γὰρ, ὦ οὗτος, διὰ τῆς τῶν λογισμῶν σου ἐπιτάσεως πρὸς τὸν αἰχμάλωτον, καὶ δοῦλον τῆς ἁμαρτίας νοῦν σου, καὶ ἴδε τὸν κατώτερον τοῦ νοῦ καὶ βαθύτερον τῶν λογισμῶν, εἰς τὰ λεγόμενα ταμιεῖα τῆς ψυχῆς σου τὸν ἕρποντα καὶ ἐμφωλεύοντα ὄφιν, τὸν φονεύσαντά σε διὰ τῶν καιριωτέρων τῆς ψυχῆς σου μελῶν· ἄβυσσος γάρ ἐστιν ἀκατάληπτος ἡ καρδία· καὶ ἐὰν τοῦτον φονεύσῃς, καύχησαι τῷ Θεῷ περὶ καθαρότητος· εἰ δὲ μὴ, ταπεινωθεὶς ὡς ἐνδεὴς καὶ ἁμαρτωλὸς ὑπὲρ τῶν κρυφίων σου δεόμενος τοῦ Θεοῦ.

Βʹ. Ὁ ἀληθινὸς θάνατος ἔνδοθεν ἐν τῇ καρδίᾳ κέκρυπται, καὶ ὁ ἄνθρωπος ἔσω νενέκρωται. Εἴ τις οὖν μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ἐν τῷ κρυπτῷ, οὗτος ἀληθῶς εἰς τοὺς αἰῶνας ζῇ, καὶ οὐκ ἀποθνήσκει· ἀλλ᾽ εἰ καὶ τὰ σώματα τῶν τοιούτων λύεται πρὸς καιρόν τινα, ἀλλ᾽ οὖν ἡγιασμένα τέ εἰσι καὶ ἐγείρονται σὺν δόξῃ· διὸ καὶ ὕπνον λέγομεν τὴν κοίμησιν τῶν ἁγίων.

Γʹ. Ὅλος ὁ ἀγὼν τοῦ ἀντικειμένου οὗτός ἐστιν, ἵνα δυνηθῇ τὸν νοῦν ἡμῶν ἀπὸ τῆς πρὸς Θεὸν μνήμης καὶ ἀγάπης ἐκσπᾶσαι, δελεάσμασι γηΐνοις χρώμενος, καὶ ἀπὸ τοῦ ὄντος καλοῦ παρεκτρέπων ἐπὶ τὰ δοκήσει, ἀλλ᾽ οὐκ ὄντως καλά. Πᾶν γὰρ ὃ ἐὰν ποιῇ ἄνθρωπος καλὸν, σπιλοῦν καὶ μιαίνειν ὁ πονηρὸς βούλεται, καὶ τὴν ἰδίαν ἐπεισπορὰν τῆς κενοδοξίας ἢ ὀνήσεως τῇ ἐντολῇ συμμίγειν ἀγωνίζεται· ἵνα μὴ διὰ Θεὸν καὶ μόνον κατὰ προθυμίαν ἀγαθὴν τὸ γινόμενον ἀγαθὸν γένηται.

Δʹ. Τί οὖν; ἡμεῖς οἱ μηδόλως εἰς τὴν καρδίαν εἰσελθόντες, πῶς ἀρξώμεθα; διὰ νηστείας καὶ προσευχῆς ἔξω ἑστῶτες κρούομεν, καθὼς ὁ Κύριος ἐκέλευσεν εἰπών· Κρούετε καὶ ἀνοιγήσεται ὑμῖν. Ἐὰν γὰρ ἐμμείνωμεν τῷ λόγῳ τοῦ Κυρίου, καὶ τῇ πτωχείᾳ, καὶ τῷ ταπεινῷ φρονήματι, καὶ πάσαις παῖς τῶν ἐντολῶν ἀρεταῖς νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν τοῦ Κυρίου θύραν, δυνησόμεθα τυχεῖν τοῦ ζητουμένου. Διὰ ταύτης γὰρ τῆς θύρας δύναται ἀπολυτρώσεως τυχεῖν πᾶς ὁ βουλόμενος φυγεῖν τοῦ σκότους. Εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυχῆς, καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς, καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστόν.

Εʹ. Ὅταν ὁ νοῦς ἐπιλάθηται τῆς νοερᾶς καὶ εὐσεβοῦς θλίψεως, τότε καὶ τῶν ἐντολῶν ἐπελάθετο· καὶ ὅθεν ἂν δοκῇ τρέχειν, παρεκτρέπεται τῆς λείας, καὶ σκολιάζων πολιτεύεται. Διὰ τοῦτο συναντᾷ θηρίοις. Εἰ γὰρ μὴ τὸν τῆς εὐχῆς καὶ ἐλπίδος κόπον ἐκκόπτομεν, οὐκ ἂν ἐπλημμελήσαμεν· τοῖς γὰρ περὶ ψυχῆς θλιβομένοις λέγει ἡ Γραφή· Πιστὸς ὁ Θεὸς, οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὁ δύνασθε· ἀπαιδεύτοις δὲ συναντήσαι κακά.

ϛʹ. Ὥσπερ οἱ ἔξω ὀφθαλμοὶ βλέπουσι μακρόθεν τὰς ἀκάνθας, καὶ τοὺς κρημνούς· οὕτω καὶ ὁ προβλεπτικὸς νοῦς προβλέπει ταχὺς ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς, καὶ ἀσφαλίζεται τὴν ψυχὴν, ὡς ὀφθαλμὸς ὢν αὐτῆς.

Ζʹ. Ἀγῶνος πολλοῦ καὶ πόνου κροπτοῦ καὶ ἀοράτου χρεία, λογισμῶν ἔρευναν ποιεῖσθαι, καὶ τὰ ἠσθενηκότα τῆς ψυχῆς ἡμῶν αἰσθητήρια γυμνάζειν πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· δεῖ πάντοτε καὶ ἀναζωπυρεῖν διὰ τοῦ νοὸς πρὸς Θεὸν ἐπείξεως τὰ ἐξησθενηκότα τῇ ψυχῇ μέλη· τοῦ νοῦ ἡμῶν προσκαλουμένου μετὰ τοῦ Κυρίου πάντοτε, ἵνα γένηται εἰς ἓν πνεῦμα κατὰ τὸ λόγιον Παύλου. Τοῦτον δὲ τὸν κρυπτὸν ἀγῶνα καὶ μελέτην Κυρίου καὶ πόνον νυκτὸς καὶ ἡμέρας ἔχειν ἡμᾶς χρὴ εἰς πᾶσαν ἐπιτήδευσιν ἐντολῆς, εἴτε εὐχομένων, εἴτε ἐσθιόντων, ἢ διακονούντων, ἢ πινόντων, ἢ ἕτερόν τι ποιούντων, ἵνα πᾶν ὃ γίνεται ἀγαθὸν ἐπιτήδευμα εἰς δόξαν Θεοῦ γένηται. Ἁγιάζεται γὰρ καὶ ἡ τῶν ἐντολῶν πᾶσα ἀκολουθία· καὶ καθαρῶς ὑφ᾽ ὑμῶν ἐπιτελεῖται, διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ Θεοῦ, καὶ φόβου καὶ ἀγάπης τῆς πρὸς Θεὸν, καὶ γινόμεθα ἐκτὸς ἀπὸ τοῦ μιαίνοντος τὰς ἐντολὰς τοῦ Θεοῦ.

Ηʹ. Καὶ γὰρ ὁ πατριάρχης Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων τῷ ἱερεῖ τοῦ Θεοῦ Μελχισεδὲκ προσήνεγκε, καὶ οὕτως τὴν εὐλογίαν ἐδέξατο παρ᾽ αὐτοῦ. Τί δ᾽ ἄλλο διὰ τούτων αἰνίττεται τὸ Πνεῦμα, ἀλλ᾽ ἢ ὑψηλοτέραν θεωρίαν ἐμφαίνων που, τὰ ἄκρα καὶ τὰ ὀστᾶ τοῦ ὅλου συγκρίματος τῆς φύσεως ἡμῶν; τουτέστιν, αὐτὸν τὸν νοῦν, αὐτὴν τὴν συνείδησιν, αὐτὴν τὴν διάθεσιν, αὐτὸν τὸν λογισμὸν, αὐτὴν τῆς ψυχῆς τὴν ἀγαπητικὴν δύναμιν, τὴν ἀπαρχὴν τοῦ ὅλου ἡμῶν ἀνθρώπου τῷ Θεῷ πρότερον κομίζειν δεῖν πάντοτε, τὴν τῆς καρδίας ἱερὰν θυσίαν· τὰ ἀκροθίνια, καὶ τὰ ἄκρα τῶν ἀγαθῶν λογισμῶν εἰς τὴν αὐτὴν μνήμην καὶ μελέτην διὰ παντὸς ἀπασχολοῦντος. Καὶ οὕτως δυνάμεθα ὁσημέραι τὴν αὔξησιν καὶ προκοπὴν λαμβάνειν βοηθούμενοι ὑπὸ τῆς θείας χάριτος, καὶ τὸ φορτίον τῆς δικαιοσύνης τῶν ἐντολῶν, ἐλαφρὸν ἡμῖν καταφανήσεται, καθαρῶς καὶ ἀμώμως ταύτας ἐπιτελοῦντες, συνεργούμενοι ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου διὰ τῆς πρὸς αὐτὸν ἡμῶν πίστεως.

Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως, καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοὶ, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ κρέμανται, καὶ ἀλλήλων συνδέδενται, καὶ ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις, μία ἀπὸ μιᾶς ἤρτηται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον, ἐφ᾽ ἑνὸς τὰ κακὰ ἐκδίδονται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς μικροψυχίας, ἡ μικροψυχία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέρη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. Οὕτως ἐν τῷ ἀγαθῷ μέρει αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι. Κεφαλὴ δὲ πάσης ἀρετῆς καὶ κορυφὴ τῶν κατορθωμάτων ἐστὶν ἡ προσευχῆς προσκαρτέρησις, δι᾽ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι κτᾶσθαι δυνάμεθα.

Θʹ. Ἐὰν μὴ ἡ ταπεινοφροσύνη, καὶ ἡ ἁπλότης, καὶ ἡ ἀγαθότης, κατακοσμήσῃ ἡμᾶς, τὸ σχῆμα τῆς εὐχῆς ἡμᾶς οὐδὲν ὠφελήσει. Οὐ μόνον δὲ περὶ τῆς εὐχῆς λέγομεν, ἀλλὰ καὶ περὶ παντὸς καμάτου, ἢ πόνου, ἢ παρθενίας, ἢ εὐχῆς, ἢ οἱουδήποτε καμάτου καὶ ἐργασίας ἀρετῆς ἕνεκεν ἐπιτελουμένου· ἐὰν μὴ τοὺς καρποὺς τῆς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ πραότητος καὶ ταπεινότητος, ἁπλότητός τε καὶ ἀφελότητος, πίστεως καὶ μακροθυμίας, ἀφθόνως ἐν ἑαυτοῖς εὑρίσκομεν, εἰκῆ καὶ μάτην οἱ κάματοι ἡμῶν γεγόνασι· ἡ πᾶσα γὰρ ἐκείνη ἐργασία, καὶ οἱ κάματοι διὰ τοὺς καρποὺς γίνεσθαι ὀφείλουσι. Τῶν δὲ καρπῶν τῆς ἀγάπης καὶ εἰρήνης μὴ εὑρισκομένων ἐν ἡμῖν, εἰκῆ καὶ μάτην ἡ ὅλη ἐργασία γίνεται. Οἱ γὰρ χωρὶς τούτων ἐργαζόμενοι κατὰ τὰς πέντε μωρὰς παρθένους ἐν ἡμέρᾳ κρίσεως ἀποδείκνυνται, αἵτινες διὰ τὸ μὴ ἐντεῦθεν ἀποκομίσασθαι ἐν τοῖς τῆς καρδίας ἀγγείοις τὸ πνευματικὸν ἔλαιον, ὅπερ ἐστὶ τῶν προειρημένων ἀρετῶν, μωραὶ ὠνομάσθησαν, καὶ τοῦ πνευματικοῦ τῆς βασιλείας νυμφῶνος ἀπεκλείσθησαν.

Καὶ ὁ τῆς παρθενίας κάματος διὰ τῶν ἀρετῶν ἔλλειψιν καὶ στέρησιν τῆς ἐναργοῦς ἐνοικήσεως τοῦ Πνεύματος, εἰς οὐδὲν ἐλογίσθη. Ὥσπερ γὰρ ἐν τῇ γεωργίᾳ τῆς ἀμπέλου πᾶσα ἐπιμέλεια καὶ διὰ τὴν τῶν καρπῶν ἀπόλαυσιν γίνεται, καρπῶν δὲ μὴ εὑρισκομένων ἐν τῇ ἀμπέλῳ εἰκῆ καὶ μάτην πᾶσα ἐμπόνησις τῆς ἐργασίας γίνεται· οὕτως ἐὰν μὴ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος καρποὺς ἀγάπης καὶ εἰρήνης καὶ χαρᾶς καὶ ταπεινώσεως, καὶ τῶν λοιπῶν παρὰ τῷ Ἀποστόλῳ ῥηθέντων ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει πνευματικῇ ἐν ἑαυτοῖς ἐπιγνῶμεν, εἰκῆ ὁ τῆς παρθενίας κάματος, καὶ εὐχῆς, καὶ ψαλμῳδίας, νηστείας τε καὶ ἀγρυπνίας ὁ πόνος εἰς οὐδὲν ἀποδείκνυται. Οὗτοι γὰρ οἱ πόνοι ψυχῆς καὶ σώματος ἐπ᾽ ἐλπίδι πνευματικῶν καρπῶν ἐπιτελεῖσθαι ὀφείλουσιν· ἡ δὲ τοῦ Πνεύματος ἐν ταῖς ἀρεταῖς καρποφορία ἀπόλαυσίς ἐστι πνευματικὴ ἐν ἡδονῇ ἀφθάρτῳ, ἐν καρδίαις πισταῖς, ὑπὸ τοῦ Πνεύματος ἐνεργουμέναις· ἐν πολλῇ γὰρ διακρίσει συνέσεως ἡ ἐργασία καὶ πόνος καὶ κάματοι τῆς φύσεως ἡγείσθωσαν διὰ πίστεως καὶ ἐλπίδος ἀπὸ τοῦ ἁγίου Πνεύματος τοῖς ἀξίοις ἐνεργούμενοι. Καλόν ἐστιν ἡ νηστεία, ἡ ἀγρυπνία, ἡ ξενιτεία· ἀλλὰ ταῦτα ἀκμὴ πολιτείας ἐστὶν ἀγαθῆς· πλὴν ἡ τάξις τῶν Χριστιανῶν ἐσωτέρα ἐστὶ τούτων, καὶ οὐκ ὀφείλει τις ἐπὶ τούτοις τὴν πεποίθησιν ἔχειν καὶ μόνοις.