Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Περὶ φυλακῆς καρδίας

Μακάριος ὁ Αἰγύπτιος

Η αντιμετώπιση της κακίας, η ταπεινοφροσύνη και η συνεργία της θείας χάριτος

Εξετάζονται οι δόλιες μεθοδείες του πονηρού και ο κίνδυνος της οιήσεως. Τονίζεται η σημασία του πένθους και της ταπεινοφροσύνης και ερμηνεύεται η σταδιακή ενέργεια της χάριτος, η οποία σέβεται το ανθρώπινο αυτεξούσιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 2 από 4

Συμβαίνει δὲ ὅτι εἰσί τινες χάριτος μέτοχοι· καὶ ἡ κακία ἔτι οὖσα τεχνάζεται, καὶ παραχωρεῖ ἑκοῦσα, καὶ οὐκ ἐνεργεῖ, ἀλλὰ ποιεῖ νομίσαι τὸν ἄνθρωπον, ὅτι ἐκαθαρίσθη ὁ νοῦς αὐτοῦ· καὶ λοιπὸν φέρει αὐτὴν οἴησιν, ὅτι Χριστιανός εἰμι τέλειος, καὶ μετὰ ταῦτα, ὅταν νομίσῃ ὁ ἄνθρωπος, ὅτι Ἐλεύθερός εἰμι, καὶ ἀμεριμνεῖ, τότε λῃστρικῷ τρόπῳ ἔρχεται αὐτῷ ἡ κακία ἔγκρυμμα ποιοῦσα, καὶ πειράζει αὐτὸν, καὶ καταφέρει αὐτὸν εἰς τὰ κατώτατα τῆς γῆς. Εἰ γὰρ ἄνθρωποι πολλάκις λῃσταὶ ὄντες ἢ στρατιῶται κατὰ πολεμίων οἴδασι τεχνάζεσθαι, καὶ ὑποκαθέζονται, καὶ ποιοῦσιν ἔγκρυμμα, καὶ λαμβάνουσι τὰ νῶτα τῶν ἐχθρῶν, καὶ περικυκλοῦσιν αὐτοὺς ἀθρόως, καὶ ἀποκτείνουσι· πολλῷ μᾶλλον ἡ κακία οὖσα τοσούτων χιλιάδων τοῦτο τὸ ἔργον ἔχουσα, τόσας ἀπολέσασα ψυχὰς, οἶδεν οὖν ἔγκρυμμα ποιεῖν ἐν τῇ καρδίᾳ, κατὰ καιροὺς μὴ ἐνεργεῖν, ἵνα ἐνέγκῃ τὴν ψυχὴν εἰς οἴησιν τελειότητος;

Ιʹ. Ὁ θεμέλιος τοῦ Χριστιανισμοῦ οὗτός ἐστιν, ἵνα ἂν ποιήσῃ ὁ ἄνθρωπος δικαιοσύνας, μὴ ἐπαναπαύῃ ἐν αὐταῖς, καὶ ἔχῃ ἑαυτὸν μέγαν, ἀλλ᾽ ᾖ πτωχὸς τῷ πνεύματι· καὶ ἐὰν γένηται μέτοχος χάριτος, μὴ νομίσῃ ἑαυτὸν κατειληφέναι τι, καὶ οἰηθῇ εἶναί τις, καὶ ἄρξηται διδάσκειν· ἀλλ᾽ ἵνα ὢν καλῆς ξενιτείας καὶ πολιτείας, νηστεύων πολὺ, ξενιτεύων, εὐχόμενος, μετέχων χάριτος, μὴ ἡγήσηται τὴν ψυχὴν αὐτοῦ τιμίαν· ἀλλὰ τότε μάλιστα, ὅταν ἀρχὴ χάριτος γένηται, ἵνα ἔχῃ τὸν πόνον, τὴν δίψαν, ἵνα μὴ κεκορεσμένος ἔχῃ ἑαυτὸν δίκαιον ἢ πλούσιον ἐν χάριτι· ἀλλ᾽ ᾖ πενθῶν καὶ δακρύων. Καὶ ὃν τρόπον ἐὰν ᾖ μήτηρ, καὶ ἔχῃ υἱὸν μονογενῆ καὶ παιδεύσῃ αὐτὸν, καὶ ὅταν γένηται ἀνὴρ, συμβῇ αὐτῷ ἀποθανεῖν· καὶ λοιπὸν ὅσοι ἂν ὦσι παραμυθούμενοι τὴν μητέρα, μᾶλλον ἐπεγείρουσιν αὐτῇ τὸ πένθος, καὶ ἀπαραμύθητός ἐστιν· οὕτω χρὴ κλαίειν τὸν Χριστιανὸν τὴν πτῶσιν αὐτοῦ, καὶ ἀδιαλείπτως δακρύειν· πρὸ πάντων δὲ ἔχειν συντετριμμένην τὴν καρδίαν.

ΙΑʹ. Ὥσπερ εἰ οἶκος βασιλέως ἔχων διαίτας πολλὰς καὶ αὐλὰς διαφόρους, καὶ πρόθυρα πολλὰ, καὶ ἐσωτέρους οἴκους, ἔνθα μένει ὁ βασιλεὺς, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροὶ ἀπόκεινται· λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους ἦλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροί· οὕτως εἰς τὸ πνευματικὸν, οἱ νηστεύοντες, οἱ ἀγρυπνοῦντες, οἱ ψάλλοντες καὶ εὐχόμενοι, μὴ νομίσωσιν, ὅτι εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὡς δὲ ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται, οὐχ ὅπου ἡ πορφύρα, καὶ οἱ θησαυροί. Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ τῇ ἔξω πολιτείᾳ θαῤῥεῖν, καὶ λέγειν, ὅτι Εἰμί τις· εἰ δὲ καὶ χάριτος μέτοχος γένηται, οἰηθῆναι ὡς καταλαβὼν, ἢ γενόμενος ἐγγύτατος τοῦ βασιλέως· ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διατρίβει. Οὐκ ὀφείλει ἐρευνᾷν ἕκαστον, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν, ἢ ἐνεδύσατο τὴν πορφύραν τοῦ Πνεύματος, ἢ εὗρε τὸν βασιλέα, καὶ ἀνεπαύσατο, Ἡ γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς.

Ὁ οὖν ἄπειρος παρακαλούμενος τῇ χάριτι, νομίζει ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε, καὶ ἐξεῤῥιζώθη ἡ ἁμαρτία· τότε οὖν πλεῖστον μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδεν· ἔστι γὰρ ἡ χάρις πολλάκις ἐνεργοῦσα ἀδιαλείπτως, ὃν τρόπον ὁ ὀφθαλμὸς ἐν τῷ σώματι πέπρακται· καὶ ἁμαρτία σύνεστιν ὑποκλέπτουσα τὸν νοῦν· καὶ ὁ ἀδιάκριτος, ὡς ἤδη καταλαβὼν, οἴεταί τι περὶ αὑτοῦ καὶ τυφοῦται ὡς ἐλευθερωθείς. Οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα· καθὼς γὰρ εἶπον, ἔγκρυμμα ποιεῖ ὁ Σατανᾶς, εἰς καιροὺς μὴ ἐνεργῶν, ἵνα ποιήσῃ νομίσαι τὸν ἄνθρωπον, ὅτι Εἰμὶ καθαρὸς καὶ τέλειος· μὴ ὁ φυτεύων ἀμπελῶνα εὐθέως λαμβάνει σταφυλὴν, ἢ γεωργεῖ οἶνον, καὶ ὁ σπείρων τὸ σπέρμα ἐν τῇ γῇ, ἤδη ἐθέρισε καὶ ἔλαβε καρποὺς, καὶ τὸ γεννώμενον παιδίον εὐθέως δύναται εἰς ἄνδρα τέλειον ἐλθεῖν, ἢ στρατευόμενος τίρων ἤδη ἐγένετο ἀξιωματικός; χρὴ γὰρ αὐτὸν πρῶτον κοπιάσαι, καὶ εἰσελθόντα πόλεμον λαβεῖν τὰ νικητήρια καὶ στεφανωθῆναι.

ΙΒʹ. Καλὸν οὖν ἐστιν ἡ ἀκτημοσύνη καὶ ἡ ψαλμῳδία, καὶ ἡ νηστεία καὶ ἡ ἀγρυπνία, καὶ τὸ λαβεῖν χάριν Θεοῦ· ὁ δὲ ἀκμὴν οὔπω ἤρξατο ὡς δεῖ σκάπτειν καὶ τιθέναι θεμέλιον. Καὶ ἐν τοιούτοις ὁ νοῦς δεῖ ἀνεπίληπτος εἶναι μέτοχος χάριτος· λοιπὸν οἴεται περὶ αὑτοῦ, καὶ ἔχει τιμίαν τὴν ψυχήν. Ἀπόβλεψον εἰς τὸν Ἰησοῦν, ἀπὸ ποίας δόξης Υἱὸς Θεοῦ καὶ Θεὸς ὢν, εἰς ποῖα πάθη καὶ σταύρωσιν ἦλθε. Διὰ ταύτην οὖν τὴν ταπεινοφροσύνην ὑπερυψώθη ἐν δεξιᾷ τοῦ Πατρὸς καθεσθείς· καὶ ὁ ὄφις ἐξ ἀρχῆς ὑπέσπειρε τῷ Ἀδὰμ ὕψωμα, ὅτι Ὡς Θεὸς γίνῃ· διὰ ταύτης τῆς ὑψηλοφροσύνης εἶδες οὖν εἰς ὁποίαν ἀτιμίαν κατῆλθε τὸ γένος τοῦ Ἀδάμ. Ἐπιζητῶ δὴ ἄνθρωπον πτωχὸν τῷ πνεύματι, καὶ οὐχ εὑρίσκω· ὥσπερ ἵνα ᾖ τις πλούσιος ἔχων ἐν τῷ οἴκῳ αὐτοῦ θησαυροὺς, καὶ ᾖ ἐπιδεόμενος, καὶ πτωχὸς καὶ παρὰ πάντων ζητῇ.

Οὕτως εἰσὶ Χριστιανοὶ ἔχοντες χάριν, πλούσιοι εἰς Θεὸν, πτωχοί εἰσι τῷ πνεύματι, ὡς μηδὲν ἔχοντες· εἰσὶ πρὸς λόγον ἑκατὸν λίτραι χρυσίου ἃς ὀφείλει κτήσασθαι· ὁ λαβὼν πέντε λίτρας ἐκορέσθη. Εἰσὶ δέ τινες πρὸς λόγον δέκα οὐγκίας ἔχοντες τῆς χάριτος, καὶ ποιοῦσιν αὐτὰς ἑκατὸν, καυχώμενοι. Καὶ εἰσὶ πολλάκις πέντε οὐγκίας ἔχοντες τῆς ἁμαρτίας, καὶ ποιοῦσιν αὐτὰς ἡμιούγκια· τοῦτο δὲ αὐτοῖς συμβαίνει, ἢ κατ᾽ ἄγνοιαν, ὅτι ἐν αὐτῇ τῇ χάριτι ὑποκλεπτόμενοι οὐκ οἴδασιν. Ἢ κατὰ κενοδοξίαν, αἰσχυνόμενοι εἰπεῖν ὅτι ἐνεργεῖ τὸ κακόν· ἤδη γὰρ κηρύττουσιν εἶναι ἑαυτοὺς τελείους. Τὸ δὲ δίκαιον δεῖ ποιεῖν καὶ λέγειν τὸν ἄνθρωπον· καὶ τὰ τῆς χάριτος ὁμολογεῖν, καὶ τὴν ἐνέργειαν τῆς ἁμαρτίας.

Ψεύδεται γὰρ ὁ τοιοῦτος καθαρὰν λέγων ἔχειν τὴν καρδίαν· οὐχ οὕτως γάρ ἐστι τὰ πράγματα, ὡς ἄμα τὴν χάριν ἐπιδημῆσαι ἤδη καθαρὸν γενέσθαι τὸν ἄνθρωπον· παραδέδονται γὰρ τοῖς πολεμίοις καὶ τοῖς πειρατηρίοις εἰς γυμνασίαν καὶ ποίδευσιν, ὃν τρόπον καὶ ὁ Ἰὼβ τῷ πειρασμῷ. Συνεργεῖ γὰρ τὸ κακὸν τῷ ἀγαθῷ, προαιρέσει οὐ καλῇ· τὸν δὲ Χριστιανὸν δεῖ πέντε οὐγκίας τῆς ἁμαρτίας ἔχοντα, λέγειν, ὅτι Εἴκοσιν ἔχω, καὶ πεπληρωμένος εἰμὶ τοῦ κακοῦ. Καὶ ἔχοντα πρὸς λόγον οὐγκίας εἴκοσι τοῦ ἀγαθοῦ, λέγειν, ὅτι Ἡμιούγκιον ἔχω. Εἰ δὲ τοῦτο κατὰ κενοδοξίαν αἰσχύνεται εἰπεῖν, τὸ δίκαιον γοῦν εἰπάτω. Ὁμολογησάτω μὲν καὶ τὴν ἐνέγρειαν τῆς χάριτος· ὁμολογησάτω δὲ καὶ τὴν ἁμαρτίαν ἐν μέρει. Καθὼς οὖν προεῖπον περὶ τῆς ψυχῆς, ὅτι ἔχει βάθος, ὑποδείγμασι χρώμεθα διαγράφοντας αὐτῆς τὰ μέλη. Ὥσπερ ἵνα ᾖ ἥλιος, καὶ ὦσιν ἐξ αὐτοῦ ἀκτῖνες πολλαί· ἢ ἵνα ᾖ δένδρον ὑψηλὸν, καὶ ἔχῃ κλάδους· ἢ ἵνα ᾖ πόλις μεγάλη, καὶ ἔχῃ γείτονας πολλάς· οὕτως ἐστὶν ἡ νοερὰ οὐσία, ἡ ἀθάνατος ψυχὴ, κάλλος τίμιον ὑπὲρ πάντα τὰ δημιουργήματα, εἰκὼν καὶ ὁμοίωμα Θεοῦ. Λοιπὸν ἐλθοῦσα ἡ χάρις, εἰς δύο ἀκτῖνας τῆς ψυχῆς ἐπιλάμπει· ἢ ἀπὸ ὅλου τοῦ δένδρου εἰς κλάδους δύο, ἢ ἀπὸ πάσης τῆς πόλεως εἰς δύο γειτωνίας.

Ἔτι δὲ τὰ πλείονα μέρη τῆς ψυχῆς κατέχεται ἀπὸ τῆς ἁμαρτίας· καὶ νομίζει ὅτι ὅλη δι᾽ ὅλου, τοῦ ἀγαθοῦ μέρους καὶ τῆς χάριτος καὶ τῆς λαμπρότητος γέγονε· πρὸς λόγον πέντε λίτρας χρυσίου κτησάμενος, δοκεῖ αὐτῷ ὅτι ἑκατὸν λίτρας ἐκτήσατο· μὴ τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ ἤδη γέγονεν ἄνθρωπος; ἢ ὅτι θεὶς ἕνα λίθον τοῦ θεμελίου, ἤδη ἐτελείωσε τὸ οἰκοδόμημα; ἢ ὁ σπόρος ὁ χωσθεὶς ἐπὶ τῆς γῆς, ἤδη ἐγένετο στάχυς; μὴ ὁ πραγματευόμενος ἅμα τοῦ ἄρξασθαι τῆς πραγματείας, ἤδη ἐπλήρωσε τὴν ἀποθήκην; καὶ ὁ μετέχων χάριτος μικρᾶς, παρὰ τοῦτο γέγονε Χριστιανός; ἀκμὴν οἱ πρῶτοι καὶ οἱ μεγάλοι οὕτως εἰσὶ πρὸς τελειότητα, ὡς ὁ ὀφφικιάλιος πρὸς ἡγεμόνα· ἢ ὡς ῥύαξ μικρὸς πρὸς Εὐφράτην ποταμόν. Ὁ ἔχων πρόθεσιν ἀπελθεῖν εἰς πόλιν μακρὰν τριάκοντα μονῶν, δύο ἢ τρεῖς ἐὰν ἀπέλθῃ, μὴ νομίσῃ ὅτι εἰσῆλθεν εἰς τὴν πόλιν· ἐπειδὴ οὖν ἡ ἐναντία δύναμις προτρεπτική ἐστιν, οὐκ ἀναγκαστική· καὶ θεία χάρις προτρεπτική ἐστι διὰ τὸ αὐτεξούσιον καὶ λιτὸν τῆς φύσεως, λοιπὸν ἐὰν ποιήσῃ κακὰ ὁ ἄνθρωπος προτρεπόμενος ὑπὸ τοῦ Σατανᾶ, οὐ κρίνεται ἀντ᾽ αὐτοῦ ὁ Σατανᾶς· ἀλλ᾽ αὐτὸς ὁ ἅνθρωπος τιμωρεῖται καὶ κολάζεται, ὡς ὑπήκοος γεγονὼς τῆς κακίας ἰδίῳ θελήματι.

Ὁμοίως καὶ ἐὰν τραπῇ ὁ ἄνθρωπος εἰς τὸ ἀγαθὸν, καὶ περιγένοιτο χάρις Θεοῦ, οὐκ ἐπιγράφει τὸ ἀγαθὸν ἑαυτῇ ἡ χάρις, ἀλλ᾽ ἀποδίδωσι τῷ ἀνθρώπῳ καὶ δοξάζει αὐτόν· ἐπειδὴ ἑαυτῷ ἐγίνετο ὁ ἄνθρωπος αἴτιος τοῦ ἀγαθοῦ· αὐτῆς γάρ ἐστι τῆς φύσεως οὗτος· καὶ οὐχ οἷον ἐρχομένη ἡ χάρις πρὸς αὐτὸν ἀναγκαστικῇ δυνάμει δεσμεῖ αὐτοῦ τὸ θέλημα, καὶ λοιπὸν ἑκόντα καὶ ἄκοντα ποιεῖ αὐτὸν ἄτρεπτον ἀγαθοῦ, ἀλλὰ παραχωρεῖ τῷ αὐτεξουσίῳ καὶ συνοῦσα ἡ θεία δύναμις, ἵνα ἀποδειχθῇ τὸ θέλημα τοῦ ἀνθρώπου, εἰ τιμᾷ τὴν ψυχὴν ἢ οὐ τιμᾷ· εἰ συμφωνεῖ ἢ οὐ συμφωνεῖ· πολλοὶ γὰρ ἐτίμησαν καὶ συνεφώνησαν. Ἄλλοι δὲ ἐξετράπησαν.

Λέγει γὰρ ὁ Ἀπόστολος, Ἐναρξάμενοι πνεύματι· νῦν σαρκὶ ἐπιτελεῖτε· τῇ γὰρ φύσει νόμος οὐ κεῖται, ἀλλὰ τῇ αὐτεξουσίῳ προαιρέσει δυναμένῃ τραπῆναι ἐπὶ τὸ ἀγαθὸν καὶ τὸ κακόν. Διὸ λέγει ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἠθέλησα εἰ ἤδη ἀνήφθη. Θέλει ὁ Κύριος ἀναφθῆναι τὸ οὐράνιον πῦρ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ οἱ μὲν θέλουσιν, οἱ δὲ οὐ θέλουσιν· ὁμοίως πάλιν λέγει· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, καὶ οὐκ ἠθελήσατε; ὁρᾷς ὅτι ὁ Κύριος θέλει· καὶ αὖ οἱ ἄνθρωποι οὐ θέλουσι προσεγγίσαι τῷ Κυρίῳ, καὶ εὑρεῖν ἔλεος.