Περὶ δὲ τῆς φαινομένης ἀσκήσεως, καὶ ποῖον ἀγαθὸν ἐπιτήδευμα μεῖζον καὶ πρῶτον τυγχάνει, τοῦτο γινώσκετε, ἀγαπητοὶ, ὅτι ἀλλήλων πᾶσαι αἱ ἀρεταὶ κρέμανται, καὶ ἀλλήλων συνδέδενται, καὶ ὥσπερ ἱερά τις πνευματικὴ ἅλυσις, μία ἀπὸ μιᾶς ἤρτηται· ἡ εὐχὴ ἀπὸ τῆς ἀγάπης, ἡ ἀγάπη ἀπὸ τῆς χαρᾶς, ἡ χαρὰ ἀπὸ τῆς πραότητος, ἡ πραότης ἀπὸ τῆς ταπεινώσεως, ἡ ταπείνωσις ἀπὸ τῆς διακονίας, ἡ διακονία ἀπὸ τῆς ἐλπίδος, ἡ ἐλπὶς ἀπὸ τῆς πίστεως, ἡ πίστις ἀπὸ τῆς ὑπακοῆς, ἡ ἡ ὑπακοὴ ἀπὸ τῆς ἁπλότητος. Ὥσπερ καὶ τὸ ἐναντίον, ἐφ᾽ ἑνὸς τὰ κακὰ ἐκδίδονται· τὸ μῖσος ἀπὸ τοῦ θυμοῦ, ὁ θυμὸς ἀπὸ ὑπερηφανίας, ἡ ὑπερηφανία ἀπὸ τῆς κενοδοξίας, ἡ κενοδοξία ἀπὸ τῆς ἀπιστίας, ἡ ἀπιστία ἀπὸ τῆς σκληροκαρδίας, ἡ σκληροκαρδία ἀπὸ τῆς ἀμελείας, ἡ ἀμέλεια ἀπὸ τῆς χαυνώσεως, ἡ χαύνωσις ἀπὸ τῆς ὀλιγωρίας, ἡ ὀλιγωρία ἀπὸ τῆς ἀκηδίας, ἡ ἀκηδία ἀπὸ τῆς μικροψυχίας, ἡ μικροψυχία ἀπὸ τῆς φιληδονίας, καὶ τὰ λοιπὰ μέρη τῆς κακίας ἀλλήλων εἰσὶν ἐκκρεμάμενα. Οὕτως ἐν τῷ ἀγαθῷ μέρει αἱ ἀρεταί εἰσιν ἀπηρτημέναι. Κεφαλὴ δὲ πάσης ἀρετῆς καὶ κορυφὴ τῶν κατορθωμάτων ἐστὶν ἡ προσευχῆς προσκαρτέρησις, δι᾽ ἧς καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς παρὰ Θεοῦ αἰτήσεως ὁσημέραι κτᾶσθαι δυνάμεθα.