ΙΑʹ. Ὥσπερ εἰ οἶκος βασιλέως ἔχων διαίτας πολλὰς καὶ αὐλὰς διαφόρους, καὶ πρόθυρα πολλὰ, καὶ ἐσωτέρους οἴκους, ἔνθα μένει ὁ βασιλεὺς, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροὶ ἀπόκεινται· λοιπὸν ὁ εἰσερχόμενος εἰς τὰς ἐξωτέρας αὐλὰς μὴ νομίσῃ, ὅτι ἤδη εἰς τοὺς ἐσωτέρους οἴκους ἦλθεν, ὅπου ἡ δόξα τοῦ βασιλέως, καὶ ἡ πορφύρα, καὶ οἱ θησαυροί· οὕτως εἰς τὸ πνευματικὸν, οἱ νηστεύοντες, οἱ ἀγρυπνοῦντες, οἱ ψάλλοντες καὶ εὐχόμενοι, μὴ νομίσωσιν, ὅτι εἰσῆλθον εἰς τὴν κατάπαυσιν, ὡς δὲ ἀκμὴν εἰς τὰ πρόθυρα καὶ εἰς τὰς αὐλὰς εἰσέρχονται, οὐχ ὅπου ἡ πορφύρα, καὶ οἱ θησαυροί. Οὐκ ὀφείλουσιν οὖν ἀδελφοὶ τῇ ἔξω πολιτείᾳ θαῤῥεῖν, καὶ λέγειν, ὅτι Εἰμί τις· εἰ δὲ καὶ χάριτος μέτοχος γένηται, οἰηθῆναι ὡς καταλαβὼν, ἢ γενόμενος ἐγγύτατος τοῦ βασιλέως· ἀκμὴν γὰρ εἰς τοὺς ἐξωτέρους οἴκους διατρίβει. Οὐκ ὀφείλει ἐρευνᾷν ἕκαστον, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ σκεύει τὸν θησαυρὸν, ἢ ἐνεδύσατο τὴν πορφύραν τοῦ Πνεύματος, ἢ εὗρε τὸν βασιλέα, καὶ ἀνεπαύσατο, Ἡ γὰρ ψυχὴ τοιαύτη ἐστίν· ἔχει βάθος τι καὶ μέλη πολλά· καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέχει αὐτῆς ὅλα τὰ μέλη, καὶ τὰ νοήματα τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν, καὶ κατέχει δύο μέλη τῆς ψυχῆς.