Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η παιδαγωγία της χάριτος, η αυτεξούσια προαίρεση και η πάλη των δύο βασιλειών

Ερωταποκρίσεις σχετικά με τη συνύπαρξη χάριτος και αμαρτίας για τη δοκιμασία της προαιρέσεως, ο αόρατος πόλεμος των πνευμάτων, η ελευθερία της επιλογής και η πλήρης αντίθεση ανάμεσα στο κοσμικό και το πνευματικό φρόνημα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 5 από 12

Ἐρώτησις. Τίνος λόγου ἕνεκεν ἀνακαινιζομένου τοῦ ἀνθρώπου οὐ παντελῶς ἀλλάσσεται ἡ ἀρχαία ἕξις; συμβαίνει γάρ τινα εἶναι ἁπλουστέρως φθεγγόμενον ὀξυτέραν ἔχοντα κίνησιν, καὶ μετὰ τὴν χάριν παραμένει ταῦτα.

Ἀπόκρισις. Κατὰ παραχώρησιν καὶ οἰκονομίαν τῆς πίστεως γίνεται. καὶ γὰρ οἱ ἀπόστολοι «εἰς ἣν δ᾽ ἂν πόλιν» εἰσήρχοντο, δυνάμεις ἐποίουν μεγάλας, εἰς τοσοῦτον ὅτι καὶ αἱ σκιαὶ αὐτῶν πάθη ἀπήλαυνον, καὶ νεκροὺς ἤγειραν. εἰ συνέβαινεν οὖν ἐν ἐκείνῃ τῇ πόλει ἀποθνῄσκειν τινά, ἡ συνοῦσα αὐτοῖς χάρις ἡ ἐγείρασα τὸν νεκρὸν 〈οὐκ〉 ἠδύνατο ὅλους ἐγεῖραι τοὺς νεκρούς; ὁμοίως καὶ κακούμενοι ποικίλαις νόσοις προσήρχοντο, οἱ μὲν ἰάσεως ἐτύγχανον, οἷς δὲ οὐκ ἐπέτρεπεν ἡ χάρις, ἴασιν οὐ παρεῖχον. οὐ πάντα οὖν ὅσα ἤθελον ἐποίουν. ὁμοίως ὁ Παῦλος, ὅτε ἐχαλάσθη «ἐν σαργάνῃ» ὁ θεοφόρος, οὐκ ἠδύνατο διὰ τῆς συνούσης αὐτῷ δυνάμεως διαρρῆξαι τὸ τεῖχος ἢ λόγῳ εἰπεῖν· δὸς τόπον; ἀλλ᾽ οὐκ ἐγένετο τοῦτο, ἵνα φανῇ καὶ ἡ προαίρεσις τῶν πιστευόντων καὶ ἡ φυσικὴ ἀσθένεια. οὐ πάντες οὖν ἐπετύγχανον, ἵνα πρόδηλοι γένωνται οἱ κακίαν αἱρούμενοι καὶ οἱ ἀγαθοὶ εἶναι θέλοντες. τῷ κυρίῳ ἔλεγον οἱ Φαρισαῖοι· κάτελθε ἐκ «τοῦ σταυροῦ», καὶ οὐ κατῆλθεν. ἡ γὰρ κατ᾽ οἰκονομίαν ἀσθένεια δοκιμάζει τοὺς ἑδραίους βουλομένους εἶναι πρὸς τὴν πίστιν, εἰ «ἀμετακίνητοί» εἰσιν, εἰ ἀπὸ τῶν ὀλίγων κατορθωμάτων καὶ εἰς τὰ ἀσθενέστερα οὐ σκανδαλίζονται. διὰ τί; «τότε» δύνανται «ὅτε» ἀσθενοῦσιν. ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ «προσκόμματος» καὶ πέτρα «σκανδάλου».

οὕτω καὶ οἱ ἐν χάριτι ὄντες σύνεστιν αὐτοῖς θησαυρὸς καὶ ἀνάπαυσις καὶ ὅμως ἐν καιρῷ ὑποστέλλει πρὸς τὸ δοκιμασθῆναι καὶ πολεμηθῆναι.

Ἐρώτησις. Διὰ τί ἐν τῷ αὐτῷ σκεύει τοῦ σώματος ἐνεργούσης τῆς χάριτος πάλιν ἐνεργεῖ καὶ ἡ ἁμαρτία; Ἀπόκρισις. Πρῶτον μὲν ὁ γευσάμενος χάριτος ἀνέψυξεν αὐτοῦ ἡ ψυχὴ καὶ ἀνεπάη ἀναπαύσει ἐπουρανίῳ ξένῃ τοῦ αἰῶνος τούτου, ἵνα τὴν γλυκύτητα τοῦ ἀγαθοῦ πείρᾳ γνῷ. ἔπειτα ἐὰν ὀλίγον μετεωρισθῇ ἢ ὁμιλῇ ὁ νοῦς ἢ ἄλλο τι ποιῇ, πάλιν πληροῦται τῆς ἁμαρτίας, ἵνα θλιβῇ καὶ πείρᾳ μάθῃ τὴν πικρότητα αὐτῆς, καὶ τότε ὀξέως καταφύγῃ ζητῶν ἐκείνην τὴν ἄρρητον παράκλησιν καὶ ἀνάπαυσιν.

καὶ πάλιν ἐπιτυγχάνει καὶ ἀναψύξας καὶ ἀναπαεὶς ὀλίγον, πάλιν ἐὰν ἀμελήσῃ, νομὴν εὑρίσκει ἡ κακία καὶ θλίβει πικρῶς τὸν ἄνθρωπον παραχωρούσης τῆς χάριτος, ἵνα πείρᾳ γνῷ τὴν ταύτης ἡδύτητα καὶ ἀνάπαυσιν καὶ παράκλησιν καὶ τὴν πικρίαν καὶ ὀδύνην καὶ θλῖψιν τῆς ἁμαρτίας, ἵνα σπουδαιοτέρως αὐτὴν (εἴγε βούλεται σωθῆναι) φύγῃ καὶ προσκολληθῇ ὅλος ἐξ ὅλου τῇ χάριτι, ἀποδιδοὺς ἑαυτὸν πάντοτε καὶ ἀναρτῶν τῷ κυρίῳ, ἵνα τῇ ἐκείνης πικρότητι καὶ αἰσχρότητι καὶ θλίψει ἐπιθυμητὴ μᾶλλον καὶ ἐπιπόθητος γένηται ἡ τῆς χάριτος γλυκύτης καὶ ἀντίληψις καὶ ἀνάπαυσις καὶ ἀγαλλίασις, ἵνα αὐτῇ πείρᾳ τῶν δύο φύσεων τῆς ἁμαρτίας τὴν πικρίαν καὶ τῆς χάριτος τὴν γλυκύτητα ἡ ψυχὴ γευσαμένη πλεονάκις αἰσθητικωτέρα γένηται καὶ νηπτικωτέρα εἰς τὸ παντελῶς φυγεῖν τὴν κακίαν καὶ προσκολληθῆναι ὅλη ἐξ ὅλου τῷ κυρίῳ, ἕως οὗ γένηται μετ᾽ αὐτοῦ εἰς «ἓν πνεῦμα». εἰ γὰρ ἦν πάντοτε ἡ γλυκύτης καὶ ἡ ἀνάπαυσις καὶ ἡ χαρὰ τῇ ψυχῇ, οὐκ ἐγίνωσκε τὴν διαφοράν, οὐκ ᾔδει τί κέκτηται καὶ ἀμελεστέρα ἐγίνετο, τὴν ὑπερβολὴν τοῦ ἀγαθοῦ ἠγνόει καὶ τὴν ὑπερβολὴν «τῆς χρηστότητος» τοῦ κυρίου καὶ τὴν ἀπόλαυσιν οὐκ ἠπίστατο, κἂν ἐκέκτητο αὐτὰ οὐκ ᾔδει τί κέκτηται, καὶ τὴν ὑπερβολὴν τῆς πικρίας καὶ δεινότητα τῆς ἁμαρτίας οὐκ ᾔδει καὶ τὴν πονηρίαν αὐτῆς οὐκ ἠπίστατο.

ἀλλ᾽ οὕτως ἡ σοφία ἡ ἄρρητος τοῦ θεοῦ οἰκονομεῖ τὰ πράγματα, ἵνα καὶ τὸ ἴδιον ἀγαθὸν τῇ πείρᾳ γνωσθῇ συγκρίσει καὶ παραθέσει τῆς πικρίας τοῦ πονηροῦ, καὶ αὐτὴ ἡ ψυχὴ κατὰ δύο τρόπους τὴν ὠφέλειαν δέξηται· ἐν τῷ πεῖραν λαμβάνουσαν τῆς πικρίας καὶ θλίψεως τῆς ἁμαρτίας γεγευμένην τῆς χρηστότητος τοῦ κυρίου. καὶ φεύγειν παντὶ σθένει τὸ πονηρὸν θέλει καὶ σπουδαία εἶναι ἀεὶ καὶ εὔτονος εἰς τὸ ἀγαθὸν καὶ μὴ νηπία καὶ ἄπειρος καὶ ἄγνωστος τοῦ τε καλοῦ καὶ τοῦ κακοῦ, ἀλλ᾽ ἔχει τελείαν τῶν ἀμφοτέρων πείρᾳ καὶ ἐνεργείᾳ καὶ αἰσθήσει τὴν γνῶσιν, καὶ οὕτω παιδευθεῖσα καὶ τέλειον δρόμον δραμοῦσα διὰ τῆς πολλῆς τῆς ἐπὶ τὸ ἀγαθὸν σπουδῆς καὶ ἐπιθυμίας τελείως «τὰ αἰσθητήρια γεγυμνασμένα» ἔχουσα (κατὰ τὸ εἰρημένον) «πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ» τέλειον καὶ «τὸν στέφανον» ἀπολήψεται καὶ «εἰς μέτρον ἡλικίας» πνευματικῆς ἐλθοῦσα τῆς βασιλείας κληρονόμος κατασταθήσεται. τοιούτῳ τινὶ τρόπῳ τὸ πρᾶγμα ἔοικε, τούτου γὰρ ἕνεκεν ὀλίγον κατ᾽ ὀλίγον γεύεται τῆς βασιλείας, ἵνα ὅλῳ θελήματι καὶ ὅλῃ προαιρέσει ἐκ τοῦ αὐτεξουσίου 〈ᾖ〉 ἀγαπήσασα τὸν θεὸν καὶ ἵνα ἡ αὐτεξούσιος προαίρεσις φανῇ (ποίῳ μέρει προσκολλᾶται καὶ τί αἰδεῖται), ἵνα καὶ δικαίως τὴν βασιλείαν κληρονομήσῃ καὶ αὐτὴ ὅλη ἀγωνισαμένη καὶ δραμοῦσα ἔχῃ μεγάλην παρρησίαν πρὸς τὸν κύριον εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δύο εἰσὶ βασιλεῖαι, βασιλεία φωτὸς καὶ βασιλεία σκότους. σὺ οὖν ποίου βασιλέως εἶ, ἐπίσκεψαι σεαυτόν. ὅπου γὰρ ἐὰν φιλιάζῃς καὶ συνθήκας ποιῇς, ἐκείνου εἶ κοινωνός, γέγραπται γάρ· «τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν». ἔχεις γὰρ ἴδιον θέλημα καὶ ὅπου τὴν ὁρμὴν καὶ τὴν ὑπακοὴν δίδως, ἐκείνου γίνῃ κτῆμα καὶ υἱὸς καὶ φίλος. εἰ ἀγαπᾷς καὶ συνήδῃ τοῖς τῆς κακίας θελήμασιν, εὐθέως συνεργοῦσι σοι καὶ προσκολλῶνται. εὐπερίστατος γάρ ἐστιν ἡ ἁμαρτία καὶ ἐν σπουδῇ παραγίνεται· ἄρχων γάρ ἐστιν ἐπὶ κακοπραξίᾳ ἀνθρώπων χαίρων. ὁμοίως πάλιν εἰ ἀγαπᾷς καὶ συνήδῃ τῷ ἀγαθῷ, πάλιν καὶ αὐτὸ παραγίνεται καὶ βοηθεῖ. ἀλλ᾽ ὧδε μετὰ ἀγῶνος πολλοῦ προστέτακται, ἐπειδὴ βασιλεία ἐστὶ μὴ ἔχουσα «τέλος»· διὰ τοῦτο τὸ τίμιον σπάνιόν ἐστι καὶ τὸ δυσχερῶς κατορθούμενον ἔνδοξον, ὅθεν καὶ ἀΐδιον, ἐπεὶ ἀκαμάτως πάντες θέλουσιν εἰσελθεῖν καὶ γενέσθαι τοῦ ἀγαθοῦ, ἀλλὰ ἀνὰ μέσον δρόμος πολὺς καὶ ἀγὼν πρόκειται καὶ ἀπὸ πολλῶν ὀλίγοι ἐξειλοῦσιν. οἱ οὖν νικήσαντες κατήντησαν πρὸς ἡγεμόνα καὶ βασιλέα εἰρηνικὸν καὶ ἥμερον, ἐπὶ εὐεργεσίᾳ ἀνθρώπων χαίροντα, οἱ γὰρ τοιοῦτοι ἀπὸ τοῦ νῦν κληρονομοῦσι τὴν γῆν τῆς ἐπαγγελίας καὶ εἰσέρχονται εἰς λιμένα ἀναπαύσεως καὶ εἰς τὴν πόλιν τῶν ἁγίων καὶ «εἰς τὴν κατάπαυσιν».

ὥσπερ γάρ ἐστιν οὐρανὸς φαινόμενος ὃς ἐπικαλεῖται στερέωμα, οὕτως ἐστὶν ἐπάνω τούτου ἄλλος οὐρανὸς φωτοειδής, ἔνθα παρεμβολαὶ τῶν ἀγγέλων (εἰ καὶ τὰ μάλιστα ὁ θεὸς καὶ οἱ ἄγγελοι σωματικοῖς ὁρίοις οὐ περιγράφονται), καὶ ἐκεῖ ἐστι σκηνὴ ἀχειροποίητος. ταῦτα οὖν πάντα θεῖά ἐστι καὶ ἄρρητα καὶ φωτεινά, ἐπειδὴ πνευματικά ἐστι καὶ ὑποστατικά, μὴ ὄντα τοῦ αἰῶνος τούτου ἀλλὰ ἄλλου κόσμου, ὅπου οὔκ ἐστι σκότος ἢ νὺξ ἢ πόλεμος ἢ γέεννα. ἐπειδὴ οὖν οὐκ ἐγχωρεῖ τοὺς πάντας τῷ ἔξω ὀφθαλμῷ κατανοεῖν ἐκεῖνα τὰ ἐπουράνια, διὰ τοῦτο ὡς παραπέτασμα ἐκτίσθη τὸ στερέωμα τοῦτο, ἵνα μὴ ἐξῇ τινι ἁπλῶς καθορᾶν εἰ μὴ τοῖς καθαροῖς τὴν καρδίαν καὶ τὸν νοῦν ἡγιασμένοις, τοῖς συμπολίταις καὶ συμμύσταις τῶν ἁγίων. καὶ ὅταν συσταλῇ τοῦτο, τότε ἐκεῖνα τὰ μὴ φαινόμενα ὑποδέχεται τοὺς ἐκλεκτούς. πολλοὶ γὰρ τοῦ ἀγαθοῦ μέρους ὄντες καὶ ἐνεργούμενοι ὑπὸ τοῦ ἀγαθοῦ πνεύματος ἐνόμισαν τετελειῶσθαι καὶ μετὰ ταῦτα ἔφοδον ὑπὸ τῶν πονηρῶν πνευμάτων καὶ ἐπιβουλὴν ἔπαθον, ὡς ἂν στρατιῶται νομίσαντες νενικηκέναι τοὺς ἐχθρούς, λοιπὸν ῥίψαντες τὰ ὅπλα καὶ ἐν ἀμεριμνίᾳ ὄντες, ἔγκρυμμα ποιήσαντες οἱ ἐχθροὶ καὶ ἄφνω ἐπιστάντες τοὺς μὲν φονεύσωσιν, τοὺς δὲ δήσωσιν, ἄλλους αἰχμαλώτους λάβωσιν.

οὕτω καὶ ἡ ἁμαρτία ἐπικινηθεῖσα παρεχρήσατο καὶ τοὺς μὲν ἔδησεν εἰς τὸν ἴδιον βυθὸν καὶ τοὺς βρόχους τῆς κακίας, τοὺς δὲ ᾐχμαλώτευσεν εἰς τὰ «πάθη» τῆς «ἀτιμίας». πάντες οὖν οἱ ἄνθρωποι εἴτε δίκαιοι εἴτε ἁμαρτωλοί, ἐὰν μὴ διὰ τοῦ νόμου «τοῦ πνεύματος» (τουτέστιν διὰ Ἰησοῦ Χριστοῦ) ἐλεύθεροι γένωνται, οὐ δύνανται ἐλευθερωθῆναι τῶν κακῶν καὶ ἐξειλῆσαι ἐκ τῆς καταδυναστείας τοῦ διαβόλου. λέγει γὰρ Παῦλος διαγράφων τὴν πτῶσιν τοῦ ἀνθρώπου· «ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ θανάτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ», ὅτι «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἐκ τοῦ θανάτου».

Ὥσπερ πηγῆς βρυούσης ὅσοι ἂν πίνωσιν οὐδὲν ἐνδεῖ, οὕτως οἱ ἔχοντες τὰς προσόδους καὶ τοὺς θησαυροὺς τοῦ πνεύματος ἔνδοθεν ἐν τῷ νῷ ὅσα ἐὰν λαλήσωσιν, οἱ μὲν ἀκούσαντες πίστει ὠφελοῦνται, αὐτοὶ δὲ μένουσιν οἷοι καὶ τὸ πρὶν ἦσαν. τοῖς γὰρ πνευματικοῖς ἀπὸ τοῦ νῦν κτίζονται παλάτια καὶ τρίκλινοι καὶ οἶκοι ὑπερμεγέθεις ὑπὸ τοῦ πνεύματος, κατασκευάζεται δὲ αὐτοῖς καὶ ἐσθὴς διάφορος καὶ ἔνδοξος, καὶ ὅταν ἀναλύσωσι πρὸς τὸν Χριστόν, μετὰ πολλῆς χαρᾶς προσδέχονται αὐτοὺς οἱ ἴδιοι, τὰ πνεύματα τῶν δικαίων καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία. λέγει γὰρ ὁ κύριος· «εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου». πολλοὶ γὰρ τῶν ἀδελφῶν λαμβάνοντες χάριν καὶ συμφωνοῦντες ὁσημέραι εἰς αὔξησιν καὶ προκοπὴν καὶ εἰς μέτρα μεγάλα προχωροῦσιν· εἰσὶ δὲ ἄλλοι οἵτινες λαμβάνουσι δωρεὰν ἐκ τοῦ θεοῦ, καὶ οὗτοι καίτοι συνούσης τῆς χάριτος ἐκτρέπονται εἰς ἀταξίας καὶ εἰς κακὰ πολλά.

Ἐρώτησις. Καὶ ὅτε ἐκπίπτουσιν εἰς ἁμαρτήματα, παραμένει ἡ χάρις ἢ εὐθὺς ἀφίσταται; Ἀπόκρισις. Συμβαίνει ὅτι καὶ πλημμελήσαντος αὐτοῦ τοῦ ἀνθρώπου διὰ τὸ φιλάνθρωπον ἕως ὅτε ἐστὶν ἐν σαρκὶ παραμένει, ὅταν δὲ χωρισθῇ τοῦ σώματος ἡ ψυχή, τότε καὶ ἡ χάρις ἀφίσταται καὶ ἡ ψυχὴ χωρεῖ εἰς τὸ ἴδιον μέρος παραδιδομένη τοῖς πονηροῖς πνεύμασιν. οἱ γὰρ δύο νόμοι εἰσὶν ἐν τῷ ἀνθρώπῳ, ὁ νόμος τῆς κακίας κλέπτων εἰς τὸ ἴδιον μέρος καὶ ὁ νόμος τῆς χάριτος ἕλκων εἰς τὰ ἐπουράνια. ὅσῳ γὰρ εἰσέρχεταί 〈τις〉 εἰς τὰ πειρατήρια, στερεοῦται καὶ θεμελιοῦται καὶ γίνεται πέτρα ἄπτωτος, καὶ ὁ τοιοῦτος νοῦς, στήκων εἰς τὴν θύραν καὶ μὴ διδοὺς νῶτα τῷ πολεμίῳ ἀλλ᾽ ἀνθιστάμενος, ἐν τῇ ἐξόδῳ τοῦ σώματος παραλαμβάνουσιν αὐτὸν οἱ δεξιοὶ ἄγγελοι εἰς τὸ μέρος τῆς βασιλείας καὶ χωρεῖ εἰς τὴν ἀΐδιον ζωήν. ὥσπερ ἐν τοῖς φαινομένοις ἵνα ᾖ βασιλεὺς διδοὺς χαρίσματα τοῖς διακόνοις αὐτοῦ, οἱ μὲν λαμβάνοντες εἰς πορνείας καὶ ἀσελγείας καὶ γαστριμαργίας ἀναλίσκουσιν, ἄλλοι δὲ λαμβάνοντες συντηροῦσι καὶ προσκτῶνται ἑαυτοῖς σκεύη τίμια, οὗτοί εἰσιν ἔνδοξοι οἱ πολυπλασιάσαντες ἐκ τῶν παρασχεθέντων αὐτοῖς χαρισμάτων τὴν ἑαυτῶν οὐσίαν.

ἐξ ἀληθείας γὰρ οἱ γευσάμενοι ἐκείνης τῆς γλυκύτητος καὶ ἡδύτητος οὗτοι βλέποντες βασιλέα φαινόμενον ἠμφιεσμένον πορφύραν καὶ ἀξιώματα καὶ θησαυροὺς ὁρῶντες, ὥσπερ δυσωδίαν ἡγοῦνται καὶ βδελυκτὰ καὶ ταπεινὰ αὐτοῖς καταφαίνεται, ἐπειδὴ εἰσῆλθαν εἰς βασιλικοὺς καὶ ἐπουρανίους οἴκους τοῦ Χριστοῦ καὶ ἀνεῴχθησαν αὐτοῖς θησαυροὶ ἐπουράνιοι καὶ ἐκληρονόμησαν ἄλλον πλοῦτον, ἄλλου ἀξιώματος γενόμενοι, υἱοὶ φωτὸς ἐπουρανίου, αἰῶνος ἀπεράντου. συγκρίνοντες οὖν τὰ ἐπίγεια τοῖς ἐπουρανίοις τότε γινώσκουσι τὸ χάος τὸ ἐν μέσῳ καὶ τὴν διαφοράν. ὥσπερ γὰρ ἵνα ᾖ τις συνεχόμενος ὑπὸ πυρετοῦ, ἔτι ἀκμαζούσης τῆς κακώσεως ἐὰν προσενέγκῃς τῷ τοιούτῳ ἐδέσματα διάφορα ἢ γλύκασμά τι ἢ ἑτέραν τροφήν, σικχαίνει καὶ ἀηδίζηται καὶ ἀποστρέφεται, κεκορεσμένος ὢν καὶ μεμεθυσμένος ἐκ τοῦ πυρετοῦ καὶ ὥσπερ τροφὴν αὐτὸν ἔχων. οὕτω καὶ οἱ πνευματικοὶ ἔχοντες τὴν καῦσιν τῆς ἐπουρανίου ἀγάπης καὶ τοῦ θείου πυρός, ὅσα ἂν αὐτοῖς προσενέγκῃς τὰ φαινόμενα τοῦ κόσμου τούτου, εἴτε ἀξιώματα εἴτε βασιλείαν εἴτε πλοῦτον εἴτε δόξαν, σικχαίνουσι καὶ βδελύσσονται, ὥσπερ τις ἀηδίζεται διοδεύων ἔνθα εἰσὶ νεκριμαῖα καὶ δυσωδία πολλή.

τὸν αὐτὸν τρόπον πάλιν καὶ οἱ μεμεστωμένοι τῆς ἐναντίας δυνάμεως καὶ ὄντες τοῦ πνεύματος τοῦ κόσμου, οὗτοι λαλουμένου λόγου πνευματικοῦ περὶ φωτός, περὶ βασιλείας, περὶ αἰῶνος ἄλλου καὶ δυνάμεως θείας, ὥσπερ ἀηδίζονται καὶ ἀκηδιῶσι μὴ δυνάμενοι χωρῆσαι τὸν λόγον «τοῦ θεοῦ». ἐξ ἀληθείας γὰρ οὗτοί εἰσι σοφοὶ καὶ ἀνδρεῖοι, οὗτοι πολεμισταὶ οἱ ἄνω ἔχοντες τὸν ἑαυτῶν νοῦν καὶ ὀργιζόμενοι ταῖς συνούσαις αὐτοῖς ἐπιθυμίαις καὶ ἡδοναῖς καὶ ἀντιπράττοντες τῷ νόμῳ τῆς κακίας καὶ ὑπήκοοι γινόμενοι καὶ συνηδόμενοι «τῷ νόμῳ τοῦ θεοῦ». τί οὖν ἔστιν ὁ ῥήτωρ ἢ φιλόσοφος; ἐπανίσταται αὐτῷ ἐπιθυμία καὶ μοιχεύει †καὶ ἐπὶ πλεονεξίᾳ ἁρπάζεται καὶ† ἐλαύνεται ὁ νοῦς ὑπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ποῦ αὐτῶν ἡ σοφία ἡ πολλή;