Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η ψυχή ως κατοικητήριο του Κυρίου, η πνευματική καρποφορία και η πιστή διακονία

Αλληγορική ερμηνεία της αναζήτησης του Χριστού για πνευματική ανάπαυση και καρποφορία εντός της ψυχής, η αναγκαιότητα της επίμονης προσευχής και η ανιδιοτελής δουλεία στον Θεό με υπομονή στους πειρασμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 7 από 12

πολὺ γὰρ βούλεται ἀναπαῆναι εἰς τὸν ἑαυτοῦ οἶκον, εἰς τὰ σώματα καὶ τὰς ψυχὰς ἡμῶν, αὐτὸς ὁ καλὸς καὶ μόνος ἀνὴρ Χριστός, ὁ κεκοπιακὼς πολλὰ δι᾽ ἡμᾶς καὶ ἐξαγοράσας ἡμᾶς τῷ ἰδίῳ αὐτοῦ αἵματι, κρούει ἀεὶ τὰς θύρας τῶν καρδιῶν ἡμῶν, ἵνα ἀνοίξωμεν αὐτῷ καὶ εἰσελθὼν ἀναπαῇ εἰς τὰς ψυχὰς ἡμῶν καὶ «μονὴν» παρ᾽ ἡμῖν ποιήσῃ, ἵνα μὴ μεμπταῖοι γενώμεθα· ὥσπερ ἐκεῖ ὀνειδίζει ὁ κύριος τῷ μὴ νίψαντι καὶ ἀλείψαντι «τοὺς πόδας» αὐτοῦ καὶ μὴ ἀναπαύσαντι αὐτόν, καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ κύριος· «ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις» «ἀνοίξῃ» μοι «εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾽ αὐτοῦ καὶ αὐτὸς μετ᾽ ἐμοῦ». τοιγαροῦν ἡμεῖς μακρύνομεν ἑαυτοὺς ἀπ᾽ αὐτοῦ μὴ κατὰ ἀλήθειαν ζητοῦντες αὐτόν· αὐτὸς γὰρ ἀεὶ ἐγγίζει ταῖς ψυχαῖς ἡμῶν κρούων καὶ ζητῶν εἰσελθεῖν καὶ ἀναπαῆναι ἐν ἡμῖν. διὰ τοῦτο γὰρ καὶ πολλὰ παθεῖν ὑπέμεινε δοὺς τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον καὶ ἀγοράσας ἡμᾶς ἐκ τῆς δουλείας τοῦ σκότους, ἵνα ἐν ἑκάστῃ ψυχῇ εἰσελθὼν «μονὴν» ποιήσῃ καὶ ἀναπαῇ πολλὰ κεκοπιακὼς δι᾽ αὐτήν. τοῦτο ἐγένετο θέλημα τῆς εὐδοκίας αὐτοῦ, ἵνα ἔτι ὄντων ἡμῶν ἐν τῷ αἰῶνι τούτῳ ἐνοικήσῃ καὶ ἐμπεριπατήσῃ ἐν ἡμῖν κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ.

ἐκείνοις γὰρ τοῖς ἐξ ἀριστερῶν ἐν τῇ κρίσει ὑπὸ τοῦ κυρίου πεμπομένοις εἰς γέενναν μετὰ τοῦ διαβόλου τοῦτό φησιν· «ξένος ἤμην καὶ οὐκ ἐδέξασθέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἠσθένησα καὶ οὐκ ἐπεσκέψασθέ με», «ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ οὐκ ἐποτίσατέ με», «ἐν φυλακῇ ἤμην καὶ οὐκ ἤλθατε πρός με». τοῦτο μὲν εἰς τὸ προφανὲς περὶ τῶν εὐποιιῶν νοεῖται εἰς ἑαυτὸν τοῦ κυρίου ὑποδεχομένου τὴν εἰς τοὺς δούλους αὐτοῦ διακονίαν, τὸ δ᾽ ἀληθέστερον καὶ βαθύτερον κατὰ τὸν ἔσω ἄνθρωπον ἑκάστου νοεῖται· ἡ γὰρ ἀληθὴς τροφὴ αὐτοῦ καὶ ἡ πόσις καὶ τὸ ἀμφίον καὶ ἡ στέγη καὶ ἡ ἀνάπαυσις αἱ ψυχαὶ ἡμῶν εἰσιν, ἵνα δεξαμένη ἡ ψυχὴ τὸν κύριον ἐν ἑαυτῇ καὶ κοινωνήσασα τῷ πνεύματι αὐτοῦ γένηται μετ᾽ αὐτοῦ εἰς «ἓν πνεῦμα», καὶ ἀνακαινισμὸς καὶ ἀλλοίωσις τῆς καρδίας γένηται καὶ παθῶν κατάργησις καὶ σβέσις, ἐνέργεια δὲ πνεύματος ἁγίου καὶ ἀρετῶν ἔργα ἐν ἡμῖν εὑρεθῇ. αὕτη ἐστὶν ἡ ἀληθὴς τοῦ κυρίου βρῶσις καὶ πόσις. πεινᾷ οὖν ὁ κύριος καὶ διψᾷ τὰς ψυχὰς ἡμῶν καὶ ὥσπερ ξένος καὶ ἀσθενής ἐστιν ἐν ἡμῖν μηδέπω ἀναπαυσάμενος μηδὲ «μονὴν» ἔχων ἐν ταῖς ψυχαῖς ἡμῶν. ἀεὶ τοίνυν κρούει βουλόμενος εἰσελθεῖν πρὸς ἡμᾶς καὶ ἀναπαῆναι καὶ πᾶσαν πρόνοιαν ἡμῶν ποιεῖται ταύτης ἕνεκα τῆς ὑποθέσεως.

Δεξώμεθα τοίνυν αὐτὸν ἐν πίστει καὶ ἀγάπῃ πολλῇ καὶ εἰσαγάγωμεν αὐτὸν ἔνδον ἡμῶν καὶ ξενίσωμεν καὶ θρέψωμεν αὐτὸν καὶ ποτίσωμεν καὶ ἀμφιάσωμεν αὐτὰς τὰς προαιρέσεις ἡμῶν ἐξ ὅλου αὐτῷ ἐκδότους ἀποδόντες καὶ τῷ θελήματι τοῦ πνεύματος αὐτοῦ ἐξακολουθοῦντες, μᾶλλον δὲ τραφῶμεν καὶ ποτισθῶμεν τὸ πνεῦμα αὐτοῦ καὶ ἀμφιασθῶμεν αὐτὸν τὸν κύριον, αὐτὸς γάρ ἐστιν ἡ τροφὴ καὶ ἡ πόσις καὶ τὸ ἀμφίον ἡμῶν καὶ ὁ θησαυρὸς καὶ ἡ κληρονομία καὶ ἡ κτῆσις ἡμῶν καὶ ἡ ἀνάπαυσις καὶ ὁ οἶκος ἡμῶν καὶ τὸ πᾶν ἡ ζωὴ ἡ αἰώνιος αὐτὸς ἡμῶν ἐστιν, καὶ πᾶσα ψυχὴ ἡ μὴ δεξαμένη αὐτὸν ἔνδον νῦν καὶ ἀναπαύσασα διὰ τῶν τῆς ἀρετῆς καρπῶν, μᾶλλον δὲ ἀναπαεῖσα καὶ ζήσασα ζωὴν πνεύματος, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τῶν ἁγίων κληρονομίαν οὐκ ἔχει καὶ εἰς τὴν ἐπουράνιον πόλιν τῶν «πρωτοτόκων» εἰσελθεῖν οὐ δύναται.

εἰ γὰρ ἐν τῇ συκῇ ἐλθὼν ὁ κύριος τραφῆναι καὶ μὴ εὑρὼν καρπὸν ἐν αὐτῇ τιμωρίαν αὐτῇ κατεδίκασε καὶ παραχρῆμα ἐξηράνθη («μηκέτι» γάρ φησιν «ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα»), πόσῳ μᾶλλον ψυχῆς, ἧς μὴ εὑρίσκεται καρπὸς προαιρέσεως καὶ τρόποι εὐθύτητος πρὸς βρῶσιν τοῦ κυρίου, τί πάθῃ ἢ ποίαν τιμωρίαν ὑποστῇ εἰπεῖν οὐκ ἔστιν· αἰώνιος γάρ ἐστιν, ὥς φησιν ὁ ἀπόστολος· «εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας»; καρπὸν τοίνυν ἀγαθὸν παρ᾽ ἡμῶν ζητεῖ ὁ κύριος τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν καὶ ὅλον τὸ θέλημα ἡμῶν τὸ ἐξ ὅλης ψυχῆς αὐτὸν ἀγαπῆσαι, ἵνα λαβὼν ὥσπερ καλὸν βρῶμα τὰς ἀρετὰς τῶν ψυχῶν ἡμῶν καρποὺς ἐν ἡμῖν ἀτρέπτους καὶ ἀληθινοὺς ποιήσῃ φέρειν τοῦ πνεύματος θεϊκοὺς καὶ ζωῆς αἰωνίου μεστούς. ὥσπερ γὰρ «οὐκ ἦν» ἐκεῖ «καιρὸς σύκων» καὶ ἐζητήθη καρπὸς ἐν αὐτῇ, οὕτω καὶ ἐνταῦθα πρὸ τῆς τοῦ πνεύματος κοινωνίας ἔρχεται ὁ κύριος ζητῶν καρπὸν ἀγαθῆς προαιρέσεως παρὰ τῆς ψυχῆς. ἐκεῖ μὲν γὰρ εἰς τὸ προφανὲς ἐν τῷ Ἰσραὴλ νοεῖται, ὅτι «καρπὸν ἄξιον» τῷ κυρίῳ οὐκ ἔδωκαν μὴ πιστεύσαντες αὐτῷ.

ἐν ἑκάστῃ δὲ ψυχῇ τοῦτο σημαίνει, ὅτι πρὸ τῆς ἐνεργείας τῆς χάριτος καὶ πρὸ τοῦ τοὺς καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν ζητεῖ ὁ κύριος καρπόν τινα ἴδιον αὐτῆς τῆς ψυχῆς, αὐτὸ τὸ θέλημα καὶ τὴν προαίρεσιν καὶ πίστιν καὶ ἀγάπην ὅλην αὐτῷ ἀποδοῦναι καὶ ὅση δύναμίς ἐστιν ἀγαθῶν ἔργων ἐπιτηδειότητα, ἤτοι ἔνδοθεν ἢ ἔξωθεν. ταῦτα παρ᾽ ἡμῶν ὁ κύριος ἐπιζητεῖ καὶ τὴν πρὸς αὐτὸν ἀδιάλειπτον ζήτησιν καὶ ὅταν ἴδῃ τὴν τοιαύτην τῆς ψυχῆς ἀγαθὴν προαίρεσιν καὶ ὀρθὴν πρὸς κύριον ζήτησιν, τότε δίδωσιν αὐτῇ τὴν χάριν ἐρχόμενος καὶ κατοικῶν ἐν ἡμῖν, καὶ τότε καρποὺς «τοῦ πνεύματος» φέρειν τὴν ψυχὴν καταξιοῖ εἰς καιρὸν σύκων ὥριμον γενομένην. ἐν ἑκάστῃ γὰρ ψυχῇ περιέρχεται ὁ κύριος ζητῶν καρπὸν τοῦ εἰσελθεῖν καὶ ἀναπαῆναι ἐν αὐτῇ, ὑπὲρ πάντων γὰρ ἀπέθανεν καὶ πᾶν γένος Ἀδὰμ ἠγόρασεν τῷ ἰδίῳ θανάτῳ. πᾶσα οὖν ψυχὴ χρεωστεῖ ἀποθανεῖν ἑαυτῇ καὶ αὐτῷ ζῆσαι καὶ δέξασθαι αὐτὸν καὶ καταρτίσαι καὶ ἑτοιμάσαι οἶκον ἑαυτὴν καὶ τὸ σῶμα αὐτῆς τῷ κυρίῳ, ἵνα εἰσελθὼν καὶ ἀνάπαυσιν εὑρὼν ἐν τοῖς ἀγαθοῖς τῆς προαιρέσεως ἡμῶν τρόποις καὶ τραφεὶς καὶ ποτισθεὶς καὶ ἀμφιασθεὶς καὶ ἀναπαεὶς ἐν ταῖς ἀρεταῖς τῆς ψυχῆς ἡμῶν ἐρῇ ἡμῖν τότε· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με» καὶ τὰ ἑξῆς.

Ἔχοντες τοίνυν τοιαύτην προσδοκίαν καὶ τοιαύτην ἐλπίδα τοῦ εἰσελθεῖν καὶ ἀναπαῆναι τὸν κύριον εἰς τὰς ψυχὰς ἡμῶν, μᾶλλον δὲ ἀναπαῆναι τὰς ψυχὰς ἡμῶν ἐν τῷ κυρίῳ, πᾶν ὃ βλέπεις ἐν τῷ κόσμῳ τούτῳ γινόμενον νοερῷ ὀφθαλμῷ καὶ ἀγαθῇ προαιρέσει εἰς τὴν πνευματικὴν ὠφέλειαν μεταβάλλειν ὀφείλεις. οἷον ἐὰν ἴδῃς πλοῦτον ἐπίγειον, σὺ τὸν πνευματικὸν πλοῦτον ἐννοῶν ἐπιθύμει. ἐὰν ἴδῃς χαρὰν ἐν κόσμῳ καὶ ἑορτὰς γινομένας, εἰπὲ πρὸς ἑαυτόν· πότε καταξιωθῇ ἡ ψυχή μου ἑορτάσαι τὴν πνευματικὴν τῆς χάριτος ἑορτὴν καὶ μετὰ ἁγίων ἀγγέλων καὶ μετὰ οὐρανίων δυνάμεων τὸν ἔσω μου ἄνθρωπον ἐγκαταλλαγῆναι; καὶ πάντα τὰ τούτῳ τῷ τρόπῳ ἐχόμενα προσέχων τοῖς φαινομένοις σὺ τὴν τῶν ἀφθάρτων καὶ ἀοράτων ἐπιθυμίαν λάμβανε, ἵνα καὶ ἀπ᾽ αὐτῶν τῶν ὁρωμένων οὐ βλάβος ἀλλὰ μᾶλλον ὠφέλειαν καρπώσῃ, ἐὰν ἀοράτῳ καὶ νοερῷ ὀφθαλμῷ τὴν διάνοιαν εὐθύνῃς, ἐκ τῶν ὁρωμένων πραγμάτων τὴν τῶν ἐπουρανίων ἀγαθῶν κατανόησιν λαμβάνων.

Σπουδάσωμεν τοίνυν ἐν πᾶσιν εὐαρεστοῦντες τῷ κυρίῳ καὶ τὴν προσδοκίαν τῆς χάριτος ἐν πίστει ἀδιαλείπτῳ ἔχοντες, ἐν ἀγαθοῖς τρόποις ἀναστρεφόμενοι ἐξ ὅλης καρδίας πιστεῦσαι ταῖς ἀνεκδιηγήτοις αὐτοῦ ἐπαγγελίαις (ὅτι ἀληθής ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ ἀγαπῆσαι αὐτὸν καὶ σπουδάσαι παντοίως ἐν πάσῃ ἀρετῇ καὶ αἰτήσει ἐπιμόνως καὶ ἐνδελεχῶς δέξασθαι τὴν ἐπαγγελίαν τοῦ πνεύματος αὐτοῦ, ὁλοκλήρως καὶ τελείως, ἵνα ζῳοποιηθῶσιν αἱ ψυχαὶ ἡμῶν ὡς ἔτι ἐν σαρκί ἐσμεν. ἐὰν γὰρ μὴ ἐν τῷ κόσμῳ τούτῳ ἡ ψυχὴ δέξηται τὸν ἁγιασμὸν τοῦ πνεύματος διὰ πολλῆς πίστεως καὶ δεήσεως καὶ κοινωνὸς θείας φύσεως γένηται ἀνακερασθεῖσα τῇ χάριτι, δι᾽ ἧς πᾶσαν ἐντολὴν ἐπιτελεῖν δυνήσεται, ἀποίητός ἐστι τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ γάρ τις ἐντεῦθεν ἐκτήσατο ἀγαθόν, αὐτὸ «ἐν ἐκείνῃ τῇ ἡμέρᾳ» ἔσται αὐτῷ ζωή. Σπουδάσωμεν τοίνυν ἐν ἀδιστάκτῳ πίστει δεόμενοι τοῦ κυρίου τυχεῖν τῆς ἐπαγγελίας «τοῦ πνεύματος», ὅπερ ἐστὶ ζῳοποίησις ψυχῆς.

εἰ γὰρ ὁ προσαίτης οὗτος διὰ τὸν σωματικὸν ἄρτον ἀναιδεύεται κρούων τὴν θύραν καὶ αἰτῶν καὶ ἐὰν μὴ λάβῃ ἐνδότερον εἰσέρχεται καὶ ἀναιδεστέρως αἰτεῖ ἄρτον ἢ ἔνδυμα ἢ ὑπόδημα εἰς ἀνάπαυσιν τοῦ σώματος αὐτοῦ καὶ ἕως οὗ λάβῃ οὐκ ἀφίσταται κἂν διώκωσιν αὐτόν, πόσῳ μᾶλλον ἡμεῖς, οἱ τὸν ἀληθινὸν καὶ ἐπουράνιον ἄρτον ζητοῦντες λαβεῖν εἰς δυνάμωσιν ψυχῆς καὶ τὰ οὐράνια τοῦ φωτὸς ἐνδύματα ἐνδύσασθαι ἐπιποθοῦντες καὶ τὰ νοερὰ ὑποδήματα τοῦ πνεύματος ὑποδήσασθαι ἐπιθυμοῦντες εἰς ἀνάπαυσιν ἀθανάτου ψυχῆς. πῶς ὀφείλομεν ἀπερικακήτως καὶ ἐνδελεχῶς μετὰ πίστεως καὶ ἀγάπης καὶ μακροθυμεῖν ἀεὶ καὶ κρούειν τὴν πνευματικὴν θύραν τοῦ θεοῦ καὶ αἰτεῖν ἐν πάσῃ ὑπομονῇ ἀξιωθῆναι ἡμᾶς τῆς αἰωνίου ζωῆς, καθὼς καὶ ὁ κύριος «παραβολὴν» ἔλεγε «πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν» καὶ διεξελθὼν τὸν λόγον ἐπάγει λέγων· πόσῳ μᾶλλον ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος «ποιήσει τὴν ἐκδίκησιν» «τῶν βοώντων» πρὸς αὐτὸν «νυκτὸς καὶ ἡμέρας», καὶ πάλιν περὶ τοῦ φίλου λέγων· κἂν «διὰ τὸ φίλον εἶναι» «οὐ δώσει αὐτῷ», «διά γε τὴν ἀναίδειαν αὐτοῦ» ἀναστὰς «δώσει αὐτῷ ὅσων χρῄζει» καὶ ἐπιφέρει· «αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται».

καὶ διεξελθὼν ἐπάγει· «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν». διὰ τοῦτο πάντοτε αἰτεῖν ἀπερικακήτως καὶ ἐπιμόνως παραινεῖ ἡμῖν ὁ κύριος καὶ ζητεῖν καὶ κρούειν πάντοτε· τοῖς γὰρ αἰτοῦσι καὶ ζητοῦσι καὶ κρούουσιν ἐπηγγείλατο δοῦναι, οὐ τοῖς οὐκ αἰτοῦσιν· αἰτούμενος γὰρ καὶ παρακαλούμενος καὶ ἀγαπώμενος θέλει δοῦναι ἡμῖν τὴν αἰώνιον ζωήν.

Προσέλθωμεν αὐτῷ τοίνυν, τῇ πνευματικῇ θύρᾳ, καὶ κρούσωμεν, ἵνα ἀνοίξῃ ἡμῖν, αἰτήσωμεν αὐτόν, τὸν ἄρτον τῆς ζωῆς, εἴπωμεν αὐτῷ· δός μοι, κύριε, ἄρτον τῆς ζωῆς, ἵνα ζήσω, ὅτι λιμῷ κακίας δεινῶς συνεχόμενος ἀπόλλυμαι. δός μοι ἀμφίον τοῦ φωτὸς τῆς σωτηρίας, ἵνα καλύψω τὴν ἀσχημοσύνην τῆς ψυχῆς μου, ὅτι γυμνὸς ὢν τῆς δυνάμεως τοῦ πνεύματός σου αἰσχρῶς τοῖς πάθεσιν ἀσχημονῶ. καὶ ἐὰν ἐρῇ σοι· εἶχες ἀμφίον, τί αὐτὸ πεποίηκας; ἀποκρίθητι λέγων· «λῃσταῖς» περιέπεσα καὶ γυμνώσαντές με ἀφῆκαν «ἡμιθανῆ» καὶ «ἐκδύσαντες» ἦραν αὐτὸ ἀπ᾽ ἐμοῦ. δός μοι ὑποδήματα πνευματικά, ὅτι τοῖς νοεροῖς ποσὶν ἀκάνθαις περιπείρομαι καὶ τριβόλοις ἐν ἐρημίᾳ μου πελαζομένου περιπατῆσαι οὐ δύναμαι. δός μοι βλέψιν καρδίας, ἵνα ἀναβλέψω, ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅτι ἐτύφλωσάν με οἱ ἀόρατοι ἐχθροί μου καλύμματι σκότους καλύψαντες καὶ οὐ δύναμαι ἐνορᾶν σου τὸ οὐράνιον καὶ ἐπιθυμητὸν πρόσωπον. δός μοι ἀκοὴν πνευματικήν, ὅτι κεκώφωμαι τῇ διανοίᾳ καὶ ἀκούειν σου οὐ δύναμαι τῆς ἡδείας καὶ χρηστῆς ὁμιλίας. δός μοι «ἔλαιον ἀγαλλιάσεως» καὶ οἶνον εὐφροσύνης πνευματικῆς, ἵνα ἐπιθῶ εἰς τὰ τραύματά μου καὶ ἀναψύξαι δυνηθῶ. ἴασαί με καὶ ὑγιῆ με ποίησον, ὅτι «ἡμιθανῆ» με ποιήσαντες οἱ ἐχθροί μου καὶ χαλεποὶ λῃσταὶ ἀφῆκαν με κατακεῖσθαι.

μακαρία ἡ ψυχὴ ἡ ἀπερικακήτως ἀεὶ αἰτοῦσα καὶ παραμόνως καὶ πιστῶς ὡς πτωχὴ καὶ τετραυματισμένη, ὅτι λήψεται τὰ αἰτήματα αὐτῆς καὶ τεύξεται τῆς αἰωνίου ἰάσεως καὶ θεραπείας καὶ ἐκδικηθήσεται ἐκ τῶν ἐχθρῶν αὐτῆς τῶν παθῶν τῆς «ἁμαρτίας»· «πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος» θεός, ὃς καὶ παράσχοι τὰ αἰτήματα ἡμῶν. Δόξα τῇ ἀγαθότητι αὐτοῦ.

Ὥσπερ γὰρ ἐν πόλει ἄρχων προέρχεται πεπικραμένος κατὰ τῶν κακοποιῶν καὶ ἐπιβούλων, καὶ ἐὰν προσέλθῃ αὐτῷ τις συληθεὶς ὑπὸ λῃστῶν ἢ κλεπτῶν καὶ εἴπῃ· δέομαι τῆς σῆς βοηθείας, ὁ ἐχθρός μου ἥρπασέ με καὶ ἐσύλησε καὶ ἐτραυμάτισέ με καὶ τάδε καὶ τάδε μοι πέπραχε, καὶ καθεζόμενος ἐπὶ τοῦ βήματος ὁ ἄρχων εὐθέως ἀναζητεῖ τὸν ἐχθρὸν καὶ κακοποιὸν καὶ εὑρὼν βασάνοις καὶ τιμωρίαις αἰκίζει— οὕτω καὶ δύνανται οἱ ἄνθρωποι βοηθείας τῆς ἄνωθεν καὶ ἐκδικήσεως τυχεῖν προσελθόντες καὶ ἐντυχόντες τῷ κυρίῳ καὶ παρακαλοῦντες παραμόνως. αὐτὸς γὰρ δύναται καὶ τὴν νοερὰν γῆν τῆς ψυχῆς τὴν ὑπὸ τὴν θάλασσαν τῶν παθῶν τῆς πικρίας τοῦ σκότους τῶν πονηρῶν δυνάμεων τυγχάνουσαν κουφίσαι καὶ ἄνωθεν τῆς θαλάσσης ποιῆσαι εἶναι, τῆς ψυχῆς μέντοι πιστευούσης ταῖς ἐπαγγελίαις αὐτοῦ καὶ ἀγαπώσης καὶ ἐπικαλουμένης αὐτὸν ἐν ἀληθείᾳ καὶ προσδοκώσης ἀεὶ τὴν διὰ τοῦ πνεύματος λύτρωσιν τῶν παθῶν παντελῆ ἐν αὐτῇ γενέσθαι διὰ τὴν ἄπειρον ἀγάπην αὐτοῦ.

Δόξα τῇ μεγαλειότητι αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Οἱ «ἐπὶ τὴν ἄμμον» τὴν οἰκοδομὴν τῆς ἑαυτῶν καρδίας ποιούμενοι καὶ οἱ ἐπὶ τὴν πετρώδη τῆς σκληρᾶς καρδίας γῆν τὸν σπόρον τοῦ λόγου δεξάμενοι ἀληθινὸν «θεμέλιον» ἐν ἑαυτοῖς οὐ κέκτηνται οὔτε πειρασμοὺς θλίψεων τοῦ πονηροῦ ὑπομένειν δύνανται, ἀλλ᾽ ἀνυπομονήτως πάσας τὰς ἐπερχομένας αὐτοῖς θλίψεις φέρουσι, μὴ δυνάμενοι ὑποφέρειν τὰς ἐπαναστάσεις καὶ τοὺς πειρασμοὺς τῶν πονηρῶν πνευμάτων τοὺς διὰ τὴν ζήτησιν τῆς βασιλείας αὐτοῖς ἐπερχομένους. αἱ γὰρ τῶν τοιούτων προαιρέσεις τοιαῦταί εἰσιν· ἐὰν μή (φησίν) εὐθέως προσλάβω τὴν χάριν τοῦ πνεύματος, ἀπέρχομαι, ἀδυνάτως ἔχω παραμένειν, οὐ δύναμαι μακροθυμῆσαι χρόνοις πολλοῖς· εἰ δὲ λάβω, τότε παραμενῶ. οὗτος οὐδὲ λαβὼν παραμένει, ὅτι τὰς θλίψεις γενναίως φέρειν οὐ δύναται, μὴ προευτρεπίσας ἑαυτὸν εἰς αὐτὸ τοῦτο. μὴ γὰρ μετὰ τὴν μετάληψιν τῆς χάριτος οὐκέτι πόλεμος, οὐκέτι θλῖψις, οὐκέτι κλύδωνες τοῦ πονηροῦ ἐπεγείρονται; τότε πλείονες δοκιμασίαι, τότε μεγάλοι ἱδρῶτες, τότε μεγάλαι ἐπαναστάσεις. κατὰ γὰρ τὴν τῆς ψυχῆς ἐν χάριτι προκοπὴν τοσοῦτον καὶ οἱ πειρασμοὶ τοῦ πονηροῦ ἐπανίστανται, καὶ τοσοῦτον ἐπαφίεται ἡ τῆς κακίας δύναμις πειράσαι τὴν ψυχήν, καθόσον δυνατῶς ἔχει τοῦ ὑπομεῖναι.

οἱ γὰρ προειρημένοι ὡς ἐπὶ μισθῷ δουλεύειν προσῆλθον τῷ κυρίῳ, ὡς ἀλλότριοι καὶ ξένοι, καὶ οὐχ ὡς πιστοὶ καὶ οἰκεῖοι δοῦλοι εὐαρεστεῖν καὶ πονεῖν ἐν τῇ δεσποτικῇ οἰκίᾳ προῄρηνται. οὗτοι καὶ μήπω ἐργασάμενοι μισθὸν ἀπαιτοῦσιν, δέον ὡς χρεῶσται καὶ εὐνόητοι καὶ πιστοὶ δοῦλοι τοῦ κυρίου αὐτῶν καὶ ἑκόντας καὶ ἄκοντας ἑαυτοὺς ἄγχειν εἰς τὴν ἀγαθὴν καὶ καλὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ δουλείαν καὶ πᾶσαν εὐαρέστησιν τοῦ θεοῦ τὴν ἀδιάλειπτον εἴτε λαμβάνοντας ἤδη τι δόμα παρ᾽ αὐτοῦ, εἴτε μηδέπω λαμβάνοντας, καὶ δέον κρίνειν, ὅτι τῷ δεσπότῃ μου κεχρεώστηται παρ᾽ ἐμοῦ πᾶσα εὔνοια τοῦ δουλεύειν καὶ εὐαρεστεῖν πάντοτε, καὶ εἴτε δίδωσί μοι τὴν χάριν τοῦ πνεύματος αὐτοῦ, εἴτε οὐδέπω δίδωσιν, οὐκ ἀφίημί μου τὸν δρόμον καὶ τὴν διακονίαν ὅσον τὸ ἐν ἐμοὶ δυνατόν, καὶ τῆς ἐλπίδος τοῦ κυρίου μου οὐκ ἐξίσταμαι (ἀληθὴς γάρ ἐστιν «ὁ ἐπαγγειλάμενος») καὶ πάντοτε αὐτῷ εὐχαριστεῖν ὑπὲρ ὧν ἤδη κεχάρισται, αὐτοῦ εἶναί με καὶ ὑπ᾽ αὐτοῦ οἰκονομεῖσθαι καὶ πάσης προνοίας αὐτοῦ καταξιοῦσθαι καὶ εἰς ταύτην τὴν διαγωγὴν καὶ τὸν βίον τοῦτον τῆς ἀσκήσεως ἐλθεῖν με δι᾽ αὐτοῦ. δυνατός ἐστι καὶ τῆς χάριτος αὐτοῦ πληρῶσαί με («πιστὸς γάρ» ἐστι καὶ ἀληθὴς) καὶ ἃ ἐπήγγελται παρέχει ἐμοῦ εἰς τέλος μακροθυμοῦντος ἐν πίστει καὶ ἐν πάσαις ἀρεταῖς ὅση δύναμις ἀναστρεφομένου.

ἔτι δὲ καὶ τοῦτο λογισάμενος· τίς γάρ εἰμι ἐγὼ καὶ ποίας ἀξίας τυγχάνω, ὅτι κἂν τὸ ὄνομα αὐτοῦ ἐπικληθῇ ἐπ᾽ ἐμοί, ἀχρείου μου κατὰ πάντα τυγχάνοντος; παραμείνας οὖν καὶ εὐαρεστήσας προθύμως εἰς τέλος ἐν πάσῃ σπουδῇ καὶ δουλεύσας αὐτῷ ἐν πάσαις ἀρεταῖς χρηστὸς ὢν καὶ δίκαιος ὁτεδήποτε ποιεῖ τὰς ἐπαγγελίας αὐτοῦ, ὅτι ἀψευδὴς τυγχάνει· εἰ δὲ καὶ γεέννῃ βούλεταί με παραδοῦναι διὰ τὰς ἁμαρτίας μου τοῦ κολασθῆναι, ἐγὼ οὐκ ἀφίημι αὐτὸν καὶ τῆς πρὸς αὐτὸν ἀγάπης οὐκ ἐξίσταμαι, ὡς καὶ ὁ μακάριος Ἰώβ φησιν· καὶ ἐὰν ἀποκτενῇς με, οὐκ ἀφίημί σε καὶ τῆς ἀκακίας μου οὐ μὴ ἐκσταίην. ὁ τοιοῦτος ὡς δοῦλος πιστὸς καὶ οἰκονόμος ἀγαθὸς καὶ μόνῳ τῷ ἑαυτοῦ δεσπότῃ εὔνοιαν ἐνδειξάμενος, πολλὰ πονέσας καὶ θλιβεὶς καὶ τῆς ἀγαθῆς διακονίας ἐν πάσαις ἀρεταῖς μηδὲν ἐλλείψας, δίκαιος καὶ ὅσιος ὢν κληρονόμος τῆς ζωῆς γίνεται, ὅτι οὐχ ὡς ἐπὶ μισθῷ προσῆλθε δουλεύειν καὶ εὐαρεστεῖν, ἀλλ᾽ ἑαυτὸν εἰς τέλος ἐξέδωκε προθύμως εὐδοκιμῆσαι καὶ εὐαρεστῆσαι τῷ ἑαυτοῦ δεσπότῃ, καὶ διὰ τοῦτο τῆς υἱοθεσίας τοῦ πνεύματος τυχεῖν καταξιοῦται καὶ κληρονόμος τῆς βασιλείας γίνεται. «

ὁ ποιμὴν» (γάρ φησιν) «ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων» (τουτέστιν ὁ ὑπὲρ τῆς βασιλείας ἀγωνιζόμενος καὶ τὴν ἑαυτοῦ ψυχὴν περιποιούμενος), ἕως θανάτου ἑαυτὸν ἐκδίδωσιν, «ὁ δὲ μισθωτὸς καὶ μὴ ὢν ποιμήν», ἐπὰν ἴδῃ «τὸν λύκον ἐρχόμενον» (τουτέστι θλίψεις καὶ πειρασμούς), ἀφίσταται «καὶ φεύγει» τῆς τοῦ θεοῦ λατρείας καὶ παραφυλακῆς τῆς καρδίας αὐτοῦ περὶ τὰς ἁγίας ἐντολάς.

Σπουδάσωμεν τοίνυν ἐν ἐλπίδι καὶ πίστει καὶ πάσῃ ὑπομονῇ τελείους ἑαυτοὺς τῷ κυρίῳ ἀποδοῦναι ἐν πάσαις ἐντολαῖς ἐνεχόμενοι καὶ παντὶ πρόπῳ ἀγαθῷ καταρτιζόμενοι, καὶ αὐτὸς τὰς ἰδίας ἐπαγγελίας τάχιον ποιεῖ μεθ᾽ ἡμῶν (ἀψευδὴς γάρ ἐστιν), μόνον ἡμεῖς ὡς πιστοὶ καὶ οἰκεῖοι δοῦλοι τὴν ἐξ αὐτεξουσίου προαιρέσεως πᾶσαν εὐαρέστησιν ἐν σπουδῇ ἀδιαλείπτῳ ἐπιτελέσωμεν καὶ οὕτω τῆς χάριτος καταξιωθέντες καὶ θεμέλιον ἀληθῆ ἐν τῇ ἑαυτῶν καρδίᾳ τὴν δύναμιν τοῦ πνεύματος κτησάμενοι πάντας πειρασμοὺς καὶ θλίψεις ὑπομένειν δυνησόμεθα, καὶ οὕτως ἄμωμοι διὰ τοῦ πνεύματος καταρτισθέντες τῶν αἰωνίων ἀγαθῶν ἄξιοι γενησόμεθα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.