Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Η υπέρβαση της κοσμικής γνώσης, η αλλοίωση της φύσης και ο σκοπός της θείας οικονομίας

Η ανεπάρκεια της ανθρώπινης διάνοιας να κατανοήσει τον Θεό, η μεταμόρφωση της ψυχής διά του αγίου πυρός, η ελπίδα της σωτηρίας από τη φθορά και η μεταθανάτια πορεία βάσει της αυτεξούσιας προαιρέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 9 από 12

Ἀμήν. Αἱ τῶν λόγων συζητήσεις καὶ ἡ πεποίθησις τῆς γνώσεως οὐδὲν κέρδος τῇ ψυχῇ προσποιοῦσιν ὅσον περισπασμὸν καὶ ζημίαν, καὶ οἱ ἐν τούτοις κεκρατημένοι τοῖς πράγμασιν ἐοίκασιν ἀνθρώπῳ χόρτον ἀντὶ ἄρτου ἐσθίοντι, τὸν μὴ ἔχοντα ἡδονήν τινα μηδὲ τῷ σώματι δύναμιν ποιοῦντα, ἢ ἀνθρώπῳ ἐν τοίχῳ γεγραμμένῳ καὶ σώζοντι μὲν πᾶσαν τὴν τῶν μελῶν εἰκόνα, μὴ περιπατοῦντι δὲ μηδὲ κινουμένῳ. καὶ γὰρ πᾶσαι αἱ αἱρέσεις ἀπ᾽ ἀρχῆς ἐντεῦθεν συνέστησαν· οὐ γὰρ ἐπείσθησαν τῷ ἀποστόλῳ λέγοντι· «ὦ βάθος πλούτου». βουληθέντες γὰρ τὴν τοῦ θεοῦ σοφίαν ἐν λόγοις καταλαβεῖν ἐπλανήθησαν. «ὦ» (γὰρ) «βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξηρεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν κυρίου»; οὔτε οὖν οἱ διὰ μαθημάτων τὴν ἀκριβῆ τοῦ θεοῦ κατάληψιν ζητοῦντες εὑρεῖν δύνανται, οὔτε οἱ διαβεβαιούμενοι διδάσκαλοι καὶ ἱκανοὺς ἑαυτοὺς λέγοντες εἶναι εἰς τὴν περὶ θεοῦ ἐξήγησιν φράσαι τι σαφὲς ἢ καταλαβεῖν ἰσχύουσιν, ἀλλὰ ὑπερβαίνει ὁμοῦ πάντας τοὺς διδασκομένους καὶ τοὺς διδάσκοντας ἡ ἀλήθεια, καὶ λελήθασιν ἑαυτοὺς ἀμφότεροι πλανώμενοι. ἐὰν γὰρ εἴπῃ σοι ὁ διδάσκαλος ὅτι πῦρ ἐστιν ὁ θεός, εὑρήσεις αὐτὸν «ὕδωρ ζωῆς» γινόμενον.

ἐὰν εἴπῃ σοι ὅτι ὡς βασιλεὺς ὁρᾶται καὶ φαίνεται, εὑρήσεις αὐτὸν ὡς σκιὰν ὀπτανόμενον, ἄλλῳ δὲ ὡς πτωχόν, καὶ οἷς μὲν ὡς θεὸν οἷς δὲ ὡς ἄνθρωπον ταπεινόν. ἐὰν ζητήσῃς αὐτὸν ἐν οὐρανοῖς, ἐπὶ γῆς εὑρίσκεται· ἐὰν δὲ ἐπὶ γῆς ζητήσῃς, εἰς οὐρανοὺς μετέρχεται. καὶ τοῖς μὲν πάλιν εὑρίσκεται «θλῖψις» κατ᾽ οἰκονομίαν γινόμενος, τοῖς δὲ «ἄνεσις». διὸ παραιτεῖσθαι προσῆκε τὴν πολυλογίαν καὶ ματαιολογίαν, οὐδὲν γὰρ ἐξ αὐτῆς περᾶναί τις δύναται. ὑπὲρ τῆς κατὰ φύσιν ἑκάστῳ προσούσης γνώσεως κρινόμεθα μὴ παραδεξάμενοι τὸν λόγον τοῦ θεοῦ.

Παρεάσαντες οὖν ταῦτα ζητήσωμεν, πῶς δύναται ἄνθρωπος ἐλθεῖν καὶ προσεγγίσαι τῷ θεῷ καὶ μαθεῖν παρ᾽ αὐτοῦ καὶ δέξασθαί τι ξένον τοῦ αἰῶνος τούτου ἐν τῇ καρδίᾳ, καὶ πεισθῶμεν τῷ εἰρηκότι· οὐδεὶς «ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ». εἰ οὖν ἄνθρωπος ὁμοιοπαθὴς τὴν σὴν βουλὴν γνῶναι ἢ καταλαβεῖν οὐ δύναται, πῶς θεοῦ βουλὴν ἐξερευνᾶν ἢ καταλαβεῖν ἄνθρωποι φθαρτοὶ ἐκβιάζονται; καὶ «οὐδεὶς» ἀνθρώπων οἶδε «τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ» τὸ ἐν αὐτῷ. «ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ θεοῦ, ἵνα γνῶμεν τὰ ἀπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν». ζητήσωμεν οὖν τὸν κύριον, καὶ αὐτὸς ἡμᾶς ὁδηγήσει καὶ διδάξει καὶ δυνησόμεθα γνῶναι τὰ τοῦ θεοῦ μυστήρια, ὅσον ἀνθρώπῳ γνῶναι δυνατόν, οὐχ ὅσον ἔστιν ὁ θεός. ἡμέτερον οὖν ἐστι μαθεῖν, πῶς γεννᾶται ἄνθρωπος ἐκ «πνεύματος», πῶς δεῖ ἀνθίστασθαι τοῖς πνεύμασι «τῆς πονηρίας», καὶ διδαχθῆναι ζητῆσαι βοήθειαν παρὰ κυρίου καὶ πολεμῆσαι πρὸς τὸν ἀντικείμενον. χαίρει γὰρ ὁ κύριος ἀκεραίῳ ψυχῇ ἀνθρώπου, κἀκείνους ἁρπάζει εἰς τὴν βασιλείαν αὐτοῦ τοὺς φόβῳ καὶ ἀκακίᾳ προσερχομένους αὐτῷ.

Ἓν δέ σοι πάλιν δύναμαι εἰπεῖν, ὅτι ὁ ζητῶν τὸν θεὸν δέχεται δύναμιν πνεύματος ἁγίου καὶ ἀναλύεται ἡ φύσις αὐτοῦ εἰς ἀφανισμὸν τῆς πλάνης καὶ τῆς δειλίας, τροφὴν πεσοῦσαν, φύσιν τοῦ ἁγίου πυρός. ὥσπερ γὰρ ξύλον λεῖον καὶ ξηρὸν καὶ ἄκαρπον ὄζους ἔχον πολλοὺς ἄχρηστόν ἐστι καὶ πάντες οἱ παριόντες ἐπικαθεζόμενοι τὰ πεπηλωμένα τῶν ὑποδημάτων ἐπικαθαίρουσιν, ἐὰν δὲ βληθῇ καὶ εἰσενεχθῇ εἰς πῦρ μεταβαλλόμενον ἄνθραξ γίνεται, τοῦ ξύλου δηλαδὴ ἔνδον τοῦ πυρὸς ἐνδιαμένοντος ὑποστάσει, καὶ οὐδεὶς λοιπὸν ἅπτεσθαι ἢ ἐπικαθέζεσθαι δύναται—τοιαύτην μοι νόει τὴν ἡμετέραν φύσιν ἀπὸ τῆς παραβάσεως ἄκαρπον καὶ ξηρὰν καὶ ὄζους ἔχουσαν τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων, ἀλλοιοῦται δὲ εἰς τὴν δύναμιν τοῦ θεοῦ καὶ ἀνάπτεται εἰς πῦρ καὶ φῶς, καὶ ἐὰν θελήσωσιν οἱ δαίμονες κατὰ τὴν ἀρχαίαν συνήθειαν προσεγγίσαι τῇ ψυχῇ καὶ κακῶσαι, κατακαίονται ὑπὸ τοῦ πυρὸς καὶ φυγαδεύονται ὑπὸ τοῦ φωτὸς τοῦ βάψαντος καὶ περισχόντος τὴν ψυχήν. ἀλλοιοῦται γὰρ οὕτως ὡς αὐτὸν αἰσθέσθαι τὸν ἄνθρωπον τὴν μεταβολὴν καὶ γνῶναι ὅτι οὔκ ἐστιν ἔχων τὸν πρῶτον νοῦν τοῦ χοϊκοῦ φρονήματος. τοῦτο δὲ γίνεται, ἐπειδὴ κοινωνεῖ ἡ ψυχὴ τῷ θεῷ καὶ ἀλλάσσει τὴν φύσιν εἰς τὴν τοῦ θεοῦ μόρφωσιν.

ὥσπερ γὰρ μήτηρ νήπιον ἔχουσα ἀγαπᾷ καὶ ἐν πολλῷ πόθῳ ἐναγκαλίζεται εἰς τοὺς κόλπους λαμβάνουσα, οὕτω τὸ πνεῦμα ἔρχεται εἰς τὴν ψυχὴν καὶ ἐναγκαλίζεται εἰς τοὺς κόλπους ἐν πολλῇ ἀναπαύσει καὶ χαρᾷ, καὶ ἐνεργείᾳ δυνάμεως θεϊκῇ καταποθεῖται ὑπὸ τοῦ πνεύματος ὁ τοιοῦτος ἄνθρωπος καὶ ἁρπάζεται καὶ αἰχμαλωτίζεται εἰς αἰχμαλωσίαν μυστηρίων ἐπουρανίων καὶ γίνεται εἰς αὐτὸν νοῦς ἔνθεος. τὰ γὰρ ῥαθύμως ἀποκείμενα σκεύη ἐν τῇ ψυχῇ τότε διαλύει καὶ πᾶσαν τὴν τῶν εἰδώλων πλάνην τὴν ἐμπολιτευσαμένην εἰς τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπελαύνει καὶ καθαιρεῖ, καὶ τότε γίνεται ὅλος περιφερόμενος καὶ μεθύων εἰς ἀγάπην καὶ χαρὰν καὶ ταπείνωσιν πολλήν. ὅσοι οὖν ἀφῆκαν τὴν τῶν λόγων ματαιότητα καὶ ἦλθαν ἁπλότητι ζητῆσαι θεὸν καὶ ὅλην «τὴν μέριμναν» καὶ τὸν νοῦν ἐπέρριψαν «ἐπ᾽ αὐτὸν» ἀληθῶς εὗρόν τι ξένον τοῦ αἰῶνος τούτου καὶ τῆς φύσεως αὐτῶν συναφθὲν αὐτοῖς, καὶ κατὰ μικρὸν ἐπλούτησαν καὶ ἐγένοντο βασιλεῖς· ἡ γὰρ ἐν σαρκὶ τοῦ κυρίου παρουσία καὶ οἱ ἀπόστολοι καὶ πᾶς ὁ ἀπ᾽ ἀρχῆς γενόμενος κόπος τοῖς ἁγίοις τοῦτο κατώρθωσε καὶ τοῦτο μέγα κέρδος τοῖς ἀνθρώποις ἐδωρήσατο, ἵνα ναοὶ θεοῦ γένωνται οἱ ἄνθρωποι καὶ ἵνα ἔλθῃ ὁ θεὸς καὶ κατοικήσῃ ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ τὸ μέρος τοῦ θανάτου τὸ ἐπεισελθὸν καὶ ἐκδιωχθῇ καὶ ἐκ μέσου γένηται.

Ἀποδῶμεν οὖν ἑαυτοὺς τῷ κυρίῳ καὶ ζητήσωμεν εὑρεῖν τι παρὰ τοῦ θεοῦ διδόμενον, καὶ ὅταν εὕρωμεν, πάντα δι᾽ αὐτοῦ μανθάνομεν, ἃ οὔτε οἱ νομοδιδάσκαλοι οὔτε οἱ λογομάχοι διδάσκειν δύνανται.

Πολὺ διαφέρουσι καὶ κρείττους τυγχάνουσιν αἱ τοιαῦται ψυχαὶ παρὰ τὰς λοιπὰς τὰς ἐν κόσμῳ οὔσας, ὡς ἂν εἴποιμι φῶς σκότους ἢ οἱ ζῶντες τῶν νεκρῶν. οὐ μόνον δὲ αὗται ἀλλὰ καὶ αἱ διὰ τῆς ἀκοῆς τὸν τῆς ἀληθείας λόγον ὑποδεχόμεναι καὶ ἐν ἁπλότητι πολλῇ πιστεύουσαι καὶ εἰς ταύτην τὴν ἐλπίδα ἑστῶσαι τῇ προσδοκίᾳ τῆς χάριτος, κἂν αὐτῶν τῶν χαρισμάτων ἀκμὴν οὐ τετυχήκασιν, πολὺ τῶν λοιπῶν διαφέρουσιν ἀνθρώπων διά τε τῆς πίστεως καὶ ἐλπίδος καὶ πάσης ἐν ἀρεταῖς σπουδῆς. αὗται γὰρ ὡς εἰπεῖν ἐντὸς ἤδη τῆς αὐλῆς εἰσι διὰ τῆς ἐλπίδος τοῦ λόγου παραδεχθέντος καὶ καταυλιζομένου ἐν αὐταῖς. οὐ μικρὸν γὰρ τυγχάνει καὶ αὐτὸν τὸν τῆς ἀληθείας ἀκρότατον λόγον παραδέξασθαι καὶ εἰσοικῆσαι ἔνδον καὶ καθαρίσαι πάσας τὰς ἰδίας ἐν ὑπονοίᾳ δοκήσεως οἰκοδομὰς καὶ ἀναθεῖναι τὴν ψυχὴν ἑαυτὴν τῇ ἐλπίδι τοῦ θεοῦ καὶ τοῦ λόγου αὐτοῦ καὶ οὕτως ἀγωνίσασθαι σὺν τῇ τοῦ κυρίου βοηθείᾳ «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας». οὐ μικρὸς οὖν ἀγὼν καὶ προκοπὴ τὸ κἂν ἐν τῷ λόγῳ τοῦ θεοῦ δυνηθῆναι στῆναί τινα καὶ πᾶσαν τὴν ἐλπίδα ἔχειν εἰς τὸ ἔλεος τοῦ κυρίου καὶ κατὰ χάριν ἀγωνιζόμενον πιστεύειν σῴζεσθαι καὶ διὰ τῆς δυνάμεως καὶ βοηθείας τοῦ κυρίου ἐλπίζειν νικῆσαι τὰ «τῆς πονηρίας» πνεύματα καὶ πάντων τῶν παθῶν περιγενέσθαι διὰ τοῦ πνεύματος.

πολὺ γὰρ καὶ αἱ τοιαῦται ψυχαὶ ἤδη τῶν λοιπῶν διαφέρουσιν, μόνον ἐὰν «ἕως τέλους» ἐμμείνωσι τῇ ἐλπίδι καὶ πίστει καὶ δρόμῳ καὶ σπουδῇ καὶ σκοπῷ, ἵνα αὐτῇ τῇ πείρᾳ τῶν εὐεργεσιῶν τῆς χάριτος καὶ ἀπαλλαγῆς τῆς κακίας τῶν παθῶν τὴν ἐπίγνωσιν λαβοῦσαι «σωτηρίας αἰωνίου» τύχωσιν. οἱ γὰρ τῆς «ἡμέρας υἱοὶ» τὰ τῆς ἡμέρας ἐπιτελοῦσι πράγματα καὶ τὰ τῆς νυκτὸς τέκνα (τουτέστι μοιχοὶ καὶ κλέπται καὶ φαρμακοὶ) ὁμοίως τὰ τῆς νυκτὸς ἔργα ἐκτελοῦσιν, ἐν μὲν τῇ ἡμέρᾳ καθεύδοντες τὴν δὲ ἐργασίαν ἐν τῇ νυκτὶ ἔχοντες. οὕτω καὶ τοῦ Ἀδὰμ πεσόντος ἐκ τῆς ἐντολῆς καὶ ἐν τῇ παραβάσει γεγονότος συνέτριψαν τὰ τῆς νυκτὸς τέκνα (τουτέστι τὰ «τῆς πονηρίας» πνεύματα) τὰ καλὰ καὶ ἐράσμια τῆς ψυχῆς μέλη καὶ ἄτονον καὶ ἀσθενῆ αὐτὴν ἀπὸ τοῦ ἀγαθοῦ πεποιήκασι σκοτίσαντες καὶ ἀνιάτως συντρίψαντες, ὡς μηδενὶ τῶν πατέρων ἢ προφητῶν ἰάσασθαι δυνατὸν 〈εἶναι〉 εἰ μὴ μόνον τῷ κυρίῳ τῷ κατασκευάσαντι αὐτήν.

διὸ καὶ ἡ ἔλευσις τῆς ἀπείρου αὐτοῦ ἀγαθότητος ἐν τοσαύτῃ ἐλαττώσει καὶ ταπεινότητι γεγένηται, τοῦ ἀνορθῶσαι τὴν πεπτωκυῖαν ἐν τῇ πονηρίᾳ ψυχήν· «ἀνορθώσω» (γάρ φησιν) «καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω» καὶ τῇ ἐν νυκτὶ καὶ σκότει διαιτωμένῃ καὶ τὰ ἔργα τῆς νυκτὸς ἐπιτελούσῃ ἔν τε ταῖς πονηρίαις τῶν παθῶν 〈πιπτούσῃ〉 ἔλαμψεν εἰς αὐτὴν τὴν ἁγίαν τοῦ φωτὸς αὐτοῦ ἡμέραν, ἵνα λοιπὸν ἀνανήψασα ἀπροσκόπως ὁδεύῃ, τὰ τῆς ἡμέρας καὶ τοῦ φωτὸς ἔργα τῆς ζωῆς ἐπιτελοῦσα, ἵν᾽ οὕτως ἀξία τῆς βασιλείας τῶν οὐρανῶν εὑρεθῇ. ἐκεῖθεν γὰρ τρέφεται ψυχὴ ἔνθα καὶ ἔστιν, ἔνθα καὶ προσκολλᾶται, ἤτοι ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ τοῦ πνεύματος τοῦ θεοῦ, καὶ ὅθεν τρέφεται ἐκεῖθεν καὶ ζῇ. τὸ λοιπὸν ἕκαστος εἰ βούλεται δοκιμάσαι ἑαυτὸν καὶ ἐπιγνῶναι, πόθεν τρέφεται καὶ ἐν οἷς ἡ καρδία ἐστίν, ἵν᾽ οὕτω συνήσας καὶ τὴν διάκρισιν κτησάμενος τῇ ἐπὶ τὸ ἀγαθὸν ὁρμῇ ἑαυτὸν ἐκδῷ, πορευόμενος ἕκαστος εἰς τὴν προσευχὴν καταμανθανέτω τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰ ἐνεργήματα τῆς διανοίας πόθεν ἐστίν, ἐκ τοῦ πνεύματος «τοῦ κόσμου» ἢ ἐκ τοῦ πνεύματος τοῦ θεοῦ, καὶ τίνες προσφέρουσι τῇ καρδίᾳ τροφάς, οἱ ἄνωθεν ἢ οἱ ἐκ τοῦ αἰῶνος τούτου.

καὶ δοκιμάσασα καὶ ἐπιγνοῦσα, ὦ ψυχή, αἰτοῦ τὸν κύριον μετὰ πολλοῦ πόνου ἐκείνην τὴν ἐπουράνιον τροφὴν μόνον τρέφεσθαι τὴν καρδίαν, ἵνα ἐκεῖ αὐξάνῃ κἀκεῖ ἐργάζηται κἀκεῖ διαιτᾶται ὅλη ἐξ ὅλου τῷ οὐρανίῳ τοῦ πνεύματος φρονήματι, ὅθεν καὶ χορηγεῖται αὐτῇ ἡ ἐπουράνιος βρῶσις κατὰ τὸ εἰρημένον· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει», ἵνα καὶ τῆς ἐκεῖ κληρονομίας εὐαρεστήσασα τελείως ἀξία καταστῇ τῶν αἰωνίων ἀγαθῶν ἐφιεμένη εἰς τοὺς αἰῶνας. Ἀμήν.

Πάντες οἱ ἄνθρωποι ὑπὲρ τῶν καλῶν ἐπιτηδευμάτων τὸν λόγον ποιοῦνται καὶ πᾶσαι αἱ θεόπνευστοι γραφαὶ νόμου ἢ προφητῶν ἢ οἱ εὐαγγελικοὶ τοῦ κυρίου λόγοι καὶ τῶν ἀποστόλων κατὰ τῶν κακοποιῶν τιμωρίας ὡρίσαντο καὶ τοὺς τὰ καλὰ καὶ ἀγαθὰ ἔργα πράττοντας ἀποδέχονται καὶ τούτοις αἰώνιον βασιλείαν ἐπαγγέλλονται, οἵ τε ἔξωθεν τῶν ἐθνῶν νόμοι καὶ οἱ ἄρχοντες αὐτῶν τιμωροῦνται τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων πρὸς φόβον τῶν λοιπῶν, ἀναστέλλειν καὶ ἀνακόπτειν τὴν τῶν κακῶν ἐργασίαν βουλόμενοι. τῶν δὲ κακῶν ἔργων εἰς τὸ προφανὲς διδάσκαλος καὶ κῆρυξ οὐδεὶς τυγχάνει, ἀλλὰ πάντες τῶν καλῶν ἔργων τὸν ἔπαινον ποιοῦνται—καὶ ἰδού, ὡς ὁρῶμεν, τὰ κακὰ ἐπὶ τὸ πλεῖστον ἐπικρατεῖ καὶ αὐτὰ ἐπιτελεῖται καὶ αὐτὰ ἐν κόσμῳ βασιλεύει. ἔνθεν οἱ φρόνιμοι καὶ συνετοὶ νοῆσαι δύνανται διὰ πείρας, ἅπερ καὶ διὰ τῶν γραφῶν παραλαμβάνουσιν, ὅτι δύναμίς τίς ἐστιν ἐναντία κακίας, ἐν κρυπτῷ ποιμαίνουσα καὶ ἀποπλανῶσα τὸ γένος τῶν ἀνθρώπων εἰς τὰ κακὰ καὶ ἐπὶ καρδίᾳ ἀοράτως διδάσκουσα πᾶσαν ἀσέβειαν. πάντας λοιπὸν ἔστιν ἐπιτελεῖν τὰ κρυπτῶς δι᾽ αὐτῶν ὑποσπειρόμενα κατὰ τὸ ἴδιον τῆς ἐξουσίας βούλημα, ἅπερ οἱ πλεῖστοι οὐκ ἐπίστανται πόθεν ὑποσπείρεται, ἀλλὰ φυσικήν τινα ἀγωγὴν ὑπολαμβάνουσι διὰ τὴν συνήθειαν τοὺς παρὰ φύσιν πονηροὺς διαλογισμοὺς ἐκ τῆς καρδίας ἀναδίδοσθαι.

τὰ δὲ φρονήματα τῶν νοημάτων τῶν ψυχῶν διαφόρως ὑπὸ τοῦ δημιουργοῦ ἐν τῇ ἀνθρωπότητι κατεσκεύασται. ὥσπερ ἐάν τις ἔχῃ μεγάλην οὐσίαν ἔν τε χρήμασι καὶ σκεύεσι, χρυσῷ τε καὶ ἀργύρῳ καὶ πάσῃ ἐνδυμενίᾳ, καὶ ἕτερος κεκτῆται οὐσίαν ἐλαχίστην ἐν πᾶσιν, ἄλλος δὲ σύμμετρον οὐσίαν κεκτῆται— οὕτω καὶ αἱ ψυχαί εἰσι τῶν ἀνθρώπων· διαφορὰν γὰρ πολλὴν κέκτηνται ἐν τῇ ἀοράτῳ οὐσίᾳ καὶ τῇ τῶν λογισμῶν διακρίσει. οἱ μὲν γὰρ πλατεῖς τῷ νῷ, οἱ δὲ ἐν στενότητι τυγχάνουσιν.

Ἐπειδὴ τοίνυν ἔστιν οὐσία φωτὸς ἀγαθὴ λογική τε καὶ νοερά, ἥτις ἐστὶν ὁ θεός, καὶ ἔστιν οὐσία ἐκ προαιρέσεως σκοτεινή, ἥτις ἐστὶ τὰ πνεύματα «τῆς πλάνης» καὶ «ὁ ἄρχων» «τοῦ αἰῶνος τούτου». τῇ ψυχῇ τῇ ἐχούσῃ ὀλίγην ὑπόστασιν νοὸς καὶ διακρίσεως ἢ πάλιν τῇ πλουσίᾳ ἐν τῇ τῶν λογισμῶν καὶ συνέσεως καὶ διακρίσεως κτήσει ὁ ἀγὼν καὶ ἡ σπουδὴ καὶ ὁ δρόμος γενέσθω καὶ τοῦτο ζητήσει, ὅπως τῇ οὐσίᾳ τοῦ θείου καὶ ἐπουρανίου καὶ νοεροῦ φωτὸς κολληθῆναι καταξιωθῇ, ἵνα ὑπ᾽ αὐτοῦ φυλάσσεσθαι ἀπὸ τῆς τῶν παθῶν νόσου δύνηται, καὶ ἵνα ὑπ᾽ αὐτοῦ διδάσκηται καὶ ὁδηγῆται εἰς πᾶσαν ἀγαθὴν τῶν ἁγίων ἐντολῶν ἐργασίαν· διὰ γὰρ τῆς θείας δυνάμεως ἁγιασθεῖσα ἁγία καὶ καθαρὰ ἀποδειχθήσεται. καὶ αὖθις ἀγὼν μέγας καὶ σπουδὴ γενέσθω ἑκάστῃ ψυχῇ «τῆς ἐξουσίας τοῦ σκότους» τοῦ λογικοῦ καὶ πονηροῦ, τῶν πνευμάτων «τῆς πονηρίας» καὶ παθῶν κακίας λυτρωθῆναι, ἐπειδὴ ἀπὸ «τῆς παραβάσεως Ἀδὰμ» σύνεστι τῇ ψυχῇ τὰ προειρημένα κακὰ πολεμοῦντα. οὗτος οὖν ὁ σκοπὸς παντὶ τῷ βουλομένῳ τῆς βασιλείας καταξιωθῆναι γενέσθω, ἤτοι ἐν πλάτει ἢ ἐν στενότητι τοῦ νοὸς ὑπάρχοντι, ἵνα τῆς κακίας τῶν παθῶν λυτρωθῇ καὶ τῆς τοῦ πνεύματος οὐσίας κοινωνὸς γενέσθαι καταξιωθῇ.

ἡ νίκη γὰρ καὶ ἡ ἧττα διὰ τοῦ αὐτεξουσίου θελήματος γίνεται, ἤτοι τῶν ἐναντίων ὑπεύθυνον ἑαυτὸν καταστῆσαι ἢ διὰ τῆς χάριτος ἀγωνίσασθαι καὶ νικῆσαι τὰ πάθη καὶ τῷ πνεύματι κοινωνῆσαι τὴν ψυχὴν ἁγιασθεῖσαν καὶ ἑνωθεῖσαν τῇ χάριτι ἀξίαν τοῦ κυρίου γενέσθαι, καὶ οὕτω τὴν βασιλείαν κληρονομεῖν καταξιοῦται. ᾗπερ γὰρ ἂν ψυχῇ σύνεστιν ἡ δύναμις τοῦ σκότους τῶν παθῶν καὶ τῆς κακίας τῶν πονηρῶν πνευμάτων καὶ οἵᾳ ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ τὰ «τῆς πλάνης» ἀόρατα πνεύματα ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν διὰ τῶν παθῶν τὴν ἐνέργειαν ἐπιτελοῦντα καὶ συγκοινωνὸς αὐτῶν γινομένη, ἐν τῷ ἐξελθεῖν αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα «τῆς πλάνης» καὶ ὁ κακοῖς χαίρων ἄρχων, ὁ κοσμοκράτωρ «τοῦ σκότους», ἀποδέχεται καὶ ἀπολαμβάνει αὐτὴν καὶ κατέχει πρὸς ἑαυτὸν ὡς ἰδίαν καὶ οἰκείαν αὐτοῦ καὶ τὸ θέλημα αὐτοῦ ἐργασαμένην καὶ μετ᾽ αὐτοῦ ἐν σαρκὶ εἰς τέλος συναναστραφεῖσαν.

καὶ πάλιν ᾗπερ ἂν ψυχῇ σύνεστιν ἡ οὐσία τοῦ ἐπιθυμητοῦ καὶ ἀνεκλαλήτου κάλλους τοῦ φωτὸς τοῦ θεϊκοῦ πνεύματος, καὶ ᾗπερ ἂν ψυχῇ συναναστρέφεται καὶ ἐμπεριπατεῖ ἡ τῆς ἀληθείας τοῦ Χριστοῦ χάρις καὶ ἐν ταῖς ὁδοῖς καὶ τρίβοις τῶν λογισμῶν καὶ τοῦ ἁγιασμοῦ τῆς καρδίας καὶ ἐνοικήσεως Χριστοῦ ἐντεῦθεν καταξιωθῇ, ἐν τῷ ἐξέρχεσθαι αὐτὴν ἐκ τοῦ σώματος τὰ πνεύματα τῶν ἁγίων τοῦ φωτὸς καὶ ὁ «βασιλεὺς» τῆς «εἰρήνης» Χριστὸς ὁ ἀγαθαῖς ψυχαῖς χαίρων ταύτην ἀποδέχεται καὶ ἀπολαμβάνει πρὸς ἑαυτὸν ὡς ἰδίαν νύμφην καὶ οἰκείαν αὐτοῦ καὶ τὸ ἐκείνου θέλημα ἐπὶ γῆς μόνον ἐργασαμένην.

Τὸ λοιπὸν ἕκαστος τῶν ἀνθρώπων ἐπισκεψάμενος τὴν ἑαυτοῦ καρδίαν καὶ ἐγκύψας τοῖς ἰδίοις λογισμοῖς προσχεῖν ὀφείλει ἀκριβέστατα, ποῦ ἡ ψυχή, ποῦ ὁ νοῦς ῥέπει καὶ ποῖα κοινωνία σύνεστιν αὐτῷ, ἢ τοῦ πνεύματος τοῦ θεοῦ ἢ τοῦ πνεύματος τοῦ κόσμου, καὶ ποῦ δέδεται καὶ ποῦ ἀγαπᾷ, ἄρα ἐν ταῖς ἐντολαῖς τῆς ζωῆς καὶ τῷ θελήματι τοῦ θεοῦ ἐν τῷ ἀγαπᾶν αὐτὸν μόνον «ἐξ ὅλης καρδίας» καὶ «ψυχῆς» κατὰ τὸν λόγον τῶν γραφῶν καὶ μηδὲν ἕτερόν τι περιβλέπεσθαι μηδὲ εἰς ἕτερόν τι ἀναπαύεσθαι ἢ μόνον εἰς αὐτὸν τῇ ἀγάπῃ ἐκκρέμασθαι καὶ τὴν παράκλησιν τοῦ «πνεύματος» ἀνάπαυσιν ἀληθινὴν ἡγεῖσθαι—ἢ ἐν τῇ γῇ καὶ ἐν τῇ ὕλῃ καὶ ἐν τῇ τῶν ἐντολῶν παραβάσει καὶ χοϊκοῖς τοῦ αἰῶνος τούτου λογισμοῖς κατέχεται καὶ ἀπάγεται καὶ ἀγαπᾷ. καὶ ἐπισκεψάμενος ἕκαστος ἑαυτὸν ἐν τίσιν καὶ ποίοις ἐστίν, μετανοησάτω καὶ πενθησάτω καὶ βοησάτω πρὸς κύριον «νυκτὸς καὶ ἡμέρας» καθῶς παρήγγειλεν, ἕως οὗ εὕρῃ τὴν ἑαυτοῦ ψυχὴν καὶ τὸν νοῦν καὶ τοὺς λογισμοὺς ἐν τῇ τοῦ Χριστοῦ εἰρήνῃ φυλασσομένους εἰς τὸ εἶναι αὐτὸν παρεκτὸς κακίας.

ἡ σπουδὴ γὰρ πᾶσα ἡ παρὰ τῷ θεῷ γεναμένη διὰ πατέρων, διὰ προφητῶν, διὰ πατριαρχῶν, διὰ νόμου, ἔσχατον καὶ δι᾽ αὐτῆς τῆς τοῦ κυρίου ἐπιδημίας καὶ ἐλεύσεως διὰ τὴν νοερὰν καὶ λογικὴν οὐσίαν τῆς τιμίας καὶ «κατ᾽ εἰκόνα» αὐτοῦ ποιηθείσης ψυχῆς γεγένηται καὶ τὴν τοῦ νοὸς καὶ τῶν λογισμῶν διόρθωσιν καὶ ἴασιν ἐκ τῆς μεγάλης πτώσεως τῶν παθῶν, ὧν πέπονθεν ἡ ψυχὴ εἰς πνεύματα «πονηρίας» καὶ «ἀρχὰς» καὶ «ἐξουσίας» καὶ «κοσμοκράτορας σκότους» ἐμπεσοῦσα διὰ τὴν τοῦ Ἀδὰμ γεναμένην ἐν ἀρχῇ παράβασιν, δι᾽ ἧς τὰ τῶν ἁμαρτημάτων τῆς κακίας πάθη ἐνεδύσατο καὶ δι᾽ αὐτὰ ἀλλοτρία τοῦ θεοῦ κατέστη. τὴν γὰρ ἴασιν καὶ λύτρωσιν τῆς νοερᾶς οὐσίας τῆς ψυχῆς ἐμφαίνων ὁ ἀπόστολός φησιν· «ἡ εἰρήνη τοῦ Χριστοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν» καὶ τοὺς διαλογισμοὺς «ἐν Χριστῷ», ὥστε ἡ ἴασις τῶν τραυμάτων τῆς ψυχῆς καὶ ἡ ἀνάστασις τῆς πτώσεως τοῦ νοῦ αὕτη ἐστίν· τὰ διανοήματα καὶ τὰ φρονήματα καὶ τοὺς λογισμοὺς τῆς ψυχῆς εἰς Χριστὸν δεθῆναι καὶ ἐν τῷ οὐρανίῳ φωτὶ τοῦ πνεύματος τῆς εἰρήνης αὐτοῦ φυλάσσεσθαι καὶ φρουρεῖσθαι τὴν ὑπόστασιν τῆς ψυχῆς σὺν τῇ κτήσει τῶν ἑαυτῆς λογισμῶν ἀπὸ τῶν πνευμάτων τοῦ σκότους, τῶν πονηρῶν καὶ ὑλικῶν καὶ ματαίων λογισμῶν.

αὕτη ἐστὶν ἡ λύτρωσις τοῦ κυρίου καὶ ἡ ἔλευσις καὶ ἡ ἐπιδημία ἐπὶ τὸ γένος τῶν ἀνθρώπων, ὅπως τὴν νοερὰν οὐσίαν καὶ λογικὴν καὶ τιμίαν τῆς ψυχῆς ἀποκαταστήσῃ νῦν ἐν τῇ εὐγενείᾳ τῆς ἰδίας ἐξ ἀρχῆς καθαρότητος, πρὸς τούτοις καὶ κοινωνὸν τῆς ἰδίας τοῦ πνεύματος οὐσίας ταύτην καταστήσῃ ὡς εὐγενίδα τινὰ καὶ βασιλικὴν νύμφην ἑαυτοῦ.