Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι

Μακάριος ὁ Αἰγύπτιος

Το αυτεξούσιο, το μεγαλείο της ψυχής και η απελευθέρωση από το σκότος των παθών

Η σημασία της πίστεως και της αγάπης για την προσέλκυση της χάριτος, η αλληγορία της ασθενούς ψυχής που αναζητά τον αληθινό Ιατρό και η τελική πνευματική ένωση του καθαρμένου ανθρώπου με τον Κύριο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 11 από 12

πρόφασις οὖν γίνεται ἕκαστος τῆς ἑαυτοῦ ζωῆς καὶ τοῦ ἑαυτοῦ θανάτου διὰ τὸ αὐτεξούσιον θέλημα τῆς ψυχῆς· ὅπου γὰρ ἂν δῷ τὴν φυσικὴν ἀγάπην αὐτῆς ἡ ψυχή, ἕλκει πρὸς ἑαυτὴν ἤτοι τὴν ζωὴν ἢ τὸν θάνατον, καθὼς καὶ ἡ γραφὴ φησίν· «ἔναντι ἀνθρώπου ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ», ἐπειδὴ καὶ ἄτιμοι πάντες οἱ ἄνθρωποι μεταβληθέντες ἐκτήσαντο τὴν ζωὴν ταύτην. ἰδοὺ γὰρ (ὥς φησιν ὁ ἀπόστολος) ὁ θεὸς «πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». οὐχ ὅτι οὐ διδόασι τὴν φυσικὴν ἀγάπην αὐτῶν καὶ προαίρεσιν ἀγαθὴν πρὸς τὸν θεόν· οὐ βιάζεται γὰρ τὰς προαιρέσεις ἀκούσας ὁ κύριος, ἀλλὰ ἀποσκοπεῖ καὶ θεωρεῖ τὴν προαίρεσιν καὶ ἀγάπην τοῦ ἀνθρώπου, ποῦ ῥέπει καὶ ποῦ ἀγαπᾷ. ἐὰν πρὸς αὐτὸν ἴδῃ τὴν ἀγάπην τῆς ψυχῆς κολλωμένην, ἰδοὺ ἔρχεται καὶ κατασκηνοῖ καὶ κληρονομεῖται ὑπὸ τῆς ἀγαπώσης αὐτὸν ψυχῆς καὶ κληρονομεῖ αὐτήν, ἐπεὶ ἀδύνατον ἄλλως γενέσθαι· ἐὰν γὰρ μὴ πρόφασιν λάβῃ ὁ θεὸς τοῦ ἀνθρώπου τῆς πρὸς αὐτὸν ἀγάπης καὶ πίστεως, οὐ γίνεται αὐτὸς ζωὴ τοῦ ἀνθρώπου καὶ κτῆμα τὸ μόνον τίμιον καὶ καλόν.

ἕκαστος τοίνυν, ὡς προείρηται, πρόφασις γίνεται τοῦ ἐλθεῖν πρὸς αὐτὸν τὴν ζωὴν καὶ τὴν ἐπαγγελίαν ἐν τῷ πιστεύειν καὶ ἀγαπᾶν αὐτὸν παρὰ πάντα τὰ βλεπόμενα, τοῦτο γὰρ μόνον ἐξαιρέτως ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός· ἡ τοιαύτη γὰρ ψυχὴ μείζων ἐστὶ καὶ ἀνωτέρα παντὸς τοῦ κόσμου καὶ πάσης τῆς σοφίας αὐτοῦ καὶ δόξης καὶ πλούτου καὶ ἀναπαύσεως καὶ πάσης τῆς φρονήσεως αὐτοῦ καὶ πάντων τῶν ἐν αὐτῷ καλῶν, ὅτι τῷ μόνῳ καλῷ ἐπίστευσε καὶ τὸν μόνον ἀγαθὸν ἠγάπησεν ὑπεριδοῦσα πᾶσαν καλλονὴν καὶ δόξαν καὶ τερπνότητα καὶ σοφίαν γλωσσῶν κόσμου ἀρνησαμένη, καὶ οὕτως ἐπιτυγχάνει καὶ ἀπολαύει τοῦ ἀληθινοῦ καλοῦ καὶ ἀγαθοῦ καὶ μόνου ὡραίου.

Μή τις τοίνυν λεγέτω, ὅτι ἀδυνάτως ἔχω ἀγαπῆσαι ἢ διαλογίσασθαι ἢ πιστεῦσαι τῷ μόνῳ ἀγαθῷ, ὑπὸ δουλείαν καὶ δεσμοὺς ἁμαρτίας τυγχάνων. τὸ μὲν γὰρ δύνασθαί σε τελείως τὰ ἔργα τῆς ζωῆς ἐργάζεσθαι καὶ τὸ ἑαυτὸν τῇ σῇ ἰσχύι ἐξελέσθαι καὶ ἐλευθερῶσαι τῆς ἐνοικούσης σοι ἁμαρτίας οὔκ ἐστιν εἰς τὴν σὴν ἐξουσίαν, ἐπειδὴ τοῦτο ἑαυτῷ ἀπένειμεν ὁ κύριος· αὐτὸς γὰρ μόνος «κατέκρινε τὴν ἁμαρτίαν» καὶ αὐτὸς μόνος ἐστὶν «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ αὐτὸς ἐλευθερῶσαι ἐπηγγείλατο τοὺς ἀγαπῶντας αὐτὸν καὶ πιστεύοντας αὐτῷ ἐκ τῆς δουλείας τῆς ἁμαρτίας τῶν παθῶν, καὶ οὓς ἂν αὐτὸς ἐλευθερώσῃ «ὄντως ἐλεύθεροι» τυγχάνουσιν. τὸ δὲ διαλογίσασθαί σε καὶ πιστεῦσαι ἢ ἀγαπῆσαι τὸν κύριον ἢ ζητῆσαι αὐτὸν ἔχεις καὶ δύνασαι καὶ τὸ μὴ συνήδεσθαι μηδὲ συνεργάζεσθαι τῇ ἐνοικούσῃ ἁμαρτίᾳ, μόνον πρόφασις γενοῦ σὺ τῆς ἑαυτοῦ ζωῆς ἐν τῷ ζητεῖν τὸν κύριον, ἐν τῷ διαλογίζεσθαι καὶ ἀγαπᾶν καὶ προσδοκᾶν αὐτόν, καὶ αὐτὸς τὴν δύναμιν καὶ τὴν λύτρωσιν παρέχει. τοῦτο γὰρ μόνον παρὰ σοῦ ἐκδέχεται.

ὥσπερ γὰρ σῶμα ὑπὸ θερμότητος πυρετοῦ κατεχόμενον ἐμπεπόδισται καὶ ἐπέχεται τοῦ ποιῆσαι ἢ ἐργάσασθαι τὰ τῆς γῆς ἔργα, ὁ μέντοι νοῦς τοῦ κατακειμένου οὐκ ἐπέχεται οὐδὲ ἠρεμεῖ, ἀλλὰ πολλῷ πλέον φροντίζει καὶ μεριμνᾷ περὶ τῶν ἔργων αὐτοῦ καὶ ἡ διάνοια αὐτοῦ διαλογίζεται περὶ τοῦ θέρους, εἰ τύχοι, ἢ περὶ ἀμπέλου ἢ περὶ ὁδοιπορίας ἢ περὶ ἐμπορίας ἢ περὶ ἄλλων τινῶν τοιούτων, καὶ τὸ μὲν σῶμα ἰδοὺ ἔρριπται ἐν τῇ κλίνῃ ὑπὸ τοῦ πυρετοῦ κατεχόμενον, ὁ δὲ νοῦς οὐκ ἠρεμεῖ οὐδὲ ἐπέχεται τῶν ἔργων αὐτοῦ (διαλογιζόμενος δι᾽ αὐτὰ) καὶ τοῦ ζητεῖν τὸν ἰατρὸν καὶ ἀξιοῦν τοὺς ἰδίους αὐτοῦ καὶ ἀποστέλλειν πρὸς αὐτὸν τοῦ ἐλθεῖν καὶ ἐπισκέψασθαι αὐτόν, καὶ προσδοκίαν ἔχει τοῦ ὑγιᾶναι.

ἐάν τε γὰρ οὔτε λαλῇ οὔτε διαλογίζηται οὗτος, παντελῶς τέθνηκεν, ἕως οὗ δὲ ὁ πυρετὸς ἐπίκειται, τὸ σῶμα ἐμπεπόδισται καὶ ἐπέχεται ἀπὸ τῶν ἔργων, ὁ δὲ νοῦς ἰδοὺ περὶ αὐτῶν σφοδρῶς διαλογίζεται καὶ φροντίζει—τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ὑπὸ δουλείαν καὶ ἐξουσίαν τοῦ σκότους τῶν παθῶν τῆς ἁμαρτίας πεσοῦσα καὶ ὑπὸ τοῦ πυρετοῦ «τοῦ νόμου τῆς ἁμαρτίας» κατεχομένη ἀπὸ μὲν τῶν ἔργων τῆς ζωῆς, τῶν τοῦ πνεύματος τελείων ἀρετῶν, ἐμπεπόδισται καὶ ἐπέχεται ἀδυνάτως ἔχουσα ἀμώμως ταῦτα ἐπιτελεῖν, ἀπὸ δὲ τοῦ διαλογίζεσθαι ἢ μεριμνᾶν περὶ αὐτῶν καὶ κατὰ δύναμιν ἐπιτελεῖν ἐργασίαν ἐντολῶν καὶ ἀγαπᾶν τὴν ζωὴν οὐκ ἐπέχεται, ἐὰν ὄντως θέλῃ τῆς αἰωνίου ζωῆς ὀρέγεσθαι. ἀπὸ τοῦ βοᾶν τοιγαροῦν καὶ καλεῖν τὸν μόνον ἰατρὸν πρὸς τὴν ἑαυτῆς βοήθειαν καὶ προσδοκᾶν τὴν ὑγείαν αὐτῆς οὐκ ἐμποδίζεται. εἰ γὰρ καὶ ἀπέθανεν ἀπὸ τοῦ θεοῦ ἡ ψυχή, τουτέστι χωρισθεῖσα ἀπὸ τῆς ἀπολαύσεως τῆς δόξης τοῦ φωτὸς αὐτοῦ διὰ τὴν παράβασιν καὶ καλύμματι κακίας παθῶν καλυφθεῖσα, ἀλλ᾽ ἀπὸ τῆς ἰδίας γνώσεως καὶ τῶν διανοημάτων οὐκ ἀπέθανεν, ἀλλ᾽ ἔχει τὸ μεριμνᾶν περὶ τῶν ἔργων τῆς ζωῆς καὶ τὸ ἀγαπῆσαι καὶ καλεῖν καὶ βοᾶν πρὸς τὸν ἀληθινὸν ἰατρόν. ἀπὸ τῆς ἰδίας οὖν γνώσεως οὐ νενέκρωται.

τοῦτο τοίνυν ζητεῖ παρὰ τοῦ ἀνθρώπου ὁ θεός, ὅπερ ἔχει ἐλεύθερον διαλογίζεσθαι περὶ τῆς ζωῆς, τὸ ἀγαπῆσαι καὶ καλεῖν τὸν μόνον ἀληθινὸν ἰατρόν, καὶ μὴ συντίθεσθαι τῇ κακίᾳ, ἀλλὰ κατὰ δύναμιν ἐν ἔργοις ἀγαθοῖς πολιτεύεσθαι. ταύτην τὴν πρόφασιν μόνον παρὰ τῶν ἀνθρώπων ζητεῖ ὁ θεός· τὸ γὰρ δυναμῶσαι τὴν ψυχὴν καὶ ἰάσασθαι ἐκ τοῦ πυρετοῦ τῆς ἁμαρτίας καὶ ῥύσασθαι ἐκ τῆς δουλείας καὶ ἐνεργείας τῶν παθῶν αὐτοῦ ἐστι καὶ αὐτῷ μόνῳ ἀπόκειται, «ὅτι τὸ κράτος» (γάρ φησιν) «τοῦ θεοῦ, καὶ σοῦ, κύριε, τὸ ἔλεος». ἐπίσταται γὰρ αὐτὸς ἐν ποίοις κακοῖς ἐστιν ἡ ψυχὴ καὶ πῶς ἐπέχεται τοῦ μὴ ποιεῖν τὰ ἔργα τῆς ζωῆς καὶ πῶς ἔρριπται ἐν νόσῳ χαλεπῇ τῶν παθῶν τῆς «ἀτιμίας»· μόνον ἐν τῷ νῷ καὶ ἐν τῇ ἀγάπῃ ἀρέσαι τὴν ψυχὴν αὐτῷ περιμένει. τὸ γὰρ δύνασθαι αὐτὸς «ἐν τάχει» ποιεῖ, καθὼς εἴρηται· πόσῳ μᾶλλον «ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας».

Ἀλλ᾽ ὥσπερ πάλιν τὸ σῶμα ὑπὸ τοῦ πυρετοῦ κρατούμενον ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς, καὶ ἡ ψυχὴ ἐν τῇ ἁμαρτίᾳ κρατουμένη ὑπὸ τοῦ πυρετοῦ τῶν παθῶν ἐπέχεται καὶ ἐμποδίζεται ἀπὸ τῶν ἔργων τῆς ζωῆς, τὸν αὐτὸν τρόπον ἡ ψυχὴ ἡ καταξιωθεῖσα τοῦ ἐπουρανίου πυρὸς τοῦ πνεύματος τῆς ζωῆς καὶ κατεχομένη ὑπὸ τῆς δυνάμεως τοῦ πυρὸς τοῦ θείου ἐπέχεται τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, τῷ φίλτρῳ καὶ τῷ πόθῳ πρὸς τὸν ἐπουράνιον νυμφίον πάντοτε ἑλκομένη. εἰ γὰρ ὁ τοῦ σώματος πυρετὸς ἐπέχει τὸ σῶμα τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς γῆς καὶ ὁ πυρετὸς τῆς ἁμαρτίας τῶν παθῶν ἐπέχει τὴν ψυχὴν ἀπὸ τῶν ἔργων τῆς ζωῆς, πόσῳ μᾶλλον τὸ ἐπουράνιον τοῦ πνεύματος πῦρ ἐκκαῖον καὶ φλέγον τὴν ἀξίαν καὶ πιστὴν ψυχὴν εἰς τὸν ἄνω τῆς βασιλείας ἔρωτα καὶ πόθον ἐπισχῇ καὶ ἐμποδίσῃ τοῦ μὴ ἐργάζεσθαι τὰ ἔργα τῆς ἁμαρτίας, ἀλλὰ λήθην πάσης ματαιότητος τοῦ αἰῶνος τούτου ποιήσεται. αὕτη γὰρ ἡ ψυχὴ ἡ ζητήσασα τὸν θεὸν τῷ ἑαυτῆς θελήματι καὶ τῇ ἑαυτῆς ἀγάπῃ ἕλκει αὐτὸν πρὸς ἑαυτὴν τοῦ βασιλευθῆναι καὶ ἡγημονευθῆναι καὶ ὁδηγηθῆναι ὑπ᾽ αὐτοῦ κατὰ τὸ αὐτοῦ θέλημα. καὶ γὰρ αὐτὸς ὁ κύριος οὕτω βούλεται ζητηθεὶς καὶ ἀγαπηθεὶς καὶ πιστευθεὶς καὶ ἑλκυσθεὶς ὑπὸ τῆς ἀγάπης τῆς ψυχῆς ἐλθεῖν καὶ κατασκηνῶσαι καὶ βασιλεῦσαι καὶ ἡγεμονεῦσαι παντὸς τοῦ φρονήματος αὐτῆς καὶ ὁδηγῆσαι αὐτὴν εἰς πᾶν τὸ τοῦ θεοῦ θέλημα.

μὴ γάρ τις νομίσῃ μικράν τινα εἶναι τὴν ψυχὴν ἅτε ἐν μικρῷ σώματι κατοικοῦσαν καὶ ἐν σώματι ὅλην οὖσαν. ἰδοὺ καὶ ἐν τῷ σώματί ἐστι καὶ ἔξωθεν τοῦ σώματός ἐστι καὶ ὅλη ἐν αὐτῷ ἐστι καὶ ὅλη ἔξωθεν αὐτοῦ ἐστι τῷ φρονήματι καὶ τοῖς λογισμοῖς.

Μέγα γάρ τι σκεῦος καὶ δημιούργημα ἐποίησεν ὁ θεὸς τὴν ψυχήν, τίμιόν τι καὶ ὡραῖον καὶ ὑπὲρ πάντα τὰ κτίσματα ὄν, τοιοῦτον τίμιον ἔργον ὡς «εἰς κατοικητήριον θεοῦ» ἡτοιμασμένον καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ πεποιημένον. εἰκόνα γὰρ πνευματικὴν καὶ νοερὰν κατὰ τὴν ἰδίαν λεπτότητα τὴν φυσικὴν ἔχει ἡ ψυχή, ὥσπερ τὸ σῶμα ἰδίαν ἔχει εἰκόνα. ἀλλ᾽ ἡ ἀληθὴς εἰκὼν τοῦ θεοῦ ἡ ψυχή ἐστιν, καὶ ἐκείνη ἡ εἰκὼν ἡ ζῶσα καὶ ἀθάνατος βαστάζει καὶ φέρει τὴν εἰκόνα ταύτην. ἀόρατος δὲ καὶ ἀνεύρετος ἑαυτῇ τυγχάνει παρὰ τὴν αἰτίαν ταύτην· κάλυμμά τι σκότους κακίας ἐπίκειται αὐτῇ καλύπτον αὐτὴν τοῦ μὴ καταλαμβάνειν καὶ τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὴν ἰδίαν ἐνορᾶν ὑπόστασιν καὶ μὴ κατανοεῖν καὶ θεωρεῖν τὸν ἑαυτῆς ποιητήν, τοῦ μὴ ἀπολαύειν καὶ ζῆν καὶ ἀναψύχειν τῷ φωτὶ τῆς δόξης τῆς χρηστότητος αὐτοῦ, τοῦ μὴ ἐντρυφᾶν ἐν τῇ ἀγαθότητι καὶ ἀγάπῃ αὐτοῦ. τοῦτο δὲ τὸ κάλυμμα ἀπὸ τῆς παραβάσεως Ἀδὰμ ἐκτησάμεθα διαδεξάμενοι τὴν κληρονομίαν τοῦ θανάτου.

Συγκέκλεισται τοίνυν καὶ κεκάλυπται ἡ ψυχὴ σκότει παθῶν ἀπὸ τῆς ἀπολαύσεως καὶ κατανοήσεως τοῦ θεοῦ καὶ ἀπὸ τῆς ἰδίας καταλήψεως. ἐπιμένει δὲ τὸ ἔργον σῶον καὶ τὸ κτίσμα τέλειον τῆς ψυχῆς ὑπὸ τὸ κάλυμμα καὶ ἐν τῇ φυλακῇ ἠγμένης, ἔχον τὴν νοερὰν εἰκόνα καὶ τὴν κατασκευὴν ἣν ἐξ ἀρχῆς ὁ δημιουργὸς ἐποίησε σῶαν.

ὥσπερ γάρ τις συγκέκλεισται ἐν οἴκῳ φυλακῆς, ἐν ᾧ οὔκ ἐστι θύρα, οὔτε ὀπή, οὔτε θυρίς, οὔτε ὅλως ἔξοδός τις, καὶ ἔνδοθεν τῆς φυλακῆς ἐστιν ὁ ἄνθρωπος—οὐδὲν δύναται ὁ ἔσω ἐγκεκλεισμένος ποιῆσαι εἰς τὸ ἐξελθεῖν ἢ μόνον καλέσαι καὶ βοῆσαι πρὸς τοὺς ἔξω, ἵνα ἀνοίξωσιν αὐτῷ, καὶ τὴν διάνοιαν αὐτοῦ ἐκτείνας πρὸς τοὺς ἔξω τοῦ οἴκου ὄντας πρὸς τὴν βοήθειαν αὐτοῦ ἐπικαλέσασθαι—τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ κεκαλυμμένη ἀπὸ θεοῦ καλύμματι παθῶν καὶ συγκεκλεισμένη ἐν φυλακῇ σκότους ἁμαρτίας μένει τὸ δημιούργημα καὶ τὸ κτίσμα τὸ τίμιον ἔνδον τοῦ καλύμματος σῶον, οἷον ἐκτίσθη, καὶ οὐδὲν δύναται ποιῆσαι πρὸς τὸ ἐξελθεῖν ἢ μόνον διανοηθῆναι καὶ διαλογίσασθαι καὶ φροντίσαι περὶ τῆς ζωῆς τοῦ φωτὸς καὶ βοῆσαι πρὸς τὸν ἔξωθεν τοῦ καλύμματος τοῦ σκότους ὄντα κύριον καὶ λυτρωτήν, ἵν᾽ οὗτος τῇ ἑαυτοῦ δυνάμει ὁρῶν ἡμῶν τὴν πρὸς αὐτὸν βοὴν καὶ πίστιν καὶ ἀγάπην διαρρήξῃ τὸ κάλυμμα τοῦ σκότους καὶ φωτίσῃ τῷ ἑαυτοῦ φωτὶ τὴν ψυχὴν καὶ λυτρώσηται ἐκ τοῦ σκότους τῆς ἁμαρτίας τῶν παθῶν καὶ ὁδηγήσῃ αὐτὴν κατὰ τὸ ἑαυτοῦ θέλημα. αὕτη γὰρ ἔνδοθεν τοῦ καλύμματος οὖσα ἐκτείνει τὴν διάνοιαν αὐτῆς πρὸς αὐτὸν τῇ ζητήσει καὶ τῷ πόθῳ πάντα τὰ βλεπόμενα παριδοῦσα καὶ πρὸς τὴν ἀόρατον θείαν δύναμιν μετὰ πίστεως καὶ πόθου τῇ ζητήσει ἑαυτὴν ἐπείγουσα καὶ προσδοκῶσα τὴν ἐπίσκεψιν τῆς χάριτος.

καὶ αὐτὸς ἄνω ὢν ἐκτείνει τὴν διάνοιαν αὐτοῦ πρὸς αὐτὴν εὑρισκόμενος αὐτῇ καὶ φανερούμενος καὶ ἀναπαύων ἀναπαύσει πνευματικῇ καὶ ὁδηγῶν αὐτὴν εἰς πᾶν τὸ ἑαυτοῦ θέλημα.

Ἐὰν μὴ γὰρ ἡ διάνοια τοῦ κυρίου ἔλθῃ πρὸς τὴν αὐτῆς διάνοιαν καὶ ὁδηγήσῃ αὐτήν, οὐκ οἶδε ποιῆσαι τὸ θέλημα τοῦ θεοῦ. ὅσον γὰρ αὐτὴ καὶ τὸ φρόνημα αὐτῆς καὶ τὸν νοῦν ἀεὶ κολλᾷ πρὸς αὐτὸν τῇ ζητήσει καὶ πίστει καὶ πόθῳ, {{αὐτὸς πολὺ μᾶλλον τῇ ἑαυτοῦ χρηστότητι προσέχων τῇ ἐνδιαθέτῳ αὐτῆς ἀγάπῃ κολλᾶται τῇ διανοίᾳ αὐτῆς καὶ γίνεται μετ᾽ αὐτῆς εἰς «ἓν πνεῦμα» κατὰ τὸν ἀποστολικὸν λόγον. τῆς γὰρ ψυχῆς κολλωμένης τῷ κυρίῳ καὶ τοῦ κυρίου ἐλεοῦντος καὶ ἀγαπῶντος αὐτὴν καὶ ἐρχομένου τε πρὸς αὐτὴν καὶ κολλωμένου αὐτῇ καὶ λοιπὸν τῆς διανοίας παραμενούσης ἀδιαλείπτως τῇ χάριτι τοῦ κυρίου εἰς «ἓν πνεῦμα» καὶ εἰς μίαν κρᾶσιν καὶ εἰς μίαν διάνοιαν γίνονται ἡ ψυχὴ καὶ ὁ κύριος. καὶ τὸ μὲν σῶμα αὐτῆς ἔρριπται ἐν τῇ γῇ, ἡ δὲ διάνοια αὐτῆς ὅλη ἐξ ὅλου ἐν τῇ «ἐπουρανίῳ» «Ἱερουσαλὴμ» πολιτεύεται, «ἕως τρίτου οὐρανοῦ» ἀνερχομένη καὶ κολλωμένη τῷ κυρίῳ καὶ διακονοῦσα αὐτῷ. καὶ αὐτὸς ἐν τῷ θρόνῳ «τῆς μεγαλωσύνης» καθεζόμενος ἐν οὐρανοῖς ἐν τῇ «ἐπουρανίῳ» πόλει ὅλος πρὸς αὐτὴν ἐν τῷ σώματι αὐτῆς ἐστιν. τὴν αὐτῆς εἰκόνα τέθεικεν ἄνω ἐν τῇ «ἐπουρανίῳ» πόλει τῶν ἁγίων «Ἱερουσαλὴμ» καὶ τὴν ἰδίαν εἰκόνα τοῦ ἀρρήτου φωτὸς τῆς θεότητος αὐτοῦ ἔθετο ἐν τῷ σώματι αὐτῆς. αὐτὴ αὐτῷ διακονεῖ ἐν τῇ ἐπουρανίῳ πόλει καὶ αὐτὸς αὐτῇ διακονεῖ ἐν τῇ τοῦ σώματος πόλει.

αὐτὴ αὐτὸν ἐκληρονόμησεν ἐν οὐρανοῖς καὶ αὐτὸς αὐτὴν ἐκληρονόμησεν ἐπὶ γῆς. ὁ κύριος γὰρ κληρονομία τῆς ψυχῆς γίνεται καὶ ἡ ψυχὴ τοῦ κυρίου. εἰ γὰρ καὶ τῶν ἐν σκότει ἁμαρτωλῶν ὄντων ἡ διάνοια καὶ ὁ νοῦς τοσοῦτον πόρρω τοῦ σώματος εἶναι δύναται καὶ μακρὰν ἀποδημεῖ καὶ εἰς πορρωτέρας πατρίδας ῥοπῇ ὥρας ἐξελθεῖν δύναται καὶ πολλάκις ἔρριπται ἐν τῇ γῇ τῷ σώματι καὶ ἡ διάνοια ἐν ἑτέρᾳ πατρίδι πρὸς τὸν ἀγαπητὸν αὐτῆς τυγχάνει ἢ πρὸς τὴν ἀγαπητήν, κἀκεῖ ἑαυτὸν ὡς διαιτώμενον καθορᾷ—εἰ οὖν ἡ τοῦ ἁμαρτωλοῦ ψυχὴ οὕτως εὔπτερος καὶ ἐλαφρά 〈ἐστιν〉 ὥστε τὸν νοῦν αὐτῆς μὴ ἐμποδίζεσθαι ἀπὸ τῶν πορρωτέρων τόπων, πόσῳ μᾶλλον ψυχή, ἧς ἤρθη τὸ κάλυμμα τοῦ σκότους ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος καὶ ἐφωτίσθησαν οἱ νοεροὶ ὀφθαλμοὶ αὐτῆς ὑπὸ τοῦ ἐπουρανίου φωτὸς καὶ ἐλυτρώθη τελείως τῶν παθῶν τῆς «ἀτιμίας» καὶ καθαρὰ διὰ τῆς χάριτος κατειργάσθη, ὅλη ἐν οὐρανοῖς ἐν πνεύματι διακονεῖ τῷ Χριστῷ καὶ ὅλη ἐν τῷ σώματι διακονεῖ αὐτῷ καὶ τοσοῦτον πλατύνεται τῷ φρονήματι, ὥστε πανταχοῦ αὐτὴν εἶναι καὶ ὅπου βούλεται καὶ ἔνθα βούλεται διακονεῖν τῷ κυρίῳ.