Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι Ξ'-ΞΔ': Ο αόρατος πόλεμος, η ησυχία και η ολοκληρωτική αφιέρωση

Οι μεθοδείες του πονηρού, η εσωτερική ησυχία, η σημασία της καθαρότητας του νοός και η ολοκληρωτική αφιέρωση της ψυχής στον επουράνιο Βασιλέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 18 από 18

ΛΟΓΟΣ Ξʹ. Ὁ βουλόμενος κατὰ ἀλήθειαν ἑαυτὸν τῷ κυρίῳ ἀποδοῦναι διὰ τὴν μέλλουσαν τῆς βασιλείας ἐπαγγελίαν τοῦ πονηροῦ ἀνταγωνιζομένου παντὶ τρόπῳ καὶ ποικίλως ἑκάστῃ ψυχῇ πολεμοῦντος πρὸ πάντων πίστιν ἑδραίαν καὶ ἐλπίδα βεβαίαν ἀναλαβεῖν ὀφείλει, ἵνα δι᾽ αὐτῶν τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη σβέσαι δυνηθῇ. μυρία δὲ ὁ ἀντικείμενος ποιεῖ βουλόμενος χαυνοῦν τὴν προαίρεσιν καὶ ἀποσπᾶν τῆς ἐλπίδος καὶ τῆς ἀγάπης τῆς εἰς τὸν κύριον πολεμῶν τὴν ψυχὴν διαφόρως ἢ ἔνδον θλίψεις διὰ τῶν τῆς πονηρίας πνευμάτων ἐπάγων ἢ λογισμοὺς μυσαροὺς καὶ ματαίους καὶ ῥυπαροὺς ἐνσπείρων καὶ τῶν προτέρων ἁμαρτημάτων μνήμην ποιῶν κατακρίνων τὴν ψυχὴν πρὸς τὸ τὴν προαίρεσιν εἰς χαύνωσιν ἐνεγκεῖν ὡς ἀδύνατόν ἐστι σωτηρίας τυχεῖν, ὥστε εἰς ἀνελπιστίαν ἐνεγκεῖν τὴν ψυχὴν ὡς 〈ἐξ〉 αὐτῆς διὰ τῶν ματαίων καὶ πονηρῶν λογισμῶν ἀτοπήματα γεννώσης ἐν καρδίᾳ καὶ οὐχ ὡς τοῦ ἀλλοτρίου σπείροντος ἐν αὐτῇ, τοῦτο τῆς κακίας ὑποτιθεμένης καὶ μὴ βουλομένης γνωρίζεσθαι ὅτι ἔστι μετὰ τῆς ψυχῆς ἀλλότριον τοῦ θεοῦ ἐγκόσμιον πνεῦμα πλάνης πρὸς τὸ εἰς ἀπελπισμὸν τὴν ψυχὴν ἀγαγεῖν.

καὶ ἐὰν διὰ πάντων τούτων ὁ πονηρὸς τῇ ψυχῇ πολεμεῖν ἐπιχειρῇ, ὁ ἄνθρωπος τῆς πρὸς κύριον ἐλπίδος μὴ ἐκστήτω, ἀλλὰ πλέον προσκολληθήτω ἑκάστοτε ὡς μόνῳ χρηστῷ καὶ εὐσπλάγχνῳ καὶ δυναμένῳ τὰ ἀσθενήματα τῆς ψυχῆς ἰάσασθαι, ἀεὶ αὐτὸν ἀγαπῶν καὶ τοῦτο ἐν ἑαυτῷ λογιζόμενος· “ἐὰν ἀπὸ θεοῦ στραφῇς καὶ τοῦ ὀρθοῦ τῆς ἀσκήσεως βίου, πρὸς ἄλλο τι ἀδύνατον ἀπελθεῖν σε, εἰ μὴ τάχα εἰς ἀπώλειαν καὶ γέενναν ὡς σεαυτὸν παραδιδόντα ταῖς τοῦ πονηροῦ συμβολίαις.„ κἂν μυρίας τοίνυν μαχαίρας τῶν πεπυρωμένων βελῶν τῶν παθῶν τῆς κακίας καὶ τῶν ἀτόπων καὶ πονηρῶν διαλογισμῶν ἑκάστης ἡμέρας ἐμβάλῃ ὁ πονηρὸς ἑκάστῳ τῶν ἀδελφῶν πρὸς τὸ χαυνῶσαι καὶ ἀποστρέψαι τῆς ὅδου τῆς δικαιοσύνης καὶ εἰς ἀπελπισμὸν ἀγαγεῖν, μᾶλλον καταφυγέτω καὶ ἐλπισάτω ἐπὶ τὸν θεόν, ὅτι οὕτω βούλεται ὁ κύριος δοκιμασθῆναι τὰς αὐτῷ προσφυγούσας ψυχάς, ὅπως γνωρισθῶσιν οἱ ἄνθρωποι ἐξ ἀληθείας, ὅτι πάντα μισήσαντες θεὸν μόνον ἠγάπησαν καὶ πολλὰ κακὰ ὑπὸ τῆς κακίας παθόντες πρὸς τὸ μὴ θεῷ προσεγγίζειν καὶ τὸ θέλημα αὐτοῦ ἐπιτελεῖν, αὐτοὶ πλείονα πόθον πρὸς αὐτὸν ἐκτήσαντο, μυρίους θανάτους ὑπεριδόντες καὶ αὐτὸν μόνον ἀγαπήσαντες καὶ αὐτὸν κληρονομῆσαι ἐπιθυμήσαντες καὶ πᾶσαν τὴν σπουδὴν αὐτῶν καὶ τὸν πόνον καὶ τὸν ἀγῶνα πάσας τὰς ἡμέρας ὡς μικρὸν ἡγησάμενοι, καὶ ὡς οὐδὲν ἄξιον τῶν ἐλπιζομένων ἀγαθῶν ποιεῖν δυνάμενοι· χίλια γὰρ ἔτη τοῦ αἰῶνος τούτου ἐν τῷ αἰωνίῳ καὶ ἀφθάρτῳ κόσμῳ τοσοῦτον ἔχει σύγκρισιν, ὡς ἐάν τις βραχείαν ψάμμον ἀπὸ ὅλης τῆς ψάμμου τῆς θαλάσσης λάβῃ—οὕτως ἀπέραντος καὶ ἄπειρος ὁ τῶν δικαίων αἰὼν καὶ ἡ τῶν οὐρανῶν βασιλεία.

Αἱ τοιαύτῃ οὖν συνέσει ἀγωνιζόμεναι ψυχαὶ καὶ τοιαύτῃ ἐλπίδι ὑπομένουσαι, πάσας τὰς θλίψεις διὰ τὴν πρὸς κύριον ἐλπίδα βεβαίως κρατοῦσαι οὐ καταισχυνθήσονται, δόκιμοι ἐν πειρασμοῖς εὑρεθεῖσαι κατὰ τὸ εἰρημένον· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα»; καὶ τὰ ἑξῆς, καὶ πάλιν· «ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα», καὶ ὁ κύριος· «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ πάλιν· «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται», ὥστε πᾶσαι αἱ ἐπιφερόμεναι ὑπὸ τοῦ πονηροῦ θλίψεις τοῖς ἀνθρώποις, ἐὰν ἐλπίδι καὶ μακροθυμίᾳ γενναίως ὑπομείνωσιν, εἰς στηριγμὸν καὶ ἑδραιότητα γίνονται καὶ πλέον δοκίμους αὐτοὺς ἀπεργάζονται. λόγισαι γάρ μοι· ἐὰν ὅλης τῆς γῆς βασιλέα σε καταστήσωσι μόνον, καὶ τοὺς θησαυροὺς ὅλης τῆς οἰκουμένης μόνῳ σοὶ προσενέγκωσι, καὶ εἰ μόνος ἐβασίλευες καὶ ἐκράτεις τῆς οἰκουμένης, ἀφ᾽ οὗ τὸ γένος τῶν ἀνθρώπων ἔκτισται ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἄρα ἀντικατήλλασσες τὴν μὴ ἀληθινὴν καὶ μὴ αἰώνιον καὶ μὴ ἀπέραντον ζωὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥτις τῆς βασιλείας τέλος καὶ διαδοχὴν οὐκ ἔχει.

δῆλον ὅτι ἐὰν ὀρθῷ νῷ διακρίνῃς, ἐρεῖς· “ἐμοὶ μὴ γένοιτο καταλλάξαι τὴν φθαρτὴν βασιλείαν τῆς ἀφθάρτου καὶ ἀπεράντου βασιλείας.„ ὡς καὶ ὁ κύριος εἴρηκεν· «τί γὰρ ὄφελος ἀνθρώπῳ, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιώθῃ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;» ὥστε παντὸς τοῦ κόσμου καὶ τῆς βασιλείας αὐτοῦ καὶ χρημάτων καὶ δόξης μόνη ἡ ψυχὴ τιμιωτέρα καὶ ἀξιολογωτέρα, οὐχ ὅτι γε ἡ τῶν οὐρανῶν βασιλεία ἐντιμοτέρα δὲ κατὰ τοῦτο, ὅτι οὐδενὶ τῶν κτισμάτων εὐδόκησεν ὁ θεὸς τὴν ἰδίαν φύσιν διὰ τοῦ πνεύματος ἑνῶσαι καὶ συγκενῶσαι, οὐκ οὐρανῷ οὐχ ἡλίῳ, οὐ σελήνῃ οὐκ ἄστροις, οὐ θαλάσσῃ οὐ γῇ, οὐχ ἑτέρᾳ τινὶ τῶν ὁρωμένων κτίσει ἢ μόνῳ ἀνθρώπῳ τῷ ἀγαπῶντι αὐτὸν παρὰ πάντα. εἰ οὖν τὰ μεγάλα τοῦ κόσμου κτήματα, οἷον πλοῦτον καὶ αὐτὴν τὴν ἐπίγειον βασιλείαν ὅλην, λογισμὸν ὀρθὸν λαβόντες οὐχ αἱρούμεθα ἀντικαταλλάξαι τῆς αἰωνίου καὶ οὐρανίου βασιλείας, πῶς οἱ πλείονες ἀντικαταλλάσσομεν αὐτὴν ταλαιπώροις καὶ ἐξουθενημένοις τοῦ κόσμου πράγμασιν, οἷον ἢ ἐπιθυμίᾳ τινὶ τοῦ κόσμου ἢ δόξῃ ματαίᾳ ἢ αἰσχρῷ τινι κέρδει; ὅπερ γάρ τις τοῦ αἰῶνος τούτου ἀγαπᾷ καὶ εἰς ὅ τις δεσμεύεται οἱονδήποτε κοσμικὸν καὶ φθαρτὸν πρᾶγμα, ἐκεῖνο ἀντικαταλλάσσεται τῆς τῶν οὐρανῶν βασιλείας. ὃ γάρ τις ἀγαπᾷ, ἐκεῖνο ὁ θεὸς αὐτοῦ ἐστιν, ὡς εἴρηται· «ᾧ τις ἥττηται, τούτῳ καὶ δεδούλωται».

χρὴ γὰρ τὸν ὄντως ζωῆς αἰωνίου ὀρεγόμενον καὶ βασιλείας οὐρανῶν ἐπιθυμίαν ἔχοντα πάντων τῶν τοῦ αἰῶνος τούτου ἀνώτερον καὶ μείζονα γενέσθαι καὶ ὑπερβῆναι πάντας ὅρους κοσμικοὺς καὶ πᾶσαν δόξαν γηΐνην καὶ ὅλους δεσμοὺς ὕλης διαρρῆξαι καὶ τὴν ἐπουράνιον τοῦ Χριστοῦ δόξαν μόνην ἀγαπῆσαι καὶ μηδὲν ἕτερον ἐκείνῃ τῇ ἀγάπῃ μιγνύειν καὶ ἀγαπᾶν τι τοῦ βίου τούτου. οἱ γὰρ θεοῦ ὄντως ἀληθινὴν ἀγάπην ἀναλαβόντες ὥσπερ μάχαιρα δίστομος πᾶσαν ἄλλην ἀγάπην διακόπτουσι καὶ πάντα δεσμὸν ὕλης διαρρήσσουσι καὶ οὐδέν τι τῶν φαινομένων ψυχὴν ἐκείνην κατέχειν δύναται, οὐχ ἡδονή τις, οὐ δόξα, οὐ πλοῦτος, οὐ δεσμὸς σαρκικός, οὐδέ τι τῶν τῆς ὕλης πραγμάτων, ἀλλ᾽ ἡ μόνον θεὸν ἀγαπῶσα ψυχὴ σὺν αὐτῷ οὐδὲν ἕτερον τοῦ αἰῶνος τούτου ἀγαπᾷ.

Ἀγώνων τοίνυν καὶ πόνων μεγάλων καὶ ἰσχυρῶν ἐστι τὰς μεγάλας ἐπαγγελίας τῆς αἰωνίου ζωῆς καρπώσασθαι. χρὴ γάρ τινα ὅλον ἐξ ὅλου ἑαυτὸν τῷ θεῷ ἀποδοῦναι, καθὼς γέγραπται· «ἐξ ὅλης καρδίας καὶ δυνάμεως καὶ ἰσχύος», καὶ ὅλῳ θελήματι καὶ νῷ ἀνακρεμάσαι ἑαυτὸν καὶ σταυρῶσαι ψυχῇ καὶ σώματι διηνεκῶς καὶ ἀδιαλείπτως ἐν πάσαις ταῖς ἁγίαις ἐντολαῖς, ὅπως δυνηθῇ τυχεῖν τῆς ἐπηγγελμένης ζωῆς τοῖς τὸν θεὸν ἀγαπῶσι καὶ αἰωνίου βασιλείας καταξιωθῆναι. εἰ γὰρ ἐν τῇ ἐπιγείῳ καὶ φθαρτῇ καὶ παρερχομένῃ βασιλείᾳ μεγάλοι ἱδρῶτες καὶ κάματοι καὶ πόλοι καὶ μόχθοι ἀνύονται, ὅπως οἱ τούτων ὀρεγόμενοι δυνηθῶσι προκόψαι καὶ ἐν τιμῇ τινι ἢ δόξῃ ἀρχῆς παρερχομένης ἐλθεῖν, πόσῳ μᾶλλον ὑπὲρ τῆς αἰωνίου καὶ ἀγήρω ὅλῃ προθυμίᾳ μετὰ χαρᾶς προσήκει, ὑπὲρ τοῦ τηλικαύτας ἀφθάρτους δόξας κληρονομῆσαι. ἆρα δίκαιόν σοι καταφαίνεται, τὰ μὲν ἐπὶ γῆς πράγματα καὶ τὰς παρερχομένας καὶ φθαρτὰς δόξας τηλικούτων καμάτων καὶ πόνων δεῖσθαι, πρὸς δὲ τὸ κτήσασθαι τὰ ἀκήρατα καὶ αἰώνια καὶ σὺν Χριστῷ βασιλεῦσαι μὴ προσήκειν μηδὲ βραχύν τινα χρόνον πονῆσαι καὶ ἀγωνίσασθαι;

ἐγὼ οἶμαι, καὶ τῷ πάνυ βραχὺν νοῦν ἔχοντι δίκαιον καταφαίνεται τοῦτο τὸ ἐν ὀλίγῳ χρόνῳ ἀθλῆσαι καὶ ἀγωνίσασθαι, ὅπως τὴν νίκην τις εἰς αἰῶνα ἄρηται, ἢ ἐν ὀλίγῳ χρόνῳ μὴ ἀνδραγαθήσαντα, ἀλλὰ χαυνωθέντα καὶ ἐν γηΐναις ἡδοναῖς ἀναστραφέντα τὸ ἥττημα καὶ τὴν αἰσχύνην εἰς αἰῶνας ἀπενέγκασθαι. ἐπὰν γὰρ τοῖς ἔργοις τοῖς ἀγαθοῖς τις σχολάσῃ καὶ τοῖς ὑπὸ τῶν γραφῶν λαλουμένοις πράγμασιν ἐνδιατρίψῃ, πάντες λόγοι ἤτοι γραφαὶ ἤτοι συντάγματα καὶ αὐτῶν τῶν ἔξω φιλοσόφων αἱ βίβλοι περὶ τούτου κεκράγασι καὶ τοῦτον ἐπαινοῦσι καὶ τοῦτον ὑψοῦσι καὶ πᾶσαι γλῶσσαι περὶ τούτου διαμαρτύρονται τοῦ ἐν τοῖς παραγγέλμασι τῶν γραφῶν αὐτοῖς ἔργοις διατελοῦντος. ἐκεῖνος γάρ ἐστι παρὰ θεῷ ἀληθῶς σοφὸς ὁ πάντοτε ταῖς ἑαυτοῦ κακαῖς ἀνθιστάμενος ἐπιθυμίαις. ὁ γὰρ λόγοις σοφοῖς κόσμου μόνον ἐγκαυχώμενος καὶ τὰς ἰδίας ἐπιθυμίας μὴ ὑποτάσσων, οὗτος παντελῶς ἄσοφος καὶ μωρὸς λελόγισται διὰ τὸ ἐν ἀλόγοις πάθεσι ἑαυτὸν ἐξετάζεσθαι. οὐ χρὴ τοίνυν πολυλογίᾳ τὸν τοῦ θεοῦ ἄνθρωπον ἑαυτὸν δοῦναι, ἀλλὰ τῷ ἔργῳ τῆς ἀληθείας προσέχειν καὶ τοῖς ὑπὸ τῶν ἁγίων γραφῶν παραγγελλομένοις ἐπιτηδεύμασιν ἐνέχεσθαι καὶ ἐνδιατρίβειν.

καὶ γὰρ πάντες οἱ λόγοι τῶν θείων γραφῶν καὶ τῶν σοφῶν καὶ τῶν νόμων τῶν κοσμικῶν ὑπὲρ τῶν ἀγαθῶν εἰρήκασιν ἔργων καὶ κατὰ τῶν πονηρῶν ἐπιτηδευμάτων τιμωρίας ὡρίσαντο, σὺ τοίνυν ἐπὰν ἀρετῆς ἔργοις ἀγαθοῖς καὶ ἀναστροφῇ ἀγαθῇ καὶ καλῇ διατελῇς, ἰδοὺ περὶ σοῦ πάντες διηγοῦνται καὶ τὸν ἔπαινον ποιοῦνται καὶ τὴν σὴν μνήμην διαγγέλλουσι.

Σπουδάσωμεν τοίνυν πάντοτε ἐν ταῖς ἐντολαῖς τοῦ κυρίου ἀναστρέφεσθαι ὡς τηλικούτων ἀγαθῶν κληρονομίαν ἐλπίζοντες λαμβάνειν καὶ τοῦ πνεύματος τῆς μετουσίας πάντοτε τὴν προσδοκίαν ἔχωμεν, ἵνα ψυχῇ καὶ σώματι ἁγιασθέντες ἀπεντεῦθεν πασῶν τῶν ἐντολῶν διὰ τῆς μετουσίας τοῦ πνεύματος ὑφ᾽ ἡμῶν πληρωθεισῶν Χριστοῦ ἄξιοι γενώμεθα, υἱοὶ καὶ «κληρονόμοι μὲν θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ» κατὰ τὸν ἀποστολικὸν λόγον γενόμενοι καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι σὺν Χριστῷ δυνηθῶμεν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΞΑʹ. Τίς ἡ οἰκονομία τῆς παρουσίας τοῦ σωτῆρος; πρώτη μὲν καὶ μεγίστη ἡ τῆς καθαρᾶς φύσεως ἀποκατάστασις καὶ δωρεά. ἀπέδωκε γὰρ τὴν φύσιν τοῦ πρωτοπλάστου Ἀδὰμ τοῖς ἀνθρώποις καὶ προσεδωρήσατο κληρονομίαν ἐπουράνιον τοῦ πνεύματος τοῦ ἁγίου. μεγάλην οὖν καὶ θαυμαστὴν χάριν ὁ θεὸς ᾠκονόμησε τῷ γένει τῶν ἀνθρώπων ῥυσάμενος αὐτοὺς ἐκ τῆς φυλακῆς τοῦ σκότους καὶ ὑποδείξας ὁδὸν ζωῆς καὶ θύραν, δι᾽ ἧς κρούσαντες εἰσέλθωμεν εἰς τὴν βασιλείαν ἀπαλλαγέντες τῶν δεσμῶν τοῦ διαβόλου. εἶπε γάρ· «αἰτεῖτε καὶ δοθήσεται ὑμῖν· κρούετε καὶ ἀνοιγήσεται». διὰ ταύτης οὖν τῆς θύρας δύναται ἀπολυτρώσεως τυχεῖν πᾶς ὁ βουλόμενος φυγεῖν τὸ σκότος. εὑρίσκει γὰρ ἐκεῖ τὴν ἐλευθερίαν τῆς ψυχῆς καὶ ἀπολαμβάνει τοὺς λογισμοὺς αὐτῆς καὶ κτᾶται τὸν ἐπουράνιον βασιλέα Χριστὸν καὶ ἕξει αὐτὸν ὡς νυμφίον μεθ᾽ ἑαυτῆς παραμένοντα ἐν τῇ τοῦ πνεύματος αὐτοῦ κοινωνίᾳ. ἴδε οὖν ἀγάπην δεσπότου καὶ χάριν πρὸς τὰ ἴδια τέκνα, πρὸς τὸν κατ᾽ εἰκόνα αὐτοῦ γενόμενον ἄνθρωπον. καί μοι καιρὸς ἱστορῆσαι τὴν μεγίστην αὐτοῦ οἰκονομίαν δι᾽ ὑποδείγματος καὶ ἀναλαβὼν τὸ πρόβλημα σαφέστερόν σοι παραστήσω τὸ εἰρημένον.

κείσθω σοι ἐν παραδείγματι σαφεῖ πόλις μεγίστη καὶ βασιλική, ἣν ἐπολιόρκησαν ἀλλόφυλοι ἢ τύραννος ἢ ἄδικος βασιλεύς, ὃς τὴν μὴ ἀνήκουσαν αὐτῷ βασιλείαν καὶ πόλιν ἐκβιασάμενος καὶ εἰσελθὼν τοὺς οἰκοῦντας βίᾳ κατεδούλωσεν, ὕψωσε δὲ ἑαυτῷ πύργων ὑψώματα καὶ τείχη ὀχυρὰ καὶ δυσκαταγώνιστα, ἀντιμαχόμενος τῷ νομίμῳ βασιλεῖ καὶ δεσπότῃ, καὶ ᾠκοδόμησεν οἰκίας καὶ ἔστησεν εἰκόνας ἑαυτοῦ καὶ νόμους ἰδίους ἀνθισταμένους τῷ πρώτῳ βασιλεῖ, καὶ νόμισμα καὶ ἀργύριον ἴδιον ἐχάραξεν ἐν αὐτῇ καὶ εἰσήγαγε παρεμβολὰς ὁπλίτων ἐν τῇ πόλει, ὅπως χειρώσηται τοὺς ἐνοικοῦντας καὶ ὅπως φυλάξῃ τὴν πόλιν, μήποτε ἀποδράσαντες αὐτοῦ ἐξέλθωσι τῆς τούτου δεσποτείας, ἀλλ᾽ ὅπως κατάσχῃ αὐτοὺς δούλους καὶ ὑποχειρίους ποιοῦντας βίᾳ καὶ ἀνάγκῃ τὸ ἴδιον ἔργον. εἶτα χρόνου πολλοῦ διεληλυθότος καὶ τούτων ἐν ἀσφαλείᾳ κατεχόντων τὴν πόλιν καὶ τῶν ἐνοικούντων δουλαγωγουμένων ἔρχεται ὁ βασιλεύς, ὁ δεσπότης τῶν πολιορκουμένων καὶ προαποστείλας φανερὰν αὐτοῖς κατέστησε τὴν ἄφιξιν καὶ ἔγνω, εἰ στέργουσι τὴν παρουσίαν καὶ τὴν ἐκδίκησιν καὶ οὕτω γνοὺς αὐτῶν τὴν βουλὴν ὄλεθρον φέρει τῷ ἀδίκῳ ἄρχοντι.

καθεῖλε γὰρ παραγενόμενος τὰ ὑψηλὰ τείχη καὶ τὰ ὀχυρώματα, οἷς ἐπεποίθει, καὶ τὰς εἰκόνας ἠφάνισε καὶ τοὺς νόμους διεσκέδασε, καὶ ἁπαξαπλῶς μετήλλαξε πάντα τὰ ἔθη τὰ ὑπὸ τοῦ ἐχθροῦ ἐπεισαχθέντα τῇ πόλει καὶ αὐτὸν δήσας διέφθειρε καὶ ᾠκοδόμησεν αὐτὴν ἐκ δευτέρου καινὴν καὶ ἐποίησεν ὕψη καὶ τειχίσματα οὐρανομήκη πρὸς τὸ μηκέτι δυνηθῆναι ἐπεισελθεῖν πάλιν ἐχθρὸν καὶ κατακυριεῦσαι αὐτῆς, καὶ νόμους εἰρηνικοὺς ἔθετο ἐν αὐτῇ καὶ εἰκόνας βασιλικὰς καὶ ἀργύριον δεδοκιμασμένον ἐνεχάραξεν ἐν αὐτῇ, καὶ πάντα τὰ προστάγματα εἰρηνικὰ καὶ ἀναπαύσεως γέμοντα ποιήσας καὶ ποικίλως διακοσμήσας ἐνῴκησεν ἐν αὐτῇ ἀρέσκων καὶ ἀρεσκόμενος τοῖς εὐγνώμοσιν αὐτοῦ θεράπουσιν. οὕτως ἐξ ἀρχῆς πέπονθεν ὁ ἄνθρωπος· ἔπλασε γὰρ αὐτὸν ὁ θεὸς ταῖς ἰδίαις χερσὶ ζῷον ἔνδοξον, λογικόν, εἶτα δόλῳ καὶ ἀπάτῃ ὁ δεινὸς ὄφις καὶ ἐχθρὸς τοῦ ἀληθινοῦ βασιλέως διὰ τῆς παρακοῆς ἐπεισῆλθε τῇ πόλει τοῦ θεοῦ καὶ ᾐχμαλώτισε τὴν ψυχὴν καὶ πᾶν τὸ πολίτευμα τῶν λογισμῶν αὐτῆς ὑπέταξε καὶ ἐλατόμησεν αὐτῇ λογισμοὺς ῥυπαροὺς καὶ ᾠκοδόμησεν αὐτῇ πόλιν κακίας, περὶ ἧς λέγει ὁ ἀπόστολος· «τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;»

καὶ ὕψωσεν ὑψώματα λογισμῶν «κατὰ τῆς γνώσεως» τοῦ ἐπουρανίου βασιλέως καὶ ᾠκοδόμησεν ὀχυρώματα ἐνθυμημάτων ἀδίκων λαλούντων κατὰ τοῦ ὑψίστου καὶ οἰκίας ἀδίκους κατεσκεύασε μεστὰς ἀπιστίας, ἀδικίας, κενοδοξίας, ἐπιθυμίας, πονηρίας, φθόνου, πικρίας, πορνείας. ταῦτα οἶκοι ἀνομιῶν. τοιούτους οἴκους ᾠκοδόμησαν ἀλλόφυλοι εἰς ψυχήν, καθὼς ὁ ψαλμωδὸς λέγει· «ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν», καὶ ἔθετο διαθήκην κατὰ τοῦ βασιλέως, τὸν νόμον τῆς ἁμαρτίας καὶ εἰκόνας γνοφερὰς ἔστησεν ἐκεῖ ὀδυνῶν ποικίλων μεστὰς καὶ ἀργύριον ἀδόκιμον καὶ βδελυκτὸν ἐχάραξεν ἐν αὐτῇ καὶ ἔθη κακίας ἐδίδαξεν αὐτὴν καὶ εἰσήγαγεν εἰς αὐτὴν παρεμβολὰς ὄχλων καὶ πνευμάτων πονηρῶν, ὅπως κρατήσῃ αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ λογισμῶν καὶ δήσῃ αὐτὴν δεσμοῖς ἀρρήκτοις καὶ φυλάξῃ αὐτὴν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ καταναγκάσῃ αὐτὴν ποιεῖν τὸ ἔργον αὐτοῦ καὶ κατὰ τὴν πονηρὰν αὐτοῦ βουλήν. ἔφθειρε δὲ αὐτὴν καὶ ἐπόρνευσε μετ᾽ αὐτῆς δεινὴν πορνείαν καὶ ἐπέθετο κάλυμμα τοῖς ὀφθαλμοῖς αὐτῆς, ὅπως μὴ ἴδῃ τὸν δεσπότην αὐτῆς, καὶ ἐν μυλῶνι σκοτεινῷ ἀλήθειαν αὐτὴν κατηνάγκασεν, εἰς τὰς μερίμνας τοῦ βίου καὶ εἰς τὰ σαρκικὰ φρονήματα καὶ ὑλικὰ καὶ χοϊκὰ κατασύρας καὶ ἐξήγαγεν αὐτῇ πηγὴν βορβόρου ἀνομίας βρύουσαν καὶ ἐνθυμημάτων αἰσχρῶν, καὶ πνευμάτων πονηρίας.

ἐσκόρπισαν καὶ κατεδούλωσαν τὸν λαὸν αὐτῆς, τὸν ὄχλον τῶν ἐν αὐτῇ λογισμῶν, καὶ ἐξέδυσαν αὐτὴν τὸ ἔνδυμα τῆς δόξης καὶ περιέθηκαν αὐτῇ ῥάκη ἀτιμίας καὶ ἀκαθαρσίας· ἐνέπλησαν αὐτὴν χολῆς καὶ πικρίας, καὶ διὰ τὴν μακρὰν συνήθειαν καὶ τὸν πολὺν τοῦ ἐγκλεισμοῦ χρόνον οὐκέτι ἐμνημόνευσε τοῦ ἰδίου βασιλέως οὔτε τῆς ἀρχαίας ἐλευθερίας, ἀλλ᾽ ἐνόμισε τοιαύτη γεγονέναι ἐξ ἀρχῆς. διὰ τοῦτο ἀπέστειλεν ὁ ἐπουράνιος βασιλεὺς Χριστὸς πρῶτον διὰ τῶν ἁγίων προφητῶν ὑπομιμνῄσκων τὸν ἄνθρωπον τὴν εὐγένειαν καὶ τὸ ἴδιον ἀξίωμα διηγήσατο καὶ ἐδίδαξεν αὐτόν, πῶς ἐν αὐχμηρᾷ καὶ πικρᾷ δουλείᾳ διάγει, καὶ εὐηγγελίσατο ἐλεύσεσθαι καὶ δι᾽ ἑαυτοῦ λυτροῦσθαι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν κατεχόντων αὐτὴν αἰχμαλωτιστῶν, καὶ πᾶσαν τὴν πόλιν τῆς κακίας καὶ τὰ ὀχυρώματα καὶ τὰ ὑψώματα τῶν πονηρῶν διαλογισμῶν τὰ ὄντα κατὰ τῆς γνώσεως τοῦ θεοῦ κατασκάψαι καὶ ἀφανίσαι καὶ τοὺς νόμους αὐτῆς ἀλλάξαι καὶ τοὺς ὄντας ἐν αὐτῇ κατὰ τοῦ βασιλέως διαφθεῖραι καὶ τὰς εἰκόνας τοῦ σκότους τὰς οὔσας ἐν αὐτῇ ἐδαφίσαι καὶ τὴν πηγὴν τοῦ βορβόρου καὶ τῶν ἀκαθάρτων λογισμῶν ἀφανίσαι καὶ πάντας τοὺς κατεχόντας ἐξολοθρεῦσαι.

ἐπηγγείλατο δὲ καὶ ἀνακαινίσαι αὐτὴν κατὰ τὸ ἴδιον θέλημα καὶ νόμον εἰρηνικὸν καὶ ἔνθεον θέσθαι αὐτῇ καὶ ἁπαξαπλῶς τὰ ἔθη τῆς ἐν αὐτῇ κακίας ἀλλάξαι, μόνον εἰ μνησθεῖσα ἑαυτῆς ἡ ψυχὴ καὶ τοῦ ἰδίου δεσπότου προσφύγῃ αὐτῷ καὶ ἅπαν αὐτῆς δῷ τὸ θέλημα καὶ τὴν προαίρεσιν πᾶσαν αὐτῷ παραστήσῃ, καὶ πιστεύσῃ, ἃ ἐπηγγείλατο αὐτῇ, καὶ παρακαλέσῃ βοῶσα πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, ὅπως ῥυσθῇ ἀπὸ τῆς πονηρᾶς καὶ αἰσχρᾶς δουλείας καὶ δεινῆς αἰχμαλωσίας. ὅτε δὲ ἐπεφάνη ἡ ἀγαθότης τοῦ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ ἐπληρώθησαν οἱ χρόνοι τῆς ἐπαγγελίας, ἦλθεν ὁ βασιλεὺς Χριστὸς λυτρώσασθαι καὶ ἀπολαβεῖν τὸν ἴδιον ἄνθρωπον τὸν κατασχεθέντα χρόνοις πολλοῖς καὶ βίᾳ δουλαγωγηθέντα ὑπὸ αἰχμαλωτιστῶν πονηρῶν, καὶ ὅσοι ἐπίστευσαν αὐτῷ καὶ προσέφυγον ἐλυθρώθησαν καὶ πᾶσα δὲ ψυχὴ πιστεύουσα καὶ δεομένη αὐτοῦ καὶ ἐπιγινώσκουσα τὴν αἰχμαλωσίαν αὐτῆς, ἐὰν ὁμολογῇ τὴν ἀσθένειαν αὐτῆς, ὅτι δι᾽ ἑαυτῆς ἀδύνατον ἀπολυτρώσεως τυχεῖν καὶ ἐκφυγεῖν τὴν δουλείαν τοῦ διαβόλου καὶ δεομένη μετὰ πόνου καρδίας δέχεται τὸν βασιλέα Χριστὸν ἐρχόμενον καὶ ποιοῦντα τὴν ἐκδίκησιν καὶ καταστρέφοντα τὰ τοῦ πονηροῦ ἄρχοντος κατασκευάσματα καὶ τὰς μηχανάς.

πᾶσαν ἁπλῶς τὴν πόλιν τῆς κακίας τὴν οἰκοδομηθεῖσαν ὑπὸ τοῦ τυράννου ὁ Χριστὸς ἐξερημοῖ καὶ καταλύει καὶ κτίζει ἐκεῖ ἑαυτῷ πόλιν θεοῦ καὶ πύργους καὶ ὑψώματα κατὰ τῆς γνώσεως τοῦ ἐχθροῦ καὶ ὀχυρώματα ἄρρηκτα καὶ ἀκαταγώνιστα καὶ οἰκοδομὰς θείας οἰκοδομεῖ ἐν αὐτῇ πίστεως, ἀγάπης, χαρᾶς, ἐλπίδος, καὶ ἐν αὐτῇ τῇ ψυχῇ λατομεῖ σπείρας λογισμοὺς καὶ ἐννοίας εὐαρέστους τῷ θεῷ καὶ νόμους πνεύματος ἁγίου κατατίθεται ἐν αὐτῇ καὶ ἀργύριον δόκιμον πεπυρωμένον ἑπταπλασίως δίδωσιν αὐτῇ καὶ εἰκόνα ἐπουράνιον φωτὸς θεϊκοῦ ἀνιστᾷ ἐν αὐτῇ καὶ ποιεῖ ἐν αὐτῇ πηγὴν ὕδατος καθαροῦ καὶ ζῶντος καὶ «ἁλλομένου εἰς ζωὴν αἰώνιον», πηγάζουσαν εἰρήνην καὶ ἀγαθότητα καὶ χαρὰν καὶ εἰσάγει ἐν αὐτῇ παρεμβολὰς τῶν ἁγίων δυνάμεων φυλάσσειν αὐτὴν κατὰ τὸ εἰρημένον· «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς», καὶ ἐνδύματα ἐπουράνια ἐνδιδύσκει αὐτὴν καὶ ἐλευθερίαν τῶν ἰδίων λογισμῶν δίδωσιν αὐτῇ, ἵνα ἐν αὐτοῖς διακονῇ τῷ ἰδίῳ βασιλεῖ, καὶ ἁρμόζει αὐτὴν εἰς νύμφην ἑαυτῷ εὐάρεστον καὶ κοινωνεῖ αὐτῇ κοινωνίαν θείαν, μεταδιδοὺς αὐτῇ ἐκ τῆς οὐσίας τῆς ἀγαθότητος αὐτοῦ πνεύματος ἁγίου ἐμπίπλησιν αὐτῇ καὶ πᾶσαν εὐωδίαν καὶ ἀνάπαυσιν δίδωσιν αὐτῇ ἀντὶ τῶν χρόνων, ὧν ἐταπεινώθη καὶ συνεκλείσθη ὑπὸ βασιλέα σκότους καὶ βασιλεύει αὐτῆς ἐν βασιλείᾳ εἰρηνικῇ.

ταῦτα τὰ χαρίσματα ἐδωρήσατο ἀπὸ τοῦ νῦν ὁ εὔσπλαγχνος θεὸς μηνύσας τὴν ὁδὸν καὶ τὴν θύραν, ἐν ᾗ κρούοντες εὑρίσκομεν τὴν πολλὴν καὶ θαυμαστὴν αὐτοῦ εὐεργεσίαν. διπλᾶ οὖν αὐτοῦ τὰ χαρίσματα δέχεται γὰρ αὐτοῦ τοῦ ἀνθρώπου τὴν ψυχὴν χαρᾷ, ἣν ἔσχεν Ἀδὰμ πρὸ τῆς παρακοῆς, μετὰ πάντων τῶν λογισμῶν αὐτῆς καὶ τὸν ἐπουράνιον βασιλέα ἔχει νυμφίον οἰκοῦντα ἐν αὐτῇ. αὕτη ἦν ἡ διπλῆ μερίς, ἣν ἔλαβεν Ἰωσὴφ παρὰ τοῦ πατρός, καὶ ἡ διπλῆ κληρονομία, ἣν εἶπεν Ἰακὼβ μερίδα ἀγροῦ «ἣν ἐκτησάμην ἐν τῷ τόξῳ μου καὶ ῥομφαίᾳ». ἐπὶ μὲν γὰρ τοῦ κυρίου οὕτω λαμβάνεται, ὅτι τῶν ἀγγέλων καὶ τῶν ἁγίων πάντων τῶν ἐπουρανίων κληρονομίαν ἐκέκτητο, ἐλθὼν δὲ καὶ γενόμενος ἄνθρωπος ἐπολέμησε τῇ ἐναντίᾳ δυνάμει καὶ κατεκυρίευσε «τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ» καὶ τὴν κληρονομίαν ἔλαβε τῶν ἀνθρώπων «ἐν τόξῳ καὶ ῥομφαίᾳ». καὶ νῦν δὲ αὐτὸς πολεμεῖ ἐν ἡμῖν ὑπὲρ ἡμῶν τῇ κακίᾳ καὶ λαμβάνει ἡμᾶς ἑαυτῷ κληρονομίαν εὐάρεστον.

ἐπὶ δὲ τοῦ ἀνθρώπου διπλῆν κληρονομίαν οὕτω νοοῦμεν· ἀπολαμβάνει τὸν πρωτόπλαστον ἄνθρωπον σὺν πᾶσι τοῖς λογισμοῖς, δι᾽ ὧν διακονεῖ τῷ θεῷ καὶ τὴν ἀληθινὴν καὶ ἄρρητον κληρονομίαν αὐτοῦ, τὸν Χριστὸν οἰκοῦντα ἐν ἡμῖν καὶ φωτίζοντα καὶ ὁδηγοῦντα ἡμᾶς, ὡς τὸ θεϊκὸν αὐτοῦ πνεῦμα ἐπίσταται, ἐντυγχάνοντα δὲ ὑπὲρ ἡμῶν κατὰ τὸν ἀπόστολον· «τὸ τί προσευξόμεθα καθ᾽ ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». τὸ πρὶν γὰρ κατείχετο ἡ ψυχὴ ὑπὸ τὴν δεινὴν αἰχμαλωσίαν τοῦ δεινοῦ πνεύματος τοῦ ἄρχοντος τοῦ σκότους.

Φησὶν οὖν ἡ γραφὴ μυστικῶς· «φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐχ ὑπῆρχον». τοῦτο δὲ ἐν μὲν τοῖς φανεροῖς ἐγένετο ἐπὶ τοῦ κυρίου, ὅτε ὑπὸ Ἡρώδου τὰ παίδια ἀνῃρέθησαν, ἐν δὲ τῷ κρυπτῷ οὕτως νοεῖται. «φωνὴ ἐν Ῥαμὰ» ἐν βουνῷ (τουτέστιν ἐν τοῖς ἐπουρανίοις) «ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·» Ῥαχὴλ ἡ ἀληθινὴ μήτηρ, ἡ ἐπουράνιος χάρις, τὸ πνεῦμα τὸ ἅγιον, ἔκκλαιε τὴν αἰχμαλωσίαν τῶν ἀνθρώπων, τοὺς ὑπὸ τὸν πονηρὸν ἄρχοντα ὄντας καὶ ἐν σκότει πεπεδημένους δεινῶς· ἔκλαιε δέ, ὅτι οὔκ εἰσιν ἐν τῇ ζωῇ τοῦ πνεύματος, ἐν φωτὶ ἀγαθότητος. ὅτε δὲ ηὐδόκησεν ὁ κύριος τῇ χρηστότητι αὐτοῦ τῇ πολλῇ καὶ ἐξέχεε τὸ πνεῦμα αὐτοῦ ἐπὶ τοὺς πιστεύοντας καὶ ἐγέννησεν αὐτοὺς ἐκ τοῦ ἰδίου πνεύματος, τότε ἀγαλλίασις καὶ χαρὰ καὶ εὐφροσύνη ἐν τοῖς ὑψώμασι τῶν οὐρανῶν γέγονεν ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ κατὰ τὸ γεγραμμένον· «οὕτως ἔσται χαρὰ ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». διότι ἡ ἐπουράνιος μήτηρ Ἱερουσαλὴμ ἡ πρὶν στεῖρα οὖσα τὰ τῶν ἀνθρώπων ἐγέννησε τέκνα, ἅπερ οὐκ ἦν, ἐν αὐτῇ πρότερον κατὰ τὸ εἰρημένον· «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν πάντων».

καὶ νῦν δὲ εἴ τις οὐκ ἐγεννήθη ἐκ τῆς ἐπουρανίου μητρός, ἀλλ᾽ ἔτι τὴν εἰκόνα φορεῖ τοῦ παλαιοῦ ἀνθρώπου καὶ ὑπὸ τὸ κάλυμμα τοῦ σκότους τῆς ἁμαρτίας ἐστὶ καὶ ὑπὸ τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν πικρὰν καὶ ἔτι δέδεται ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, πένθος καὶ θρῆνον δεινὸν ἐγείρει τῇ μητρὶ Ῥαχήλ, τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων. λυπεῖται γὰρ ὁρῶσα τοὺς ἀνθρώπους ἐν τῷ αἰωνίῳ θανάτῳ κατακειμένους καὶ ταῖς ἀρρήκτοις πέδαις δεδεμένους καὶ μάλιστα ἐνεστῶτος τοῦ καιροῦ τῆς ἀπολυτρώσεως. αὕτη γὰρ ἡ εὔσπλαγχνος μήτηρ πάντας τοὺς ἀνθρώπους ἐκάλεσε καὶ ἠθέλησε δι᾽ ἑαυτῆς γεννῆσαι καὶ ἐπουρανίους ποιῆσαι. διὰ τοῦτο κήρυκας ἀπέστειλε καλοῦσα ἅπαντας καὶ προτρεπομένους γεννηθῆναι ἐξ αὐτῆς, καὶ ὅσοι ἐπίστευσαν καὶ ἤλπισαν καὶ ἠγάπησαν τὸ φῶς ὑπὲρ τὸ σκότος ἔτυχον τῆς ἐπαγγελίας καὶ τῆς θείας ἀναγεννήσεως.

Δόξα τῇ εὐσπλάγχνῳ μητρί, τῇ ἐπουρανίῳ πόλει τῶν ἁγίων. Ἀμήν.

ΛΟΓΟΣ ΞΒʹ. 〈περὶ ἡσυχίας.〉 Ἡσυχίαν μὲν ἐν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἐν ἔργοις, ὡσαύτως δὲ ἐν γέλωτι καὶ βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ. οὕτω γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος, καὶ οὐχὶ ὑπὸ τῆς σφοδρότητος ταρχώδης γενόμενος ἀσθενὴς ἔσται καὶ βραχὺς περὶ φρόνησιν 〈καὶ τῶν σκοτεινῶν νοερῶν〉, οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ ἐπὶ ζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν· ἕτοιμον αὐτοῖς ἅρπαγμα προκείμενος. τὸν γὰρ δὴ νοῦν προσήκει τῶν παθῶν ἐπικρατεῖν, ὑψηλὸν ἐφ᾽ ἡσύχου θρόνου καθήμενον ἀφορῶντα πρὸς θεόν. μηδὲ νωχελὴς ἔσο περὶ ἔργα, μηδὲ νωθὴς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοι ῥυθμὸς ἀγαθὸς τὴν ἡσυχίαν κοσμοίη καὶ θεοειδές τι καὶ οἷον νοερὸν τὸ σχῆμα φαίνηται. φυλάττου δὲ καὶ τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχοῦν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα ποδῶν ἁβρὸν καὶ μετέωρον. ἤπια δέ 〈σοι〉 πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα καὶ προσηγορίαι γλυκεῖαι, αἰδὼς 〈δὲ〉 πρὸς γυναῖκας καὶ τὸ βλέμμα κάτω τετραμμένον εἰς γῆν. λαλεῖ δὲ περιεσκεμμένως πάντα καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου τῇ χρείᾳ τῶν ἀκουόντων τὸ φθέγμα μετρῶν, ἄχρι δὴ καὶ ἐξάκουστον εἴη καὶ μήτε διαφεύγοι τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ σμικρότητος μήτε ὑπερβάλλοι μεῖζον τῇ κραυγῇ.

φυλάττου δὲ ὅπως μηδὲν ποτὲ λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενοήσας μηδὲ προχείρως ἄκουε, ἀλλὰ μηδὲ μεταξὺ τῶν ἑτέρου λόγων ὑπόβαλλε τοὺς σαυτοῦ. δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν τε καὶ διαλέγεσθαι, χρόνῳ μερίζοντα λόγον καὶ σιωπήν. μάνθανε δὲ ἀσμένως καὶ ἀφθόνως δίδασκε, μήποτε ὑπὸ φθόνου ποτὲ σοφίαν ἀποκρύπτου τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο. δίωκε δὲ τὸ πρεσβυτέρους ἶσα πατράσι τιμᾶν ὡς θεράποντας θεοῦ, τοῖς δὲ νεωτέροις σαυτοῦ κάταρχε σοφίας καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ᾽ αὐτῶν καὶ γελωτοποιός. ψεῦδος τε καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραιτοῦ· σὺν εὐφημίᾳ δὲ φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν πράως τε καὶ μεγαλοψύχως. ἀνηρτήσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, 〈καὶ πάντα ἀνάφερε Χριστῷ τὰ σαυτοῦ〉, καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχὴν καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ δυνάμει ὥσπερ ἐν λιμένι τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενος ἀπὸ πάσης λαλιᾶς τε καὶ πράξεως. καὶ μεθ᾽ ἡμέραν μὲν ἀνθρώποις κοινοῦ τὴν σεαυτοῦ φρόνησιν, θεῷ δὲ πολλάκις μὲν ἐν ἡμέρᾳ, ἐπὶ πλεῖστον δὲ ἐν νυκτί. μὴ οὖν ὕπνος ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων· θανάτῳ γὰρ ὁ μακρὸς ὕπνος ἐφάμιλλος.

πᾶσαν μὲν ἡμέραν ἀνθρώποις ἀγαθόν τι ποιῶν ἢ λέγων διατέλει, μέτοχος δὲ ἀεὶ Χριστοῦ καθίστασο 〈τὴν θείαν αὐγὴν καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη τε σοι διη〈νεκὴς〉 καὶ ἄπαυστος ἔστω Χριστός〉. μηδὲ λύε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχίᾳ καὶ πότων ἀνέσεσιν 〈μεθιστὰς τῶν οἰκείων τῇ διανοίᾳ τέρψεων ὧν οὐδεὶς ὁ κόρος〉, ἱκανὸν δὲ ἡγοῦ τῷ σώματι τὸ χρειῶδες καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφάς, πρὶν ἢ καὶ δείπνου παρείη καιρός. ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προέστωσαν καὶ τὰ ἐκ δένδρων ὡραῖα. ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, 〈ὁπότε μὴ νόσου τις ἴασις ἐπὶ ταῦτα ἄγει〉. ἀλλὰ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις εὐφροσύνας αἱροῦ καὶ τῇ παρὰ θεοῦ σοι χορηγουμένῃ σοφίᾳ. οὐράνιος ἀεί σε φροντὶς ἀναγέτω πρὸς οὐρανόν· καὶ τὰς πολλὰς περὶ σώματος ἔα μερίμνας, τεθαρρηκὼς ἐλπίσι ταῖς πρὸς θεόν, ὅτι σοι τά γε ἀναγκαῖα παρέξει διαρκῆ—τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξιτήρια· τοῦ γὰρ 〈δὴ〉 σοῦ βασιλέως γῆ τε ἅπασα καὶ ὅσα ἐκφύεται ἐκ γῆς. μέλλει δὲ αὐτῷ τῶν αὐτοῦ θεραπόντων ὑπερβαλλόντως καὶ περιέπει καθάπερ ἱερὰ καὶ ναοὺς αὐτοῦ.

διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλόντως δέδιε μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ἐπὰν τῷ σῷ δοκῇ βασιλεῖ, καὶ ὅταν ᾖ σοι πρὸς τὴν ψυχὴν τοῦτο καλόν 〈(τὸ δέ σοι γῆρας ὥσπερ πτέρυξι τῇ θείᾳ σκεπάσει δυνάμει περιβάλλον). ταῦτα εἰδὼς καὶ πρὸς νόσους τῆς ψυχῆς ἰσχυροὺς εὐθαρσὴς ὤν—ὥσπερ τίς ἀνὴρ ἐν σταδίοις ἀγωνιστὴς ἄριστος ἀτρέπτως τῇ δυνάμει τοὺς πόνους ὑφίσταται—〉 μηδ᾽ ὑπὸ λύπης πάνυ τι πιέζου τὴν ψυχήν. εἰ δὲ νόσος εἴη ἐπικειμένη μὴ βαρύνου μηδ᾽ εἴ τι ἄλλο σοι συμπίπτει δυσχερές, ἀλλὰ γενναῖον ἀνίστα τὸν νοῦν, χάριτας ἀνάγων θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι 〈ἅτε δὲ σοφώτερα τε ἀνθρώπων φρονοῦντι καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾶον ἀνθρώποις εὑρεῖν. ἐλέει δὲ κακουμένους, καὶ τὴν παρὰ θεοῦ βοήθειαν ἐπὶ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὐτοῦ δύναμιν γνώριμον ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντι ἐπὶ θεὸν ἀνίωσι καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται τὰ ἀγαθὰ τοῖς δικαίοις ἀποκαθιστῶν〉.

Καλὸν τὸ φοβεῖσθαι ἀεὶ καὶ μὴ ἐμπιστεύειν ἑαυτῷ κατὰ πάντα τρόπον, ἵνα μὴ βυθισθῇ τις κακῶς. εἰδὼς γὰρ ὅτι καλῶς ποιεῖ, οὐκ ἔστιν ὡς νομίζει. μᾶλλον μὲν οὖν ἀεὶ τὸν θεὸν παρακαλείτω, ἵνα αὐτὸς γένηται αὐτοῦ ὁδηγὸς καὶ ὁδὸς καὶ νοῦς καὶ διάκρισις καὶ ἑρμηνευτής· ἕως δ᾽ ἂν εὕρῃ τὸν Χριστὸν ἐν ἑαυτῷ, ὅλως μὴ ἐμπιστεύσῃ ἑαυτῷ. 〈ὡς ὅταν τις ῥυσθῇ ἐκ κινδύνου πλοίου, ἵνα διασωθῇ καὶ οὐ μέλει αὐτῷ περὶ τῶν ἐν τῷ πλοίῳ διὰ τὸν φόβον τῆς θαλάσσης, οὕτω καὶ ὁ Χριστιανὸς ὀφείλει διὰ τὸν θεὸν ἀεὶ φοβεῖσθαι καὶ μὴ καταφρονεῖν〉. ὁ θέλων σωθῆναι ἀγωνίσηται, 〈τι θέλει ὁ θεός. τοῦτό ἐστι〉 τὸ θέλημα τοῦ θεοῦ· ὁ ἀγαπῶν τὸν θεὸν βιαζέσθω, ἵνα ἀγαπᾷ καὶ τὸν πλησίον αὐτοῦ. ἤτω ταπεινὸς ἐνώπιον 〈τοῦ〉 θεοῦ καὶ ἀνθρώπων προσέχων ἀεὶ τῇ καρδίᾳ καὶ ἀνθιστάμενος τοῖς κακοῖς διαλογισμοῖς. καὶ ὅταν 〈ἐκεῖ〉 προσέχῃ 〈τις, ἀεὶ〉 δεῖ αὐτὸν καὶ ἐν φόβῳ εἶναι καὶ ἀγαπητικὸν καὶ ταπεινὸν καὶ μέριμναν ἔχειν, πῶς ἀρέσει τῷ κυρίῳ καὶ ἀντιπολεμεῖν τῷ παλαιῷ ἀνθρώπῳ. ὁ δὲ ἀμεριμνῶν καὶ ἀπολελυμένην ἔχων τὴν καρδίαν, οὗτος ἐν τῇ παλαιότητι ἕστηκεν, οὔπω ἤρξατο ἀγωνίζεσθαι καὶ πολεμεῖν οὐκ οἶδε. καλὸν οὖν τὸ ἀεὶ ἐν φόβῳ εἶναι καὶ ζητεῖν σύνεσιν καὶ βοήθειαν παρὰ κυρίου, ἵνα δυνηθῇ τις σωθῆναι διὰ τοῦ κυρίου. Ἀμήν.

ΛΟΓΟΣ ΞΓʹ. Ὁ λόγος τῆς ἀληθείας ὁ κηρυσσόμενος ὑπὸ τῶν πνευματικῶν κηρύκων τῆς ἀληθείας τοῖς τέκνοις τῆς βασιλείας κηρύσσεται καὶ λαλεῖται, ὥς φησιν ὁ κύριος· «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς», καὶ ἀλλαχοῦ που· «μυστήριον ἐμὸν ἐμοὶ καὶ τοῖς υἱοῖς τοῦ οἴκου μου». ἀκούοντες τοίνυν τοῦ λόγου τῆς βασιλείας καὶ δακρύοντες καὶ κλαίοντες μὴ τοῖς ἡμετέροις δάκρυσι καὶ κλαυθμοῖς ἐναπομείνωμεν καὶ τῇ ἡμετέρᾳ ἀκοῇ ὡς δὴ καταλαβόντες τὴν ἀλήθειαν καὶ ἀκούσαντες καὶ εἰδότες τὸ θέλημα τοῦ θεοῦ. ἔστι γὰρ καὶ ἕτερα ὦτα καὶ ἕτεροι ὀφθαλμοὶ καὶ ἕτεροι κλαυθμοὶ καὶ ἑτέρα διάνοια καὶ ἑτέρα ψυχή, τουτέστιν αὐτὸ τὸ θεϊκὸν καὶ ἐπουράνιον πνεῦμα τὸ ἀκοῦον καὶ κλαῖον καὶ εὐχόμενον καὶ γινῶσκον καὶ ποιοῦν τὸ θέλημα τοῦ θεοῦ ἐν ἀληθείᾳ. τοῖς γὰρ ἀποστόλοις ὁ κύριος μεγάλην δωρεὰν ἐπαγγελόμενος ἔλεγεν· “ὑπάγω καὶ ἀποστέλλω ὑμῖν τὸν παράκλητον„, «τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται», ἵνα μεθ᾽ ὑμῶν ᾖ εἰς τὸν αἰῶνα. ἐκεῖνος ἀκούσει καὶ διδάξει πάντα καὶ «ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν». 〈«ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ἐκεῖνος διδάξει πάντα ἃ ἐλάλησα ὑμῖν καὶ ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν ἀλήθειαν»〉. ἐκεῖνος οὖν προσεύξεται, ἐκεῖνος κλαύσει. «

τὸ γὰρ τί προσευξόμεθα καθ᾽ ὃ δεῖ οὐκ οἴδαμεν, ἀλλ᾽ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». αὐτὸ γὰρ τὸ πνεῦμα μόνον οἶδε τὸ θέλημα τοῦ θεοῦ· «τὰ» γὰρ «τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ». φησὶ γὰρ ὁ κύριος· «ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται. συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω», 〈καὶ πάλιν· «ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς»〉 καὶ «πάλιν ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾽ ὑμῶν». τότε γὰρ οἱ ἀπόστολοι θεωροῦντες αὐτοῦ τὴν σάρκα, οὐδέπω τῆς δυνάμεως τοῦ πνεύματος εἰς αὐτοὺς ἐλθούσης, ἐνόμιζον καταλιμπάνεσθαι ὑπὸ τοῦ κυρίου διὰ τὸ χωρίζεσθαι αὐτὸν ἀπ᾽ αὐτῶν.

ἀνελθὼν δὲ καὶ καθίσας τὸ σῶμα ἐκ δεξιῶν τῆς μεγαλωσύνης τοῦ θεοῦ καὶ προσκυνηθεὶς ὑπὸ πασῶν τῶν ἐπουρανίων δυνάμεων καὶ ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν, τότε ἀπέστειλεν αὐτοῖς κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ τὸ παράκλητον πνεῦμα ἐν τῇ ἡμέρᾳ τῆς πεντεκοστῆς, καὶ οὕτως ἡ δύναμις τοῦ πνεύματος τοῦ παρακλήτου ἐν ταῖς ψυχαῖς αὐτῶν ἐλθοῦσα κατέπαυσεν, ἀποκαλυφθέντων τῶν ὀφθαλμῶν τῆς καρδίας αὐτῶν καὶ τοῦ καλύμματος τῆς κακίας τελείως ἀπ᾽ αὐτῶν περιαιρεθέντος καὶ τῶν παθῶν καταργηθέντων, τότε λοιπὸν σοφισθέντες ὑπὸ τοῦ πνεύματος καὶ τέλειοι γεγονότες τὸ θέλημα τοῦ θεοῦ ἐπέγνωσαν ἐν ἀληθείᾳ ποιεῖν διὰ τοῦ πνεύματος καὶ διδάσκαλοι καὶ ὁδηγοὶ τῶν ἀνθρώπων γεγόνασι, τοῦ πνεύματος ὁδηγοῦντος αὐτοὺς εἰς πᾶσαν ἀλήθειαν ὡς ἡγεμονεύσαντος καὶ βασιλεύσαντος τῶν ψυχῶν αὐτῶν. ἡμεῖς τοίνυν ἐπὰν ἀκούωμεν τὸν λόγον τοῦ θεοῦ καὶ κλαίωμεν, παρακαλέσωμεν τὸν κύριον καὶ προσδοκήσωμεν 〈αὐτὸν〉 ἀδιστάκτῳ πίστει ἐλθεῖν ἐν ἡμῖν τὸ ἀληθῶς ἀκοῦον καὶ προσευχόμενον πνεῦμα κατὰ τὸ θέλημα τοῦ θεοῦ.

τὰ γὰρ ἴδια τῆς ψυχῆς ἡμῶν κάλλη καὶ οἱ καρποὶ ἤγουν εὐχὴ καὶ κλαυθμοὶ ἢ ἀγάπη ἢ ἀκοὴ ἢ πίστις καὶ τὰ λοιπὰ τῶν ἀρετῶν ἐπιτηδεύματα, ἐπὰν μιχθῇ καὶ κοινωνήσῃ τῇ τοῦ πνεύματος κοινωνίᾳ καὶ ὥσπερ θυμίαμα ἐν πυρὶ βληθὲν πλουσίαν τὴν εὐωδίαν ἀποδώσει, τότε ἀληθῶς κατὰ τὸ θέλημα τοῦ θεοῦ πολιτευόμεθα καὶ μετὰ ἁγιότητος πάντα ἐπιτελοῦμεν. ἄνευ γὰρ τοῦ ἁγίου πνεύματος τὸ θέλημα τοῦ θεοῦ οὐδεὶς ἐπιγινώσκει.

Ὥσπερ γὰρ ἐν τῷ κόσμῳ ὡρμασμένη ἀνδρὶ γυνὴ πρὸ τοῦ συναφθῆναι αὐτῷ ἔχει ἰδίους νόμους καὶ ἀναστροφὴν καὶ ἐργασίαν καὶ διαγωγὴν κατὰ τὸ θέλημα αὐτῆς, ἐπὰν δὲ συναφθῇ καὶ κοινωνήσῃ τῷ ἀνδρὶ αὐτῆς, λοιπὸν 〈ὑπὸ〉 τὸ θέλημα τοῦ ἀνδρὸς καὶ τὴν δεσποτείαν αὐτοῦ ἐστι, 〈κἂν ἔχῃ ἰδίους νόμους καὶ ἴδιον θέλημα δεδούλωται τῷ ἰδίῳ αὐτῆς ἀνδρὶ καὶ κατὰ τὸ θέλημα αὐτῆς οὐ πορεύεται〉. τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἔχει ἴδιον θέλημα καὶ ἰδίους νόμους καὶ ἴδια ἔργα, ἐπὰν δὲ καταξιωθῇ κοινωνῆσαι τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ ὑποτέτακται τῷ νόμῳ τοῦ ἀνδρός, τὸ θέλημα αὐτῆς μὴ ποιοῦσα, ἀλλὰ τὸ τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ. εἰ δὲ ἀπειθεῖ καὶ ἀντιλέγει καὶ οὐχ ὑπακούει τοῦ νόμου τοῦ ἀνδρός, μὴ κοινωνοῦσα μηδὲ ἀρέσκουσα αὐτῷ μηδὲ κατὰ τὸ τοῦ πνεύματος θέλημα ἀκολουθοῦσα μηδὲ τῇ χάριτι σύμφωνος γινομένῃ, πάσχει ὡς ἐκεῖ Μωϋσῆς διετάξατο τυπικῶς· «ἐὰν δὲ ἀπειθῇ, φησί, καὶ ἀντιλέγει τῷ ἀνδρὶ καὶ μὴ ὑπείκῃ αὐτῷ τὰς δύο χεῖρας ἐπὶ τὸ πρόσωπον αὐτῆς ἐπιθεὶς ἐκβάλλει αὐτὴν ἀπὸ τοῦ οἴκου αὐτοῦ». ἀπορρίπτεται οὖν ἡ ἀνυπότακτος τῷ πνεύματι ψυχὴ ἐκ τοῦ ἐπουρανίου οἴκου τοῦ πατρὸς ὡς ἀχρεία καὶ ἀνεπιτηδεία.

Ἀλλ᾽ ὥσπερ ἐν τῷ βίῳ τούτῳ συναπτομένης ἀνδρὶ νύμφης χοροὶ καὶ τύμπανα καὶ εὐφροσύναι καὶ ἑορταὶ γίνονται, καὶ ἐν τῷ οἴκῳ αὐτῶν θησαυροὶ ἀπόκεινται, τὸν αὐτὸν τρόπον καὶ ψυχῆς καταξιωθείσης συναφθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ Χριστῷ πάντα τὰ πνευματικὰ καὶ ἐπουράνια ἀγαθὰ ἐν τῷ οἴκῳ τοῦ σώματος αὐτῆς ἔνδοθεν ἀπόκεινται. οἶκος γὰρ τοῦ ἐπουρανίου νυμφίου καὶ τῆς νύμφης ψυχῆς τὸ σῶμά ἐστιν. ἐκεῖ εἰσι καὶ οἱ νόμοι τοῦ πνεύματος οἱ ἐπουράνιοι ὅπου καὶ ἡ μυστικὴ καὶ ἄρρητος τῆς ἁγιότητος κοινωνία τοῦ πνεύματος ἔνδοθεν γίνεται. ἐκεῖ ἑορταὶ καὶ χοροὶ ἐπουρανίων δυνάμεων ἐπιτελοῦνται καὶ οἱ ἐπουράνιοι θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι ἐκεῖ ἀποτίθενται, ἐκεῖ τὰ ἐνδύματα τοῦ φωτὸς τῆς θεότητος, ἐκεῖ οἱ στέφανοι οἱ πολυποίκιλοι καὶ πολυτελεῖς τοῦ θεϊκοῦ πνεύματος ἀποπεπλήρωνται, καὶ ἁπαξαπλῶς πᾶς ὁ πλοῦτος αὐτῶν καὶ ἡ περιουσία ἔνδοθεν ἐν τῷ οἴκῳ τοῦ σώματος τοῦ νυμφίου Χριστοῦ καὶ τῆς νύμφης ψυχῆς ἐναποτεθησαύρισται.

ὅταν τοίνυν ἀκούσῃς περὶ κοινωνίας καὶ χορῶν καὶ ἑορτῶν πνευματικῶν, μηδὲν ὑλικὸν καὶ ἐπίγειον ἐννοήσῃς 〈σαρκικῷ φρονήματι φερόμενος〉· ταῦτα γὰρ σκιάς τινας καὶ ὑποδείγματα λαμβάνομεν διὰ τὸ ἑτέρως μὴ δύνασθαι ἐμφάσεις τῶν πνευματικῶν μυστηρίων δοῦναι· ἐκεῖνα γὰρ πάντα τὰ πνευματικὰ καὶ ἐπουράνια ἄρρητά ἐστι καὶ ἀνεκδιήγητα καὶ σαρκικοῖς ὀφθαλμοῖς ἀθεώρητα, ψυχῇ δὲ ἁγίᾳ καὶ πιστῇ εἰς κατάληψιν ἐρχομένῃ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος καὶ τὰ ἐνδύματα καὶ οἱ ἐπουράνιοι θησαυροὶ καὶ οἱ νόμοι καὶ οἱ χοροὶ καὶ ἑορταὶ τῶν ἁγίων ἀγγέλων. τῷ πείρᾳ παραλαβόντι καὶ καταξιωθέντι τυχεῖν, γινώσκονται μόνον, ἀμυήτῳ δὲ αὐτῶν νοῆσαι ἢ καταλαβεῖν ἀδύνατον ἢ μόνον πίστει δέξασθαι εὐλαβῶς ὑπὲρ γὰρ νοῦν ἀνθρώπινόν ἐστιν· οὐ γάρ εἰσιν ἐκ τοῦ αἰῶνος τούτου τὰ πνευματικὰ καὶ ἐπουράνια, τὰ προειρημένα τῶν μυστηρίων τοῦ πνεύματος ἀγαθά. ὡς περὶ θεοῦ οὖν εὐλαβῶς καὶ περὶ πνευματικῶν ἄκουε μυστηρίων, πίστει δεχόμενος ἕως οὗ καταξιωθῇς πιστεύων καὶ αὐτὸς τούτων τυχεῖν, καὶ τότε γνώσῃ αὐτῇ τῇ πείρᾳ ψυχικοῖς ὀφθαλμοῖς, οἵων ἀγαθῶν καὶ οἵων μυστηρίων ψυχαὶ Χριστιανῶν καταξιοῦνται ἀπὸ τοῦ νῦν. ἐν γὰρ τῇ ἀναστάσει καὶ αὐτὸ τὸ σῶμα καταξιωθήσεται τυχεῖν 〈βλέπον καὶ κρατοῦν αὐτά〉, ὅταν γένηται καὶ αὐτὸ πνεῦμα.

διὰ τοῦτο γὰρ ἐκ παραβολῶν φαινομένων καὶ ὑποδειγμάτων ὁρωμένων ἐκεῖνα τὰ πνευματικὰ μυστήρια διηγούμεθα εἰς προτροπὴν καὶ προθυμίαν τῶν μετὰ πίστεως καὶ εὐλαβείας τὸν λόγον δεχομένων ψυχῶν, ὅπως ἀκούσασαι τῶν πνευματικῶν ἀγαθῶν τὴν ἐπαγγελίαν, ὧν ἀπὸ τοῦ νῦν ψυχαὶ ἁγίων καταξιοῦνται, σπουδάσωσι καὶ πιστεύσωσι τούτων τῶν μυστηρίων μέτοχοι γενέσθαι.

Ὁ γὰρ κύριος κατηχῶν τοὺς ἑαυτοῦ μαθητὰς καὶ ὑποδεικνὺς τὴν ἀλήθειαν ἔλεγε· «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν», πτωχείαν εἰπὼν εὐθὺς ἐσήμανε καὶ τὴν βασιλείαν. 〈αὕτη γὰρ ἡ ψυχὴ νύμφη καταξιοῦται τοῦ Χριστοῦ γενέσθαι καὶ αὕτη τὴν βασιλείαν κληρονομεῖ, αὐτὸν τὸν κύριον〉, ἡ πτωχὴ τῷ πνεύματι 〈γινομένη〉, αὕτη ἐστὶν 〈ἡ〉 εὐειδὴς καὶ καλὴ καὶ ἀρεστὴ 〈καὶ ἁρμόζουσα〉 τῷ νυμφίῳ Χριστῷ 〈νύμφη, ἡ πτωχὴ τῷ πνεύματι ψυχή〉. ἡ γὰρ μὴ οὖσα πτωχὴ τῷ πνεύματι οὐχ ἁρμόζει αὐτῷ. οὔκ ἐστι γὰρ εὐειδὴς οὔτε καλή, ἀλλ᾽ ἀνόμοιος αὐτῷ καὶ ἀειδὴς τυγχάνει. τὰ ὅμοια δὲ τοῖς ὁμοίοις πανταχοῦ ἁρμόζεται, τὸ καλὸν τῷ καλῷ καὶ τὸ σαπρὸν τῷ σαπρῷ. οὐ δύναται πόρνη μετὰ σώφρονος γυναικὸς οἰκῆσαι 〈—ἀνόμοιος γὰρ αὐτή ἐστιν—〉 οὐδὲ ἄτακτος καὶ ἀχρεῖος μετὰ ἀνδρὸς εὐσεβοῦς καὶ εὐλαβοῦς συνδιαιτᾶσθαι—ἀσύμφωνοι γὰρ ἀλλήλων εἰσίν—, ἀλλ᾽ ἕκαστος τῷ ὁμοίῳ κολλᾶται, 〈ἀχρεῖος ἀχρείῳ καὶ καλὸς καλῷ, πόρνη μετὰ πόρνης καὶ σώφρων σώφρονι συναναστρέφεται〉. τὸν αὐτὸν τρόπον καὶ ἡ πτωχὴ τῷ πνεύματι ψυχὴ καλὴ καὶ ἀρεστὴ τυγχάνει Χριστῷ καὶ ἁρμόζει αὐτῷ εἰς τὴν πνευματικὴν συμβίωσιν. 〈τοῦτο γὰρ ἡγεῖται τὸ κάλλος αὐτῆς καὶ τὴν ἀξίαν εἶναι αὐτοῦ, ἐὰν ᾖ πτωχὴ τῷ πνεύματι〉. τίς οὖν ἐστιν ἡ πτωχὴ τῷ πνεύματι ψυχή;

ἡ ἐπιγινώσκουσα τὰ τραύματα αὐτῆς καὶ εἰδυῖα τὸ περιέχον αὐτὴν σκότος τῶν παθῶν καὶ τὴν δουλείαν καὶ τοὺς δεσμοὺς αὐτῆς ἐπισταμένη καὶ ἐπιζητοῦσα πάντοτε τὴν ἀπὸ τοῦ κυρίου λύτρωσιν. αὕτη ἡ ψυχὴ ἡ βαστάζουσα πόνους καὶ ἀεὶ ἐπικαλουμένη καὶ δεομένη αὐτοῦ ἰάσεως τυχεῖν καὶ ἐπὶ μηδενὶ τῶν ἐπὶ γῆς ἀγαθῶν, οὐ θησαυρῷ βασιλικῷ, οὐ πλούτῳ, οὐ τρυφῇ, ἐπαναπαυομένη καὶ χαίρουσα, ἢ μόνον ζητοῦσα τὸν καλὸν ἰατρὸν καὶ ὑπ᾽ αὐτοῦ τὴν ἴασιν καὶ τὴν θεραπείαν δέξασθαι προσδοκῶσα καὶ ἀναπαυθῆναι ἐλπίζουσα.

Πῶς τοίνυν ἡ τετραυματισμένη ψυχὴ καὶ πόνους ἔχουσα καλὴ καὶ εὐειδὴς καὶ εὔμορφος τυγχάνει καὶ πρὸς συμβίωσιν τοῦ Χριστοῦ ἁρμόζει ἑαυτήν; ὅτι κἂν κατὰ τὴν τῆς ἁμαρτίας δέσιν καὶ τὰ τραύματα τῶν παθῶν καὶ τὰς μάστιγας καὶ τὴν φθορὰν καὶ τοὺς ἐνυβρισμοὺς τῶν πνευμάτων τῆς πονηρίας ἀειδὴς καὶ δυσειδὴς τυγχάνῃ, ἀλλὰ κατὰ τὴν ἀρχαίαν αὐτῆς κτίσιν ὡραία καὶ καλὴ καὶ εὐειδὴς ὑπάρχει 〈καὶ κατὰ τὴν ὀρθὴν ἐπίγνωσιν αὐτῆς γινωσκούσης ἐν ποίᾳ πτωχείᾳ καὶ ἐν ποίοις πάθεσι τετραυμάτισται καὶ ἐπιζητούσης καὶ καλούσης τὸν ἰάσασθαι αὐτὴν δυνάμενον· ἐν τούτῳ οὖν καλὴ καὶ εὐειδὴς τυγχάνει〉. ἅπερ γὰρ ἔχει τραύματα καὶ μώλωπας παθῶν ἄκουσα καὶ μὴ συνηδομένη μηδὲ συνεργαζομένη, οὐ λογίζεται αὐτῇ εἰς ἀμορφίαν ὁ κύριος. αὐτὸς γὰρ ἐρχόμενος ἰᾶται αὐτὴν καὶ θεραπεύει καὶ τὸ κάλλος αὐτῆς ὑγιὲς ἀποκαθίστησι. 〈μόνον αὐτὴ μὴ κοινωνεῖτο ἐκ προαιρέσεως μηδὲ συνδυαζέτω τοῖς ἐνεργουμένοις ἐν αὐτῇ πάθεσιν, ἀλλὰ πρὸς κύριον βοάτω ὅλῃ δυνάμει, ἵνα διὰ τοῦ πνεύματος αὐτοῦ λύτρωσιν πάσης κακίας δέξασθαι καταξιωθῇ〉. μακαρία τοίνυν ψυχὴ ἡ πόνους βαστάζουσα καὶ ἐπὶ μηδενὶ ἀναπαυομένη, ἀλλ᾽ ἐπιζητοῦσα ἀεὶ τὸν καλὸν καὶ μόνον ἰατρὸν Χριστόν, ὅτι τῷ πόνῳ τῆς ζητήσεως αὐτῆς ὁ κύριος ἐπιστὰς ταχείαν ποιήσει τὴν θεραπείαν.

οὐαὶ δὲ ψυχῇ τῇ μὴ γινωσκούσῃ τὰ ἴδια αὐτῆς τραύματα, τὰ ἐκ τῆς ἐνεργείας τῶν παθῶν, ἀλλὰ νομιζούσῃ (ὡς ἐν ἀγνοίᾳ φερομένῃ) μηδὲν ἔχειν κακόν, καὶ ὑγιῆ τυγχάνειν καὶ πλουσίαν, καίτοι ἢ ἐν γνώσει ἢ ἐν λόγῳ οὖσαν πτωχὴν καὶ τυφλὴν καὶ τετραυματισμένην, —διότι δὲ καὶ ὁ ἰατρὸς αὐτὴν οὐκ ἐπισκέπτεται καὶ θεραπεύει, ἑαυτὴν νομίζουσα〈ν〉 μὴ εἶναι ἐν κακοῖς, ἀλλ᾽ ἐν ὑγείᾳ διατελεῖν. ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἰατροί, ὅπου δ᾽ ἂν ἐπιδημῶσιν, ἀεὶ τοὺς ἀσθενοῦντας ἐπισκέπτονται καὶ περὶ τῶν ἀσθενούντων ἐρωτῶσι, παρερχόμενοι τοὺς ὑγιεῖς ἐξ ὧν οὐδὲν κέρδος λαμβάνουσι, καὶ ἀεὶ οἱ τοὺς πόνους καὶ τὰ τραύματα βαστάζοντες τὸν ἰατρὸν ἠπειγμένως ἀνερευνῶσι. τὸν αὐτὸν τρόπον καὶ ὁ Χριστὸς ἦλθεν ἐπὶ τοὺς κακῶς ἔχοντας, τοὺς γινώσκοντας τὰ ἑαυτῶν τραύματα τῆς κακίας τῶν παθῶν, οἱ τὸν ἰατρὸν τοῦτον ἐπιζητοῦσι καὶ οἱ χρείαν αὐτοῦ ἔχουσιν, ὡς αὐτὸς εἶπεν· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες». ἀλλ᾽ οὗτοι οἱ ἐπὶ γῆς ἰατροὶ ἐν τῷ θεραπεύειν τὰ σώματα μισθὸν ἀργυρίου λαμβάνουσιν, ὁ δὲ ἀγαθὸς καὶ καλὸς καὶ μόνος ἡμέτερος ἰατρὸς Ἰησοῦς Χριστὸς μισθὸν λαμβάνει τὴν ὑγείαν καὶ ἴασιν τῶν ψυχῶν ἡμῶν.

καὶ οὐ μόνον λαμβάνει, ἀλλ᾽ ἅμα τῷ θεραπεῦσαι καὶ τροφῇ πνευματικῇ τρέφει καὶ ποτίζει τὴν ψυχήν, πνεῦμα ἅγιον καὶ ἐνδύματα φωτὸς ἐπουρανίου ἀμφιέννυσιν αὐτὴν καὶ ἑαυτῷ ἁρμόζεται καὶ λαμβάνει— ὥσπερ νύμφην καλὴν εἰς τὴν τοῦ πνεύματος ἄρρητον κοινωνίαν 〈πάσας τὰς τοιαύτην γνῶσιν καὶ πίστιν καὶ προαίρεσιν ὀρθὴν ἀναλαμβάνουσας ψυχάς〉. ὢ τῆς τοῦ ἀγαθοῦ ἰατροῦ ἡμῶν ἀπείρου φιλανθρωπίας. καὶ γὰρ ἀπὸ τῶν φαινομένων ὁ κύριος οὕτως ἤρξατο ποιεῖν, ἐν τῇ ἐρήμῳ θεραπεύσας ἀσθενοῦντας καὶ κακῶς ἔχοντας καὶ τῶν ἀποστόλων βουλομένων ἀπολῦσαι αὐτοὺς οὐκ εἴασεν, ἀλλ᾽ ἐθεράπευσεν καὶ ἔθρεψεν αὐτοὺς τῇ δωρεᾷ. οὕτω καὶ νῦν τῇ ἑαυτοῦ φιλανθρωπίᾳ, ἅμα τῷ ἰάσασθαι τὴν ψυχὴν ἡμῶν ὁ κύριος ἐκ τῶν δεινῶν μωλώπων καὶ τραυμάτων παρὰ ἀνθρώποις ἀνιάτων (τῶν κρυφίων τῆς ψυχῆς παθῶν) καὶ τρέφει καὶ ποτίζει ἐκ τοῦ πνεύματος αὐτοῦ καὶ ἐνδύματα ἐπουράνια φωτὸς θεϊκοῦ ἀμφιέννυσι τῇ γυμνότητι αὐτῆς καὶ νύμφην ἑαυτῷ ἁρμόζεται εἰς τὴν τοῦ πνεύματος αὐτοῦ κοινωνίαν. 〈Δόξα τῷ μόνῳ καλῷ ἰατρῷ τῷ θεραπευτῇ τῶν ψυχῶν ἡμῶν〉.

Ἐν δὲ τῷ ἐγγίζειν τὸν καλὸν καὶ μόνον ἰατρὸν τὸν κύριον τῇ βασταζούσῃ πόνους καὶ πτωχῇ τῷ πνεύματι οὔσῃ ψυχῇ, ἐπὰν ἴδῃ αὐτὴν οὕτω διεφθαρμένην καὶ τετραυματισμένην καὶ μεμωλωπισμένην τοῖς πάθεσι, τότε λέγει τῷ ἐχθρῷ τῷ τραυματίσαντι καὶ φθείραντι αὐτήν· ὦ ἀναιδέστατε, μή σοι εἴη ἀγαθά, μὴ γένοιτό σοι ἔλεος, ὅτι οὕτως διεχειρίσω καὶ διέφθειρας καὶ ἐμόλυνας τὴν λογικὴν καὶ καλήν μου εἰκόνα καὶ οὕτως ἀσχήμως τοῖς πάθεσι ἐνύβρισας τὸ καλὸν καὶ θαυμαστὸν καὶ νοερόν μου κτίσμα τὸ ταῖς ἐμαῖς χερσὶ ποιηθὲν καὶ τῷ ἐμῷ πνεύματι ἐμφυσηθέν. τότε τιμωρεῖται θανάτῳ τὸν ἐχθρὸν τὸν ἐνυβρίσαντα καὶ ἀφανίσαντα, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ καλλωπίζει αὐτὴν τοῖς ἐνδύμασι τῆς θεότητος αὐτοῦ καὶ τρέφει τροφῇ οὐρανίῳ καὶ περικοσμεῖ κόσμῳ πνευματικῷ καὶ στέφει ἄνθεσιν ἀρετῶν τοῦ πνεύματος, καὶ οὕτως ἑαυτῷ νύμφην καλὴν καὶ ὡραίαν ἀποκαθίστησιν αὐτήν.

Μακάριοι τοίνυν οἱ ἀγαπωμένοι ὑπὸ τοῦ Χριστοῦ, μᾶλλον δὲ μακάριοι οἱ ἀγαπῶντες αὐτόν, 〈ὅτι〉 ἰδοὺ πᾶν γένος Ἀδὰμ ἠγαπήθη, ὑπὲρ πάντων γὰρ ἀπέθανεν. ἀλλ᾽ οἱ ἀγαπῶντες αὐτὸν ἐξ ἀληθείας, οὗτοι ζωὴν ταῖς ἑαυτῶν ψυχαῖς περιποιοῦνται, οὗτοι ὠφέλειαν αἰώνιον καρποῦνται. καὶ σφόδρα λυπεῖται ὁ κύριος ἐπὶ ψυχῇ 〈τῇ〉 μὴ ἀγαπώσῃ αὐτόν. αὐτὸς γὰρ ἀπέστειλε καὶ ἐκάλεσε πάντας εἰς τοὺς γάμους, καθὼς ἐν τῷ εὐαγγελίῳ εἴρηται, καὶ ἐπὶ τοῖς μὴ παραγενομένοις σφόδρα ἐλυπήθη. ὁ δὲ γάμος ἐκεῖνος οὐράνιος καὶ πνευματικός ἐστιν. ὁ νυμφίος πνεῦμα, ἡ νύμφη πνεῦμα, 〈ὁ παράνυμφος καὶ〉 οἱ διάκονοι 〈καὶ οἱ οἰνοχόοι〉 πνεύματα, τὰ ἐνδύματα τοῦ γάμου πνεύματα, ὁ νυμφὼν καὶ ἡ κοίτη πνεῦμα, καὶ ἁπαξαπλῶς ὁ μὴ ἠμφιεσμένος τὸ πνεῦμα τὸ ἅγιον εἰς ἐκεῖνον τὸν ἐπουράνιον γάμον καὶ εἰς ἐκεῖνον τὸν πνευματικὸν δεῖπνον οὐ συνεστιάσεται οὐδὲ συναναστραφήσεται. εἷς γάρ τις εὑρεθεὶς μὴ ἔχων ἄξιον ἔνδυμα ἐκείνου τοῦ πνευματικοῦ γάμου ἐξεβλήθη εἰς τὸ ἐξώτερον σκότος.

Καὶ γὰρ τὸ ὕδωρ, ὅπερ ὁ κύριος ἐποίησεν οἶνον, ἡγοῦμαι ὅτι μυστήριόν τι ἦν, σημαῖνον ὅτι αἱ ψυχαὶ αἱ εἰλικρινῶς πιστεύσασαι καὶ τῷ πνεύματι γεννηθεῖσαι εἰς πνεῦμα μεταβληθήσονται, καθὼς εἴρηται· «τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν». εἰ γὰρ ἐκεῖ τὸ ὕδωρ εἰς οἶνον μετέβαλε, πόσῳ μᾶλλον τὰς ψυχὰς τῶν πιστευόντων καὶ προσδοκώντων ἐν ἀληθείᾳ τὸν κύριον πνεῦμα ἀπεργάσεται καὶ εἰς πνεῦμα μεταβαλεῖ. καὶ εἰ ἐν τῇ ἐρήμῳ ὀλίγους ἄρτους λαβὼν ὁ κύριος εὐλόγησε, καὶ ὑπερεπερίσσευσε καὶ ἐχορτάσθησαν πολλὰ πλήθη, πόσῳ μᾶλλον τὴν ψυχὴν ταύτην τὴν νῦν ἐν στενότητι καὶ συνοχῇ πολλῇ οὖσαν καὶ μηδὲ ἑαυτῇ ἐπαρκεῖν δυναμένην διὰ τὴν συνοχὴν τῶν πονηρῶν λογισμῶν εὐλογήσας πνεύματι ἁγίῳ πλατύνει καὶ ἁπλώσει τὰ κεκαλλυμένα τῶν ἀρετῶν αὐτῆς μέλη, ὥστε οὐ μόνον αὐτὴν κορέννυσθαι, ἀλλὰ καὶ ἄλλους κορεννύειν ἐκ τῶν τοῦ πνεύματος διδασκαλιῶν.

Καὶ εἰ ἐν τῷ Ἠλίᾳ ὀλίγη «νεφέλη ὡς ἴχνος ἀνδρὸς» ἐκάλυψε τὸν οὐρανὸν παραχρῆμα θελήματι θεοῦ, πόσῳ μᾶλλον ἔνθα βαλεῖ ῥανίδα πνεύματος ἁγίου αὐξήσας πληρώσει ὅλην τὴν ψυχὴν τὴν ἑαυτὴν τῷ κυρίῳ ἀποδιδοῦσαν καὶ ἀπεργάσεται πνεῦμα. καὶ εἰ ὁ παραλυτικὸς ἐκεῖνος ὁ προσχὼν μετὰ πίστεως τῷ κυρίῳ εὐθέως ἰάθῃ ἐκ τῆς παραλύσεως αὐτοῦ, πόσῳ μᾶλλον ψυχὴ εἰς ἣν ἔλθῃ Χριστός, προσχοῦσα τῷ ὑπερλαμπρῷ καὶ ἐπουρανίῳ κάλλει τοῦ φωτὸς τοῦ προσώπου αὐτοῦ ἰαθήσεται καὶ ὑγιανεῖ ἐκ τῆς δεινῆς παραλύσεως τῶν παθῶν τῆς ἀτιμίας φωτιζομένη καὶ καταλαμπομένη ὑπὸ τοῦ ἀρρήτου κάλλους αὐτοῦ. 〈καὶ εἰ ἡ αἱμορροοῦσα γυνὴ ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥεύσις τοῦ αἵματος τῆς ἀκαθαρσίας αὐτῆς, πόσῳ μᾶλλον ψυχὴ πιστεύσασα ἐν ἀληθείᾳ καὶ ἁψαμένῃ τοῦ κρασπέδου τοῦ πνεύματος τῆς θεότητος τοῦ Χριστοῦ διὰ τῆς εἰλικρινοῦς πίστεως ὑγιάνει καὶ σταλῇ ἡ πηγὴ τῆς ἀκαθαρσίας τῶν ἀκαθάρτων καὶ πονηρῶν λογισμῶν〉. καὶ εἰ ἐκεῖ ὁ τυφλὸς βοήσας καὶ φωνήσας τὸν κύριον ἔτυχε τῆς ἰάσεως καὶ ἀνέβλεψε, πόσῳ μᾶλλον τῆς ψυχῆς τῆς πιστῆς βοώσης καὶ καλούσης αὐτὸν ἐλθὼν ἀνοίξει τοὺς νοεροὺς αὐτῆς ὀφθαλμοὺς τοῦ θεωρεῖν «τὴν δόξαν κυρίου ἀνακεκαλυμμένῳ προσώπῳ».

Τοιγαροῦν ἐρχέσθω ἡ νύμφη ψυχὴ πρὸς τὸν ἑαυτῆς νυμφίον Χριστόν, τεθυμιαμένη ἐκ τῶν καλῶν καὶ ἀγαθῶν αὐτῆς ἔργων. ἀλλ᾽ ὥσπερ τὸ θυμίαμα τοῦτο—ὡς προειρήκαμεν—ἐὰν μὴ βληθῇ καὶ μιχθῇ πυρί, πλουσίαν εὐωδίαν οὐκ ἀποδίδωσι, 〈ἐπὰν δὲ μιχθῇ τῷ πυρὶ ἐνεργεῖ καὶ ἡ〈δυτάτην〉 καὶ σφοδροτάτην εὐωδίαν ἀποδίδωσι〉, {καὶ} ἀληθινὸν θυμίαμα {οὐκ} ἀποδείκνυται, τὸν αὐτὸν τρόπον καὶ τὰ καλὰ ἔργα τῆς ψυχῆς πάντα· ἡ εὐχή, ὁ κλαυθμός, ἡ νηστεία, ἡ ἀγρυπνία, καὶ τὰ λοιπὰ τῶν ἀρετῶν ἔργα, ἐὰν μὴ βληθῇ καὶ μιχθῇ ἐκεῖ τὸ πῦρ τοῦ πνεύματος τὸ οὐράνιον, οὐ δίδωσιν ἐνέργειαν ὀσμῆς ἡδυτάτης καὶ εὐωδίας πνευματικῆς ἀρετῶν τελείων. φησὶ γὰρ ὁ ἀπόστολος· «Χριστοῦ εὐωδία ἐσμέν». τεθυμίαται οὖν ἡ νύμφη ψυχὴ τοῖς ἑαυτῆς ἀγαθοῖς ἔργοις, τοῦ οὐρανίου πυρὸς ἐξάπτοντος καὶ εἰς πνευματικὴν εὐωδίαν ἀπεργαζομένου. αἰτήσωμεν οὖν καὶ ἡμεῖς τὸ οὐράνιον πῦρ τοῦ πνεύματος τὸ ἐρχόμενον καὶ καῖον καὶ φλέγον ἀδιαλείπτως τὰς ψυχὰς ἡμῶν πρὸς τὸν ἄνω πόθον καὶ τὴν εἰς Χριστὸν ἀδιάλειπτον καὶ ἄτρεπτον ἀγάπην. ἕστηκε τοίνυν οὗτος 〈ὁ〉 ἰατρὸς καὶ νυμφίος, φωνῶν καὶ λέγων ταῖς βουλομέναις τῆς αἰωνίου ζωῆς ἐπιλαβέσθαι ψυχαῖς· “κτήσασθε ὀφθαλμοὺς τοὺς βλέποντάς μου τὴν δόξαν, κτήσασθε ὦτα τὰ ἀκούοντα τῆς ἐμῆς ὁμιλίας, κτήσασθε παρ᾽ ἐμοῦ ὕδωρ ζῶν, ὃ ἔσται ἡμῖν πηγὴ ἁλλομένη εἰς ζωὴν αἰώνιον.

λάβετε παρ᾽ ἐμοῦ οὐράνιον ἄρτον ἐξ οὗ τραφεῖσαι οὐκ ἀποθανεῖσθε, πίετε ἐκ τοῦ πνευματικοῦ 〈μου〉 οἴνου καὶ εὐφράνθητε οὐρανίῳ εὐφροσύνῃ καὶ μεθυσθῆτε μέθην νηφάλιον καὶ πνευματικήν, ἵν᾽ ὥσπερ ἐν τοῖς σωματικῶς μεθύουσιν ὁ οἶνος λαλεῖ, οὕτω καὶ ὑμεῖς μεθυσθεῖσαι πνευματικῶς λαλήσητε ἐν πνεύματι μυστηρίων οὐρανίων διηγήματα, καθὼς γέγραπται· «καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον». λάβετε ἔλαιον ἀγαλλιάσεως τὸ ἀναψύχον καὶ ἀναπαῦον ὑμᾶς. λάβετε φῶς αἰώνιον παρ᾽ ἐμοῦ, ἵνα μὴ ἐν σκότει ἀπομείνασαι ἀπόλλυσθε, λάβετε παρ᾽ ἐμοῦ 〈ἐξ οὐρανοῦ πῦρ ἅγιον καὶ πνευματικὸν ἔξαπτον καὶ φλέγον ἀδιαλείπτως εἰς τὸν πρὸς ἐμὲ πόθον. λάβετε παρ᾽ ἐμοῦ〉 ἐνδύματα φωτὸς ἄρρητα καλύπτοντα καὶ σκέποντα ὑμᾶς, 〈ἵνα μὴ γυμναὶ οὖσαι ἀσχημονεῖτε〉.„ ταῦτα 〈ἐν〉 ἑκάστῳ ἡμῶν ἀεὶ ὁ κύριος βοᾷ καὶ διὰ τῶν πνευματικῶν κηρύκων κηρύσσει, ὁ ἡμέτερος ἰατρός, ὁ νυμφίος τῶν ψυχῶν ἡμῶν, ὁ ἐλθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἵνα τὰς ψυχὰς ἡμῶν ἁγίας καὶ καθαρὰς ἀπεργασάμενος καὶ ἀσπίλους καὶ ἀμώμους ἑαυτῷ παραστήσας τῆς αἰωνίου ζωῆς σὺν αὐτῷ ἀπολαῦσαι καταξιώσῃ.

Δόξα τῇ εὐσπλαγχνίᾳ αὐτοῦ καὶ τῇ ἀνεκδιηγήτῳ ἀγάπῃ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΞΔʹ. Ἡ τῷ θεῷ ἑαυτὴν ὁλοτελῶς ἀφιερώσασα ψυχὴ καὶ τῆς οὐρανίου βασιλείας ἐπιθυμοῦσα κληρονόμος γενέσθαι, ἡ νοεροῖς ὄμμασι κατανοοῦσα τῶν αἰωνίων ἀγαθῶν τὸ ἄρρητον καὶ ἀνεννόητον κάλλος καὶ διαπύρῳ πόθῳ πρὸς αὐτὸ〈ν〉 τετρωμένη οὐ τοσοῦτον τῆς παρὰ ἀνθρώπων ἐπιδέεται ὑπομνήσεως, ἐπειδὴ βεβαίᾳ πίστει καὶ ἀσφαλεῖ ἐλπίδι οὐ τὰ βλεπόμενα σκοπεῖ, ἀλλὰ τὰ μὴ βλεπόμενα, καὶ πρὸς ἐκεῖνα τῷ πνευματικῷ πόθῳ τετρωμένη καὶ τὴν μέριμναν ὅλην ἐν πολλῇ ἐπιθυμίᾳ πρὸς τὴν κτῆσιν τῆς ἐπουρανίου δωρεᾶς ἔχουσα λήθην ποιεῖται πάσης σαρκικῆς καὶ ἐπιγείου φρονήσεως, ἑλκομένη ὁσημέραι ὑπὸ τῆς πνευματικῆς ἀγάπης πρὸς τὸν πόθον τοῦ ἐπουρανίου νυμφίου. διὸ χώραν οὐκ ἔχουσιν ἐν τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει ἐνεργεῖν τὰ ἄλογα τῆς ἀτιμίας πάθη οὐδὲ τὸν θανατηφόρον τῆς κακίας σπόρον ὁ πονηρὸς ἐπισπεῖραι δύναται διὰ τὸ ὅλην τὴν προαίρεσιν νεύειν εἰς ἐπιθυμίαν τῆς πρὸς θεὸν εὐαρεστήσεως, μηδὲν προκρίνουσα ἕτερον τῶν δεσποτικῶν προσταγμάτων τὸ ἴδιον θέλημα ἑτοίμως ἀρνεῖται, ἵνα τὸ τοῦ κυρίου θέλημα ὑγιῶς καὶ ὁλοκλήρως κατεργάσηται.

διὸ εὐκόλως διὰ τὴν τοιαύτην πρὸς θεὸν διάθεσιν λύπην κόσμου ἀφ᾽ ἑαυτῆς ἐξορίζει, τὴν πρὸς τὸν κύριον χαρὰν ἐννοουμένη ὀργὴν καὶ θυμὸν καὶ μῆνιν ὑποτάσσει τῇ πραότητι καὶ ἐπιεικείᾳ καὶ χρηστότητι ὑπερήφανον καὶ φίλαρχον τῆς κακίας φρόνημα καὶ τύφον μάταιον τῇ πολλῇ ταπεινοφροσύνῃ καὶ τῇ πρὸς πάντας ὑποταγῇ καθαιρεῖ καὶ νεκροῖ. μιμεῖται γὰρ τὸν κύριον τὸν ὑπὸ ἀγγέλων προσκυνούμενον καὶ ὑπὸ δυνάμεων δοξολογούμενον, ἑαυτὸν εἰς τοσοῦτο ὑποδούλιον τῶν ἰδίων δούλων καταστήσαντα, ὡς ῥαπιζόμενον ὑπὸ δούλου μαστιγούμενον τε καὶ ὀνειδιζόμενον, ἔτι δὲ καὶ σταυρούμενον ὑπὸ ἀδίκων μὴ ἀνθίστασθαι, ἀλλ᾽ ὑπομένειν πάντα τῆς ἡμετέρας ἕνεκα σωτηρίας, ὑπογραμμὸν ὁσιότητος καταλιπόντα τοῖς βουλομένοις ἀκολουθεῖν ὀπίσω αὐτοῦ, ἵνα οὕτω τὴν αἰωνίαν ζωὴν κληρονομῆσαι δυνηθῶσιν.

Ὅσαι δὲ φιλοπαθεῖς καὶ φιλήδονοι καὶ φιλόσαρκοι ψυχαὶ αἱ τοῖς ἰδίοις θελήμασιν ἐξακολουθοῦσαι καὶ ἰδίοις ὅροις εἴκουσαι, τῶν εὐαγγελικῶν ἐντολῶν μὴ ἐφαπτόμεναι, τὴν μόρφωσιν τῆς εὐσεβείας ὡσπερεὶ προσωπεῖον περικείμεναι καὶ οἰήματι μόνον ἑαυτὰς ἀπατῶσαι, εἶναί τι νομίζουσι μηδὲν οὖσαι, νενοθευμένην κατεργαζόμεναι δικαιοσύνην, αἱ σωματικὰς μὲν ἀσκήσεις καὶ ἐγκρατείας ἀφειδοῦς κάματον ὑπομένειν 〈μέγιστον〉 αἱροῦνται, ὅπερ οὐκ ἔστιν ἀρετῆς ἀπόδειξις, ἀνοίας δὲ καὶ ἀδιακρισίας αἰτία. τὰ κρυπτὰ τῆς κακίας πάθη μὴ ἐρευνήσασαι τὸν ἔνδοθεν τῆς ψυχῆς ἄνθρωπον ἀτημέλητον εἴασαν, εἰς τὴν ἔξωθεν δικαιοσύνην μόνον ἐμπληροφορούμεναι. αἱ γὰρ τοιαύτην ἔχουσαι ἀγνοίας αἰτίᾳ διάθεσιν ψυχαὶ ὀργῆς ἀναίρεσιν οὐ ποιοῦνται, μᾶλλον δὲ οὐ κρατοῦσι. μηνίουσι καὶ οἰκτρᾶς ἕνεκεν προφάσεως ζήλου καὶ ἔριδος ἀκμάζουσαν ἔχουσι τὴν ἐνέργειαν, ὑπόκρισιν καὶ δόλον ἐναποκείμενα κέκτηνται ὑπερηφανίαν τε καὶ ἔπαρσιν καὶ κενοδοξίαν εἰς τοσοῦτο νοσοῦσιν ὡς καὶ πασχούσας καὶ δεινῶς ἐγκειμένας τῷ πάθει ἀγνοεῖν τὴν δυσίατον νόσον, καὶ ἡ χαρὰ τοῦ κυρίου οὐκ ἔστιν ἐν αὐταῖς διὰ τὸν τῆς οἰήσεως ὄγκον.

ἡ γὰρ τοῦ ἔνδον ἀνθρώπου ἐπιμέλειά ἐστιν ἡ τῶν προειρημένων παθῶν ἀναίρεσις καὶ ἡ τῶν ἀρετῶν διὰ τῆς τοῦ Χριστοῦ χάριτος ἐντελὴς ἐνέργεια ἐν πραΰτητι, ἐν ἐπιεικείᾳ, ἐν ταπεινοφροσύνῃ πολλῇ, ἐν τῷ πᾶσιν ἑαυτὸν ὑποτάσσειν καὶ «μηδενὶ κακὸν ἀντὶ κακοῦ» ἀποδιδόναι, ἀλλ᾽ εὔχεσθαι ἔσχατον εἶναι καὶ ταπεινότερον πάντων· «ὁ γὰρ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». ὥσπερ γὰρ τὴν σωματικὴν ἄσκησιν καὶ ἐργασίαν ἐπιδεικνυμένη ἡ ψυχὴ πόνῳ καὶ ἀγῶνι κατορθοῖ, οὕτω καὶ τῆς πνευματικῆς ἐργασίας, λέγω δὴ τῆς κατὰ τὸν ἔσω ἄνθρωπον καθαρότητος πάσῃ σπουδῇ ἐπιμελήσασθαι ὀφείλει, ἵνα καὶ ἔσωθεν καὶ ἔξωθεν κατὰ τὸ τοῦ κυρίου παράγγελμα τὸ ποτήριον ᾖ καθαρόν, ὅπως μὴ τῇ τῶν Φαρισαίων νενοθευμένῃ δικαιοσύνῃ ὅμοιοι γενώμεθα τὸ ἔξωθεν μόνον πλύνοντες, τὸ δὲ ἔσωθεν πλῆρες ῥύπου ἔχοντες. καὶ ταῦτα μὲν πρὸς ἐκείνους ὅσοι ἀγνοίας αἰτίᾳ τὸν λογισμὸν τυφλώττουσι καὶ δοκοῦσι μὲν ζῆλον θεοῦ ἔχειν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν αὐτὸν ἔχουσιν.

Ὑμεῖς δὲ Χριστοῦ χάριτι τὸν εὐαγγελικὸν καὶ ἀκριβῆ τῆς ἀληθείας λόγον ἐπακούοντες καὶ σύνεσιν Χριστοῦ κεκτημένοι, 〈οἱ τῆς χάριτος τὴν γεῦσιν αὐτῇ πείρᾳ πληροφορίας ἐν καρδίᾳ λαβόντες〉, οὐκέτι μικραῖς ἀρεταῖς ἐναπομένειν, οὐδ᾽ ἐπὶ τῇ γεγονυίᾳ ὑμῖν βραχείᾳ παρακλήσει θεοῦ ἵστασθαι ὀφείλετε, ἀλλὰ πόθῳ πόθον καὶ τόνῳ τόνον καὶ σπουδῇ σπουδὴν καὶ προθυμίᾳ προθυμίαν καὶ νηστείᾳ νηστείαν καὶ εὐχῇ εὐχὴν καὶ ἀγρυπνίᾳ ἀγρυπνίαν καὶ ἁπαξαπλῶς ἀρεταῖς ἀρετὰς ἐπισυνάπτειν ὀφείλετε, ἵνα ἡμέραν ἐξ ἡμέρας προκοπῆς αἴσθησιν λαβόντες ἐν πληροφορίᾳ «εἰς τέλειον ἄνδρα, εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας» φθάσωμεν, 〈εἰς καθαρότητα καρδίας καταντήσωμεν〉, εἰς ἁγιασμὸν τέλειον ψυχῆς καὶ σώματος ἐν πληρώματι χάριτος ἐλθεῖν καταξιωθῶμεν, καὶ οὕτως ἀληθῶς Χριστοῦ ἄξιοι γενόμενοι τὴν αἰώνιον ζωὴν κληρονομήσωμεν. δειξάτω οὖν ἕκαστος ὑμῶν τὴν ἐν Χριστῷ προκοπὴν διὰ πολλῆς ταπεινοφροσύνης καὶ πραότητος καὶ ἐπιεικείας πάντων δοῦλοι καὶ καταπάτημα γενώμεθα, ἵνα ὑψωθῶμεν παρὰ Χριστοῦ. ὀνειδιζόμενοι, καὶ ἐξουθενούμενοι μυκτηριζόμενοι τὲ καὶ λοιδορούμενοι μετὰ χαρᾶς ὑπομείνωμεν, ἵνα τέλειον τὸν ἐπουράνιον μισθὸν κομισώμεθα καὶ ὁλόκληρον «τὸν ἀμαράντινον στέφανον τῆς δόξης» ἀποληψόμεθα, 〈μὴ διὰ μικρᾶς αἰτίας θυμούμενοι καὶ ζηλοῦντες καὶ μηνίοντες καὶ ὑπερηφάνῳ φρονήματι ἐπαιρόμενοι ἐκπέσωμεν τῆς προκειμένης ζωῆς.

ἀπολέσθω γὰρ ὅλος ὁ κόσμος καὶ τὰ τοῦ κόσμου, καὶ μόνον ἀτάραχοι διαμείνωμεν εἰς εὐαρέστησιν θεοῦ ὁλοτελῶς ἀπασχολούμενοι καὶ τὰς ἐντολὰς αὐτοῦ ποιεῖν ἐπιθυμοῦντες, ὅπως εἰς τέλος τὸ θέλημα τοῦ κυρίου τελείως κατεργασάμενοι τελείως καὶ τῆς αἰωνίου ζωῆς τυχεῖν δυνηθῶμεν〉 ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, μεθ᾽ οὗ τῷ πατρὶ δόξα, τιμή, κράτος σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.