Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μακάριος ὁ Αἰγύπτιος – Λόγοι (Νόθος)

Μακάριος ὁ Αἰγύπτιος

Λόγοι ΝΒ'-ΝΔ': Η τυπολογία της Εκκλησίας, το ουράνιο πυρ και η τέλεια αποταγή

Η ορατή Εκκλησία και τα μυστήρια ως τύποι της εσωτερικής λατρείας, η ανακαίνιση της ψυχής διά του θείου πυρός και η πλήρης αποδέσμευση από τις γήινες μέριμνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μακάριος ὁ Αἰγύπτιος

—

Κεφάλαιο 16 από 18

ΛΟΓΟΣ ΝΒʹ. Πᾶσα ἡ φαινομένη τῆς ἐκκλησίας τοῦ θεοῦ οἰκονομία γέγονε διὰ τὴν ζῶσαν καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς τῆς λογικῆς τῆς κατ᾽ εἰκόνα θεοῦ ποιηθείσης, ἥτις ἐστὶν ἡ ζῶσα καὶ ἀληθινὴ θεοῦ ἐκκλησία. καὶ διὰ τοῦτο τοῖς ὁμοίοις ὀνόμασιν ἐτιμήθη τὰ ἄλογα καὶ ἄψυχα καὶ σωματικὰ τῶν λογικῶν καὶ ζώντων καὶ ἐπουρανίων, ἵνα διὰ τῆς σκιᾶς ὁδεύσασα ἡ νηπία ψυχὴ ἐπὶ τὴν ἀλήθειαν καταντήσῃ. ἐκκλησία γὰρ Χριστοῦ καὶ ναὸς θεοῦ καὶ θυσιαστήριον ἀληθινὸν καὶ θυσία ζῶσα ὁ τοῦ θεοῦ ἄνθρωπος τυγχάνει, δι᾽ οὗ καὶ τὰ σωματικὰ ἁγιαζόμενα τὴν ἐπίκλησιν τῶν οὐρανίων ἔλαχεν. ὥσπερ γὰρ ἡ τοῦ νόμου λατρεία καὶ διαγωγὴ σκιὰ ἦν τῆς νῦν ἐκκλησίας τοῦ Χριστοῦ, οὕτως ἡ νῦν ὁρωμένη ἐκκλησία σκιά ἐστι τοῦ ἔνδον ἀνθρώπου τοῦ λογικοῦ καὶ ἀληθινοῦ. ἰδοὺ γὰρ πᾶσα ἡ φαινομένη οἰκονομία καὶ διακονία τῶν μυστηρίων τῆς ἐκκλησίας παρέρχεται ἐν τῇ συντελείᾳ καὶ μένει ἡ λογικὴ καὶ νοερὰ οὐσία τοῦ ἔσω ἀνθρώπου, εἰς ἣν πᾶσα ἡ οἰκονομία καὶ ἡ διακονία 〈τῶν〉 μυστηρίων τῶν ἐπουρανίων τῆς τοῦ θεοῦ ἐκκλησίας ἐν δυνάμει πνεύματος ἁγίου ἐπιτελεσθῆναι ὀφείλει, ἵνα ἀληθῶς ναὸς ἅγιος θεοῦ καὶ ἐκκλησία Χριστοῦ διὰ τῆς ζώσης τοῦ πνεύματος ἐνεργείας καταρτισθεῖσα ζωῆς αἰωνίου κληρονόμος γένηται.

διὰ ταύτην τὴν αἰτίαν πολλοὶ τῶν νηπιαζόντων τῇ γνώσει τῆς ἀληθείας ἀντίκεινται ἡμῖν, ὡς ἐξαλλάσσουσιν ἀλλοτρίως τῶν οἰκείων γραφῶν 〈διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα καὶ δικαιώματα καὶ λατρείας〉 οἵτινες εἰς τὴν πρόσκαιρον οἰκονομίαν ἐμπληροφορούμενοι καὶ δικαιώμασι σαρκὸς μόνον πεποιθότες τῆς κατὰ τὸν λογικὸν ἔσω ἄνθρωπον ἐρεύνης καὶ ἀνακαινισμοῦ ψυχῆς ἀμελήσαντες καὶ καινῆς κτίσεως νοὸς ἐπίγνωσιν μὴ λαβόντες δι᾽ ἄγνοιαν ἡμᾶς διαβάλλουσιν. ἡ γὰρ φιλαλήθης ψυχὴ τὴν ῥίζαν αὐτὴν τῶν πραγμάτων ἐρευνᾷ, οὐκ ἐπιπολαίως τὸν Χριστιανισμὸν εἶναι νομίζουσα οὐδὲ τύποις ἐξωτέροις δικαιωμάτων καὶ λατρειῶν ἐναπομένουσα, ἀλλ᾽ ἐν δυνάμει πνεύματος ἁγίου κατὰ τὸν ἔσω ἄνθρωπον τὴν πληροφορίαν λαβεῖν πιστῶς ἐκδέχεται· ὅπερ ἐστὶν ὁ ἀληθινὸς Χριστιαν〈ισμ〉ός.

Διὰ γὰρ τοῦτο ὁ θεὸς τὸ ἅγιον αὐτοῦ πνεῦμα τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ ἐδωρήσατο καὶ συνεῖναι αὐτὸ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ τῷ ὕδατι τοῦ ἁγίου βαπτίσματος ἐξῳκονόμησε καὶ εἰς πᾶσαν λειτουργίαν τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἐπιπολάζειν καὶ κοινωνεῖν τὸ παράκλητον πνεῦμα διὰ τῶν ἀποστόλων ὁ σωτὴρ ἐχαρίσατο, κατὰ τὸ ὑπ᾽ αὐτοῦ τοῦ κυρίου εἰρημένον· «καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», ἵνα ἐκ τοῦ βαπτίσματος καὶ τοῦ θυσιαστηρίου καὶ τῆς εὐχαριστίας τοῦ ἄρτου καὶ πάσης τῆς μυστικῆς λατρείας τῆς ἐν τῇ ἐκκλησίᾳ αἱ πισταὶ καρδίαι ἐνεργηθῶσιν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐν πάσῃ δυνάμει καὶ ἀρεταῖς καρπῶν ἐπουρανίων, καὶ οὕτως ἀνακαινισθεῖσαι καὶ ἀναπλασθεῖσαι τῇ δυνάμει τῆς χάριτος ζῶσαι ζωὴν ἀληθινὴν κατὰ τὸ ἐπουράνιον φρόνημα ἀναδειχθῶσι, τὸ ὑλικὸν καὶ ἐπίγειον ἀποδυσάμεναι φρόνημα διὰ τῆς τοῦ πνεύματος δυνάμεως. εἰ γὰρ ἐν τῇ κιβωτῷ τῇ κατὰ τὸν νόμον ἐπεσκίαζε, μᾶλλον δὲ συνῆν τὸ πνεῦμα, πόσῳ μᾶλλον ἐν τῷ θυσιαστηρίῳ καὶ τῇ ἐκκλησίᾳ καὶ πάσῃ τῇ μυσταγωγίᾳ τοῦ ἁγίου βαπτίσματος.

ἀλλ᾽ ὥσπερ ἐκεῖ ἁμαρτανόντων τῶν Ἰσραηλιτῶν οὐκ ἐνήργει τὸ πνεῦμα καίπερ συνὸν τῇ κιβωτῷ τοῦ θεοῦ—ἰδοὺ γὰρ κατὰ καιροὺς διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ αὐτὴ ἡ κιβωτὸς τοῖς ἔθνεσι παρεδόθη τοῖς ἀναξίοις αὐτῆς μηδὲν βοηθήσασα διὰ τὰ πολλὰ αὐτῶν παραπτώματα, καίπερ τὴν ἰδίαν ἐνέργειαν καὶ σημανσίαν τὸ πνεῦμα ἐδείκνυεν, ὅτι συνῆν τῇ κιβωτῷ τοῦ θεοῦ διὰ τὸ γεγενημένον τότε θεόσημον παρὰ τοῖς ἔθνεσιν—, οὕτω καὶ νῦν συνὸν τὸ πνεῦμα τῇ τοῦ θεοῦ ἁγίᾳ ἐκκλησίᾳ καὶ τῷ ἁγίῳ θυσιαστηρίῳ καὶ πάσῃ τῇ φαινομένῃ οἰκονομίᾳ τοῖς ἀξίοις μὲν καὶ πιστοῖς ἐνεργεῖ ἐν διαφόροις χαρίσμασιν, ἀπὸ δὲ τῶν ἀναξίων πόρρωθεν ὑπάρχει. ἐνέργεια γὰρ ζῶσα πνεύματος ἁγίου ἐν ζώσαις καρδίαις παρὰ θεοῦ ζητεῖται, ὅτι πάντα τὰ φαινόμενα καὶ πᾶσα οἰκονομία παρέρχεται, ζῶσαι δὲ καρδίαι ἐν πνεύματι διαμένουσι. δι᾽ ὃ καὶ ὁ σωτὴρ παραγέγονε, δι᾽ ὃ καὶ πᾶσα ἡ τῆς εἰκόνος τῆς ἐκκλησίας διατύπωσις, ἵνα νοεραὶ οὐσίαι ψυχῶν πιστῶν διὰ τῆς ἐνεργείας τῆς χάριτος ἀνακτισθεῖσαι καὶ ἀνακαινισθεῖσαι καὶ μεταβολὴν δεξάμεναι ζωὴν αἰώνιον κληρονομῆσαι δυνηθῶσιν.

Ὅτι δὲ τὰ φαινόμενα τύπος καὶ σκιά εἰσι τῶν κρυφίων καὶ ὁ ὁρώμενος τοῦ ναοῦ τῆς καρδίας καὶ ὁ ἱερεὺς τοῦ ἀληθινοῦ ἱερέως τῆς Χριστοῦ χάριτος καὶ πᾶσα ἡ λοιπὴ τῆς φαινομένης οἰκονομίας ἀκολουθία τῶν λογικῶν (κατὰ τὸν ἔσω ἄνθρωπον) καὶ κρυφίων πραγμάτων, τὴν καταφαινομένην τῆς ἐκκλησίας οἰκονομίαν καὶ διοίκησιν ἐνεργουμένην εἰς ψυχὴν ὑπὸ τῆς χάριτος ὑπόδειγμα λάβωμεν. ὥσπερ οὖν κατὰ τὴν ὁρωμένην ἐκκλησίαν· ἐὰν μὴ πρῶτον αἱ ἀναγνώσεις καὶ αἱ ψαλμωδίαι καὶ ἡ σύναξις τοῦ λαοῦ καὶ πᾶσα τοῦ ἐκκλησιαστικοῦ θεσμοῦ ἡ ἀκολουθία ἐπιτελεσθῇ, αὐτὸ τὸ θεῖον μυστήριον τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ ὁ ἱερεὺς οὐκ ἐπιτελεῖ καὶ ἡ μυστικὴ κοινωνία τῶν πιστῶν οὐ γίνεται, καὶ ἐὰν πᾶς ὁ ἐκκλησιαστικὸς 〈κανὼν〉 ἐπιτελεσθῇ, μὴ προσκομισθῇ δὲ ὕστερον ἡ μυστικὴ τῆς προσφορᾶς εὐχαριστία ὑπὸ τοῦ ἱερέως καὶ ἡ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ μὴ γένηται, οὐκ ἐπετελέσθη τὸ μυστήριον οὐδὲ ἐτελειώθη ὁ ἐκκλησιαστικὸς θεσμός, ἀλλ᾽ ἐλλειπής ἐστιν ἡ λατρεία τοῦ θείου μυστηρίου ἐπὶ τοῦ θυσιαστηρίου παρὰ τοῦ ἱερέως μὴ τελεσθέντος καὶ ὥσπερ πάλιν λιτῶς καὶ γυμνῶς τὸ μυστήριον τῆς προσκομιδῆς οὐ προσφέρεται, ἐὰν μὴ προκαταρτισθῇ πᾶς ὁ ἐκκλησιαστικὸς κανών —καὶ ταῦτα γὰρ ἀτελῆ ἐστι καὶ ἀργὰ χωρὶς τῆς τελειώσεως τοῦ μυστηρίου— κἀκεῖνο οὐ τελειοῦται, ἐὰν μὴ ταῦτα προκαταρτισθῇ.

ὥσπερ τις κόσμος καὶ δόξα τοῦ μυστηρίου, οὕτω καὶ ὁ Χριστιανός· ἐὰν ἔχῃ νηστείαν, ἀγρυπνίαν, ψαλμωδίαν, πᾶσαν ἄσκησιν καὶ πᾶσαν ἀρετήν, ἡ δὲ μυστικὴ τοῦ πνεύματος ἐνέργεια ἐν τῷ θυσιαστηρίῳ τῆς καρδίας ὑπὸ τῆς χάριτος ἐν πάσῃ αἰσθήσει καὶ ἀναπαύσει πνευματικῇ οὐκ ἐπιτελεῖται, ἐλλειπής ἐστι πᾶσα ἡ ἀκολουθία τῆς ἀσκήσεως, καὶ σχεδὸν ἀργά εἰσι μὴ ἔχοντα τὴν κεφαλήν, τὴν τοῦ πνεύματος ἀγαλλίασιν ἐν καρδίᾳ μυστικῶς ὑπὸ τῆς χάριτος ἐνεργουμένην. ὥσπερ πάλιν ἡ τοῦ πνεύματος ἀγάπη τὸ οὐράνιον μυστήριον τὸ τὴν ψυχὴν μεθύσκον ἐν τῇ ἀγαλλιάσει τῆς χάριτος οὐκ ἐνεργεῖται ἁπλῶς εἰς ἀσώτους καὶ ἀσελγεῖς ἀδιαφόρως, εἰ μὴ εἰς καρδίαν πιστὴν καὶ εὐλαβῆ καὶ πολιτείαν καὶ ἄσκησιν ἀκριβῆ ἔχουσαν. ταῦτα γὰρ κόσμος καὶ ἀνάπαυσίς εἰσι τῆς τοῦ πνεύματος ἐνεργείας.

Ὅσῳ γὰρ ἐν ἀκριβεῖ ἀσκήσει καὶ πολλῇ ταπεινώσει καὶ πραότητι καὶ πολιτείᾳ ἐναρέτῳ εὑρίσκεται 〈ἡ〉 ψυχή, τοσοῦτον ἐπαναπαύεται εἰς αὐτὴν ἡ τοῦ πνεύματος χάρις ἐν πάσῃ δυνάμει καὶ ἐνεργείᾳ. ἡ δὲ ἔχουσα μὲν τὴν πολιτείαν ψυχή, τὴν δὲ ἐνέργειαν τοῦ πνεύματος ἐν πάσῃ πληροφορίᾳ ἐν ἑαυτῇ μηδέπω αἴσθηται, λείπεται τοῦ ἁγιασμοῦ τῆς καρδίας. διὸ ζητείτω, πενθείτω, κλαιέτω πρὸς τὸν κύριον, ἵνα τὸν ἁγιασμὸν τοῦ πνεύματος ἐν τῇ ἐναρέτῳ πολιτείᾳ ἔχῃ ὥσπερ κόσμον ὡραῖον, καὶ τὴν ἐνέργειαν τῆς χάριτος ἐν νῷ θεωρίαις ἀρρήτοις, ἵνα τέλειον τὸ μυστήριον τοῦ Χριστιανισμοῦ ἐν ἑαυτῇ κτήσηται κατὰ τὴν προειρημένην τῆς ἐκκλησίας παραβολήν. ἀλλ᾽ ὥσπερ ἐν τῇ ἐκκλησίᾳ οἱ σωματικῶς ἁμαρτάνοντες ὑπὸ τοῦ ἱερέως ἀφορίζονται καὶ ἐπιστρέψαντες πάλιν τῆς κοινωνίας ἀξιοῦνται, οἱ δὲ μὴ ἁμαρτάνοντες καὶ ἀνεπίληπτοι προκόπτουσι καὶ εἰς ἱερωσύνην ἔρχονται καὶ μετατίθενται ἀπὸ τόπου τινὸς ἐξωτέρου ἐπὶ τὸ θυσιαστήριον, ἵνα ὦσι λειτουργοὶ θεοῦ καὶ πάρεδροι οὕτω εἰς τὴν προκειμένην ὑπόθεσιν οἱ Χριστιανοὶ ὑπὸ χάριτος ἐνεργούμενοι καὶ ἀναπαυόμενοι τῇ παρακλήσει τοῦ πνεύματος ἐν τῇ ἐπουρανίῳ εὐφροσύνῃ τῆς μυστικῆς τοῦ πνεύματος κοινωνίας, περὶ ἧς ὁ ἀπόστολος εἴρηκεν· «ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος» καὶ τὰ ἑξῆς.

πρόσεχε ἀκριβῶς τοῖς λεγομένοις, καὶ εὑρήσεις τὴν ἁγίαν καὶ προσκυνητὴν τριάδα ἐνοικοῦσαν ἐν τῷ κεκαθαρμένῳ ἀνθρώπῳ διὰ τῆς ἄνωθεν βοηθείας καὶ τῆς ἀρίστης αὐτοῦ πολιτείας, ἐνοικοῦσαν δέ φημι οὐ καθ᾽ ὃ ἐστίν—ἀχώρητος γὰρ ὑπάρχει πάσῃ τῇ κτίσει—, ἀλλὰ κατὰ τὸ χωρητικὸν καὶ δεκτικὸν τοῦ εὐαρεστοῦντος αὐτῷ ἀνθρώπου.

Ἐὰν οὖν τι τραπῇ ἡ προαίρεσις ἐν τῇ κατὰ συνείδησιν πολιτείᾳ πάθεσι τισὶν ἀοράτως ἐπιβλαβέσιν ὑποτασσομένη καὶ ἐν τούτῳ τὸ πνεῦμα λυποῦσα, ἐκβάλλεται καὶ ἀφορίζεται ὁ νοῦς ἀπὸ τῆς πνευματικῆς εὐφροσύνης ὑποστελλούσης τῆς χάριτος καὶ ἀγάπης καὶ πάσης ἐναρέτου καὶ ἀγαθῆς ἐνεργείας καὶ παραδίδοται εἰς θλίψεις καὶ πειρασμοὺς τοῖς πονηροῖς πνεύμασιν, ἕως οὗ πάλιν ἐπιστρέψασα ἡ ψυχὴ ὀρθοποδήσῃ πρὸς τὴν εὐαρέστησιν τοῦ πνεύματος ἐν πάσῃ ταπεινώσει καὶ ἐξομολογήσει μετανοοῦσα, καὶ τότε πάλιν τῆς ἐπισκοπῆς καταξιοῦται τῆς χάριτος τοῦ πνεύματος καὶ τὴν οὐράνιον εὐφροσύνην μειζόνως ἀπολαμβάνει.

εἰ δὲ οὐ παραπικραίνει τὴν χάριν καὶ τὸ πνεῦμα οὐ λυπεῖ διὰ τῆς κακοτρόπου καὶ χυδαίας ἀναστροφῆς, ἀλλὰ πᾶσιν εὐαρέστως τοῖς δεσποτικοῖς προστάγμασιν ἐξακολουθεῖ καὶ ἀπὸ αὐτεξουσίου γνώμης ἐν πάσῃ σεμνότητι καὶ ἀγῶνι τελείῳ πρὸς τοὺς πονηροὺς λογισμοὺς ἀντιτάσσεται, καὶ τῷ κυρίῳ ὅλῃ προαιρέσει πάντοτε προσκολλᾶται καὶ ἀναπαύει τὴν χάριν, καὶ λοιπὸν ἡ τοιαύτη ψυχὴ δικαίως καὶ ἀκολούθως προκοπῶν καὶ θαυμασίων καὶ δωρημάτων ἐπουρανίων καταξιοῦται καὶ μεταθέσεως καὶ ἀξιώματος πνευματικοῦ ἀπὸ μυστηρίων θείων εἰς μυστήρια ἐπουράνια καὶ ἀπὸ δόξης εἰς δόξαν καὶ ἀπὸ ἀναπαύσεως εἰς ἀναπαύσεις ἐναργεστέρας καὶ τελειοτέρας μετατίθεσθαι καταξιοῦται, εἰς τὸ εἶναι αὐτῆς τὸν νοῦν ἐν μεγάλοις μέτροις καὶ παρρησίᾳ πολλῇ καὶ πλούτῳ ἐνδόξῳ χάριτος, καὶ οὕτως εἰς τέλεια μέτρα Χριστιανισμοῦ φθάσασα καὶ διὰ τοῦ αὐτεξουσίου ἀγῶνος καὶ διὰ τῆς ἄνωθεν βοηθείας εἰς τελείους ἐργάτας καὶ εἰς ἀμώμους Χριστοῦ λειτουργοὺς καὶ παρέδρους ἐν τῇ βασιλείᾳ καταλεγήσεται, διὰ τὴν εὐσυνειδησίαν καὶ πολλὴν σπουδήν, ἣν εἰς τὸ ἀγαθὸν ἐνεδείξατο κληρονομοῦσα τὸν κύριον εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΣ ΝΓʹ. Τὸ πῦρ τὸ οὐράνιον τὸ τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν λυθῇ τὸ σῶμα ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν. ὥσπερ δὲ τὸ ἐν Ἱεροσολύμοις πῦρ τὸ διακονοῦν ἐν τῷ θυσιαστηρίῳ, κατὰ τὸν καιρὸν τοῦ αἰχμαλωτισμοῦ ἦν χωσθὲν ἐν λάκκῳ καὶ αὐτὸ ἐκεῖνο ἐν τῷ γενέσθαι εἰρήνην καὶ ἐπανελθεῖν τοὺς αἰχμαλωτισθέντας ὥσπερ ἀνεκαινίσθη καὶ συνήθως διηκόνει, οὕτω 〈καὶ νῦν τὸ πιαινόμενον σῶμα, ὅπερ μετὰ τὸ λυθῆναι αὐτὸ γίνεται βόρβορος〉, ἐργάζεται καὶ τὸ οὐράνιον πῦρ καὶ ἀνακαινίζει καὶ ἀνιστᾷ τὰ πεφθαρμένα σώματα. τὸ γὰρ νῦν ἐσώτερον ἐν τῇ καρδίᾳ ἐνοικοῦν πῦρ τότε ἐξώτερον γίνεται καὶ ποιεῖ ἀνάστασιν τῶν σωμάτων. καὶ γὰρ ἐπὶ τοῦ Ναβουχοδονόσορ τὸ πῦρ τὸ ὂν ἐν τῇ καμίνῳ οὐκ ἦν θεϊκόν, ἀλλ᾽ ἦν κτίσμα, οἱ δὲ τρεῖς παῖδες διὰ τὴν δικαιοσύνην αὐτῶν ἐν τῷ φαινομένῳ πυρὶ ὄντες ἐν ταῖς καρδίαις αὐτῶν εἶχον τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐντὸς τῶν λογισμῶν διακονοῦν καὶ ἐνεργοῦν ἐν αὐτοῖς καὶ αὐτὸ ἐκεῖνο ἐφάνη ἐξώτερον αὐτῶν· ἀνὰ μέσον γὰρ αὐτῶν ἔστη καὶ ἐπέσχε τὸ φαινόμενον πῦρ τοῦ μὴ καίειν καὶ βλάπτειν τοὺς δικαίους.

ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Ἰσραὴλ ἐπειδὴ ὁ νοῦς αὐτῶν καὶ ὁ λογισμὸς ἐν προθέσει εἶχε τὸ μακρυνθῆναι ἀπὸ θεοῦ ζῶντος καὶ εἰς εἰδωλολατρείαν τραπῆναι ἠναγκάσθη Ἀαρὼν εἰπεῖν αὐτοῖς ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ κόσμια, καὶ λοιπὸν ὁ χρυσὸς καὶ τὰ σκεύη, ἅπερ ἐνέβαλον εἰς τὸ πῦρ, εἴδωλον ἐγένετο. ἴδε θαυμαστὸν πρᾶγμα, ὅπως ἐμιμήσατο τὸ πῦρ τὴν προαίρεσιν αὐτῶν. ἐπειδὴ γὰρ κατὰ πρόθεσιν ἐν τῷ κρυπτῷ ἐν τοῖς λογισμοῖς αὐτῶν, ἐβουλεύσαντο τὴν εἰδωλολατρίαν καὶ τὸ πῦρ ὁμοίως ἐμβληθέντα τὰ σκεύη εἴδωλον εἰργάσατο, καὶ λοιπὸν φαινομένως εἰδωλολάτρησαν. ὥσπερ οὖν οἱ τρεῖς παῖδες δικαιοσύνην λογισάμενοι ἐδέξαντο ἐν ἑαυτοῖς τὸ πῦρ τοῦ θεοῦ καὶ προσεκύνησαν τῷ κυρίῳ ἐν ἀληθείᾳ, οὕτω καὶ νῦν δέχονται αἱ πισταὶ ψυχαὶ ἐκεῖνο τὸ θεϊκὸν καὶ ἐπουράνιον πῦρ ἐν τῷ αἰῶνι τούτῳ ἐν τῷ κρυπτῷ, καὶ αὐτὸ ἐκεῖνο μορφοῖ εἰκόνα ἐπουράνιον εἰς τὴν ἀνθρωπότητα.

Καὶ ὥσπερ ἐμόρφωσε τὸ πῦρ τὰ σκεύη τὰ χρυσᾶ καὶ ἐγένοντο εἴδωλον, οὕτω καὶ ὁ κύριος, ὥσπερ μιμεῖται τῶν πιστῶν καὶ ἀγαθῶν ψυχῶν τὰς προαιρέσεις, καὶ κατὰ τὸ θέλημα αὐτῶν μορφοῖ εἰκόνα καινὴν εἰς τὴν ψυχήν, καὶ ἐν τῇ ἀναστάσει ἐξωτέρᾳ αὐτοῖς ἐμφαίνεται καὶ δοξάζει τὰ σώματα αὐτῶν καὶ ἔξωθεν καὶ ἔσωθεν. ἀλλ᾽ ὃν τρόπον τὰ σώματα πεφθαρμένα εἰσὶ τέως ἐν τῷ καιρῷ τούτῳ καὶ νεκρὰ καὶ λελυμένα, οὕτως εἰσὶ καὶ οἱ λογισμοὶ ὑπὸ τοῦ σατανᾶ πεφθαρμένοι καὶ νεκροὶ ἀπὸ τῆς ζωῆς καὶ κεχωρισμένοι, μᾶλλον δὲ συγκεχωσμένοι εἰς βόρβορον καὶ γῆν—ἀπώλετο γὰρ ἡ ψυχή—καὶ ὥσπερ οἱ Ἰσραηλῖται ἔβαλον τὰ χρυσᾶ σκεύη 〈εἰς τὸ πῦρ καὶ ἐγένετο εἴδωλον, οὕτω νῦν τὰ χρυσᾶ σκεύη〉, τοὺς λογισμοὺς τοὺς καθαροὺς καὶ καλοὺς ἐπέδωκε τῇ κακίᾳ ὁ ἄνθρωπος καὶ κατεχώσθησαν εἰς τὸν βόρβορον τῆς ἁμαρτίας. καὶ ὡς ἐν εἰδωλείῳ ἀνάκειται ἡ ψυχὴ οὖσα ἐν τῷ σκότει τῆς ἁμαρτίας.

Καὶ πῶς τις αὐτοὺς ἐξεύρῃ καὶ διακρίνῃ καὶ ἐκβάλῃ ἐκ τοῦ ἰδίου οἴκου; ὧδε λοιπὸν θεϊκοῦ φωτὸς χρείαν ἔχει ἡ ψυχὴ καὶ πνεύματος ἁγίου τοῦ κοσμοῦντος τὸν ἐσκοτισμένον οἶκον τοῦ φωτεινοῦ τῆς δικαιοσύνης ἡλίου τοῦ φωτίζοντος καὶ ἀνατέλλοντος εἰς τὴν καρδίαν· ὅπλου χρείαν ἔχει τοῦ νικῶντος τὸν πόλεμον. καὶ γὰρ ἐκείνη ἡ χήρα ἡ ἀπολέσασα τὴν δραχμὴν πρῶτον ἧψε τὸν λύχνον, εἶτα ἐκόσμησε τὸν οἶκον, καὶ οὕτω κοσμηθέντος τοῦ οἴκου καὶ τοῦ λύχνου ἀναφθέντος ηὑρέθη ἡ δραχμὴ ἐν τῇ κόπρῳ καὶ ἐν τῇ ἀκαθαρσίᾳ καὶ τῇ γῇ κεχωσμένη. καὶ νῦν ἡ ψυχὴ οὐ δύναται ἀφ᾽ ἑαυτῆς εὑρεῖν τοὺς λογισμοὺς αὐτῆς τοὺς ἰδίους καὶ διαχωρίσαι, ἀλλ᾽ ὅταν ἀναφθῇ ὁ λύχνος ὁ θεϊκός, ἅπτει εἰς τὸν ἐσκοτισμένον οἶκον καὶ τότε βλέπει τοὺς λογισμοὺς αὐτῆς, πῶς εἰσιν εἰς τὴν ἀκαθαρσίαν καὶ τὸν βόρβορον τῆς ἁμαρτίας κεχωσμένοι. ἀνατέλλει ὁ ἥλιος καὶ τότε ὁρᾷ ἡ ψυχὴ τὴν ἀπώλειαν αὐτῆς καὶ ἄρχεται ἀνακαλεῖσθαι τοὺς ἐν τῇ κόπρῳ καὶ ῥυπαρίᾳ ἀναμεμιγμένους λογισμούς. ἀπώλεσε γὰρ τὴν εἰκόνα αὐτῆς ἡ ψυχὴ παραβᾶσα τὴν ἐντολήν.

Ὥσπερ ἵνα τις ᾖ βασιλεὺς καὶ ἔχῃ ὕπαρξιν καὶ διακόνους ὑφ᾽ ἑαυτὸν τοὺς ὑπηρετοῦντας αὐτῷ, συμβῇ δὲ τοῦτον ὑπὸ ἐχθρῶν παραληφθῆναι καὶ αἰχμαλωτισθῆναι—τούτου δὲ παραληφθέντος καὶ ἐξορισθέντος ἀνάγκη ὅτι καὶ οἱ διάκονοι αὐτοῦ καὶ οἱ ὑπηρέται ὀπίσω ἀκολουθοῦσιν αὐτῷ, —οὕτω καὶ ὁ Ἀδὰμ ἐκτίσθη καθαρὸς ὑπὸ τοῦ θεοῦ εἰς διακονίαν αὐτοῦ καὶ ταῦτα τὰ κτίσματα εἰς ὑπηρεσίαν αὐτῷ ἐδόθη—κύριος γὰρ καὶ βασιλεὺς κατεστάθη πάντων τῶν κτισμάτων—, ἀλλ᾽ ἐξ οὗ ὁ λόγος ὁ πονηρὸς προσῆλθεν αὐτῷ καὶ προσωμίλησεν, αὐτὸς πρότερον διὰ τῆς ἔξωθεν ἀκοῆς ὑπεδέξατο αὐτόν, εἶτα διῆλθεν αὐτοῦ διὰ τῆς καρδίας καὶ κατέσχεν αὐτοῦ πᾶσαν τὴν ὑπόστασιν, καὶ οὕτω λοιπὸν αὐτοῦ παραληφθέντος συνελήφθη καὶ ἡ διακονοῦσα καὶ ὑπηρετουμένη αὐτῷ κτίσις. δι᾽ αὐτοῦ γὰρ ἐπὶ πᾶσαν ψυχὴν «ἐβασίλευσεν ὁ θάνατος» καὶ πᾶσαν εἰκόνα τοῦ Ἀδὰμ ἠφάνισεν ἐκ τῆς ἐκείνου παρακοῆς, ὥστε τραπῆναι τοὺς ἀνθρώπους καὶ ἐλθεῖν εἰς προσκύνησιν δαιμόνων. ἰδοὺ γὰρ οἱ καρποὶ τῆς γῆς οἱ ὑπὸ τοῦ θεοῦ καλῶς κτισθέντες· προσέφερον τοῖς δαίμοσιν ἄρτον καὶ οἶνον καὶ ἔλαιον καὶ ζῷα ἐν τοῖς βωμοῖς αὐτῶν, οὐ μὴν ἀλλὰ καὶ υἱοὺς αὐτῶν καὶ θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις.

νῦν οὖν αὐτὸς ὁ πλάσας τὸ σῶμα καὶ τὴν ψυχὴν αὐτὸς ἔρχεται καὶ διαλύει πᾶσαν τὴν ἀναστροφὴν τοῦ πονηροῦ καὶ τὰ ἔργα αὐτοῦ τὰ ἐπιτελούμενα ἐν τοῖς λογισμοῖς καὶ ἀνακαινίζει καὶ μορφοῖ εἰκόνα ἐπουράνιον καὶ ποιεῖ καινὴν ψυχήν, ἵνα γένηται πάλιν βασιλεὺς Ἀδὰμ τοῦ θανάτου καὶ κύριος τῶν κτισμάτων. ὡς εἰς τὴν σκιὰν τοῦ νόμου Μωϋσῆς σωτὴρ ἐκαλεῖτο τοῦ Ἰσραὴλ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τῆς Αἰγύπτου, οὕτω νῦν ὁ ἀληθινὸς λυτρωτὴς Χριστὸς εἰς τὰ κρύφια διέρχεται τῆς ψυχῆς καὶ ἐκβάλλει ἐκ τῆς σκοτεινῆς Αἰγύπτου καὶ τοῦ βαρυτάτου ζυγοῦ καὶ τῆς πικρᾶς δουλείας. ἐντέλλεται οὖν ἡμῖν, ὥστε ἐξελθεῖν ἐκ τοῦ κόσμου καὶ πτωχεῦσαι πάντων τῶν φαινομένων καὶ μὴ ἔχειν μέριμναν γηΐνην, ἀλλὰ νυκτὸς καὶ ἡμέρας στήκειν εἰς τὴν θύραν καὶ ἀπεκδέχεσθαι, πότε ὁ κύριος ἀνοίξας τὰς συγκεκλεισμένας καρδίας ἐπιχέει ἡμῖν τὴν δωρεὰν τοῦ πνεύματος. εἶπεν οὖν ἀφιέναι χρυσόν, ἄργυρον καὶ συγγένειαν, πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς καὶ θησαυρίζειν αὐτὰ εἰς τοὺς οὐρανούς, «ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου». εἶδεν ὁ κύριος, ὅτι ἔνδον ὁ σατανᾶς ἐν τούτῳ κατισχύει τοῦ λογισμοῦ, ἐν τῷ καταφέρειν αὐτὸν εἰς τὴν φροντίδα τῶν ὑλικῶν καὶ γηΐνων πραγμάτων. διὰ τοῦτο ὁ θεὸς προνοούμενος τῆς ψυχῆς σου εἶπεν ἀποτάξασθαι, ἵνα καὶ ἄκων ἐπιζητήσῃς τὸν οὐρανὸν καὶ ἔχῃς τὴν καρδίαν σου πρὸς τὸν θεόν.

ἐὰν γὰρ καὶ θελήσῃς πάλιν ἐπιστραφῆναι εἰς τὰ κτήματά σου, οὐδὲν εὑρίσκῃ τῶν φαινομένων κεκτημένος. καὶ—θέλεις οὐ θέλεις—ὅπου ταῦτα ἐθησαύρισας καὶ ἀπέθου, ἀναγκάζῃ βλέπειν, ἤγουν πρὸς τὸν οὐρανόν· «ὅπου γὰρ ὁ θησαυρός, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου».

Καὶ γὰρ ἐν τῷ νόμῳ ἐκέλευσεν ὁ θεὸς τῷ Μωϋσῇ, ἵνα ποιήσῃ ὄφιν χαλκοῦν καὶ τοῦτον ὑψώσῃ καὶ προσπήξῃ εἰς τὸ ἀκρότατον τοῦ ξύλου, καὶ ὅσοι ὑπὸ τῶν ὄφεων ἐπλήσσοντο, προσέχοντες τῷ ὄφει τῷ χαλκῷ, ἰάσεως ἐτύγχανον. καὶ ἐνταῦθα δὲ τοῦτο οἰκονομικῶς γίνεται. οἱ κατεχόμενοι γὰρ εἰς τὰς γηΐνας μερίμνας καὶ εἰς τὰς εἰδωλολατρείας καὶ εἰς τὰς ἡδονὰς τοῦ σατανᾶ καὶ εἰς πᾶσαν ἀσέβειαν διὰ τοιούτου τρόπου μερικῶς πως ἀνανεύουσιν ἐπὶ τὰ ἄνω καὶ ἀνακύψαντες ἀπὸ τῶν κάτω προσέχουσιν 〈ἐπὶ τὰ ὑψηλὰ καὶ πάλιν ἀπ᾽ ἐκείνων προκόψωσιν〉 εἰς τὸ ὑψηλότατον, καὶ οὕτω κατὰ μικρὸν προκόπτοντες εἰς τὸ ὑψηλότατον καὶ ἀνώτερον μέρος ἐπιγινώσκουσιν, ὅτι ἐστι θεὸς ὕψιστος παρὰ πᾶσαν τὴν κτίσιν. οὕτω καὶ σὲ ἐκέλευσε πτωχὸν γενέσθαι καὶ πάντα πωλήσαντα διαδοῦναι πτωχοῖς, ἵνα λοιπὸν κἂν θελήσῃς κάτω ἕρψαι ἐπὶ τῆς γῆς μὴ δυνηθῇς. ἐρευνᾶς γὰρ εἰς τὴν καρδίαν σου καὶ ἄρχῃ μετὰ τῶν λογισμῶν σου διαλέγεσθαι· “ἐπὶ τῆς γῆς οὐδὲν ἔχομεν, ἄγωμεν πρὸς τὸν οὐρανόν, ὅπου ἔχομεν τὸν θησαυρόν, ὅπου ἐπραγματευσάμεθα.„ ἄρχεται ὁ νοῦς σου ἀνανεύειν πρὸς τὸ ὕψος καὶ ἐπιζητεῖν τὰ ἀνώτερα καὶ προκόπτειν ἐν τούτῳ.

Τί δέ ἐστιν· ὅτι “ὁ νεκρὸς ὄφις ὁ προσπεπηγμένος εἰς τὸ ἀκρότατον τοῦ ξύλου ἰᾶτο τοὺς πεπληγμένους;„ ὁ νεκρὸς ὄφις τοὺς ζῶντας ἐνίκα, ὥστε τύπος ἐστὶ τοῦ σώματος τοῦ κυρίου. τὸ σῶμα γάρ, ὃ ἔλαβεν ἐκ τῆς θεοτόκου Μαρίας, ἀνήνεγκεν αὐτὸ ἐπὶ τοῦ σταυροῦ καὶ προσέπηξε καὶ ἐκρέμασεν ἐπὶ τοῦ ξύλου, καὶ τὸν ἐν τῇ καρδίᾳ ὄντα ὄφιν ζῶντα καὶ ἕρποντα νεκρὸν σῶμα ἐνίκησε καὶ ἀπέκτεινεν—〈ὧδε θαῦμα μέγιστον, πῶς ὁ νεκρὸς ὄφις τὸν ζῶντα ἀπέκτεινεν〉—, ἀλλ᾽ ὃν τρόπον ἐκεῖ ὁ Μωϋσῆς ἐποίησε τὸν ὄφιν τὸν χαλκοῦν—καὶ ἀπ᾽ ἀρχῆς κτίσεως οὐκ ἐγένετο ὄφις χαλκοῦς, ἀλλ᾽ αὐτὸς ὁ Μωϋσῆς καινὸν ἔργον ὁμοίωμα τοῦ ζῶντος ὄφεως ἐποίησεν—οὕτω καὶ ὁ κύριος καινὸν σῶμα ἐκ τῆς ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐποίησε καὶ τοῦτο ἐνεδύσατο, ἀλλ᾽ οὐκ ἤνεγκε τὸ σῶμα ἐξ οὐρανοῦ· τὸ δὲ πνεῦμα οὐράνιον ἦν—, ἀλλὰ ἄνθρωπον καινὸν ἐν τῷ Ἀδὰμ εἰσελθὼν εἰργάσατο καὶ τοῦτον συνεκέρασε τῇ θεότητι καὶ ἐνεδύσατο τὴν ἀνθρωπίνην σάρκα καὶ ἐμόρφωσεν ἐν τῇ μήτρᾳ. ὥσπερ οὖν ὁ ὄφις ὁ χαλκοῦς ἕως τοῦ Μωϋσέως οὐκ ἐκελεύσθη ὑπὸ τοῦ κυρίου γενέσθαι ἐν τῷ κόσμῳ, οὕτως οὐδὲ καινὸν σῶμα καὶ ἀναμάρτητον ἕως τοῦ κυρίου ἐφάνη ἐν τῷ κόσμῳ. παραβάντος γὰρ τὴν ἐντολὴν τοῦ πρώτου Ἀδὰμ «ἐβασίλευσεν ὁ θάνατος» ἐπὶ ὅλα τὰ τέκνα αὐτοῦ. ἐνίκησεν οὖν νεκρὸν σῶμα τὸν ζῶντα ὄφιν.

Καὶ τοῦτο 〈τὸ〉 θαυμάσιον «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ 〈μωρία». τί δὲ λέγει ὁ ἀπόστολος; «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ〉 μωρίαν, ἡμῖν δὲ τοῖς σῳζομένοις θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν». ὧδε ζωή, ὧδε τὸ φῶς, ὧδε ἡ νίκη, ὧδε ἡ ἀπολύτρωσις. ἔρχεται πρὸς τὸν θάνατον καὶ διαλέγεται αὐτῷ ὁ κύριος καὶ προστάσσει τοῦ ἐκβαλεῖν ἐκ τοῦ ᾅδου καὶ τοῦ θανάτου τὰς ψυχὰς καὶ ἀποδοῦναι. αὐτὸς δὲ πρὸς ταῦτα ταρασσόμενος εἰσέρχεται εἰς τοὺς διακόνους αὐτοῦ καὶ συνάγει πάσας τὰς δυνάμεις. καὶ προφέρει ὁ ἄρχων τὰ χειρόγραφα καὶ λέγει· “ἴδε ὅπου ὑπήκουσαν τῷ λόγῳ μου, ἴδε ὅπου προσεκύνησαν ἡμῖν οἱ ἄνθρωποι.„ ὁ δὲ θεός, δικαιοκρίτης ὤν, κἀκεῖ δείκνυσι τὸ δίκαιον αὐτοῦ καὶ λέγει· “ναί, ὑπήκουσέ σου ὁ Ἀδάμ, κατέσχες αὐτοῦ πάσας τὰς καρδίας, ὑπήκουσέ σου ἡ ἀνθρωπότης, τὸ ἐμὸν σῶμα τί ποιεῖ ὧδε; τοῦτο ἀναμάρτητόν ἐστι. τὸ σῶμα τοῦ πρώτου Ἀδὰμ ἐχρεώστησέ σοι, καὶ δικαίως αὐτοῦ κατέχεις τὰ χειρόγραφα. ἐμοὶ δὲ πάντες μαρτυροῦσιν, ὅτι οὐχ ἥμαρτον. οὐ χρεωστῶ σοι οὐδέν.

καὶ ὅτι υἱός εἰμι τοῦ θεοῦ, πάντες μαρτυροῦσιν.„ ἐπάνω γὰρ ἐκ τῶν οὐρανῶν ἐμαρτύρησε φωνὴ ἐλθοῦσα ἐπὶ τῆς γῆς· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα» Ἰωάννης μαρτυρεῖ· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», καὶ πάλιν ἡ γραφή· «ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν αὐτῷ», καὶ ὅτι «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου· καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». καὶ σὺ δὲ αὐτός, ὁ σατανᾶς, μαρτυρεῖς μοι λέγων· «οἶδά σε τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ», καὶ πάλιν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς». τρεῖς μοι μαρτυροῦσιν· οἱ ἐπάνω τῶν οὐρανῶν φωνὴν ἀφίασιν, οἱ ἐπὶ γῆς καὶ αὐτὸς σύ. ἐξαγοράζω οὖν διὰ τοῦ ἐμοῦ ἀναμαρτήτου σώματος τὸ σῶμα τὸ πραθέν σοι διὰ τοῦ πρώτου Ἀδάμ, παραλύω σοι τὰ χειρόγραφα· ἐγὼ γὰρ ἀπέδωκα τὰ χρέη τοῦ Ἀδὰμ σταυρωθεὶς καὶ κατελθὼν εἰς τὸν ᾅδην. κελεύω οὖν, ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς (ἤγουν τοῦ Ἀδαμιαίου γένους). καὶ οὕτω λοιπὸν αἱ πονηραὶ δυνάμεις τρόμῳ ἀποδιδόασι τὸν ἐγκεκλεισμένον Ἀδάμ. Ἀλλ᾽ ὅταν ἀκούσῃς ὅτι ἐν τῷ καιρῷ ἐκείνῳ ἐρρύσατο τὰς ψυχὰς ἐκ τοῦ ᾅδου καὶ τοῦ σκότους καὶ ὅτι κατῆλθε πρὸς τὸν ᾅδην ὁ κύριος καὶ ἐποίησεν ἔνδοξον ἔργον, μὴ μακρὰν ταῦτα ἀπὸ τῆς ψυχῆς σου τὰ πράγματα εἶναι νομίσῃς. ὁ γὰρ ᾅδης καὶ ἄνθρωπος νοεῖται χωρητικὸς καὶ κτητικὸς τοῦ πονηροῦ.

κατέχει οὖν ὁ θάνατος τὰς ψυχὰς τοῦ Ἀδάμ, ἤγουν ἐντὸς τοῦ σκότους εἰσὶν οἱ λογισμοὶ τῆς ψυχῆς ἐγκεκλεισμένοι. καὶ ὅταν ἀκούσῃς περὶ μνημείου, οὐ τοῦτο τὸ φαινόμενόν ἐστι· μνημεῖον γὰρ καὶ τάφος ἡ καρδία σου ἐστίν. ὅταν γὰρ ὁ ἄρχων τῆς κακίας καὶ οἱ ἄγγελοι αὐτοῦ ἐκεῖ ἐμφωλεύωσι, καὶ ὅταν τὰς τρίβους καὶ τὰς διόδους, ὅπου ἐμπεριπατοῦσιν, αἱ δυνάμεις τοῦ σατανᾶ εἰς τὸν νοῦν σου καὶ εἰς τὸν λογισμόν σου ἔχωσιν, οὐκ εἶ ᾅδης καὶ μνημεῖον καὶ νεκρὸς τῷ θεῷ; ἐκεῖ γὰρ ὁ σατανᾶς ἀργύριον ἀδόκιμον ἐνεχάραξεν, ἐν τῇ ψυχῇ ἐνέσπειρε σπέρματα πικρά, ἐζύμωται ζύμῃ παλαιᾷ, βρύει ἐκεῖ πηγὴ βορβόρου. ἔρχεται οὖν ὁ κύριος εἰς τὰς ἐπιζητούσας αὐτὸν ψυχάς, εἰς τὸ βάθος τοῦ ᾅδου, τῆς καρδίας, κἀκεῖ προστάσσει τῷ θανάτῳ λέγων· “ἔκβαλε τὰς ἐγκεκλεισμένας ψυχὰς τὰς ἐμὲ ἐπιζητούσας, ἃς κατέχεις βιαίως.„ διαρρήσσει οὖν τοὺς βαρεῖς λίθους τοὺς ἐπικειμένους τῇ ψυχῇ, ἀνοίγει τὰ μνημεῖα, ἀνιστᾷ τὸν ἀληθινὸν νεκρόν, ἐκβάλλει ἐκ τῆς σκοτεινῆς φυλακῆς τὴν ἐγκεκλεισμένην ψυχήν.

Ὃν τρόπον δὲ ἵνα ᾖ ἄνθρωπος καὶ δεθῇ χεῖρας καὶ πόδας ἁλύσεσι, καὶ ἔλθῃ τις ὁ διαλύων αὐτοῦ τὰ δεσμά, καὶ ἀφίησιν αὐτὸν ἐλεύθερον περιπατεῖν ἐν ἀνεκτότητι, οὕτω τὴν δεδεμένην ψυχὴν ταῖς ἁλύσεσι τοῦ θανάτου λύει ὁ κύριος ἀπὸ τῶν δεσμῶν καὶ ἀφίησιν αὐτὴν καὶ ἐλευθεροῖ τὸν νοῦν ἀκόπως ἐν ἀναπαύσει περιπατεῖν εἰς τὸν θεϊκὸν ἀέρα. καὶ ὥσπερ ἵνα ᾖ ἄνθρωπος ἐν πλημμύρᾳ ποταμοῦ ἐμπεσὼν καὶ καταβυθισθείς, λοιπόν ἐστιν ἐν τῇ πλημμύρᾳ, τοῦ σώματος προκειμένου ἀνὰ μέσον θηρίων δεινῶν· καὶ ἐὰν θελήσῃ ἄλλος ἄνθρωπος ἄπειρος τοῦ κολυμβᾶν διασώσασθαι τὸν ἐμπεσόντα, καὶ αὐτὸς συναπόλλυται καὶ πνίγεται. λοιπὸν οὖν ὧδε ἐμπείρου κολυμβητοῦ καὶ δυνατοῦ χρεία, ἵνα εἰσελθὼν εἰς τὸ βάθος τοῦ κόλπου τοῦ ὕδατος ἐκεῖ καταδύσηται καὶ ἀνενέγκῃ τὸν καταπεποντισμένον καὶ πεπνιγμένον καὶ ὄντα ἀνὰ μέσον θηρίων δεινῶν. καὶ αὐτὸ δὲ τὸ ὕδωρ, ὅταν ἴδῃ ἔμπειρον καὶ εἰδότα πλεῖν, βοηθεῖ τούτῳ καὶ ἀναφέρει αὐτὸν ἐπὶ τὰ ἀνώτερα, —οὕτω καὶ ἡ ψυχὴ εἰς ἄβυσσον σκότους καὶ εἰς τὸ βάθος τοῦ κόλπου τοῦ θανάτου καταπεποντισμένη πέπνικται καὶ νεκρά ἐστιν ἀπὸ τοῦ θεοῦ ἀνὰ μέσον θηρίων δεινῶν. καὶ τίς δύναται εἰς τὰ ταμιεῖα ἐκεῖνα καὶ τὰ βάθη τοῦ ᾅδου κατελθεῖν, εἰ μὴ αὐτὸς ὁ τεχνίτης ὁ ἐργασάμενος τὸ σῶμα;

αὐτὸς ἔρχεται εἰς τὰ δύο μέρη καὶ εἰς τὸ βάθος τοῦ ᾅδου καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας, ὅπου κατέχεται ἡ ψυχὴ ὑπὸ τοῦ θανάτου σὺν τοῖς λογισμοῖς αὐτῆς, καὶ ἀναφέρει ἐκ τοῦ σκοτεινοῦ βυθοῦ τὸν νενεκρωμένον Ἀδάμ. καὶ αὐτὸς δὲ ὁ θάνατος διὰ τῆς γυμνασίας εἰς βοήθειαν γίνεται αὐτοῦ τοῦ ἀνθρώπου, ὥσπερ τὸ ὕδωρ τῷ κολυμβῶντι. τί γὰρ δυσχερές ἐστι τῷ θεῷ εἰσελθεῖν εἰς τὸν θάνατον καὶ πάλιν εἰς τὸν βαθὺν κόλπον τῆς καρδίας κἀκεῖθεν ἀνακαλέσασθαι τὸν νενεκρωμένον Ἀδάμ; ἐν γὰρ τῷ φαινομένῳ αἰῶνί εἰσιν οἰκοδομαὶ καὶ οἰκίαι, ὅπου ἡ ἀνθρωπότης κατοικεῖ, καί εἰσι σπήλαια, ὅπου θηρία ἢ λέοντες ἢ δράκοντες καὶ ἄλλα θηρία ἰοβόλα. εἰ τοίνυν ὁ ἥλιος κτίσμα ὢν εἰσέρχεται πανταχόθεν, διὰ θυρίδων καὶ εἰς τὰ σπήλαια τῶν λεόντων καὶ εἰς τὰς ὀπὰς τῶν ἑρπετῶν καὶ ἐξέρχεται καὶ οὐδὲν βλάπτεται, πόσῳ μᾶλλον ὁ θεός, ὁ δεσπότης πάντων, εἰσέρχεται εἰς τοὺς φωλεοὺς καὶ εἰς τοὺς οἴκους, ὅπου κατεσκήνωσεν ὁ θάνατος, καὶ εἰς τὰς ψυχὰς κἀκεῖθεν ῥυόμενος τὸν Ἀδὰμ οὐκ ἀδικεῖται ὑπὸ τοῦ θανάτου. καὶ ὡς ὑετὸς ἐξ οὐρανοῦ κατερχόμενος φθάνει κατέρχεσθαι «εἰς τὰ κατώτατα τῆς γῆς» κἀκεῖθεν τὰς ξηρανθείσας ῥίζας ὑγρᾶναι καὶ ἀνακαινίσαι καὶ ἐξυπνίσαι καὶ ποιῆσαι ἐκεῖ γέννημα καινόν.

Ὁ ἔχων ἀγῶνα καὶ θλῖψιν καὶ πόλεμον πρὸς τὸν σατανᾶν, οὗτος συντετριμμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· ἐν μερίμνῃ γάρ ἐστι καὶ πένθει καὶ δάκρυσιν. εἰ τοίνυν ἐν τούτοις τοῖς πράγμασι στήκει ὁ τοιοῦτος εἰς τὸν πόλεμον μετ᾽ αὐτοῦ ἐστιν ὁ κύριος καὶ φυλάσσει αὐτὸν καὶ ἐπιζητεῖ σπουδαίως καὶ κρούει τὴν θύραν, πότε αὐτῷ ἀνοίγει. πάλιν εἰ φαίνεταί σοι ἀδελφὸς χρηστός, ἐπιεικής, φιλάδελφος, ἀγαθός, ὁ δὲ ὑπὸ χάριτος ἐστιν ὑπεστηριγμένος καὶ ἀναπεπαυμένος. ὁ δὲ μὴ ἔχων θεμέλιον οὐκ ἔχει τοσοῦτον φόβον θεοῦ, οὐδὲ συντέτριπται αὐτοῦ ἡ καρδία, οὐδέ ἐστιν ἐν φόβῳ οὐδὲ ἀσφαλίζεται αὐτοῦ τὴν καρδίαν καὶ τὰ λοιπὰ μέλη τοῦ μὴ ἀτάκτως πορεύεσθαι. οὗτος ἀκμὴν ἀπολελυμένην ἔχει τὴν ψυχὴν αὐτοῦ· οὔπω γὰρ εἰσῆλθεν εἰς ἀγῶνα. ἄλλος οὖν ἐστιν ὁ ἐν ἀγῶνι καὶ θλίψει καὶ ἄλλος ὁ μὴ εἰδὼς τί ἐστι πόλεμος. καὶ γὰρ τὰ σπέρματα ὅταν ἐμβληθῇ εἰς τὴν γῆν, θλῖψιν ὑπομένει εἰς τοὺς πάγους, εἰς τοὺς χειμῶνας, εἰς τὴν ψυχρότητα τῶν ἀέρων, καὶ ἐν τῷ δέοντι καιρῷ ἀναζωοποιεῖται τὸ γέννημα. συμβαίνει δέ, ὅτι ὁ σατανᾶς διαλέγεταί σοι ἐν τῇ καρδίᾳ· “ἴδε πόσα κακὰ ἐποίησας, ἰδοὺ πεπλήρωταί σου ἡ ψυχὴ πασῶν ἀνομιῶν, καὶ βεβαρημένος εἶ ἀπὸ ἁμαρτιῶν.„ ταῦτα δὲ ποιεῖ, ἵνα ἐνέγκῃ σε εἰς ἀπελπισμόν, ὅτι οὐκέτι δύνασαι σωθῆναι οὐδέ ἐστιν εὐπρόσδεκτος ἡ μετάνοιά σου.

ἐπειδὴ γὰρ ἐπεισῆλθε διὰ τῆς παραβάσεως ἡ κακία, λοιπὸν καθ᾽ ἑκάστην ὥραν διαλέγεται τῇ ψυχῇ ὡς ἄνθρωπος μετὰ ἀνθρώπου. ἀποκρίθητι αὐτῷ καὶ σύ, ὅτι “ἔχω τὰς μαρτυρίας τοῦ κυρίου ἐγγράφως„, ὅτι “οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν, ὥστε ἀποστραφῆναι αὐτὸν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν„. διὰ τοῦτο γὰρ κατῆλθεν αὐτός, ἵνα τοὺς ἁμαρτωλοὺς σώσῃ, τοὺς νεκροὺς ἀνεγείρῃ, τοὺς τεθανατωμένους ἀναζωοποιήσῃ, τοὺς ἐν σκότει φωτίσῃ. ἀληθῶς γὰρ ὁ ἐλθὼν εἰς υἱοθεσίαν ἡμᾶς ἐκάλεσε, εἰς πόλιν ἁγίαν εἰρηνευομένην, εἰς ζωὴν τὴν μηδέποτε ἀποθνῄσκουσαν, εἰς δόξαν ἄφθαρτον. μόνον ἡμεῖς τῇ ἀρχῇ ἡμῶν δῶμεν τέλος ἀγαθόν, ἐμμείνωμεν ἐν τῇ πτωχείᾳ, ἐν τῇ ξενιτείᾳ, ἐν τῇ κακουχίᾳ, ἐν τῇ αἰτήσει τῇ πρὸς τὸν θεόν, μετὰ ἀναιδείας κρούοντες τὴν θύραν. ὥσπερ γὰρ ἐγγύς ἐστι τὸ σῶμα τῆς ψυχῆς, οὕτως ἐγγύτερός ἐστιν ὁ κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν πλοῦτον τὸν οὐράνιον. ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς αὐτοῦ εἰσιν αἱ ἐπαγγελίαι, μόνον ἵνα ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν.

Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ τῷ ἀπείρῳ αὐτοῦ ἐλέει. Ἀμήν.

ΛΟΓΟΣ ΝΔʹ. Τί λαλήσομεν τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς, ἢ τί ὑπομνήσομεν ὑμᾶς τοὺς ἑτοιμάσαντας ἑαυτοὺς ὀπίσω τοῦ Χριστοῦ πορεύεσθαι; λαλήσωμεν ὑμῖν ὅτι τὸν εὐαρεστῆσαι θεῷ θέλοντα ἀναχωρῆσαι καὶ ἀποτάξασθαι δεῖ τῷ κόσμῳ τούτῳ; ἰδοὺ προειλήφατε τοῦτο ποιῆσαι. ἀλλ᾽ ἐροῦμεν ὑμῖν ὅτι τὸν βουλόμενον ἀκολουθεῖν τῷ τοῦ κυρίου λόγῳ ξένον καὶ ἀλλότριον τῆς αὐτοῦ πατρίδος καὶ γονέων καὶ συγγενῶν καὶ φίλων γενέσθαι χρὴ διὰ τὴν πρὸς τὸν κύριον ἀγάπην καὶ τὴν τῶν ἐντολῶν αὐτοῦ ἐπιπόθησιν. ἰδοὺ καὶ τοῦτο ἕκαστος ὑμῶν ἑτοίμως πεποίηκε καὶ ξένος τῆς ἑαυτοῦ πατρίδος διὰ τὸν θεὸν γεγένηται. ἀλλὰ ὑπομνήσομεν ὑμᾶς περὶ τοῦ δεῖν ταῖς εὐχαῖς ἐγκαρτερεῖν καὶ ταῖς νηστείαις κατὰ τὴν τοῦ κυρίου ἐπιταγὴν καὶ κατὰ τὴν τοῦ ἀποστόλου παραίνεσιν· ἔλεγε γὰρ ὁ κύριος· «παραβολὴν πρὸς τὸ πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν», καὶ ὁ ἀπόστολος· «ἀδιαλείπτως προσεύχεσθε», ἀλλ᾽ ἰδοὺ χάριτι Χριστοῦ ἐν αὐτῷ τῷ ἔργῳ ὁρῶμεν ὑμᾶς διατελοῦντας καὶ εἰς αὐτὸ παραμένοντας. ἀλλ᾽ εἴπωμεν ὑμῖν ὅτι τῶν θεοπνεύστων γραφῶν ἐμπείρους ὑμᾶς εἶναι δεῖ καὶ ἐν αὐταῖς ἐντετρίφθαι πρὸς τὸ μὴ ἀμνημονεῖν τῶν τοῦ κυρίου ζώντων λογίων καὶ τῶν ἐντολῶν αὐτοῦ καὶ θείων παραγγελμάτων—ἰδοὺ χάριτι τοῦ κυρίου ἐν αὐταῖς γυμνάζεσθε καὶ τὴν μελέτην ὑμῶν διαπαντὸς ἐν αὐταῖς ποιεῖσθε.

λαλήσομεν ὑμῖν περὶ τῆς εἰς ἀλλήλους ἀγάπης καὶ φιλαδελφίας καὶ ὑποταγῆς καὶ ταπεινώσεως καὶ τῆς πρὸς ἀλλήλους τιμῆς ἰδοῦ ἕκαστος ὑμῶν σπουδάζει καὶ ἐν τούτοις ἑαυτὸν γυμνάζει καὶ ἐθίζει ἔθος ἀγαθόν.

Καλῶς τοίνυν, 〈ὦ〉 τέκνα, καὶ καθαρῶς προσεληλύθατε δουλεύειν καὶ εὐαρεστεῖν τῷ ἑαυτῶν δεσπότῃ Χριστῷ. ἀγαθὴ καὶ εὐπρόσδεκτος ἡ τοιαύτη παρὰ θεῷ ἀρχή. τοὺς γὰρ καθαρῶς καὶ ὁλοκλήρῳ προαιρέσει προσερχομένους τῷ κυρίῳ τούτους εἰς ἐκλογὴν καὶ ζωὴν ὁρίζει τὴν αἰώνιον. ἐπιζητεῖ τοίνυν τοὺς προσεληλυθότας καὶ προσεγγίζοντας αὐτῷ καθαρῶς (τουτέστιν ὅλῃ τῇ προαιρέσει) τοιούτους εἶναι· φυλάσσειν τὸ σῶμα καθαρὸν ἀπὸ φθορᾶς, πορνείας τε καὶ κλοπῆς καὶ ψεύδους, λόγων τε ἀργῶν καὶ ματαίων, γαστριμαργίας τε καὶ πλεονεξίας πάσης καὶ τῶν λοιπῶν διὰ τοῦ σώματος ἐπιτελουμένων ἁμαρτημάτων, καὶ φυλάσσειν τὴν ψυχὴν καθαρὰν ἀπὸ λογισμῶν ματαίων καὶ ῥυπαρῶν καὶ πονηρῶν καὶ μὴ συνδυάζειν τῇ κακίᾳ. ὥσπερ γὰρ τὸ σῶμα φθείρεται καὶ μιαίνεται, ἐπὰν κοινωνήσῃ ἐν ἀκαθαρσίᾳ ἑτέρῳ σώματι, οὕτω καὶ ἡ ψυχὴ φθείρεται, ἐπὰν κοινωνῇ συνδυάζουσα ταῖς ἐνοχλούσαις τῆς κακίας δυνάμεσιν. ὥσπερ ὁ ἀπόστολός φησι· «ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ (ὅ ἐστι τὸ σῶμα), φθερεῖ τοῦτον ὁ θεός», οὕτως ὁ φθείρων τὴν ψυχὴν καὶ τὸν νοῦν καὶ συναινῶν καὶ συνδυάζων τῇ συνούσῃ κακίᾳ τῶν παθῶν ἐν τοῖς ἀοράτοις τῶν λογισμῶν ἁμαρτήμασι τιμωρίαις ὑπαίτιος τυγχάνει.

ὡς οὖν φυλάσσεσθαι χρὴ τὸ σῶμα καθαρὸν ἀπὸ φανερῶν καὶ ὁρατῶν ἁμαρτημάτων, ὅτι ναὸς θεοῦ ἐστιν, οὕτω φυλάσσεσθαι χρὴ καὶ τὴν ψυχὴν καθαρὰν ἀπὸ πονηρῶν καὶ ἀκαθάρτων λογισμῶν πρὸς τὸ μὴ φθείρεσθαι τὰ νοήματα ἑκουσίως καὶ τὸν νοῦν μολύνεσθαι—ὡς φησί που· «πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ ταύτης ἔξοδοι ζωῆς», καὶ πάλιν· «σκολιῶν γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ»—, ὅτι νύμφη ἐστὶ τοῦ μεγάλου βασιλέως Χριστοῦ· «ἡρμοσάμην γάρ, φησίν, ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ». οὕτω γὰρ εὐδόκησεν ὁ θεὸς καὶ οὕτω προσέταξε τοὺς προσερχομένους αὐτῷ καὶ ζητοῦντας αὐτὸν ἐνοικῆσαι καὶ ἐμπεριπατῆσαι ἐν αὐτοῖς. δεῖ τοίνυν τὴν ψυχὴν καθαρὰν φυλάσσειν, τοῦ μὴ συναινεῖν καὶ συνδυάζειν τῇ κακίᾳ ἐν τοῖς διαλογισμοῖς, καὶ τὸ σῶμα καθαρὸν φυλάσσειν ἀπὸ φανερῶν πράξεων πονηρῶν. οὐκ εὐδοκεῖ γὰρ ὁ θεὸς ἐν πόρνοις οἰκεῖν καὶ ἀχρείοις καὶ μιαροῖς καὶ ἀσελγέσι, καὶ οὐκ εὐδοκεῖ κατοικεῖν ἐν ψυχαῖς φθειρομέναις ἑκουσίως τὰ νοήματα ἐν τοῖς ἀοράτοις πάθεσιν ὑπὸ τῆς συνούσης κακίας τοῦ πονηροῦ καὶ παλαιοῦ ἀνθρώπου.

Τὸ λοιπὸν λόγον ἀπαιτείτω ἕκαστος παρὰ τῆς ἑαυτοῦ ψυχῆς, ἀνακρίνων τοὺς λογισμοὺς ἀπὸ θείων γραφῶν, καὶ δοκιμαζέτω ἐν τίσιν ἑκουσίως κεκράτηται, καὶ βλεπέτω, εἰ συμφωνεῖ τοῖς νόμοις τοῦ θεοῦ ἡ καρδία καὶ οἱ διαλογισμοί, καὶ εἰ μὴ συμφωνεῖ, σπουδαζέτω καὶ ἀγωνιζέσθω ἕκαστος πάσῃ δυνάμει ψυχῆς καὶ σώματος, ἵνα ὥσπερ τὸ σῶμα ἔξωθεν φυλάσσει ἀπὸ πορνείας καὶ φθορᾶς ὡς ναὸν θεοῦ, οὕτως ἔνδοθεν καὶ τὴν ψυχὴν καὶ τοὺς διαλογισμοὺς φυλάξῃ ἀπὸ φθορᾶς τῶν πονηρῶν πνευμάτων, τοῦ μὴ κοινωνεῖν τοῖς διαλογισμοῖς αὐτῶν καὶ μιαίνεσθαι αὐτὴν ὡς νύμφην οὖσαν Χριστοῦ. ὥσπερ γὰρ τὸ σῶμα κοινωνοῦν ἑτέρῳ σώματι φθείρεται καὶ πορνεύει, οὕτω καὶ ἡ ψυχὴ κρυπτῶς κοινωνοῦσα πονηραῖς δυνάμεσιν ἐν διαλογισμοῖς φθείρεται καὶ πορνεύει ἐν ἀοράτοις ἁμαρτήμασιν, ἐν ἀπιστίᾳ, ἐν δόλῳ, ἐν κενοδοξίᾳ, ἐν ὀργῇ, ἐν φθόνῳ, ἐν ζήλῳ, ἐν ἔριδι. ἔνθα γὰρ κοινωνεῖ ψυχή, ἐκεῖ καὶ διακονεῖ. «ἀνθρώπων, γάρ φησιν, διεφθαρμένων τὸν νοῦν», καὶ πάλιν· «μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις», καὶ πάλιν· «φοβοῦμαι μήπως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν».

ὥστε ἔστι πορνεία καὶ φθορὰ κρυπτῶς ἐν ψυχῇ διὰ πονηρῶν λογισμῶν ἐπιτελουμένη καὶ γὰρ ἐν τῷ νόμῳ μυστήριον περὶ ψυχῆς ἐμφαῖνον τὸ πνεῦμα τὸ ἅγιον τὰ καθαρὰ τετράποδα καὶ τὰ καθαρὰ πετεινὰ ἀπὸ τῶν ἀκαθάρτων διώρισε, τὰ δὲ καθαρὰ καθαροὺς καρποὺς τίκτει, οὕτως ὀφείλουσι τῆς ψυχῆς οἱ καθαροὶ τῆς ἰδίας φύσεως λογισμοὶ κεχωρίσθαι τῇ γνώσει τοῦ λόγου διὰ πολλῆς σπουδῆς καὶ ἀγῶνος ἀπὸ τῶν τῆς ἐνοχλούσης ἁμαρτίας ἀκαθάρτων λογισμῶν, 〈ἵνα ἡ ψυχὴ τοὺς τῆς ἰδίας φύσεως καθαροὺς λογισμοὺς διὰ τῆς τοῦ λόγου γνώσεως καθαροὺς ἀποτίκτῃ, καὶ μὴ συναίνουσα καὶ κοινωνοῦσα τῇ συνούσῃ κακίᾳ ἀκαθάρτους ἐννοίας ὡς φυσικοὺς δι᾽ ἄγνοιαν ἀποκυΐσκῃ〉. διχηλοῦντά φησι καὶ μηρυκώμενα ταῦτα καθαρὰ τυγχάνει, τουτέστιν ὅτι δεῖ ἕκαστον διχῶς ἑαυτὸν ὁρᾶν ἀντιλέγοντα καὶ μὴ συμφωνοῦντα τῇ συνούσῃ κακίᾳ τῶν παθῶν.

Χρὴ τοίνυν τὴν ψυχὴν πρότερον ἐν τοῖς λογισμοῖς αὐτῆς διορίζειν καὶ διακρίνειν ἑαυτὴν διὰ τοῦ λόγου ἀπὸ τῆς κοινωνίας τῆς ἁμαρτίας. τότε γὰρ ἐξ ἀληθείας διορίζεται διὰ τῆς δυνάμεως τοῦ πνεύματος ἀπὸ τῶν τῆς πονηρίας πνευμάτων, ἅ ἐστι ῥίζαι τῶν διαλογισμῶν. ὥσπερ γὰρ ἀνὴρ γεωργὸς καλῶς ἐπιμελούμενος τῆς γῆς πρότερον ἀνανεοῖ αὐτὴν καὶ καθαίρει τὰς ἀκάνθας καὶ τριβόλους, καὶ οὕτω σπόρον καταβάλλει πρὸς τὸ ἐπιτηδείους καὶ ἐντελεῖς δοῦναι τοὺς καρπούς, οὕτω χρὴ τὸν βουλόμενον εὐαρεστῆσαι κυρίῳ καὶ τὸν σπόρον τῆς χάριτος λαβεῖν προσδοκῶντα προκαθαίρειν καὶ ἀνανεοῦν καὶ προευτρεπίζειν ὅση δύναμις ἐξ ἑαυτοῦ τὴν γῆν τῆς καρδίας αὐτοῦ, ἵνα ὁ σπόρος πεσὼν τοῦ πνεύματος ἐν τῇ καλῇ τῆς καρδίας γῇ πολυπλασίονας καρποὺς καὶ ἐντελεῖς ἀποδώσει. ἢ ὥσπερ τεχνίτης ἐπιτηδείως ἐργαζόμενος τὰ δέρματα τῶν ζῴων, τὰ λεγόμενα σωμάτια, {τοὺς βεμβράνους}. ἐὰν μὴ πρότερον ἄρῃ ἐξ αὐτῶν τὰς τρίχας καὶ τὰ περισσὰ τῶν σαρκῶν πάχη καὶ τὴν τοῦ αἵματος μελανίαν καὶ τὴν λοιπὴν ἀκαθαρσίαν καὶ ἐπιτηδείως καθαρὰ καὶ λαμπρὰ αὐτὰ ἀπεργάσηται, οὐ γράφουσιν ἐν αὐτοῖς τοὺς νόμους τοῦ θεοῦ. ἐπὰν δὲ ὁ σοφὸς τεχνίτης καθ᾽ ὃν δεῖ τρόπον πάντα τὰ περισσὰ περιαιρήσας καὶ καθαρίσας λαμπρύνῃ, τότε γράφονται οἱ τοῦ θεοῦ νόμοι καὶ τότε εἰσὶ γραφαί.

τὸν αὐτὸν τρόπον οἱ βουλόμενοι καὶ ἐλπίζοντες τοὺς νόμους τοῦ πνεύματος ἐν τῇ ἑαυτῶν διανοίᾳ καὶ ψυχῇ ἐγγραφῆναι καὶ τὴν ἐπουράνιον εἰκόνα τοῦ Χριστοῦ τῆς ζωῆς ἐνδύσασθαι ἐπιποθοῦντες πάσῃ σπουδῇ καὶ ἐπιμελείᾳ τὴν ἑαυτῶν καρδίαν ὡς ἐπιτήδειοι τεχνῖται ἐργαζέσθωσαν καὶ καθαριζέτωσαν αὐτὴν ἀπὸ πάσης ὑλικῆς τοῦ αἰῶνος τούτου παχύτητος καὶ σαρκῶν καὶ αἱμάτων, (〈τουτέστι〉 φροντίδων καὶ δεσμῶν γηΐνων). ἐκτὸς εἶναι αὐτὴν καταρτιζέτωσαν καὶ ἀπὸ σαρκικῶν ὕλης περισπασμῶν (ἅ ἐστι τοῦ αἵματος μελανία) ταύτην καθαριζέτωσαν, ἵν᾽ οὕτω προευτρεπισάντων καὶ προκαθαράντων τὸν νοῦν ἑαυτῶν καὶ τὴν καρδίαν ἐγγράψῃ ὁ θεὸς ἐκεῖ τοὺς ἰδίους νόμους τοῦ πνεύματος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ. φησὶ γάρ· «διδοὺς νόμους μου ἐν καρδίᾳ αὐτῶν καὶ ἐπὶ ταῖς διανοίαις αὐτῶν ἐπιγράψω αὐτούς. καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός», καὶ ἐπάγει ὁ ἀπόστολος· «ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος». τότε τις δυνήσεται ἀληθῶς ἐπιγνῶναι θεὸν καὶ ζῆσαι τὴν αἰώνιον ζωήν. εἰ δὲ μὴ ἐγγραφῶσιν οἱ νόμοι τοῦ πνεύματος ἐν τῇ ψυχῇ, σὰρξ καὶ αἷμα ἐστὶν 〈ἔτι〉 ὁ τοιοῦτος καὶ οὐδέπω εἴργασται ἡ καρδία ὡς ἀπαιτεῖ ὁ θεὸς οὐδὲ αἰωνίαν κέκτηται ζωήν.

τὸ δὲ ὑπόδειγμα τὸ ἐπὶ τοῦ γεωργοῦ καὶ ἐπὶ τοῦ τεχνίτου καὶ ἑτέρως ἔστιν νοεῖν, ἵν᾽ ὅνπερ τρόπον ἡ γῆ κεῖται ἀκωλύτως τῷ γεωργῷ καὶ καθὼς βούλεται ἐργάζεται ταύτην καὶ ἐπιμελεῖται αὐτῆς ὡς αὐτὸς ἐπίσταται, ἢ ὥσπερ τὸ σωμάτιον οὐκ ἀντιτάσσεται τῷ τεχνίτῃ νεκρὸν ὄν, ἀλλὰ καθὼς βούλεται καὶ οἶδε τῇ ἰδίᾳ ἐπιστήμῃ ἐργάζεται καὶ καθαίρει καὶ ἐπιτήδειον ἀποτελεῖ καταρτίσας ὡς δέει, οὕτως ἕκαστος ὀφείλει παρέχειν ἑαυτὸν καὶ διδόναι ὅλον ἑαυτὸν ἐξ ὅλης προαιρέσεως καὶ θελήματος τῷ λόγῳ καὶ τῇ χάριτι τοῦ κυρίου ἀναχωρῶν τῶν ἰδίων θελημάτων καὶ ἑαυτὸν νεκρώσων μήποτε τὸ ἴδιον θέλημα ποιῶν ἔτι, ὡς καὶ ὁ ἀπόστολός φησι· «μηκέτι οὖν ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι», καὶ πάλιν· «οὐκ ἐστὲ ἑαυτῶν», ἵν᾽ ὡς οἶδε καὶ ἐπίσταται ὁ σοφὸς τεχνίτης καὶ γεωργὸς λόγος, διὰ τῆς χάριτος ἐργάσηται καὶ καθαρίσῃ αὐτὸς τὴν γῆν τῆς καρδίας, ἀποσπῶν τὴν ψυχὴν ἀπὸ τῶν τῆς ὕλης δεσμῶν καὶ τῆς ἀπάτης τοῦ κόσμου καὶ τῶν τῆς ἀτιμίας παθῶν, «ἵνα αὐτὸς ἑαυτῷ, ὥς φησιν ὁ ἀπόστολος, παραστήσῃ τὴν ἐκκλησίαν ἄμωμον», ἥτις ἐστὶ ψυχή, εἰς ἣν πονηρὸς λογισμὸς ἐξ ἀρχῆς οὐκ ἐνεκτίσθη.

καὶ οὕτω συμφωνήσαντος προσηκόντως τῇ χάριτι τοὺς νόμους τῆς ἐλευθερίας καὶ τῆς τελειότητος καὶ τῆς καταπαύσεως τῆς ζωῆς ὁ Χριστὸς ἐγγράφει ἐν τῇ ψυχῇ, νύμφην καθαρὰν αὐτὴν κατεργασάμενος εἰς τὴν ἰδίαν τῆς ἀφθάρτου ζωῆς κοινωνίαν, καὶ τότε κολληθεῖσα τῷ κυρίῳ εἰς ἓν πνεῦμα γίνεται καὶ ζωὴν κληρονομεῖ τὴν αἰώνιον.

Πάσῃ τοίνυν σπουδῇ καὶ παντὶ ἀγῶνι καὶ πόνῳ καὶ συνέσει καὶ ἱδρῶτι ψυχῆς τούτων ἐπιτυχεῖν σπουδάσωμεν, ἐπιμελῶς ἐργαζόμενοι τὴν ἑαυτῶν καρδίαν, πανταχόθεν περισκοποῦντες τὰς μαγγανείας καὶ κακουργίας καὶ τοὺς δόλους τοῦ πονηροῦ τῆς ἁμαρτίας πνεύματος. ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου ἐλάλησε· «πᾶσι πάντα ἐγενόμην, ἵνα τοὺς πάντας κερδήσω», οὕτω καὶ ἡ παντομίμητος κακία σπουδάζει πάντα γενέσθαι, ἵνα τοὺς πάντας ἀπολέσῃ. καὶ τοῖς εὐχομένοις ὡς εὐχόμενος ἀφομοιοῦται {ὁ διάβολος}, ἵνα προφάσει εὐχῆς δι᾽ ἄγνοιαν καὶ οἴησιν ἀπατήσῃ. τοῖς νηστεύουσι συννηστεύει, ἵνα οἰήσει νηστείας πλανήσῃ. ἐν τοῖς ἔχουσι γνῶσιν γραφῶν ὡσαύτως ἐπιτηδεύει, ἵνα οἰήσει γνώσεως ἐκτρέψας παγιδεύσῃ, τοῖς ἐν ἀποκαλύψει φωτὸς καταξιωθεῖσιν ὡς δι᾽ ὁμοίου φωτὸς ἀποκαλύψεως ἀφομοιοῦται. καὶ γὰρ καί· «εἰς ἄγγελον φωτὸς μετασχηματίζεται ὁ σατανᾶς», ἵνα ὡς διὰ ὁμοίου φωτὸς πλανήσας εἰς ἑαυτὸν κατάσχῃ. ὁμοίως καὶ τοῖς λοιποῖς ἀφομοιοῦται, ἵνα δι᾽ ὁμοίων ἀπολέσῃ τὴν ψυχὴν προφάσει εὐλογοφανεῖ. πανούργως γὰρ καὶ δεινῶς προσέρχεται ἑκάστῳ ἐν πᾶσι καλοῖς ἀφωμοιωμένος, ἵνα δυνηθῇ ἀγνοηθεὶς ῥίψαι τινὰ εἰς τὸ ἴδιον αὐτοῦ θέλημα. «λογισμούς, φησί, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ἴδε μέχρι ποῦ τολμᾷ καὶ ἐπαίρεται, βουλόμενος ῥίψαι καὶ τοὺς ἤδη τὸν θεὸν ἐν ἐπιγνώσει ἀληθείας ἔχοντας. «

πάσῃ οὖν φυλακῇ χρῆ τηρεῖν τὴν ἑαυτῶν καρδίαν» καὶ πολλὴν παρὰ θεοῦ σύνεσιν αἰτεῖν, ἵνα δῷ ἡμῖν τὰς πανουργίας καὶ τέχνας τῆς κακίας ἐπιγινώσκειν, ὅπως μὴ ἑαυτῷ ἡμᾶς ὁ πονηρὸς διὰ κακοτεχνίας περιποιήσηται. ἐργάζεσθαι οὖν καὶ πονεῖν 〈διαπαντὸς〉 ἕκαστον ἡμῶν πάσῃ συνέσει καὶ νήψει καὶ καθαίρειν τὸν νοῦν καὶ τοὺς διαλογισμοὺς προσήκει, ὅτι οὐκ ἔστι τὶ μεῖζον οὐδὲ κρεῖττον ἔργον ἢ τιμιώτερον ὡς τὸ τὴν ἑαυτοῦ ψυχὴν ἐργάζεσθαι καὶ τὴν ἰδίαν αὐτοῦ προαίρεσιν καταρτίζειν πρὸς τὸ θέλημα τοῦ θεοῦ. τοῦτο μόνον μέγα καὶ τίμιον παρὰ θεῷ ἔργον, ὥς φησιν ὁ κύριος· «ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην 〈τουτέστι τὰ τῆς κακίας ἐπιτηδεύματα〉, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον», καὶ πάλιν· «ἐξομολόγησις, φησί, καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ». ἐπὰν γὰρ οὕτω τὴν ἑαυτοῦ καρδίαν ἐργάσηταί τις, δίδωσιν αὐτῷ ἄνωθεν ὁ θεὸς ἔργον οὐράνιον ἐν τῇ ψυχῇ, ἔργον ζωῆς αἰώνιον τῆς θεότητος τοῦ πνεύματος.

Καλῶς τοίνυν, ὦ τέκνα, καὶ προσηκόντως καταλιπόντες πάντα τὰ πρόσκαιρα προσεληλύθατε τῷ θεῷ, καὶ ἀντὶ μὲν πατρὸς ἐπιγείου τὸν πατέρα τὸν οὐράνιον ἐπιζητεῖτε, ἀντὶ δὲ μητρὸς φθαρτῆς τὸ τοῦ θεοῦ ἀγαθὸν πνεῦμα καὶ Ἱερουσαλὴμ τὴν ἐπουράνιον μητέρα ἔχετε, ἀντὶ δὲ ἀδελφῶν ὧν κατελίπατε αὐτὸν τὸν κύριον τὸν καταξιώσαντα ἑαυτὸν ἀδελφὸν τῶν πιστῶν καὶ ἀξίων αὐτοῦ κληθῆναι, ἀντὶ δὲ συγγενῶν καὶ φίλων ὧν ἀφήκατε τοὺς ἁγίους ἀγγέλους καὶ τοὺς χοροὺς τῶν ἁγίων δυνάμεων εὑρίσκετε, ἀντὶ δὲ τῆς παρερχομένης γῆς ἧς ἀφήκατε γῆν τῆς ζωῆς καὶ τὴν αἰώνιον βασιλείαν κληρονομεῖτε—«εὐαρεστήσω γὰρ τῷ κυρίῳ, φησίν, ἐν γῇ ζώντων», καὶ ὁ κύριος· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν»—, ἀντὶ δὲ κοινωνίας φθαρτῆς ἧς ἐμισήσατε ἔχετε τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος, καὶ ἀντὶ πάντων τούτων τῶν ἐπιγείων κτημάτων ὧν ἀφήκατε λαμβάνετε τὰ τῆς αἰωνίου καὶ ἀρρήτου ζωῆς κτήματα τὰ διαπαντὸς εἰς αἰῶνα παραμένοντα. τὰ γὰρ κτήματα τῆς ὕλης ταύτης καὶ τὰ τῆς γῆς ἀγαθὰ ἔξωθέν εἰσι τοῦ ἀνθρώπου, ἐκεῖνα δὲ τὰ αἰώνια κτήματα καὶ τὰ ἀγαθὰ τὰ ἐξ οὐρανοῦ ἀπὸ τοῦ νῦν τοῖς πιστοῖς διδόμενα ἔνδοθεν τῇ ψυχῇ καὶ τῇ καρδίᾳ παρὰ θεοῦ τοῖς ἀξίοις δέδοται. αὕτη ἐστὶν ἡ αἰώνιος τοῦ ἁγίου πνεύματος παράκλησις ἐν τῇ ἀφθάρτῳ τῆς χάριτος κοινωνίᾳ.

θησαυροὶ γάρ τινες σκότους καὶ θανάτου ἐκβάλλονται ἐκ τῆς ψυχῆς καὶ θησαυροὶ φωτὸς {ζωῆς} ἐντίθενται τοῖς ἀξίοις ἔνδοθεν.

Καλῶς τοίνυν καὶ ἁρμοζόντως ἐποιήσατε ταῦτα ῥίψαντες τὰ τῆς γῆς νομιζόμενα ἀγαθὰ καὶ τῷ θεῷ προσεληλύθατε, ὅπως κτήσησθε τὰ αἰώνια καὶ εἰς ἀεὶ παραμένοντα ἀγαθά. ψυχὴ γὰρ ἡ φιλόθεος, ἡ ὀρθῇ γνώσει καὶ ἀληθινῇ φρονήσει προσερχομένη Χριστῷ οὐδὲν ἑαυτῇ ὅλως ἀποδίδωσιν ἀγαθὸν ἴδιον ἢ ὥς τι πεποιηκυῖα καὶ καμοῦσα ἢ ὡς γινώσκουσά τι, κἂν τὰ τῆς γῆς ὅλα χρήματα διαδῷ τοῖς πένησι, κἂν νυκτὸς καὶ ἡμέρας ἐσταυρῶται πρὸς μόνον Χριστὸν ἀφορῶσα καὶ καταλιποῦσα πάσας τὰς τοῦ αἰῶνος τούτου ἀσχολίας καὶ δεσμοὺς καὶ περισπασμούς, κἂν ἐν νηστείαις πολλαῖς τὸ ἑαυτῆς σῶμα κατεδαπάνησεν ἢ εὐχαῖς καὶ ἀγρυπνίαις ἑαυτὴν ἀπέδωκε, κἂν ἐν πολλῇ γνώσει καὶ συνέσει τυγχάνῃ οὐδὲν ἑαυτὴν ἡγεῖται ἐπὶ θεοῦ καὶ ἀνθρώπων. ἀλλὰ πάντα ἀποδίδωσι τῷ θεῷ, ὅτι αὐτοῦ πάντα τὰ ἀγαθὰ αὐτῆς ἐπιτηδεύματα τυγχάνει—ὥς φησιν ὁ Ἀβραὰμ γῆν καὶ σποδὸν εἶναι ἐνώπιον αὐτοῦ—καὶ οὐκ ἐπὶ τοῖς ἔργοις αὐτῆς μέγα φρονεῖ καὶ ἑαυτὴν οὐκ οἴεται εἶναί τι. ἐξ ἀρχῆς γὰρ ταῦτα τὰ τῆς ἀρετῆς ἐπιτηδεύματα καὶ τὰ τῆς γῆς κτήματα ἐδόθη τῷ Ἀδάμ. ἡ οὖν φιλόθεος ψυχὴ ἀποδίδωσι πάντα τῷ θεῷ ὡς αὐτοῦ κατευθύνοντος καὶ αὐτοῦ συνεργοῦντος, καὶ τότε ὁ θεὸς προσέχων τῇ ὑγιεῖ συνέσει καὶ ὀρθῇ γνώσει τῆς ψυχῆς πάλιν αὐτὸς ἐξ ἀληθείας πάντα ἀποδίδωσιν αὐτῇ καὶ ὡς αὐτῆς καμούσης καὶ αὐτῆς ἐργασαμένης τὸν μισθὸν ἀποδίδωσι.

Καὶ γὰρ εἰ βούλεται ὁ θεὸς κριθῆναι καὶ λόγον ποιῆσαι οὐδὲν εὑρίσκεται ἴδιον τοῦ ἀνθρώπου. τὰ γὰρ χρήματα καὶ πάντα τὰ ἐν τῷ κόσμῳ ἀγαθά, δι᾽ ὧν εὐποιεῖ ἕκαστος τοῦ θεοῦ εἰσι. τίς ἐποίησε τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ; τίς ἔκτισε τὸ σῶμα τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν τίς ἐποίησε; καὶ εἰ βούλεται, φύει ἡ γῆ καὶ εἰ οὐ βούλεται, οὐ φύει. καὶ εἰ βούλεται, ὑγιαίνεις, καὶ εἰ οὐ βούλεται, οὐχ ὑγιαίνεις. τί τοίνυν ἔχει ἴδιον ὁ ἄνθρωπος, ἵνα ἐπ᾽ αὐτῷ δικαιωθῇ ἢ ἐπαρθῇ ἢ οἰηθῇ εἶναί τι; ἰδοὺ γὰρ πάντα ἐν τῇ τοῦ θεοῦ ἐξουσίᾳ ἐστί, καὶ πάντα λαβὼν ἔχει ὁ ἄνθρωπος καὶ πάντα χάριτι κέκτηται. αὐτὸ τὸ εἶναι αὐτὸν χάριτι ἔχει ἀλλὰ ταύτην χάριν λαμβάνει ὁ θεὸς μεγίστην παρὰ τοῦ ἀνθρώπου καὶ ἐν τούτῳ μεγάλως ἀναπαύεται, ἐν τῷ τὴν ψυχὴν ἐπιγνοῦσαν ἐν ἀληθινῇ συνέσει φρονήσεως καὶ ἀκριβεῖ γνώσει πίστεως καὶ καταμαθοῦσαν τὰ ὄντα ὡς ἔστι, πάντα ὅσα ποιεῖ καλὰ καὶ πάντα ὅσα κάμνει διὰ θεὸν καὶ πάντα ὅσα συνίησι καὶ γινώσκει αὐτῷ ἀνατίθεσθαι· καὶ αὐτῷ προσάπτειν καὶ ἑαυτὴν μηδὲν ὅλως ὑπολαμβάνειν ἀγαθὸν πεποιηκέναι ποτέ, ἀλλ᾽ ἑαυτὴν καὶ τὰ ἑαυτῆς πάντα αὐτῷ προσγράφειν. καὶ ὅταν ἴδῃ ὁ θεὸς τὴν οὕτω συνέσεως πλήρη ψυχὴν αὐτῷ πάντα ἀνατεθεικυῖαν καὶ χάριτι αὐτοῦ πάντα ἔχειν γνωρίσασαν, τότε δίδωσιν αὐτῇ ἐξ ἀληθείας πάντα τὰ αὐτῆς, ὅσαπερ ἐξ ἀρχῆς ἔδωκε.

καὶ οὐ μόνον ταῦτα ἀλλὰ πρὸς τούτοις καὶ ἑαυτὸν καὶ τὰ αὐτοῦ πάντα αὐτῇ χαρίζεται καὶ λέγει αὐτῇ· ἰδοὺ καὶ ἡ γῆ σὴ καὶ τὰ ἐν τῇ γῇ σά, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον σόν, καὶ τὸ σῶμά μου σόν, ἡ ψυχὴ καὶ ἡ γνῶσις καὶ ἡ σύνεσίς μου σή—καὶ ὅλως ἐγὼ καὶ τὰ ἐμὰ σά ἐστιν. εἰ δὲ καὶ οὐκ ἔχεις ἐν τῇ φύσει σου, δίδωμί σοι ἐμαυτὸν καὶ τὰ ἐμὰ πάντα. ἐπὰν γὰρ ὁ θεὸς αὐτῆς ἐστι, δῆλον ὅτι καὶ τὰ αὐτοῦ πάντα καὶ οἱ θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι αὐτῆς εἰσι, ὥς φησιν ὁ ἀπόστολος· «πάντα ὑμῶν ἐστιν, εἴτε κόσμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἄγγελοι εἴτε ἀρχαί, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα».

Ὥσπερ γὰρ ἐὰν ᾖ γυνὴ εὐπρεπὴς καὶ λαμβάνῃ αὐτὴν ἀνήρ τις πλούσιος πρὸς ἰδίαν συμβίωσιν καὶ κοινωνίαν· κἀκείνη πάντα τὰ ἑαυτῆς αὐτῷ προσενέγκῃ, ὁμοίως κἀκεῖνος πάντα τὰ ἑαυτοῦ αὐτῇ δώσει, καὶ γίνεται αὐτοῖς εἷς οἶκος, μία οὐσία, μία ὑπόστασις. καὶ οὐ μόνον αὕτη τῶν αὐτοῦ κυριεύει, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος καταξιοῦται. τὸ γὰρ σῶμα αὐτοῦ αὐτῆς ἐστιν· «ὁ γὰρ ἀνήρ, φησί, τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾽ ἡ γυνή». οὕτως ἐστὶ καὶ παρὰ θεῷ ἀληθὴς καὶ ἀλάλητος κοινωνία τῆς ψυχῆς πρὸς κύριον, ὅπως κοινωνήσασα τῷ Χριστῷ γένηται αὐτῷ εἰς πνεῦμα, καὶ λοιπὸν τῶν ἀφράστων αὐτοῦ θησαυρῶν ἀνάγκη δέσποινα καθίσταται, ὅτι νύμφη ἐστὶ τοῦ μεγάλου βασιλέως Χριστοῦ. «θείας» γὰρ «κοινωνοὺς φύσεως» κατὰ τὴν γραφὴν ηὐδόκησεν ὁ κύριος τοὺς πιστοὺς αὐτοῦ γενέσθαι· φησὶ γάρ· «εἰς τὸ γενέσθαι ὑμᾶς θείας κοινωνοὺς φύσεως».

Δόξα τῇ μεγαλότητι αὐτοῦ. Πάλιν δὲ ἑτέρως ἀκουστέον περὶ τοῦ αὐτοῦ ὑποδείγματος. ὥσπερ ἐὰν ᾖ τις {βασιλεύς}, πλούσιος σφόδρα καὶ ἔνδοξος, εὐδοκήσῃ δὲ ἐπὶ πενιχρᾷ τινι καὶ μηδὲν κεκτημένῃ, εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βούληται αὐτὴν νύμφην καὶ σύνοικον ἑαυτῷ ἀγαγέσθαι· τὸ λοιπὸν αὕτη ἐὰν πᾶσαν εὔνοιαν ἐπιδείξηται ἐν τῷ τοῦ ἀνδρὸς αὐτῆς οἴκῳ καὶ τὴν διακονίαν εὐάρεστον αὐτῷ φυλάττειν σπουδάζῃ καὶ τὴν πρὸς αὐτὸν ὀφειλομένην ἀγάπην ἀποσῴζῃ καθ᾽ ὃν χρὴ τρόπον, ἰδοὺ ἡ πενιχρὰ καὶ ἐνδεὴς ἐκείνη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἑαυτῆς ἀνδρὸς ὑπαρχόντων. τῇ γὰρ σωφροσύνῃ αὐτῆς καὶ τῇ διακονίᾳ τῇ προσηκόντως παρ᾽ αὐτῆς ἐπιτελουμένῃ αὐτῷ καὶ τῇ πρὸς αὐτὸν ὁλοκλήρῳ καὶ ὁλοτελεῖ ἀγάπῃ ἀρκεῖται μόνον. εἰ δέ τι παρὰ τὸ δέον καὶ ὀφειλόμενον αὐτὴ πράττοι καὶ μὴ χρησίμως μηδὲ ἁρμοζόντως ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἀναστρέφεται καὶ τὴν ὀφειλομένην πᾶσαν ἀγάπην μὴ ἀποδίδωσι τῷ ἑαυτῆς ἀνδρί, τότε μετὰ ἀτιμίας καὶ ὕβρεως ἐκβάλλεται καὶ τὰς δύο χεῖρας ἐπὶ τῆς κεφαλῆς αὐτῆς ἐπιθεῖσα καθάπερ καὶ ἐν τῷ νόμῳ Μωϋσῇ αἰνίττεται περὶ γυναικὸς ἀνυποτάκτου καὶ μὴ χρησιμευούσης τῷ ἰδίῳ αὐτῆς ἀνδρί. τότε ὀδύνην καὶ πένθος μέγιστον κτᾶται, λογιζομένη ἐξ οἵου πλούτου πέπτωκε καὶ οἵας δόξης ἐκτὸς γέγονεν ἀτιμωθεῖσα διὰ τὴν ἀφροσύνην αὐτῆς.

οὕτω καὶ ἡ ψυχή, ἐπὰν αὐτὴν μνηστεύσηται νύμφην ἑαυτῷ ὁ ἐπουράνιος νυμφίος Χριστός, πρὸς τὴν αὐτοῦ μυστικὴν καὶ θείαν κοινωνίαν πρὸς τὸ ἐν μετοχῇ τοῦ ἰδίου πνεύματος αὐτὴν ἀξιωθῆναι γενέσθαι καὶ ἐπουρανίου πλούτου μυηθῆναι ἀπὸ τῆς πενίας τῆς ὑστερήσεως αὐτῆς ἐν πάσῃ σωφροσύνῃ συνέσεως καὶ πολλῇ σπουδῇ γνώσεως ἀρέσκειν ὀφείλει τῷ ἑαυτῆς μνηστῆρι Χριστῷ καὶ τὴν τοῦ ἀνδρὸς διακονίαν, ἣν ἐμπεπίστευται ἐπιτελεῖν, τοῦ ἀρέσκειν θεῷ ἐν πᾶσι, τὸ δὲ πνεῦμα ἐν μηδενὶ λυπεῖν καὶ μηδὲν ὅλως ἐν μηδενὶ καταφρονεῖν καὶ τὴν καλὴν σωφροσύνην καὶ ἀγάπην πρὸς αὐτὸν φυλάττειν καὶ ἐν τῷ οἴκῳ τοῦ βασιλέως τοῦ ἐπουρανίου ἀναστρέφεσθαι ἐν πάσῃ εὐνοίᾳ διὰ τῆς δεδομένης χάριτος ἀνυστερήτως καὶ ἀνελλιπῶς καθὰ πρέπει. καὶ ἰδοὺ ἡ τοιαύτη ψυχὴ πάντων τῶν τοῦ θεοῦ ἀγαθῶν καὶ ἀρρήτων θησαυρῶν δέσποινα καθίσταται, καὶ αὐτὸ τὸ σῶμα τὸ ἔνδοξον τῆς θεότητος αὐτοῦ αὐτῆς τυγχάνει. εἰ δὲ παρὰ τὸ δέον τι πράττει καὶ σφάλλει ἐν τῇ πνευματικῇ τῆς πρὸς τὸν θεὸν εὐαρεστήσεως διακονίᾳ καὶ τὰ ἀρεστὰ αὐτῷ οὐ πράττει καὶ τῷ θελήματι αὐτοῦ οὐκ ἀκολουθεῖ οὔτε σύνεργος τῇ συνούσῃ χάριτι τοῦ πνεύματος γίνεται, τότε μεθ᾽ ὕβρεως ἀπρεποῦς ἀφορίζεται καὶ ἀτιμάζεται τῆς ζωῆς, ὡς ἀχρεία καὶ ἄφρων καὶ ἀνεπιτήδειος τῆς τοῦ ἐπουρανίου κοινωνίας βασιλέως.

καὶ λοιπὸν ἐκείνη ἡ ψυχὴ λύπη καὶ ὀδύνη σφόδρα καὶ κλαυθμὸς πᾶσι τοῖς ἁγίοις καὶ νοεροῖς πνεύμασι τυγχάνει. ἄγγελοι, δυνάμεις, ἀπόστολοι, προφῆται κλαίουσιν ἐπ᾽ αὐτῇ σφοδρῶς. ὥσπερ γὰρ χαρὰ γίνεται ἐν τῷ οὐρανῷ, ὥς φησιν ὁ κύριος «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι», οὕτω λύπη πολλὴ καὶ πένθος μέγα καὶ κλαυθμὸς ἐν οὐρανῷ γίνεται ἐπὶ μιᾷ ψυχῇ ἀποπιπτούσῃ τῆς αἰωνίου ζωῆς. καὶ ὥσπερ ἐν τῷ βίῳ τούτῳ ἐπάν τις πλούσιος ἀνὴρ ἀποθάνῃ μετὰ μελωδιῶν θρῆνος καὶ κοπετὸς πολὺς ἐπ᾽ αὐτῷ ὑπὸ τῶν ἰδίων ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων γίνεται, οὕτω καὶ ἐπὶ τῇ ψυχῇ ἐκείνῃ μετὰ θρήνων πάντες οἱ ἅγιοι δεινῶς 〈ἐπ᾽ αὐτὴν〉 πενθοῦσιν.

Ὥσπερ γὰρ ὁ Ἰσραὴλ ἐπὰν ηὐχαρίστει καὶ εὐηρέστει τῷ θεῷ, —κἂν οὐδέποτε ηὐχαρίστησε καθ᾽ ὃν ἔδει τρόπον—ὅμως ὅτε ἐδόκει ὑγιᾶ πρὸς αὐτὸν ἔχειν τὴν πίστιν, ἰδοὺ στύλος νεφέλης ἐπισκιάζων καὶ στύλος πυρὸς καταυγάζων αὐτούς, θάλασσα σχιζομένη ἔμπροσθεν αὐτῶν, μάννα ἐξ οὐρανοῦ ὀμβρούμενον, ὕδωρ ἐκ πέτρας δι᾽ αὐτοὺς ἐξερχόμενον. ἔτι δὲ καὶ ἀπὸ ἐχθρῶν ἐπιβουλῆς ἐφυλάσσοντο καὶ ἄλλα μυρία ἅπερ ὁ θεὸς παρεῖχεν αὐτοῖς εὐεργετήματα. ἐπὰν δὲ ἐστρέφετο αὐτῶν ὁ νοῦς καὶ ἡ προαίρεσις ἀπὸ τοῦ θεοῦ καὶ ἀπὸ τῆς πρὸς αὐτὸν εὐνοίας τότε 〈ὄφεσι〉 παρεδίδοντο καὶ τοῖς ἐχθροῖς αὐτῶν παρεχωροῦντο, ἐν αἰχμαλωσίαις ἀπαγόμενοι καὶ δουλείαις πικραῖς καταδουλούμενοι, ὥς φησι καὶ ἐν τῷ προφήτῃ Ἰεζεκιὴλ περὶ τῆς τοιαύτης ψυχῆς μυστικῶς ἐμφαῖνον τὸ πνεῦμα ὡς περὶ Ἱερουσαλήμ· «εὗρόν σε ἐν τῇ ἐρήμῳ γυμνὴν καὶ ἔπλυνά σε ἐκ τοῦ αἵματος τῆς ἀκαθαρσίας σου καὶ ἐνέδυσά σε ἔνδυμα ἐμὸν καὶ ψέλλια περιέθηκα ἐπὶ τὰς χεῖράς σου καὶ περίθεμα περὶ τὸν τράχηλόν σου καὶ ἐνώτια ἐν τοῖς ὠσί σου καὶ βηρύλλιον ἐπὶ τῷ μετώπῳ σου καὶ ἐγένου ὀνομαστὴ ἐν πᾶσιν ἔθνεσι. σεμίδαλιν καὶ μέλι καὶ ἔλαιον ἔφαγες καὶ ὕστερον ἐπελάθου τὰς εὐεργεσίας μου καὶ ἀπῆλθες ὀπίσω τῶν ἐραστῶν σου καὶ ἐπόρνευσας ἐν τῇ ἰσχύι σου» καὶ ἐπὰν ἐσφάλλετο ὁ Ἰσραήλ, τότε τοῖς ἐχθροῖς αὐτῶν παρεδίδοντο.

ταῦτα δὲ ἐπὶ ψυχῇ μυστικῶς αἰνίττεται τὸ πνεῦμα τῇ διὰ τῆς χάριτος ἐπιγνούσῃ καὶ καθαρθείσῃ ἀπὸ ῥυπῶν πολλῶν πρότερον καὶ διὰ τῶν τοῦ ἁγίου πνεύματος κοσμίων κοσμηθείσῃ καὶ ἀμφίον οὐρανίου δυνάμεως ἀμφιασθείσῃ καὶ θείων καὶ ἐπουρανίων τροφῶν μεταλαβούσῃ, μὴ φρονησάσῃ δὲ ἐν πολλῇ συνέσει θείας γνώσεως καὶ μὴ δεόντως ἐν τῇ πνευματικῇ τῆς εὐαρεστήσεως τῶν ἐντολῶν διακονίᾳ ἀναστραφείσῃ καὶ ἁρμοζόντως τὴν ὀφειλομένην τῷ ἐπουρανίῳ ἀνδρὶ Χριστῷ εὔνοιαν καὶ ἀγάπην καὶ σωφροσύνην μὴ διατηρησαμένῃ, καὶ εἶθ᾽ οὕτως ὕστερον ἀπορριφείσῃ καὶ ἐκβληθείσῃ τῆς ζωῆς, ἧς μέτοχος ἐγεγόνει. δύναται γὰρ ὁ σατανᾶς καὶ κατὰ τῶν φθασάντων εἰς τοιαῦτα μέτρα ἐπαίρεσθαι καὶ ὑψοῦσθαι. «λογισμούς, γάρ φησιν, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ». ὁρᾷς ὅτι καὶ κατὰ τῶν τὸν θεὸν ἐν χάριτι καὶ δυνάμει ἐπιγνόντων· ἀκμὴν ἡ κακία ἐπαίρεται καὶ ἀγωνίζεται καταρράξαι. ἀγωνιστέον τοίνυν καὶ φυλακτέον πάσῃ συνέσεως φυλακῇ ἀεὶ «μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθαι», καθὼς γέγραπται, μάλιστα ὅσοι τοῦ Χριστοῦ πνεύματος γεγόνατε μέτοχοι, ἐν μηδενὶ πράγματι μήτε ἐν μικρῷ μήτε ἐν μεγάλῳ καταφρονητικῶς ἔχειν καὶ τὴν χάριν τοῦ πνεύματος ἐνυβρίζειν, ἵνα μὴ τῆς ζωῆς ἐκτὸς γένησθε, ἧς μέτοχοι ἤδη γεγόνατε.

Καὶ πάλιν ἐν ἑτέρῳ προσώπῳ ὑποδείγματος τὸ αὐτὸ νόημα ἐροῦμεν. ὥσπερ δοῦλος ἐὰν εἰσέλθῃ ἐν παλατίῳ ὑπηρετῆσαι βασιλεῖ, τὰ σκεύη ἀπὸ τῶν βασιλέως ὑπαρχόντων λαμβάνει, αὐτὸς δὲ γυμνὸς εἰσέρχεται καὶ ἐν τοῖς ἰδίοις τοῦ βασιλέως σκεύεσιν ὑπηρετεῖ τῷ βασιλεῖ· καὶ λοιπὸν ἐκεῖ πολλῆς συνέσεως καὶ γνώσεως καὶ σοφίας χρεία, ἵνα μή τι παρὰ τὸ δέον καὶ ἁρμόζον διακονήσῃ ἢ ἄλλα ἀντὶ ἄλλων παραθήσει ἐν τῇ τοῦ βασιλέως τραπέζῃ, ἀλλὰ καθάπερ χρὴ τὰ πρῶτα σιτία πρότερον καὶ τὰ τελευταῖα ὕστερον ἔμπροσθεν αὐτοῦ διακονήσῃ. εἰ δέ τις σφαλῇ διακονίᾳ κατὰ πολλὴν ἄγνοιαν καὶ ἀδιακρισίαν καὶ συνέσεως ὑστέρησιν καὶ μὴ καθάπερ χρὴ ἁρμοζόντως πάντα καθεξῆς διακονήσῃ τῷ βασιλεῖ, κινδυνεύει καὶ θανάτου ἔνοχος τυγχάνει, μετὰ πάσης ἀτιμίας ἐκβαλλόμενος καὶ ἀφοριζόμενος τῆς βασιλικῆς τραπέζης—ὥς φησι καὶ ὁ μέγας ἀπόστολος Παῦλος· «μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι». —ὁρᾷς φόβον καὶ μέριμναν οἵαν εἶχεν ὁ τοῦ θεοῦ ἄνθρωπος. οὕτω καὶ ψυχῇ τῇ ἐν τῇ χάριτι καὶ τῷ πνεύματι διακονούσῃ τῷ Χριστῷ πολλῆς συνέσεως καὶ διακρίσεως καὶ γνώσεως χρεία, ὅπως τοῖς ἰδίοις τοῦ θεοῦ σκεύεσι (τουτέστι τῷ πνεύματι αὐτοῦ) ὑπηρετοῦσα αὐτῷ μὴ σφαλῇ τι ἐν τῇ τῆς χάριτος διακονίᾳ, τῇ ἰδίᾳ προαιρέσει μὴ συμφωνοῦσα τῇ χάριτι.

ἔστι γάρ τις μυστικὴ τοῦ πνεύματος διακονία κρυπτῶς ὑπὸ τοῦ ἔσω ἀνθρώπου ἐπιτελουμένη τῷ θεῷ· ἐν τοῖς ἰδίοις γὰρ σκεύεσι (τουτέστι τῷ πνεύματι αὐτοῦ) διακονεῖται ὑπὸ τῆς ψυχῆς ὁ θεός. ἄνευ δὲ τῶν αὐτοῦ σκευῶν τῆς χάριτος τοῦ πνεύματος ἀδύνατόν τινα διακονῆσαι τῷ θεῷ. καὶ ὅτε τῆς χάριτος καταξιωθῇ, τότε πολλῆς συνέσεως καὶ γνώσεως καὶ διακρίσεως χρεία, ἅπερ καὶ ταῦτα αὐτὸς δίδωσι 〈ζητούσης αὐτῆς παρὰ τῷ θεῷ, ὅπως τις εὐαρέστως αὐτῷ διακονήσῃ τῷ πνεύματι, ᾧ καταξιωθῇ λαβεῖν παρὰ θεοῦ, καὶ ἐν μηδενὶ κλαπῇ ὑπὸ κακίας καὶ σφαλῇ ὑπὸ ἀγνωσίας καὶ ὑπὸ ἀφοβίας καὶ ὑπὸ ἀμελείας παρατραπῇ, καὶ παρὰ τὸ δέον τοῦ δεσποτικοῦ θελήματος πράττῃ, ἐπεὶ τιμωρία καὶ θάνατος καὶ πένθος τῇ τοιαύτῃ ψυχῇ κατεργάζεται〉.

Παρακαλέσωμεν οὖν τὸν θεὸν μετὰ πάσης πίστεως τὴν διακονίαν τοῦ πνεύματος κατὰ τὸ αὐτοῦ θέλημα ἐπιτελεῖν ἐξαιρέτως, ὅσοι τῆς χάριτος τοῦ θεοῦ κατηξιώθητε, καὶ μὴ τῇ καταφρονητικῇ ἐννοίᾳ συζῆν καὶ συντρέφεσθαι, ἵνα οὕτως εὐαρέστως αὐτῷ πολιτευσάμενοι καὶ πνευματικῇ λατρείᾳ κατὰ τὸ βούλημα αὐτοῦ λατρεύσαντες ἀμώμως εἰς αἰῶνας σὺν αὐτῷ τὴν ζωὴν κληρονομήσωμεν τὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.