Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Ἀκάθιστος ὕμνος (Νόθος)

Ρωμανὸς ὁ Μελωδός

Ιστορικό μέρος: Από τον Ευαγγελισμό έως τη φυγή στην Αίγυπτο

Η αφήγηση των γεγονότων του Ευαγγελισμού, των αμφιβολιών του Ιωσήφ, της προσκυνήσεως των ποιμένων και των Μάγων, καθώς και της κατάπτωσης των ειδώλων στην Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 1 από 4

ΑΒΓΔΕΖΗΘΙΚΛΜΝΞΟΠΡΣΤΥΦΧΨΩ Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει ἐν τῇ σκηνῆ τοῦ <Ἰω>σὴφ σπουδῇ ἐπέστη ὁ ἀσώματος λέγων τῇ ἀπειρογάμῳ· ”Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου λαβόντα δούλου μορφὴν ἐξίσταμαι κραυγάζων σοι· |‘Χαῖρε, νύμφη ἀνύμφευτε.’“: [Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια ἀναγράφω σοι ἡ πόλις σου, θεοτόκε· ἀλλ᾽ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· |”Χαῖρε, νύμφη ἀνύμφευτε“.:] [Οὐ παυόμεθα κατὰ χρέος ἀνυμνοῦντες σε, θεοτόκε, καὶ λέγοντες· |”Χαῖρε, ἡ κεχαριτωμένη“.:] Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ θεοτόκῳ τὸ ”χαῖρε“· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα· ”Χαῖρε, δι᾽ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾽ ἧς ἡ ἀρὰ ἐκλείψει· χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις· χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς· χαῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα· χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως· χαῖρε, δι᾽ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾽ ἧς προσκυνεῖται ὁ πλάστης· |χαῖρε, νύμφη ἀνύμφευτε“.:

Βλέπουσα ἡ ἁγία ἑαυτὴν ἐν ἁγνείᾳ φησὶ τῷ Γαβριὴλ θαρσαλέως· ”Τὸ παράδοξόν σου τῆς φωνῆς δυσπαράδεκτόν μου τῇ ψυχῆ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν προλέγεις κράζων· |“Ἀλληλούϊα”.“: Γνῶσιν ἄγνωστον γνῶναι ἡ παρθένος ζητοῦσα ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ”Ἐκ λαγόνων ἁγνῶν ὑϊὸν πῶς ἐστὶ τεχθῆναι δυνατόν; λέξον μοι.” πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ πρὶν κραυγάζων οὕτω· “Χαῖρε, βουλῆς ἀπορρήτου μύστις, χαῖρε, σιγῇ δεομένων πίστις· χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον, χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον· χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾽ ἧς κατέβη [ὁ] θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν· χαῖρε, τὸ τῶν ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα· χαῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα· χαῖρε, τὸ ”πῶς” μηδένα διδάξασα· χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας· |χαῖρε, νύμφη ἀνύμφευτε.“:

Δύναμις τοῦ ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδὺν ὡς ἀγρὸν ἀπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως· |”Ἀλληλούϊα.“: Ἔχουσα θεοδόχον ἡ παρθένος τὴν μήτραν ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνοῦν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ᾄσμασιν ἐβόα πρὸς τὴν θεοτόκον· ”Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀθανάτου κτῆμα· χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα· χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν· χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις· χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα· χαῖρε, θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς θεὸν παρρησία· |χαῖρε, νύμφη ἀνύμφευτε.“:

Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων ὁ σώφρων Ἰωσὴφ ἐταράχθη πρὸς τὴν ἄγαμόν σε θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν, ἄμεμπτε· μαθὼν δὲ σοῦ τὴν σύλληψιν ἐκ πνεύματος ἁγίου ἔφη· |”Ἀλληλούϊα.“: Ἤκουσαν οἱ ποιμένες τῶν ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον· ”Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων· χαῖρε, ἀοράτων θηρῶν ἀμυντήριον· χαῖρε, παραδείσου θυρῶν ἀνοικτήριον· χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλονται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύουσι πιστοῖς· χαῖρε, τῶν ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος· χαῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα· χαῖρε, δι᾽ ἧς ἐγυμνώθη ὁ ᾍδης· χαῖρε, δι᾽ ἧς ἐνεδύθημεν δόξαν· |χαῖρε, νύμφη ἀνύμφευτε.“:

Θεοδρόμον ἀστέρα θεωρήσαντες μάγοι τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι᾽ αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον ἐχάρησαν αὐτῷ βοῶντες· |”Ἀλληλούϊα.“:

Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ εὐλογημένῃ· ”Χαῖρε, ἀστέρος ἀδύτου μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας· χαῖρε, τῆς ἀπάτης τὴν κάμινον παύσασα· χαῖρε, τῆς τριάδος τοὺς μύστας φυλάττουσα· χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς· χαῖρε, κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν· χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν ἔργων· χαῖρε, πυρὸς προσκύνησιν σβέσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα· χαῖρε, Περσῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη· |χαῖρε, νύμφη ἀνύμφευτε.“:

Κήρυκες θεοφόροι γεγονότες οἱ μάγοι ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντες σοῦ τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν· |”Ἀλληλούϊα.“:

Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκαν· οἱ τούτων δὲ ῥυσθέντες ἀνεβόων πρὸς τὴν θεοτόκον· ”Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων· χαῖρε, κατάπτωσις τῶν δαιμόνων· χαῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλέγξασα· χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωήν· χαῖρε, πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης· χαῖρε, τροφὴ τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε· χαῖρε, ἡ γῆ ἡ τῆς ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα· |χαῖρε, νύμφη ἀνύμφευτε.“: