Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνοι εις τόν μεγαλομάρτυρα Γεώργιον

Εξιστόρηση της ομολογίας, των πολυειδών βασανιστηρίων, των θαυμάτων και της τελειώσεως του αγίου μεγαλομάρτυρος Γεωργίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 7 από 23

ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΠΟΙΗΜΑ Κατεπλάγη Ἰωσήφ Τῇ δυνάμει τοῦ σταυροῦ ἀγωνισάμενος καλῶς τὸν ἀντίπαλον ἐχθρὸν 〈ἐ〉κατεδάφησας στερρῶς, στεφανηφόρε Γεώργιε, χριστομάρτυς· ὅθεν καὶ τὴν σὴν ἐπιτελοῦντες ⟦σεπτῶς⟧ μνήμην οἱ πιστοὶ ἁγ<ια>ζόμεθα ⟦τῇ⟧ ἐνεργείᾳ καὶ χάριτι ⟦τοῦ⟧ πνεύματος τοῦ παναγίου πρεσβείαις σου |διδόντες δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Ἡ προσευχή (App. Metr. F) Τὴν ἀρετὴν τὴν ἔνθεον ἀεὶ τῶν μαρτύρων ἐν μνήμῃ προσφέροντες πιστῶς εὐγνωμονοῦτες δεικνύμεθα· διὸ μνησθέντες πρότερον τῆς εὐκαμάτου συλλογῆς τῶν ἁγίων ἁπάντων ἐξείπωμεν αὖθις σαφῶς τὰς ἀριστείας ἑνός αὐτων, παναγίου τοῦ Γεωργίου φημὶ τοῦ στερεοῦ, |διδόντες δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Ὅλα δὲ τίς τὰ ἆθλα τοῦ ἀνδρὸς τοῦ γενναίου εἰπεῖν πῶς δυνήσεται; καὶ γὰρ πάνυ προθύμως ὑπήνεγκε πολυποικίλα βάσανα θαυματουργῶν, τὴν τοῦ Χριστοῦ δωρεὰν διανέμων· καὶ γνώμας ἀθέων ἰάσατο φωτίσας τοῦ γνῶναι αὐτοὺς τὸν πλάστην, καὶ πάντες πίστει ἐνευροῦντο πολλῇ |διδόντες δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Ὕπνος δεινὸς συνεῖχε τοὺς πολλοὺς τῶν ἀνθρώπων κοιμίζων τὸ φρόνημα, θεοῦ βλέπειν κωλύων ἀπαύγασμα· ἐν βίβλῳ ταῦτα ἔγραψε θεοφιλίᾳ κινηθεὶς ὁ σοφὸς Πασικράτης οἰκέτης τυγχάνων πιστὸς τοῦ ἀθλοφόρου· αὐτός οὐν ἡμᾶς διδάξει καλῶς ἐκ ταύτης, ἵνα πάντες σαφῶς |διδῶμεν δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Τίθεται δὲ τὸ πρόσταγμα, φησίν, τοὺς πιστοὺς τιμωρίαις αἰκίζεσθαι· ἐμώλυνε διδῶν τὰ ἐμφέροντα καθὼς 〈τὰς〉 πόλεις ἴθυνεν ὁ ἄναξ Διοκλητ<ια>νὸς τῆς εἰδωλολατρίας· καὶ Ἕλληνες πάντες ἐν τούτοις ὑψαυχοῦσι παντὶ δὲ 〈τρόπῳ〉 ἐσκόπουν τοῦ παγιδεῦσαι τοὺς ὄντας εὐσεβεῖς, |διδόντας δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Ἄνθρωπος δὲ Γερόντιος, φησί, τῆς συγκλήτου ὑπάρχων τοῦ ἄνακτος πλευρὰν ὄντως φιλόθεον ἔλαβε ζωὴν αὐτῷ ἐμπνέουσαν, Πολυχρονίαν λέγω δή, ἥνπερ εἶχε γυναῖκα· ἐκ ταύτης γὰρ τίκτει μητρὸς ἔχων τὰς φρένας υἱὸν ἰητῆρα ἔχων θεοστυγίας, ὅθεν ἔγνω βοᾶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων„.:

Πάνυ μὲν οὖν ὑπῆρχεν ὁ τερπνὸς εὐγενὴς καὶ στρατείᾳ διέπρεπεν ⟦ἐν⟧νουμέρῳ ἀνικήτῳ, ὡς γέγραπται· ἐν ᾧ πολλὰ ἐπλήρωσε καὶ τριβουνᾶτα, ὡς φησί, καὶ προέκοψε κόμης, ἡγεῖτο δὲ πάντα 〈αὐτὰ〉 σκύβαλα εἶναι, ἱνὰ Χριστὸν κερδίσῃ ⟦καὶ⟧ καθάπερ Παῦλος· |σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Ἔτι ὁρῶν ὁ νέος αὐξηθεὶς τὸν γονέα τοῖς δαίμοσι θύοντα φησί· “⟦Πάτερ,⟧ μάθε ⟦θύειν⟧ θυσίαν ἀναίμακτον· λευκὴ ⟦γὰρ⟧ ἐστὶν ἡ χώρα σου· ὁ θερισμὸς πέλει ἐγγύς· μετανόησον, πάτερ· ἐκκλίνει γὰρ λεῖπον τὸ φέγγος τῆς ἡμέρας· μὴ μείνῃς οὐν, ἕως ὅτε ἑσπέρα ἔλθῃ· δεῦρο, ὅπου ἐσμὲν |διδόντες δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Ἴσχυσε δὲ τοῖς ῥήμασιν αὐτοῦ τὸν πατέρα σοφίσαι τὸν ἴδιον ὁ παῖς ἔχων τὸν κύριον σύνεργον καὶ τὴν μητέρα σύμβουλον· παρὰ θεοῦ δὲ προσδεχθεὶς καὶ λαβὼν τὴν σφραγῖδα μετά τινα χρόνον ὁ γέρων ἀνεπαύθη τυχὼν ἀοιδίμου δόξης ἐπουρανίου, ἔνθα πάντες ⟦οἱ⟧ πιστοὶ |διδοῦσι δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Νίκην λαβὼν ἐν τούτῳ ὁ πιστὸς καὶ κηδεύσας, ὃν πίστει ἀνέστησεν, εὐθὺς πάντα, ἃ εἶχε, διένειμεν εἰπών· “Γυμνὸς γεγέννημαι, γυμνὸς καὶ θνήσκω τῷ Χριστῷ, ἵν᾽ αὐτός με ἐνδύσῃ· οὐδεὶς ἐν σταδίῳ ἐνδέδυται καὶ τρέχει, κἀγὼ δὲ αὐτὸν μιμοῦμαι καὶ οὕτως τρέχω· ὡς ὁ Παῦλος φησίν· |σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Οὕτως εἰπὼν ὁ μέγας ἀθλητὴς τῶν αὐτῶν ἀλγεινῶν ὑπεισέρχεται· καθὼς βέλος ἐκ τόξου ἀφίεται, καὶ χοῦν ποιεῖ τὰ ἄψυχα καταπατῶν τὰ ξόανα καὶ πυρὶ καταφλέγων· καὶ ἔμφοβοι ἦλθον τινὲς τῶν ἱερέων δεόμενοι ⟦τοῦ⟧ βασιλέως καὶ 〈ἐκ〉βοῶντες· “Πῶς τολμῶσι τινὲς |διδόντες δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων;„:

Ὕψωσε δὲ φωνὴν ὁ βασιλεὺς καὶ φησίν· “Τὸν τοιοῦτον ἀγάγετε, ὃς νῦν δόγμα ἐμὸν 〈παρ〉εσάλευσε·„ καὶ δὴ εὐθὺς προτίθενται αἱ πονηραὶ κατασκευαὶ τῶν ποικίλων βασάνων ἐν τῇ Διὸς πόλει· 〈τοῦ〉 ὄχλου δὲ ὁρῶντος τὸ βῆμα ὁ μάρτυς φθάσας ἐμπρόσθεν ἔστη τοῦ τυράννου βοῶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„: “Ῥῆμα ψευδὲς μὴ εἴπῃς μοι,„ φησὶ πρὸς τὸν μάρτυρα ὁ ὑπερήφανος, “καὶ γὰρ οἶδα συγγνῶναι ⟦τοῖς⟧ πιστεύουσιν· ἀφόβως πάντα λέξον μοι, καὶ τὸ πλημμέλημα ἐγὼ συγχωρῶ σοι ὡς νέῳ· λοιπὸν γὰρ 〈σὺ〉 θύων αὐτὸς ἐξιλεώσεις, οὓς ἴδιος κατέπτυσας· χερσὶν ὑβρίσας ἀπεφθέγξω βοῶν· |‛Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων‚.„: “Ὦ δυσσεβῆ,„ φησὶν ὁ εὐσεβής, “τί ἐμοὶ δολερὰ κολακεύματα, διὸ τοῦτο φρονήσας ἐτέλεσα; ἀεὶ γὰρ οὕτως εὔχομαι ὑπὲρ Χριστοῦ ἀποθανεῖν τοῦ θεοῦ τῶν ἁπάντων· αὐτὸν 〈γὰρ〉 κατεῖδον τὰ ἔνδον τῆς ψυχῆς μου· τὰ ζῷα δ<ιε>σείσθη πάντα 〈τὰ〉 τοῦ ναοῦ σου, ὅτ᾽ ἐβόων ἐγώ· |‛Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων‚.„:

Μαίνεται δὲ ὁ ἄφρων κατ᾽ αὐτοῦ καὶ εὐθέως κελεύει ἀνείκαστα αὐτῷ τελεῖσθαι καὶ ξέεσθαι αὐτὸν καὶ κεντροῦσθαι τοὺς πόδας καὶ πάλιν σιδήρῳ τυφθῆναι τὸν αὐχένα καὶ ξίφεσιν αὐτὸν ἐν τῷ τροχῷ διασπασθῆναι καὶ θλασθῆναι προστάττει· ἀλλ᾽ ἔστη οὕτως βοῶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Ἀλλὰ πολλὰς βασάνους καὶ φρικτὰς ἐπιφέρων αὐτῷ μηχανήματα, πυράν, ἥλους, ξυστῆρας καὶ μόλυβδον, εἰς ξύλον πάλιν κρέμασθαι καὶ φλογερὰν τῇ κεφαλῇ περιθεῖναι κασσίδαν, ἐν λέβητι πάλιν βληθῆναι ὡς καμίνῳ καὶ σύρεσθαι κατὰ γαῖαν ἐπὶ τριβόλων· ἀλλ᾽ ἐσώθη βοῶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Νέος μὲν ἦν, πρεσβύτου δὲ τὸν νοῦν ὁ καλὸς στρατιώτης ἐκέκτητο· διὸ καὶ τὸν διάβολον ᾔσχυνε· καὶ γὰρ τὰ βέλη ἔπεμψεν ὁ μιαρώτατος ἐχθρὸς καὶ οὐκ ἔτρωσε τοῦτον· προσρήξας τῇ πέτρᾳ τῇ ῥύμῃ τῶν κυμάτων ἐσάλευσεν οὐδὲ ὅλως, ἀλλά γε μᾶλλον διήγειρε βοᾶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Ὅτε λοιπὸν τῇ πίστει τοῦ ἀνδρὸς τῶν βασάνων ὁ ἄναξ ἠπόρησε, τινὶ 〈τῶν〉 τῆς συγκλήτου ἐπείθετο αὐτῷ τοιαῦτα λέγοντι ὅτι· “Πρὸς πάντας ἰσχυρὸς τοὺς θεοῦς ἡμῶν ἔστιν, καὶ ἅπαν ἐκείνων κατέβαλε τὸ κῦρος· ἡ χήρα αὐτὸν πεισάτω ἡ πενομένη τοῦ μηκέτι βοᾶν· |‛Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.‚„:

Ὑψόθεν γὰρ ὁ κύριος ἡμῶν τοῖς νικῶσι παρέχει τὰ ἔπαθλα, καθ᾽ ὃ μόνος ὑπάρχει φιλάνθρωπος· διὸ ὁ μάρτυς δείκνυται ὡς ἀριστεύσας ἀνδρικῶς τὰ θεόσδοτα δῶρα· καὶ δὴ εἰς τὸν οἶκον ἐλθὼν τῆς λιμωττούσης ἀέναον εὐθηνίαν αὐτῇ παρέσχεν, ὡς Ἠλίας ποτέ, |διδόντες δόξαν θεῷ τῷ κτίστῃ καὶ σωτῆρι ὅλων.:

Πλοῦτον αὐτῇ τῷ τέκνῳ δὲ αὐτῆς παρασχὼν παρὰ πάντα τὴν ἴασιν πιστοὺς τοὺς ἀμφοτέρους ἐποίησε· καὶ βοῦν ⟦γὰρ⟧ θανέντα ἤγειρε γονυπετούσης γυναικὸς καὶ κλαυθμῷ ἱκτευούσης· τοιαῦτα δὲ λέγει ὁ νέος ἐν καρδίᾳ· “Ὢ ποίαν τιμὴν προσάξω τῷ συνεργοῦντι, εἰ μὴ μόνον βοᾶν· |‛Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων‚;„:

Ὅμως ὁδὸν ἐφευρὼν ἀρετῆς τῷ κυρίῳ ἀρέσκουσαν 〈–⏑⏑·〉 †“Μᾶλλον πιστοὺς ἀσεβοῦντας† ἐργασώμεθα· θυσίαν τούτοις δίδωμι ὡς ὑπὲρ πάντων 〈⏑⏑–〉 〈⏑〉 ἀμώμους ποιήσω·„ διὸ τεθνηκότας ἐγείρας ἐκ μνημάτων σφραγῖδα αὐτοῖς παρέσχεν, †ὅθεν συγγνῶμεν,† ἵνα γνῶσι βοᾶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Ἰσχὺν ζωῆς διδάσκει ὁ πιστὸς Ἀθανάσιον πρώην πλανώμενον δεινὰς τούτῳ μαγείας προστάξαντα, μεθ᾽ ὃν καὶ Ἀνατόλιον τὸν στρατηλάτην μετὰ τῆς ὑπ᾽ αὐτὸν φαμιλίας· εὐθέως 〈δὲ〉 οὗτοι τῷ ξίφει τελειοῦνται λαβόντες 〈αὐ〉τὸ βραβεῖον ἐκ τοῦ ὑψίστου ὡς βοῶντες αὐτῷ· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Ἦν βουληθεὶς ὁ ἄφρων βασιλεὺς δελεάσαι αὐτὸν εἰς τὸν θάλαμον, ἴσως ὅτι καὶ θύειν ἐπήλπιζεν· αὐτὸς δὲ μᾶλλον εἵλετο τὴν βασιλίδ<α ἀ>ναλαβεῖν Ἀλεξάνδρειαν πίστει· καὶ γέγονε μάρτυς τμηθεῖσα τὸν αὐχένα· αὐτὸς δὲ ἐλθὼν σὺν ὄχλῳ πλείστῳ τοῦ θῦσαι ἔστρεψε τὰ γλυπτὰ |κραυγάζων· ⟦Σοὶ πρέπει⟧ δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.:

Μέγα ἰδὼν τὸ τόλμημα αὐτοῦ, δεδωκὼς αὐτῷ ⟦ὁ⟧ ἄναξ ἀπόφασιν, ὁρᾷ αὐτοῦ ⟦τὴν⟧ μητέρα σκιρτήσασαν, καὶ πρὸ αὐτοῦ ἀπέκτεινεν· ὁ δὲ γενναῖος ἀθλητὴς ἐπευξάμενος πᾶσι τῷ ἄφρονι μόνῳ ἀφίει τὴν κατάραν· ἐτμήθη 〈οὖν〉 τὸν αὐχένα καὶ τῇ τεκούσῃ συνανῆλθε βοῶν· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

Ἄφνω τὸ φῶς ἀστράψας, ἀγαθέ, τὸν τοπάρχην σὺν τοῖς ὑπασπίζουσι ῥοπῇ μίᾳ εἰς τέλος ἀνήλωσας· νυν〈ὶ〉 δὲ πᾶσι δώρησαι, Χριστέ, ὡς πάντων 〈ὁ〉 θεὸς τῶν πταισμάτων συγγώμην· τὴν 〈σὴν〉 ἐκκλησίαν ὡς νύμφην περιθάλψον, τῷ κόσμῳ σου τὸ συμφέρον κἀμοὶ παράσχου ⟦τὴν⟧ ᾠδήν, ἵνα βοῶ· |“Σοὶ πρέπει δόξα θεῷ τῷ κτίστῃ καὶ σωτῆρι τῶν ὅλων.„:

ΤΟΥ ΤΑΛΑ ΡΩΜΑΝΟΥ Εἰ καὶ ἐν τάφῳ ⟦Ἡ φωτοφόρος καὶ ἔνδοξος ἄθλησις τοῦ ἀθλοφόρου ἐφέστηκε σήμερον Γεωργίου τοῦ κραταιῶς ἀρχὰς σκοτεινὰς ἐν Χριστῷ ἀηττήτῳ δυνάμει νικήσαντος καὶ ποσὶ τοῖς ὡραίοις Βελίαρ πατήσαντος· |ὁ στεφοδότης γὰρ τοῦτον ἐνίσχυσεν.:⟧

Εἰ καὶ ἐν τάφῳ Τῇ ἐκ νεκρῶν ἀναστάσει σου, κύριε, λαμπροφοροῦσα ἡ κτίσις ἀγάλλεται ἀνυμνοῦσα τοὺς ὑπὲρ σοῦ παθόντας, σωτήρ, καὶ φαιδρῶς δᾳδουχεῖται τοῖς ἄθλοις καὶ μώλωψιν· ὃ καὶ νῦν προεκλάμπει ἡμέρα ἑόρτιος, |ἡ τῆς ἀθλήσεως μνήμη τοῦ μάρτυρος.:

Τὸν πρὸ ἡλίου ἥλιον (App. Metr. E) Τοῦ τὸν παράδεισον ποτὲ πεφυτευκότος τεχνίτου καλλίστη γεωργία ὁ Γεώργιος εὑρέθη καρποὺς ἡμῖν δείξας βρύοντας ἀθανασίαν· οὐδὲν γὰρ ὅλως ἐν Χριστῷ εὑρεῖν ἔστιν ἄπιστον, κἂν τινὲς βασκάνων, ἄπιστοι ἄνδρες, λίαν τυφλωθέντες ἑαυτοὺς ἔλαθον ταχὺ ἐχθρῶν βουλὴν νοσήσαντες. ἔθεντο τὸ αὐτῶν †εἰς οὐρανὸν† στόμα λαλοῦντες ἄδικα δολίοις χείλεσιν κατὰ τοῦ δικαίου· πιστοῖς δὲ νοείσθω δυνατὰ εἶναι τῷ κτίστῃ πάντα.

Χριστοῦ οὖν δοῦλοι ἅπαντες τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.: Οὐκ ἰσωθῆναι γὰρ ἡμᾶς προσήκει τοῖς ἀπιστοῦσι· κοινὸν οὐδὲν γὰρ ἔστι, φησί, τῷ φωτὶ πρὸς σκότος ἢ βεβήλοις πάλιν πρὸς καθαρὰν μετουσίαν· ἐρῶ δε ἄρτι ἐκ γραφῆς τῆς θείας, ἣν οἴδατε, ἵνα παραστήσω ἐξ ἑκατέρας, τῆς ἀρχαιοτέρας καὶ τῆς μετέπειτα καινῆς, τὰ τοῦ Χριστοῦ τεράστια, ὅπως τε φοβερὰ καὶ ἐν σοφίᾳ σημεῖα ἔδειξε πρὸς τὸ βροτοὺς σῶσαι ἐκ πλάνης Βελίαρ, ὃν ἴσμεν ἀπαύστως ἀπόλλειν πάντας νυκτὸς ἡμέρας· καὶ γνόντες ὡς πιστοὶ ὄντες τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ὑπὸ τοῦ πόθου ἐπαρθεὶς τοῦ πανευφήμου ἁγίου ἐθάρρησα τοῦ λέγειν πρὸς ὑμᾶς οὐκ ἀγνοοῦντας· ἴστε γὰρ οἱ πάντες τὸ γεγονὸς ἐν Ἠλίᾳ σημεῖον μέγα τοῦ τῆς χήρας γόνου ὑπάρχοντος, ὅνπερ ἐκ τοῦ τάφου ἤγειρεν οὗτος· εἶτα Ἐλισσαῖον τὸν Σωμανίτιδος υἱὸν ὁμοίως ἀναστήσαντα· πάλιν δὲ ὕστερον, ὅτε καιρὸς ἦν, τὸν βίον λείψαντας μετὰ τὴν ἔγερσιν· καὶ βλέπομεν τούτους δὶς ἀποθανόντας καὶ σιωπῶμεν μὴ ἐκζητοῦντες· καὶ ὧδε οὖν πιστοὶ Χριστοῦ τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Τῶν ἀντιδίκων ἴσως τὶς ἀντείποι λέγων πρὸς ταῦτα, μὴ ἴσον τοῦτο εἶναι τὸ λεχθὲν τοῖς ζητουμένοις· ἕτερον γὰρ εἶναι τὸ νεκρωθέντα ⟦εὐθὺς⟧ ἐγεῖραι, καὶ νεκρωθέντα πολλαχῶς τὰ μέλη ὑφίστασθαι καὶ τὰς ἀφορήτους βασάνους στέξαι συντριβέντων τούτου σαρκῶν, ὀστῶν καὶ μυελῶν· καὶ ὅλως ἠγνοήκασιν, ὅτιπερ τὰ ὀστᾶ τῶν τεθνεώτων ὁ Ἰεζεκιὴλ ἐν τῷ πεδίῳ πρὶν εὑρὼν ξηρανθέντα, ἐν τῷ προφητεύειν ἑώρα ἄνδρας ἐν κόσμῳ ζῶντας· πιστῶς οὖν οἱ γινώσκοντες τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ἀλλ᾽ οὖν δειξάντων τὸ σαφὲς καὶ ἐκ τῶν ἤδη λεχθέντων καὶ ἔγνωμεν οὓς εἶπον ἐκ νεκρῶν ἀνασταθέντας καὶ πάλιν θανέντας, τῆς χάριτός νυν μνησθῶμεν· ποτὲ ὁ Πέτρος Ταβηθὰν θανοῦσαν ἐξήγειρεν καὶ ὁ Ἰωάννης ἐν τῇ Ἐφέσῳ κόρην λεγομένην Δρουσιανὴν ἐκ τῆς σοροῦ μετὰ τὴν τρίτην ἤγειρεν· καὶ αὐτὴ ζήσασα ὕστερον πάλιν εἶδεν τὸν θάνατον ὡς πάλαι Λάζαρον τεταρταῖον ὄντα ἴσμεν ἀναστάντα πάλιν δὲ χρόνῳ καὶ μεταστάντα· ὅθεν, πιστοί, γινώσκοντες τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Λαὸν δικαίων ἔγνωμεν ἐν τῇ τοῦ ἥμων σωτῆρος ἐγέρσει ἀναστάντας δι᾽ αὐτοῦ ἐκ τῶν μνημείων καὶ ἐν τῇ ἁγίᾳ εἰσελθόντας τότε πόλει· ἐμφανισθέντας τρανῶς τοῖς πολλοῖς ἀνεγνώκαμεν, ὧνπερ τοὺς ἐνίους καὶ χρόνῳ ζῶντας, τούς δε ἄλλους φθάσαι τοὺς κοιμηθέντας ταχινῶς· ἀλλ᾽ ἴσως ἄλλοι εἴπωσιν· “Οὗτοι μὲν ἔθανον κοινῷ θανάτῳ, οὐχ ὡς ὁ μάρτυς δὲ τροχῷ τὰ ἅπαντα ὀστᾶ τε καὶ μέλη ὡς χνοῦς σκορπισθείς δε ⟦νῦν⟧ ζῶν καθωρᾶτο·„ ἐγὼ οὖν λέξω· “Οὐδέν ποτε Χριστῷ ἐστιν ἀδύνατον· καὶ σεβώμεθα |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.„:

Ἆρα οὖν οὗτος ὁ σεπτὸς μειζόνων ἠξιωμένος ἐπιτυχὼν καὶ θείας χειρὸς τῆς ἐνισχυούσης, πῶς οὐκ ἴσχυσέν ἀν ὑπομεῖναι ὑπὲρ φύσιν τρόπῳ γενναίῳ καὶ ἐνδόξῳ πίστει τοῦ κτίσαντος; πῶς δὲ καὶ τῷ πλάστῃ, ἄν τις θαρρήσῃ †ἢ ὅλως ἐπιγράψῃ τὸ μὴ ὃ θέλει ποιεῖ †, εἰ μή που ἀσεβής ἐστι; ταῦτα οὖν ἀκριβῶς ὡς πιστοὶ ὄντες μὴ ἀγνοήσωμεν μηδὲ διστάσωμεν— δυνατὸν γὰρ ἔστι θεῷ ἅπαν ῥῆμα— καὶ μὴ ὀφθῶμεν ἀπίστων ἴσοι, ἀλλ᾽ ὡς Χριστῷ δουλεύοντες τιμήσωμεν καὶ ὑμνήσωμεν |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ῥᾷον οὐκ ἦν πεῖσαι αὐτοὺς τοὺς ἀπειθοῦντας τῷ λόγῳ, παρ᾽ οἷς μέχρι καὶ δεῦρο ἡ αὐτῶν πώρωσις μένει, ὥσπερ ἴσμεν πάντες· δέδονται οὖν τὰ σημεῖα, ὣς ἔφη ⟦ὁ⟧ Παῦλος, τοῖς ἀπίστοις οὐ τοῖς πιστεύουσι· τούτοις καὶ ὁ μάρτυς κεκοσμημένος πλείστους τῶν ἀπίστων τῇ πίστει προσῆξεν Χριστοῦ αὐτοῦ τὴν χάριν δίδοντος· τούτῳ οὖν νείμωμεν δόξαν καὶ αἶνον τῷ εὐδοκήσαντι τοῦ σῶσαι ἅπαντας τοὺς θέλοντας γνώμῃ ἰδίᾳ σωθῆναι καὶ προσκυνοῦντας τῷ εὐεργέτῃ· διὸ καὶ νῦν προσδράμωμεν, τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ὡς μάρτυς πέλων τοῦ Χριστοῦ μέγας τε καὶ στεφανίτης Γεώργιος εὑρέθη ἐν τοῖς πέρασιν ἐκλάμπων καὶ καλούμενός δε ὑπερασπίζει σπουδαίως, ὃς ζήλῳ μόνῳ καὶ τῷ πόθῳ Χριστοῦ φλεγόμενος πάλαι ἀνεβόα τοῖς παρανόμοις λέγων· “Χριστὸν σέβω, τὸν βασιλέα καὶ θεόν, καὶ δαίμονας βδελύττομαι.„ πάντων δὲ μηχανῶν προτεθειμένων, καταφρονεῖν αὐτῶν ὁ μάρτυς ἔλεγεν θαρρῶν ἐν τῇ πίστει Χριστοῦ τοῦ σωτῆρος· καὶ κατεφρόνει πτωχείας πλοῦτον. ὡς ταῦτα οὖν γινώσκοντες τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Μόνον τοιαῦτα ἤκουσαν, συνέχοντες ⟦τὸν⟧ Χριστοῦ δοῦλον ἐμάστιζον ποικίλως οἱ ἐξάρχοντες Ῥωμαίων ἀπανθρώπως λίαν καὶ ἀπηνῶς αἰκιζόντες· ὡς δὲ προσεῖχον δυνατὰ τὰ ὄντα ἀδύνατα καὶ τὸν μηδαμόθεν ζῆν ἐλπισθέντα ὥσπερ ἐκ νεκύων ἐξεγερθέντα ἰσχυρῶς, ἐξέστησαν τῷ θαύματι· καὶ ἀκμὴν ἄπιστοι ἔμενον οὗτοι φρουροῦντες μέν αὐτον, σκεπτόμενοι δὲ πῶς, ⟦ἢ⟧ τί δράσωσι πλέον· καὶ γὰρ διηπόρουν καὶ ἐν μαγείᾳ καὶ ἐν μανίᾳ· ἡμεῖς οὖν ὡς Χριστοῦ δοῦλοι τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ἅπασαν βλέπων μηχανὴν Διοκλητιανὸς ἄναξ ἀργοῦσαν αὐτῷ τότε κολακεύων ἐνουθέτει· “Εἴ γε μοὶ πεισθείης, ποιήσω σε μεγιστᾶνον„· ὁ δὲ γενναῖος πάσας τὰς τιμὰς βδελυξάμενος καὶ τὰς βασιλείας πάσας τοῦ κόσμου, κρείττονα ἡγεῖτο τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· διὸ καὶ Ἀλεξάνδρειαν ἔπεισε τοῦ λιπεῖν τὴν ἁλουργίδα καὶ τὸν Χριστόν ποθειν· ἥτις ἠγώνισται, τὸν τοῦ μαρτυρίου τελέσασα δρόμον, καὶ ἠξιώθη ἀντὶ προσκαίρων βασιλείας ⟦οὐρανῶν⟧· διό πιστοι δοξάσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Νικᾶται σῖγα ὁ Σατᾶν ἐν γενεαῖς καθ᾽ ἑκάστην, καὶ πᾶσα ἀνομία ἐμφράσσει αὐτῆς τὸ στόμα· καὶ λοιπὸν ὁρᾶται ἡ ὑπερβάλλουσα χάρις ἡ τοῦ σωτῆρος· αὐτὸν γὰρ φοβεῖται ὁ θάνατος, ὥστε καὶ 〈τὸ〉 πλῆθος ἅπαν ἐκεῖνο ἀτενίσαν τότε ὕμνον ἀναπέμψαι θεῷ πιστεῦσαι τε τοῖς θαύμασιν· οὗτος οὖν ὁ σεπτὸς πλείστους στηρίξας Χριστιανούς ποιει καὶ τὸν θεόν αἰτει δοῦναι αὐτῷ χάριν, ἵνα πᾶς αἰτήσας διὰ ἐκείνου ὧν θέλει τύχῃ· καὶ ἔλαβε καὶ δίδωσι πιστοῖς πᾶσι, δ<ι᾽ ὧ>ν καὶ στέρξωμεν |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ὅστις ἐὰν αἰτήσῃ γαρ ἐν γῇ τε καὶ ἐν θαλάσσῃ, ἐν πράγμασι καὶ δίκαις φοβεροῖς τε ἐνυπνίοις, τοῦ σκοποῦ τυγχάνει τῇ χάριτι τοῦ σωτῆρος· αὐτὸς οὖν τότε σὺν Χριστῷ ποθήσας διάγειν ἀεί, ξίφει τελειοῦται χαίρων καρδίᾳ· ὢν δὲ ⟦νῦν⟧ σὺν ἀγγέλοις μειζόνως κήδεται ἡμῶν τῶν ἐγγιζόντων πρός αὐτον· σπεύδει γὰρ ὑπὲρ πάντων ἡμῶν πρεσβεύειν τῶν δούλων τοῦ Χριστοῦ, τῶν πίστει τῇ αὐτοῦ τούτων δεομένων· καὶ πᾶς τις εὖ πάσχων τῷ πλάστῃ αἶνον προθύμως πέμπει· διὸ δοῦλοι Χριστοῦ πάντες τιμήσωμεν τοῖς σεπτοῖς ὕμνοις |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.:

Ὑπὸ τῶν θείων λόγων σου ἐκπαιδευόμεθα πάντες ἀναίμακτον θυσίαν σοί, Χριστέ, ἀεὶ προσάγειν, αἰνέσεως λόγους δεκτούς σοι ὕπερ τοὺς μόσχους, ἀποδιδόντας τὰς εὐχάς, ἃς ἐν σοὶ εὐξόμεθα, σὲ ἐπικαλεῖσθαι ἐν πάσῃ θλίψει, ὅπως ἡμᾶς ῥύσῃ τῶν προσπιπτόντων συμφορῶν τὴν δόξαν σου ὑμνήσαντας. τούτοις οὖν πιστωθεὶς ἥκω αἰτῶν σε πταισμάτων ἄφεσιν καὶ λύπης στέρησιν ὀδυνῶν τε λύσιν, ψυχῆς δὲ τὴν ῥῶσιν, σαρκὸς ὑγείαν ἐν εὐφροσύνῃ, ἱνὰ κἀγὼ σὺν τοῖς πιστοῖς οἰκέταις σου ἀνυμνήσω〈μεν〉 |τὴν τῆς ἀθλήσεως μνήμην τοῦ μάρτυρος.: