Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τόν άγιον Αθανάσιον

Εγκώμιο για τους αγώνες του αγίου Αθανασίου υπέρ της Ορθοδοξίας και την υπεράσπιση του τριαδικού δόγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 8 από 23

ΑΙΝΟΣ ΡΩΜΑΝΟΥ Τοῖς τῶν αἱμάτων Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες πληθύνας τὸν σπόρον τῆς πίστεως τῇ ἐπομβρίᾳ τοῦ πνεύματος, ὅσιε· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Τράνωσον (App. Metr. A) Ἀθανασίας κλέος ὑπάρχων νεκρωθέντα με, πάτερ, ἁμαρτίαις πολλαῖς ἀνάστησον ταῖς πρεσβείαις σου· λόγον ζωήρρυτον δός μοι, ὅπως ἀνυμνήσω τοὺς ἄθλους σου, ἱεράρχα, οὓς διελθὼν τοὺς διώκοντας πάντας κατέβαλες ὡς μύστας τῆς ἀσεβείας καὶ ἐχθροὺς τοῦ Χριστοῦ ἐνυπάρχοντας· πιστοὺς δὲ πάντας ἐφώτισας τῆς τριάδος γενόμενος πρόμαχος· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Ἴσον τελέσας δρόμον ἐν βίῳ τῶν σοφῶν ἀποστόλων ἐξισώθης αὐτοῖς καὶ μετὰ τέλος, μακάριε· ὧν γὰρ τὸν βίον ἐν ἀληθείᾳ ἐμιμήσω ἀξίως καὶ συγχορεύεις, ὧν τοὺς θεσμοὺς διετράνωσας μᾶλλον ἢ ἔλυσας δικαίως καὶ τῶν στεφάνων ὡς αὐτοί, θεοφόρε, ἐπέτυχες· γινώσκει γὰρ ἀρετὴ τοὺς αὑτῆς ἐραστὰς ἀνυψοῦν ἀληθέστατα· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Νυμφοστολίσας τὴν ἐκκλησίαν ῥήμασιν, οὐ σμαράγδοις, ὥσπερ νύμφην αὐτὴν ὡραιοτάτην παρέστησας τῷ ὑπὲρ ταύτης σφαγιασθέντι καὶ τὸ αἷμα κενώσαντι τὸ οἰκεῖον· ὅθεν πιστῶς ἀνυμνεῖ σου τὴν θείαν πανήγυριν σὺν πᾶσι τοῖς τεθραμμένοις ἐν τοῖς θείοις λογίοις σου, ὅσιε· αἱρετικῶν δὲ τὴν σύγχυσιν ἀποτρέπει τριάδα δοξάζουσα· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Ὁ τῇ χειρὶ συνέχων τὰ πάντα καὶ καρδίας ἐτάζων τῶν ἀνθρώπων θεός, αὐτός σε, πάτερ, ἐτήρησεν ἄτρωτον ἐκ τῶν ὑπεναντίων καὶ κατῄσχυνε τούτους ψευδηγοροῦντας καὶ διὰ σοῦ ἀτιμίας πληρώσας τὰς ὄψεις αὐτῶν· χειρὸς γὰρ τῆς ἐκκοπείσης εὑρεθέντες ἐξαίφνης ὑπεύθυνοι ἐδόξασάν σε ἢ ἔθλιψαν· ἀρετὴ γὰρ οὐδόλως μολύνεται· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Σύμβουλον ἔχοντες τῆς ἰδίας ἀνομίας τὸν ὄφιν τὸν τὸ πρὶν τὸν Ἀδὰμ ἐν παραδείσῳ σκελίσαντα, ἄσεμνον γύναιον ἐφευρόντες ἐδοκίμασαν σοῦ τὴν σαοφροσύνην ἐν τοῖς ἀτίμοις ἐκθέσθαι, θεόφρον πατήρ ἡμων· ἡττήθησαν δὲ ἐν πᾶσι τοῖς αὐτῶν παρανόμοις βουλεύμασιν ἐν τῇ συνέσει τῶν λόγων σου τὰ οἰκεῖα ἐμφράξαντες στόματα· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Ῥεύματα θείας διδασκαλίας ἀναβλύσας τῷ κόσμῳ τὰς ψυχὰς τῶν πιστῶν κατήρδευσας, Ἀθανάσιε· αἱρετικῶν δὲ τοὺς προεστῶτας κατεπόντισας ἄλλους ὡς Αἰγυπτίους μόνον ἡμῖν θεοχάρακτον δοὺς τὴν ὀρθόδοξον προσκύνησιν τῆς τριάδος ἐν μιᾷ τῇ θεότητι σέβεσθαι, ἐν ᾗ ἡμᾶς περιφρούρησον ἐξ ἐχθρῶν ἀοράτων ῥυόμενος· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Ὢ ποία γλῶσσα τὰς σὰς ἐξείποι θλίψεις καὶ περιστάσεις, ἃς ἐν γῇ καὶ ὑγρᾷ ἐτέλεσας διωκόμενος; ⟦τὰς⟧ ἐπιβουλὰς τῶν αἱρετιζόντων, τάς 〈τε〉 ἐπαναστάσεις καὶ τὰς δημεύσεις, καὶ τὰς μακρὰν ἐξορίας, πυκνὰς ἐπανόδους τε καὶ πάλιν τοὺς διωγμούς σου, οὓς ὑπέστης γενναίῳ φρονήματι ὑπὲρ τῆς πίστεως, ἅγιε; ἣν καὶ νῦν ταῖς πρεσβείαις σου κράτυνον· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Μόνος θεὸς ὁ πάντων τὴν γνῶσιν κεκτημένος αὐτός σε ἐκ παιδόθεν σοφῶς προέγνω τε καὶ προώρισε πρόεδρον ἐκκλησίας γενέσθαι καὶ αὐτῷ λειτουργῆσαι χερσὶν ἀθῴοις, τὸν τὸν αὐτοῦ πρὸ αἰώνων υἱὸν καταγγέλλοντα διπλοῦν ταῖς φύσεσιν ὄντα καὶ οὐχὶ τὴν ὑπόστασιν, ὅσιε, θεὸν καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν γνωριζόμενον κύριον· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Ἀθανασίου δεῦτε συμφώνως τὴν πανέορτον μνήμην ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ ἐν τῷ βυθῷ τῆς αὐτῶν ἀσεβείας ἐνέβαλον· πυρὶ γὰρ τῷ αἰωνίῳ παραδώσας αὐτοὺς κατακαίεσθαι ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ σωτῆρος σαρκώσεως· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.:

Νύκτα καχέσπερον τῆς ἀπάτης ἐκδιώξας τοῖς πᾶσι σὺ ἀνέλαμψας φῶς ὀρθοδοξίας, μακάριε· καὶ τοὺς ἐν ζόφῳ κεκρατημένους ὁδηγήσας πρὸς γνῶσιν θεογνωσίας τοῦ νοητοῦ Φαραὼ λυτρωσάμενος, ἅγιε, καὶ μάννα διδασκαλίας τὰς καρδίας αὐτῶν ἄγαν ἔπλησας σφραγῖδι τούτους τυπώσας, σοφέ, μὴ πτοεῖσθαι αἱρέσεων ὄλεθρον· |〈διό σε ὑμνοῦμεν, Ἀθανάσιε.〉:

Ὁ ἐκ παρθένου ἀφράστῳ τόκῳ προελθὼν θεὸς λόγος κρίμασίν οἱς αὐτὸς ἐπίσταται διεφύλαξεν σὲ ἐν οἰκίᾳ παρθένου κόρης θησαυρὸν ἀδαπάνητον τοῖς πενίᾳ πιεζομένοις δογμάτων οὐ χρημάτων, Ἀθανάσιε· πλουτεῖ γαρ πᾶσα ἡ κτίσις ὡς χρυσίον τοὺς λόγους κατέχουσα τῶν σῶν θεσμῶν καὶ ἐκτρέπεται, ὥσπερ κόνιν, βλασφήμων τὰ ῥήματα· |διό σε ὑμνοῦμεν, Ἀθανάσιε.: ⟦Ὕπο τὸν θρόνον τοῦ βασιλέως καὶ δεσπότου τῶν ὅλων παρεστῶτες ἀεὶ πρεσβεύειν μὴ διαλείπητε, Ἀθανάσιε πάτερ σὺν τῷ Κυρίλλῳ, ἐν ὀρθοδοξίᾳ ἡμᾶς διάγειν καὶ ὁμονοίᾳ τὰ σκάνδαλα πάντα διώκοντες καὶ τοῖς ἐν εὐσεβείᾳ βασιλεῦσι τὴν νίκην δωρούμενοι, ὁπῶς τὸν βίον ἀτάραχον ἐκτελοῦντες συμφώνως δοξάζωμεν |Χριστὸν τὸν σωτῆρα τῶν ψυχῶν ἡμων.:⟧