Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τόν άγιον Παντελεήμονα

Η παιδεία, η θεία κλήση, τα θαύματα και το μαρτύριο του αγίου Παντελεήμονος και των συν αυτώ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 9 από 23

ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ ΤΩ ΑΝΑΡΓΥΡ〈Ω〉 ΨΑΛΜΟΣ Ἰδιόμελον Μιμητὴς ὑπάρχων τοῦ ἐλεήμονος καὶ ἰαμάτων τὴν χάριν κομισάμενος, ἀθλοφόρε καὶ μάρτυς Χριστοῦ τοῦ θεοῦ, ταῖς εὐχαῖς σου τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα ἐκ τῶν βοώντων πιστῶς· |“Σῶσον ἡμᾶς, κύριε.„:

Τοῦ ἀναργύρου τὴν μνήμην (App. Metr. G) Τοῦ ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας εὐσεβῶς ὑμνήσωμεν, φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες ὡς κἀγὼ τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων, ἀγαπητοί, τὴν θεραπείαν παρέχει· σπουδάσωμεν οὖν, πιστοὶ ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τὸν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας· |“Σῶσον ἡμᾶς, κύριε„.:

Ὁ συνετὸς ἐπιστήμων, ὃν ὁ κύριος ἔφησε· “Παντελεήμων ⟦σὺ⟧ κληθήσῃ· ἐλεεῖς τὰ σύμπαντα ὡς μαθητὴς τοῦ κυρίου φερώνυμος.„ οὗτος οὖν ὁ φαεινότατος πόθεν ἦν, ἐξερευνήσωμεν καὶ ἐν ποίᾳ πατρίδι γεγέννηται, τίνες οἱ τούτου γενέται· τὸ σέβας τὸ πρίν, τὴν ἐπιστροφὴν ἀμφοτέρων εἰς θεόν, τὴν ἀοίδιμον στοργὴν ἐν τοῖς ἄθλοις τῶν ἀγώνων τοῦ βοῶντος· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ὑϊὸς ἦν Νικομηδαίου Εὐστοργίου τοῦ Ἕλληνος, οὗ ἡ μήτηρ Εὐβουλία τὸν Χριστὸν ἐσέβετο, λανθάνουσα τῶν κρατούντων τὴν ἄνοιαν· προὔτρεπε τὸν ὑϊὸν αὐτῆς λέγουσα· “Φύγε τοῦ δαίμονος τὴν δυσώδη λατρείαν καὶ βέβηλον, τὴν ὁδὸν τῆς ἀπωλείας· κολλήθητι δὲ τῷ πλάσαντι σέ, τῷ θεῷ τοῦ οὐρανοῦ, τῷ σταυρωθέντι σαρκί, ἵνα εὕρῃς παρρησίαν, ὅταν εὔχῃ· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Τοιαῦτα μέτα δακρύων τῷ υἱῷ παραγγέλουσα τὸν δεσπότην ἐδυσώπει· “Ἐνοικήσει, κύριε, ὁ φόβος σου τῷ υἱῷ τῆς παιδίσκης σου· σθένωσον τοῦτον, φιλάνθρωπε, πλήρωσον τῆς σῆς δυνάμεως, νικησάτω ⟦τοῦ⟧ Βελίαρ τὰ θήρατρα, κολληθήτω ⟦τοῖς⟧ σωζομένοις· σοί, δέσποτα μοῦ, προσφέρω αὐτὸν ἐγὼ ἡ ἁμαρτωλός„· ταῦτα λέγουσα Χριστῷ ἐκοιμήθη ἐν εἰρήνῃ εὐχομένη· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ἀκμάζει ὁ νεανίας, κατορθοῖ τὰ διδάγματα, μαθητεύει Εὐφροσύνῳ <ἰα>τρῷ ἐπιστήμονι τὰ μάλιστα, ἵνα γνῷ τὰ φιλόσοφα, πλήρης ὢν πάσης συνέσεως· οὔτε γὰρ περιεπάτησε ποτὲ μετὰ ἀτάκτου, ὡς γέγραπται, οὔτε ὤφθη ἐν θεάτρῳ· ὑμνήσωμεν οὖν, πιστοὶ ἀδελφοί, τὸν καλέσαντα αὐτὸν ἐκ τοῦ σκότους εἰς τὸ φῶς, ἵνα σχῶμεν παρρησίαν ἐν τῷ ψάλλειν· |“Σῶσον ἡμᾶς, κύριε.„:

Προγινώσκει γὰρ τὰ πάντα ὁ ποιήσας τὸν ἄνθρωπον, ὅτι σκεῦος ἐκλογῆς ἦν ὡς Ἐνὼχ ὁ πρόγονος, 〈ὁ〉 Ἀβραὰμ ὁ προπάτωρ μετέπειτα· Μωϋσῆς ἐπὶ τὴν Αἴγυπτον, Ἰησοῦς κατὰ τὴν ἔρημον, Δαβὶδ εἰς βασιλέα τὸν Ἰσραήλ, Ἰωνᾶς τοῖς Νινευίταις καὶ Παῦλος νυνὶ τῷ κόσμῳ παντὶ ὁ κηρύξας πανταχοῦ καὶ διδάξας τοὺς λαοὺς τὴν ὁδὸν τῆς σωτηρίας καὶ τὸ ψάλλειν· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ἰησοῦς ὁ ἀποστείλας τῷ εὐνούχῳ τὸν Φίλιππον καὶ Κηφᾶν τῷ Κορνηλίῳ αὐτὸς ἐξαπέστειλε τῷ συνετῷ τὸν πρεσβύτην Ἑρμόλαον, ὃς εὑρὼν τὸν γενναιόφρονα πεύθεται τὴν γενεάν αὐτου καὶ τὸ ποίας θρησκείας ὑπάρχουσι τὴν παιδείαν καὶ τὸ κῦρος· πρὸς ταῦτα φησίν· “Υἱὸς μὲν εἰμὶ Ἕλληνος συγκλητικοῦ, μητρός δε Χριστιανῆς· τελευτᾷ δὲ ἡ τοιαύτη εὐχομένη· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Νευροῦται ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἔφησεν· “Ὁ Χριστὸς ὁ πρὸ αἰώνων, ὃν ὑμνεῖ τὰ σύμπαντα, φωτίσοι σε ταῖς εὐχαῖς τῆς τεκούσης σε· δῴη σοι ἃ προητοίμασε τοῖς πιστοῖς ὁ ἀψευδὴς θεός, ἃ ὀφθαλμὸς οὐκ εἶδεν κα<ὶ ο>ὖς οὐκ ἤκουσεν, οὐδ᾽ ἀνέβη εἰς καρδίαν· ἀλλ᾽ ἄκουσον μοῦ, καὶ δέξαι πιστῶς τὴν σφραγῖδα τοῦ Χριστοῦ, ἵν᾽ ἐν τούτῳ ἀσφαλῶς θεραπεύῃς πᾶσαν νόσον ἀναμέλπων· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ὁ συνετὸς κατηνύγη καὶ ἀόκνως παρέβαλλε καθ᾽ ἑκάστην τῷ πρεσβύτῃ ὠφελείας ἕνεκα μνησκόμενος μητρικῶν παραινέσεων· θαῦμα δὲ τοιοῦτον γέγονεν· εἶδε γάρ, ἐν ᾧ πορεύεται, παιδίον ἐρριμμένον, ὃ ἔκτεινεν ἔχιδνα πονηροτάτη· θροεῖται μικρόν· νευροῦται εὐθὺς ἐκπειρᾶσαι τὸν Χριστόν, τί παρέχει τοῖς αὑτοῦ, καὶ εἰ σώζει ἐκ θανάτου τοὺς βοῶντας· |“Σῶσον ἡμᾶς, κύριε.„: “Ὑμνῶ σε τὸν πρὸ αἰώνων, ὃν ἡ μήτηρ μου ἔσεβεν, ὃν φασὶ κύριον πάντων, εἰ πρ<οῄ>ρησαι ἔχειν με οἰκέτην σου, καὶ ὑπείκειν ⟦σου τῷ⟧ θελήματι· δεῖξον μοι τὴν δυναστείαν σου, ζήσεται ὁ παῖς ὁ τεθνηκώς, καὶ ῥαγῇ τὸ θηρίον τὸ πονηρόν, ἵνα γνώσω τὴν ἰσχύν σου·„ ἀνέστη ὁ παῖς, ἐρράγη εὐθὺς τὸ θηρίον τὸ δεινόν, καὶ βοᾷ ὁ συνετός· “Σὺ 〈εἶ〉 ὁ κτίσας τὰ πάντα, σοὶ κραυγάζω· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ῥαδίως πάντα γνωρίζει τῷ σεπτῷ τὰ παράδοξα ὡς πατρὶ καὶ διδασκάλῳ· πάντων γὰρ προέκρινεν ὁ ὅσιος τὸν πρεσβύτην Ἑρμόλαον. ταῦτα δὲ λέγων ἐδέετο ἐξαυτῆς τυχεῖν τῆς χάριτος τῆς ἐν Χριστῷ σφραγῖδος καὶ τοῦ λουτροῦ τοῦ τῆς παλιγγενεσίας· ἐμέμνητο γὰρ ἀπαύστως λοιπὸν τῶν ῥημάτων τῆς μητρός, ὧνπερ ἔφη πρὸς αὐτόν· “Τέκνον, σπεῦσον προσκολλᾶσθαι τοῖς βοῶσι· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ὡς ταῦτα ἔγνω ὁ πρέσβυς, ἀναμέλπει γηθόμενος καθορῶν τὸν νεανίαν λιπαρῶς αἰτούμενον τὸ βάπτισμα καὶ πληροῖ τὰ θεάρεστα· ἐξαυτῆς φωτίζει τὸν πιστόν, ἀξιοῖ τῆς μεταλήψεως τοῦ σώματος τοῦ θείου καὶ αἵματος τοῦ ἀτρέπτως σαρκωθέντος Χριστοῦ τοῦ θεοῦ, διδάξας αὐτὸν σὺν πατρὶ καὶ ὑϊῷ ἅγιον πνεῦμα ὑμνεῖν πίστει ἐλπίδι κα<ὶ ἀ>γάπῃ ἐν τῷ ψάλλειν· |“Σῶσον ἡμᾶς, κύριε.„:

Μονάδα οὖν ἐν τριάδι καὶ τριάδα ἀμέριστον τὴν ἁπάντων ἐπεκεῖνα, ἣν ὑμνεῖ τὰ σύμπαντα δοξάσωμεν, ἣν ὑμνοῦσιν ἀρχάγγελοι, Χερουβὶμ ἅμα καὶ Σεραφίμ, θρόνοι τε καὶ κυριότητες, ἀρχαὶ καὶ ἐξουσίαι καὶ σὺν αὐτοῖς ὁ χορὸς τῆς ἐκκλησίας ταὐτὸν δὲ εἰπεῖν καὶ πᾶσα πνοὴ νοητῶν καὶ ὁρατῶν τῷ τῶν ὅλων ποιητῇ ὡς θεῷ καὶ εὐεργέτῃ ἐκβοῶντες· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ἀκούσας θείων δογμάτων κατηνύγη ὁ πάνσοφος καὶ ὡς πρέμνον ἐφυτεύθη παρὰ τὴν διέξοδον τοῦ ὕδατος καὶ καρπὸν ἀποδέδωκεν· ἑαυτὸν τηρήσας ἄμεμπτον τῷ θεῷ πολλοὺς προσήγαγε· τέλος τοῦ μαρτυρίου ἐπέτυχε καὶ πληροῖ τὸ γεγραμμένον· εἰς γῆν ἀγαθὴν ὁ σπόρος πεσὼν ἐν τριάκοντα τὸ πρὶν καὶ ἑξήκοντα ἀνθεῖ, ἑκατὸν ἡ τελειότης τοῖς βοῶσι· |“Σῶσον ἡμᾶς, κύριε.„:

Νουνεχῶς ἐπὶ τὴν πίστιν ὁδηγεῖ τὸν γεννήτορα καὶ φησὶ τῷ γηραλέῳ· “Ἐρωτῶ σε, φράσον μοι τὸ ἄπορον ὃ ὁ νοῦς μου σημαίνει μοι· τὰ γλυπτὰ ταῦτα ἃ ἔχομεν στήκουσι καὶ οὐ βαδίζουσιν οὐδὲ μετακινοῦνται τὸ σύνολον· πῶς οὖν ἄλλοις βοηθοῦσιν;„ μετήγαγεν οὖν πρὸς τὴν ἀρετὴν τὸν γενέτην παρευθὺς μὴ προσάγειν τὰς σπονδὰς τοῖς ἀψύχοις, ἀλλὰ κράζειν τῷ σωτῆρι· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ὅτε οὖν ταῦτα ἐπράχθη, ἐξαυτῆς παρεγένετο πολυβλέπων, λιτανεύων· “Παντολέον, ῥῦσαι με πηρώσεως καὶ τὰς κόρας μου φώτισον· πᾶσι γὰρ τοῖς λοιποῖς ἰατροῖς χρήματα ⟦πολλὰ⟧ πολλάκις δέδωκα καὶ οὐδὲν ὠφελήθην τὸ σύνολον.„ πρὸς δὲ ταῦτα ὁ ἀγχίνους· “Ἰάσεται σὲ Χριστὸς ὁ θεός·„ καὶ ἰάθη παραυτά· καὶ ἐξέστησαν ὁμοῦ οἱ ἐκεῖσε συμπαρόντες, κα<ὶ ἀ>νεκράζον· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ὑπάγει οὖν παραυτίκα καὶ δηλοῖ τὴν ὑπόθεσιν τῷ πρεσβύτῃ Ἑρμολάῳ, καὶ ἐλθὼν ὁ ὅσιος ἑώρακε θείαν ὄντως ἀλλοίωσιν· ᾔτησαν τυχεῖν τῆς χάριτος ὁ πατὴρ τοῦ γενναιόφρονος καὶ ὁ θείᾳ ἐλλάμψει θεραπευθείς, καὶ φωτίζει ἀμφοτέρους διδάξας αὐτοὺς βιῶσαι ἁγνῶς καὶ τὸ πῶς δεῖ ἐκφυγεῖν τῶν εἰδώλων τὴν ὁδόν, προσκολλᾶσθαι δὲ τῷ πλάστῃ καὶ κραυγάζειν· |“Σῶσον ἡμᾶς, κύριε.„:

Τοῦ ἄνακτος Ἰωσίου μιμητὴς ἀνεδείκνυτο· καὶ γὰρ οὗτος ὡς κἀκεῖνος τῶν εἰδώλων ἔλυσε τὸ θέατρον, ὡς διδάσκει τὸ σύγγραμα· τὸ λοιπὸν λατρεύων τῷ Χριστῷ ὁ πατὴρ αὐτοῦ ἐβίωσε· τελευτᾷ δὲ ἐάσας τὸν <υἱὸ>ν αὐτοῦ πολιτείᾳ ἐναρέτῳ· ὁ δὲ παρευθὺς βουλῇ ἀγαθῇ τοῖς δούλοις χρήματα δοὺς ἐλευθέρωσε αὐτοὺς καὶ δουλοῦται τοῖς ἁγίοις τοῖς βοῶσι· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ὡς μαθητὴς τοῦ σωτῆρος σωτηρία ἐγένετο τοῖς νοσοῦσι, καὶ παρεῖχε τοῖς αἰτοῦσι χρήματα ὡς 〈ἅ〉παντας τούτῳ μόνῳ προσέρχεσθαι· ταῦτα οὖν ἔγνω τὸ κίβδηλον ἄθροισμα τῶν ψευδοϊατρῶν, καὶ τῷ ἄνακτι πάντα ἀνήγγειλεν, καθὼς γέγραπται, βοῶντες· “Οὐκέτι σπονδαὶ προσάγονται νῦν τὸ καθόλου τοῖς θεοῖς· πάντων γὰρ τὰς ἀκοὰς συνταράσσει Παντολέων ἐν τῷ λέγειν· |‛Σῶσον ἡμᾶς, κύριε‚.:

Αὐτὸς οὖν ὡς ἐπιστήμων, αὐτοκράτωρ θειότατε, βασιλεῦ τῶν ὑφηλίων, ἐμμελῶς βασάνισον, ἃ ἔφημεν, ἵνα γνῷς τὴν ὑπόθεσιν· κέλευσον ἀχθῆναι παρὰ σοί, ὅντινα αὐτὸς ἰάσατο, καὶ ἐκ τούτου γινώσκεις τὸ ἀληθές, ὅτι οὐ ψεῦδος ⟦σοι⟧ λαλοῦμεν.„ προσέταξεν οὖν ἀχθῆναι αὐτῷ τὸν τυφλόν, ὃν ἰδὼν ἐπηρώτα αὐτόν· “Τίς ἐποίησε σε βλέπειν, τίνι λέγειν· |‛Σῶσον ἡμᾶς, κύριε‚;„: “Νέμων ἰάματα πᾶσι Παντολέων ὁ ἅγιος τὸν Χριστὸν ἐπονομάσας τῇ χειρὶ ἐσφράγισε τὰς κόρας μου καὶ εὐθέως ἀνέβλεψα· τούτοις γὰρ τοῖς ψευδοϊατροῖς χρήματα πολλὰ προσήγαγον καὶ οὐδὲν ὠφελήθην τὸ σύνολον, ἀλλὰ μᾶλλον ἀπημβλύνθην· θεοὶ γὰρ τυφλοὶ τὸ σέβας αὐτῶν· πῶς οὖν εἶχον βοηθεῖν προσκυνοῦντες τοῖς γλυπτοῖς, ὧν ἀπώλεια τὸ τέλος; οὐ γὰρ εἶπον· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ἀκούσας ταῦτα ὁ ἄναξ κακοτέχνῳ βουλεύματι ἔφησε τοῖς ὑπηκόοις· “Ἐκ τοῦ ζῆν ἀπάρατε τὸν φλύαρον· Παντολέων ὀφθήτω μοι.„ Ἤχθη οὖν ὁ φαεινότατος, ὃν ἰδὼν ὁ ζοφωδέστατος συμβουλίᾳ πανούργῳ ἔφη αὐτῷ· “Ὑϊὲ τοῦ Εὐστοργίου, ἐνδόξων ἀνδρῶν ἀπόγονος ὤν, μὴ ξενώσῃς σεαυτὸν τῆς συγκλήτου καὶ ἐμοῦ, μὴ φυρῇς τοῖς καταδίκοις 〈τοῖς〉 βοῶσι· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ῥητορεύει Παντολέων· “Θεοὶ οἳ οὐκ ἐποίησαν οὐρανόν τε καὶ τὴν γαῖαν αὐτοὶ ἀπολέσθωσαν καὶ 〈ἅ〉παντες οἱ τῇ πλάνῃ δουλεύοντες· γνῶμεν οὖν ἀρτίως, εἰ δοκεῖ, τίς ἐστιν ὁ χορηγῶν πνοὴν τοῖς ἀνθρώποις καὶ φαίνων τὸν ἥλιον, τίς ὁ τανύσας τὸν πόλον, ἐγείρων νεκρούς, φωτίζων τυφλούς, πᾶσι πάντα χορηγῶν· οὗ μαθόντες τὴν ἰσχὺν τούτῳ μόνῳ κολληθῶμεν ἐκβοῶντες· |‛Σῶσον ἡμᾶς, κύριε‚.:

Γνωστόν σοι ἔστω ὁ ἔφην· παρειμένον 〈εἰσ〉άγαγε· καὶ ὑμεῖς ἅπαντες ἅμα τοὺς θεοὺς οὓς σέβεσθε προσεύξασθε, καὶ ἐγὼ ὅνπερ σέβομαι.„ κλινήρης ἤχθη παράλυτος· ὃν ἰδὼν ἔφη ὁ τύραννος· “Πρόσευξαι, Παντολέον, εἰσόμεθα τί ποιήσει ὁ θεός σου·„ ἀντέφη⟦σεν⟧ αὐτῷ ὁ ἅγιος παῖς· “Εὔξασθε πρῶτον ὑμεῖς, ἴσως γὰρ θεραπευθῇ· εἰ δὲ μή, εὔξομαι τότε καὶ βοήσω· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ὑλακτοῦντες ὡσπὲρ κύνες τοῖς γλυπτοῖς ἐθυσίαζον· οἱ μὲν οὖν Δία ἐκάλουν, ἄλλοι δὲ τὴν Ἄρτεμιν καὶ ἕτεροι Ἱπποκράτους ἐδέοντο· πάντων δὲ ματαία ἡ ἐλπίς· τοῦτο ⟦γοῦν⟧ γνοὺς ὁ βασιλεὺς βοᾷ· “Πρόσευξαι Παντολέον, εἰσόμεθα„· καὶ ἐπέβλεψεν ὁ μάρτυς πρὸς τὸν ἀσθενῆ καὶ δὴ πρὸς αὐτόν· “Ἐν ὀνόματι Χριστοῦ ἐξανάστα ὑγιής·„ καὶ ἀνέστη ἐρρωμένος λιτανεύων· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ῥαψωδίαις πολυπλόκοις ἀντεβόλουν τῷ ἄνακτι οἱ ἱερεῖς τῆς αἰσχύνης· οἱ θεοὶ τὴν ἴασιν εἰργάσαντο, οὐχ ὁ πλάνος ὁ γόης 〈δέ〉. ἔφη δέ· “Τὸν πλάνον φέρετε.„ καὶ φησί· “τούτῳ μὴ μώραινε, ὣσ⟦περ⟧ Ἄνθιμος ὁ γέρων πρὸ ὀλίγου καὶ οἱ ἄλλοι οἱ κτανθέντες.„ βοᾷ ὁ πιστός· “Ἐνεύρωσας μέ· εἰ γὰρ γέρων κατὰ σοῦ ἀνεδείχθη νικητής, αἱ μηχαναί σου ὀλοῦνται ψάλλοντός μου· |‛Σῶσον ἡμᾶς, κύριε‚.„:

Ω.... Ψυχικοῖς ὄμμασιν εἶδε τὸν σωτῆρα ὁ ἅγιος καὶ ηὐξήθη οὖν τῇ πίστει· ἀσμένως οὖν ἔφερε τὴν στρέβλωσιν τοῦ βραβείου κηδόμενος· νοητῶς δεῦτε ὀψόμεθα θέατρον ἀξιοθαύμαστον· γυμνὸν τὸν ἀριστέα κατίδωμεν ἐν τῷ σταδίῳ ἑστῶτα, ἀντίκρυς αὐτοῦ Ἑλλήνων πληθύς· ταῦτα μὲν ἐπὶ τῆς γῆς, τὸ στέμμα δ᾽ ἐν οὐρανοῖς εὐτρεπίζοντας ἀγγέλους τῷ βοῶντι· |“Σῶσον ἡμᾶς, κύριε.„:

Ἄνω ἐν θρόνῳ ἀστέκτῳ ὁ Χριστὸς ἐποχούμενος τῷ παιδὶ χεῖρα ὀρέγει· ὁ δὲ ἀσεβέστατος ἐτρύχετο, πῶς κολάσει τὸν μάρτυρα· ὑπὸ οὖν τοῦ Σατὰν ἐμπνευσθεὶς τήγανον ἔφη προσάγεσθαι, ὃ μολύβδου καὶ πίσσης ἐνέπλησεν ἐκπυρώσας ὑπεράγαν· ἐν τούτῳ ἐρεῖ βληθῆναι αὐτόν· ὃ ἐπράχθη παρευθύς· ἀλλὰ νεύματι θεοῦ ἐλυτρώθη παραδόξως καὶ ἐβόα· |“Σῶσον ἡμᾶς, κύριε.„:

Λαβὼν ὁ πλάνος τὸν νέον τῷ βυθῷ κατηκόντισε· καὶ ἐκεῖσε διεσώθη· τοῦτο γνοὺς ὁ πάνδεινος τὸν εὐθαρσῆ τοῖς θηρίοις παρέβαλεν· ὡς ἄρνες δὲ ὤφθησαν αὐτῷ· ἀναιρεῖ ταῦτα ὁ ἄνομος, καὶ τροχὸν ἐπιτρέπει παμμεγέθη, πολυποίκιλον γενέσθαι· ἐν τούτῳ εὐθὺς δεσμεύει αὐτόν· ὤλεσε δὲ ὁ τροχὸς τῶν Ἑλλήνων ἱκανούς· ἀβλαβὴς δὲ ἐφυλάχθη ὁ πρεσβεύων· |‛Σῶσον ἡμᾶς, κύριε‚.:

Μὴ ἰσχύσας τρῶσαι βασάνοις ὁ ἀλάστωρ τὸν ἄμεμπτον, μετεστείλατο πανούργως τὸν σεπτὸν πρεσβύτερον Ἑρμόλαον καὶ τοὺς τούτου συναίμονας Ἕρμιππον καὶ Ἑρμοκράτιον· οὓς ἰδὼν τούτους ἠνάγκαζε· “Συμβουλεύσασθε,„ λέγων, “θῦσαι σὺν ὑμῖν Παντολέοντα ἀρτίως.„ οἱ δὲ πρὸς αὐτόν· “Οὐδεὶς ἐξ ἡμῶν ἀπαρνεῖται τὸν Χριστόν·„ κτείνει οὖν τούτους εὐθύς, καὶ πληρώσαντες τὸν δρόμον ἐκβοῶσι· |“Σῶσον ἡμᾶς, κύριε.„:

Οἱ τρισμακάριοι οὗτοι τῶν στεφάνων ἐπέτυχον· ὁ δὲ ἄδικος αὐτίκα ἐκτιμηθῆναι ἔταξε τὸν δίκαιον καὶ πυρὶ παραδίδοσθαι· ταῦτα 〈δὲ〉 γέγονεν ἅπαντα τῷ σεπτῷ Πανταλεήμονι ἐν τῇ Νικομηδαίων, ἄνακτος ὄντος Μαξιμ<ιά>νου ⟦τοῦ⟧ αἱμοβόρου· ὁ οὖν ἀθλητὴς σὺν τοῖς μετ᾽ αὐτοῦ μαρτυρήσας ἐν τῇ γῇ μετ᾽ ἀγγέλων οὐρανοῦ κελαδεῖ ἅγιον ᾆσμα ἀσιγήτως· |“Σῶσον ἡμᾶς, κύριε.„:

Συμφώνως ᾄσωμεν πάντες τῷ τῶν ἄγγελων πρύτανει Ἰησοῦ τῷ πρὸ αἰώνων τῷ τὴν γῆν ἑδράσαντι καὶ ἄνθρωπον κατ᾽ εἰκόνα ποιήσαντι· θέλων γὰρ σῶσαι τὸν ἄνθρωπον μὴ τραπεὶς γέγονεν ἄνθρωπος, τεχθεὶς ἐκ τῆς παρθένου ἄνευ σπορᾶς τῆς κυρίως θεοτόκου· πτωχεύσας ἑκὼν παρέσχεν ἡμῖν βασιλείαν οὐρανῶν, ἧς σπουδάσωμεν τυχεῖν ταῖς εὐχαῖς τοῦ ἀναργύρου ἐκβοῶντες· |“Σῶσον ἡμᾶς, κύριε.„: