Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τόν όσιον Συμεών τόν Στυλίτην

Οι σκληροί ασκητικοί αγώνες, η άνοδος στον στύλο, τα θαύματα και η κοίμηση του οσίου Συμεών και της μητέρας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 10 από 23

ΤΑΥΤΗ Η ΩΔΗ ΤΟΥ ΕΛΑΧ<ΕΙ>ΣΤΟΥ ΡΩΜΑΝΟΥ Τὰ ἄνω ζητῶν Τὰ ἄνω ζητῶν, τοῖς ἄνω συναπτόμενος καὶ ἅρμα πυρὸς τὸν στῦλον ἐργασάμενος, δι᾽ αὐτοῦ συνόμιλος τῶν ἀγγέλων γέγονας, ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῷ θεῷ |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Τράνωσον (App. Metr. A) Τοῦ Συμεὼν τὸν ἄμεμπτον βίον ποία γλῶσσα ἀνθρώπων ἀνταρκέσει ποτὲ πρὸς ἔπαινον ἐξηγήσασθαι; ὅμως ὑμνήσω θεοῦ σοφίαν, τὰ τοῦ ἥρωος ἆθλα καὶ τοὺς ἀγῶνας τοῦ ἐν τῇ γῇ ὡς φωστῆρος φανέντος τοῖς πᾶσι βροτοῖς, μεγάλως τῇ καρτερίᾳ τῷ χορῷ τῶν ἀγγέλων ἐκλάμψαντος· σὺν τούτοις ⟦γὰρ⟧ ψάλλων ἀπαύστως Χριστῷ ἐγκρατείαν, ἁγνείαν ἐκτήσατο |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ἄνωθεν ἔχων τὴν θείαν χάριν καὶ οὐράνιον δόξαν τὴν δοθεῖσαν αὐτῷ ἀπὸ κοιλίας μητρός αὐτου οὗτος ἀκμάσας τῇ ἡλικίᾳ ἐκαρτέρει ἀπαύστως τῇ ἐκκλησίᾳ πίστει δεκτῇ ἐπακούσας εὐρύθμως τῶν θείων γραφῶν· ἀμέμπτῳ διδασκαλίᾳ ἐκ θεοῦ ὁ σοφὸς κυβερνώμενος ὁδῷ εὐθείᾳ πορεύεται καὶ λιμένα γαλήνης κατέλαβεν |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου ὑπερζέσας τῇ πίστει κραταιοῦται ψυχῇ καταφρονῶν τῶν προσκαίρων λοιπόν· βίον ἀκτήμονα γὰρ ποθήσας τὸν ἀβέβαιον βίον καταλιμπάνει· λαθραῖον ἦν τοῖς γονεῦσι τὸ δρᾶμα τοῦ γόνου αὐτῶν, παντῇ δὲ ἐξερευνώντων οὐχ ἑώρακαν ἔτι τὸν φίλτατον· πηγὰς δακρύων ἐκφέροντες τὸ ἐγκάρδιον πῦρ οὐκ ἀπέσβεσαν |πρεσβεῦον ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Τὸν κοσμικὸν ἀπέδυ χιτῶνα· ἐναγώνιον ἆθλον ἐκτελῶν ὁ σοφὸς στολὴν τριχίνην ἐνδύεται, σάρκα τοῖς πόνοις καταδαμάζων, ἐνειλήσας αὐτὴν ⟦τῷ⟧ ἀσήπτῳ σχοινίῳ· ἄδηλον ἦν τὸ πραχθέν τε μυστήριον τοῖς ἀδελφοῖς· κρυφίως τοῦτο τελέσας ἀλγηδόνας προθύμως ὑπέφερε πιστῶς τοῦ πλάστου δεόμενος ἀσκανδάλιστος μεῖναι καὶ ἄμεμπτος |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ἤισθετο τοῦτο εἷς τῶν σὺν τούτῳ· κινηθεὶς δὲ τῷ φθόνῳ ὑπὸ τοῦ δολεροῦ τῷ ἡγουμένῳ ἐβόησεν· “Ἔγνωκα ἕνα ἐνταῦθα, πάτερ, ἀλλοιοῦντα κανόνα τῆς ποίμνης ὅλης· τάχιον οὖν διασκέδασον τοῦτον τῆς μάνδρας ἡμῶν· βαρὺς γὰρ ἔστι τοῖς πᾶσι, δυσπαράδεκτος πᾶσι καὶ ἄσιτος, τροφὴν πεινῶσι δωρούμενος, δυνατὸς δὲ αὐτὸς ἐγκρατεύεσθαι |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.„:

Ἦλθε δρομαίως ἐπὶ τὸν τόπον καὶ κατεῖδε τὸν ἄνδρα καὶ τὴν κοίτην αὐτοῦ μεστὴν σκωλήκων, ὡς γέγραπται· μείνας οὖν ἔκθαμβος αἰφνιδίως ἐκδυθῆναι τὸν ὅσιον ἐπιτρέπει· ὅνπερ γυμνὸν ἀτενίσας ἐξέστη ἐν φόβῳ δεινῷ τὰ ἕλκη βλέπων ἐν τούτῳ, τὴν φρικώδη πληγὴν καὶ ἀνίατον ὀσμὴν δυσώδη ἐκπέμπουσαν· ἐνοδύνως γὰρ ἦν ὀδυνώμενος |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ὡς δὲ τὴν σάρκα τὴν νεκρωθεῖσαν ἀποτέμνουσι ξίφει ἐκ τῶν σπλάγχνων αὐτοῦ σὺν τῷ σχοινίῳ τῷ ἔνδοθεν, φέρει προθύμως τὰς ἀλγηδόνας ὡς ὁ μέγας Ἰὼβ ἐπὶ τῇ κοπρίᾳ· ἄδηλον οὖν ἀμφοτέροις ἀπέβη τὸ δρᾶμα φρικτῶς· ὁ μὲν γὰρ οὐκ ἠβουλήθη, Συμεὼν δὲ αὐτὸς ἐπεθύμησε· γυμναῖς παλάμαις ὁ ἱερὸς τοῦ ἀσάρκου τὴν πλάνην ἐνίκησε |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Δύο εἰκόνων μίαν στορίαν τῶν ἀγώνων ἐκείνων τῶν τερπνῶν καὶ φαιδρῶν αὐτοῖς τοῖς ἔργοις κατίδωμεν· πρὶν ὁ Ἰὼβ ἐν πληγῇ ὑπάρχων ὠνειδίσθη ἐν γλώσσῃ τῶν βασιλέων· νῦν Συμεὼν ἐδιώχθη ἐν φθόνῳ τῆς ποίμνης αὐτοῦ· παντῇ γὰρ πέφυκε τοῦτο· ἐκπεσὼν δυνατὸς μυκτηρίζεται, πτωχὸς καὶ πένης διώκεται ὑπὸ τῶν μὴ εἰδότων τὸν κύριον |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ἦλθε δακρύων ἐν τῇ ἐρήμῳ ἐπὶ ἄνυδρον φρέαρ διωχθεὶς ὁ σοφὸς καὶ τούτου ἔνδον κατέρχεται ἄλγεσι σώματος εἰς ὀδύνας, ἀμφοτέροις τοῖς μέλεσι τετρωμένος· ἦν δὲ ἐκεῖ κατοικία δεινῶν ἑρπετῶν καὶ θηρῶν, καὶ κοίτῃ γόνων ἀσπίδων κατοικεῖν ὁ σεπτὸς κατεδέξατο Ἠλία ζῆλον μιμούμενος· ἀφανὴς καὶ φιλέρημος γέγονε |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Τότε ἐφάνη μεσονυκτίῳ τῷ κρατοῦντι τὴν ποίμνην ἐτασμῷ φοβερῷ ἐν ὀπτασίᾳ ὁ κύριος φόβῳ ἀθρόῳ φρικώδει λίαν μετὰ πλήθους ἀγγέλων καὶ φαντασίας· τὸν Συμεὼν ἐκζητῶν ὁ σωτὴρ τῷ ποιμένι βοᾷ· “Ποῦ ἔστιν ὁ ἐκλεκτός μου, ὃς ἐν κρίσει δεινῇ κατακρίνεται; πιστὸς ὑπάρχων καὶ ἄμεμπτος ἀναλάμψει εἰς φῶς ἐν τῇ δόξῃ μου |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ὑμῶν.„:

Ὄρθρου ἠγέρθη ἀπὸ τοῦ ὕπνου ἐναγώνιος σφόδρα ἐκβοῶν τοῖς αὐτοῦ τῆς ὀπτασίας τὴν ὅρασιν. πάντας οὖν τάχος ἐξαποστέλλει ἐκζητῆσαι τὸν ὅσιον κατὰ τόπον· οἳ καὶ σπουδῇ περιῆλθον τὰ ὄρη ἁπάσης τῆς γῆς· ἐρήμους καὶ ἀοικήτους ἐκδραμόντες αὐτὸν ἐξηρεύνησαν· παντῇ τὰ πάντα ζητήσαντες ἐν τῷ τόπῳ ἐκείνῳ ἐπέστησαν |ἐν ᾧ ἦν πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.:

Ὑπὸ τοῦ πνεύματος ἐπιγνόντες εἰς τὸ φρέαρ κατῆλθον καὶ ἀνῆγον αὐτόν, ὃν πρώην φθόνῳ ἐδίωξαν· ἕλκοντες βίᾳ θυμοῦ ἀμέτρου ὡς κακοῦργον ἀπάγουσι τῷ κρατοῦντι· ὃν κατιδὼν αὐθαιρέτως ἐν πίστει προσπίπτει αὐτῷ δακρύων ὄμβρους ἐκφέρων, ἐκζητῶν παρ᾽ αὐτοῦ τὴν συγχώρησιν ὡς δὴ πραότητι φέρεσθαι ἐν καρδίᾳ δεκτῇ καὶ πρὸς κύριον |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ἔφη πρὸς ταῦτα τῷ δεομένῳ δακρυχέων ἀπαύστως καὶ βοῶν πρὸς αὐτὸν ὡς οἶμαι ταῦτα τὰ ῥήματα· “Ἵλεως, πάτερ, τῷ κατακρίτῳ σὺ συγχώρησον· ἄνες τῷ πνεύματί μου· στένω πικρῶς ἀτελείωτον δρόμον τελέσας ἐγώ· ἠρξάμην, μήπω τελέσας ἀγρευθεὶς ὑφ᾽ ὑμῶν καταβέβλημαι· πιστῶς δὲ μᾶλλον προσεύχομαι ἀσκανδάλιστος μεῖναι καὶ ἄσειστος |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.„:

Λόγους ἐπαίνων λίαν ἀκούσας λυπηρῶς ἐπανῆλθεν ἐν τῷ τόπῳ αὐτοῦ ὁ πρᾶος καὶ τρισμακάριστος ὅλον τὸ σῶμα δουλαγωγήσας καὶ τὸ πνεῦμα τῷ κτίστῃ καθιερώσας· χρόνοις τρισὶ διαμείνας τῷ τόπῳ ἐκείνῳ πιστῶς λαθραίως ἀποδιδράσκει καὶ προθύμως ἐπέστη εἰς ἔρημον· θεοῦ προνοίᾳ καλούμενος εὐχαρίστως δοξάζει τὸν κύριον |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ἅμα ηὐλίσθη ἐν τῇ ἐρήμῳ, ᾠκοδόμησεν οἶκον ὡς ποτὲ Ἀβραὰμ τῷ πλάστῃ θυσιαστήριον· φεύγων τὸν βίον καθάπερ βίαν ἐν τῷ τόπῳ ἐκείνῳ κατεμονάσθη· σώζεται δὲ ὡς δορκὰς ἐκφυγοῦσα ἐκ βρόχων δεινῶν, ἢ ὥσπερ ὄρνεον θήρας ἢ στρουθίον παγίδος λυτρούμενον κρημνοὺς περάσας καὶ ὄρεα ἀπλανῶς ὁ σοφὸς κυβερνώμενος |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Χάριν μεγάλην καθωπλισμένος εὐηρέστησε πίστει ὡς Ἐνὼχ τῷ θεῷ προσφέρων ὁλοκαυτώματα· οὗτος τὸν Δανιὴλ ἐκμιμεῖται προσευχῇ καὶ νηστείᾳ ὑμνῶν τὸν πλάστην χρόνον πολὺν ὑποφέρων χειμέριον κρύος δεινόν, κρυστάλλου πάγος καὶ ψῦχος καὶ καιρὸν θερισμοῦ ἐν τῷ καύσωνι φλογὶ ἡλίου καιόμενος, ὑετῷ καὶ ἀνέμῳ κλονούμενος, |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

ΕΙδον οἱ ἔγγιστα καὶ οἱ πόρρω τὸν πανόλβιον τοῦτον ἐν νηστείᾳ πολλῇ, καὶ πάντες λίαν ἐθαύμασαν ἔχοντα δύναμιν ἐνεργείας δωρεὰν ἰαμάτων ἐπουρανίων· νόσους δεινὰς ἀπελαύνων ὁ ὅσιος τῶν ἀσθενῶν ἰᾶτο τὰς ἀλγηδόνας, τῶν κρυφίων μελῶν τὸ κατώδυνον· τοὺς πόνους πάντων κατέπαυσεν, ὅτι πάντα αὐτῷ ὑπετάγησαν, |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Στῦλον ἐγείρουσιν ὥσπερ στήλην καθιδρύοντες τοῦτον ἐν αὐτῷ ὑψηλῶς οἱ ὄχλοι πίστει φερόμενοι· βλέπει οὖν δόξαν τῶν ἐν ὑψίστοις τὸ στερέωμα ὅλον σὺν τῇ δυνάμει· οὕτω ποτὲ Ἰακὼβ τοὺς ἀγγέλους ἑώρα νυκτὸς ὑπάρχων ἐπὶ τὸ φρέαρ, ὡς ἐν κλίμακι βλέπων τὸν κύριον· αὐτὸν ὁ πλάστης εὐλόγησεν ὡς καὶ τοῦτον ἐν στύλῳ τὸν ὅσιον |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Τότε ἡπλοῦτο ὅλῃ τῇ κτίσει ἡ πανεύφημος φήμη τοῦ ὁσίου ἀνδρὸς τῶν ἰαμάτων τοῖς θαύμασι· τούτου ἡ μήτηρ μαθοῦσα ταῦτα ἐπορεύθη τὰ πάντα καταλιποῦσα· ηὔχετο μὲν ἐκτενῶς θεωρῆσαι τὸν γόνον αὐτῆς, ποθοῦσα δὲ πυρπολεῖται καὶ ὁδοὺς ἀκαμάτους ἡγήσατο· ἐκ γῆς μακρόθεν βαδίζουσα ὡς δρομεὺς ταχινὸς παραγίνεται |πρεσβείαν ποιοῦσα ὑπὲρ πάντων ἡμῶν.:

Ὅτε οὖν ἦλθεν ἀπὸ περάτων καὶ κατεῖδε τὸ σέβας, ὅπου ἦν πιστὸς εὐθέως ἀνεζωπύρισε σπεύδουσα θέαν ἰδέσθαι τούτου, ὃν ἀγκάλαις τὸ πρῶτον ἐδορυφόρει· τότε σοφῶς ἀπεκλείσθη ἡ θύρα τοῦ στύλου αὐτῇ, καθότι οὐ παρεχώρει θεαθῆναι αὐτῇ ὁ πανόλβιος· πληγῇ τὰ σπλάγχνα ἐκθλίψας αὐτῆς οὐδὲ ὅλως ὀφθῆναι ἠθέλησε |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ὑπὸ τοῦ πόθου ἀκατασχέτως διεφλέγετο αὕτη τὴν καρδίαν αὐτῆς καὶ ταῦτα οὕτως ἐβόησε· “Χρόνων τοσούτων παραδραμόντων ἀθρηνῴδητος ὥραν οὐκ ἐπαυσάμην· νῦν δέ, υἱέ, ὡς ἐκ τάφου παρόντα θεάσομαι σέ· μὴ φλέξῃς τὴν τετρωμένην· τοῦ πατρός σου θανέντος σὲ ὄψομαι· στολὴν χηρείας μου πρόσεχε καὶ μαστούς, οὓς αὐτὸς ἐγαλούχησας, |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.„:

Ῥήματα δὲ τοιαῦτα βοώσης † ὁ θεράπων Ἀντώνιος ἔφη πρὸς ταύτην † τὰ τοῦ ὁσίου προστάγματα· “Παῦσον, ὦ μῆτερ, τῶν ὀδυρμῶν σου, καὶ τῷ μέλλοντι αἰῶνι ὀφθήσομαί σοι.„ αὕτη εὐθὺς λυσικόμους πλοκάμους γυμνοῖ ἑαυτῆς πικρώδει κλαίουσα θρήνῳ, τὸν πενθήρη χιτῶνα σπαράττουσα· παλάμας στήθει κροτήσασα κραταιῶς τὴν καρδίαν ἐτρύχετο |πρεσβεύοντος τούτου ὑπὲρ πάντων ἡμῶν.:

Ὡς ἐκ τοῦ πνεύματος τοῦ ἁγίου τὸ μυστήριον ἔγνω· ἀντεδήλου αὐτῇ· “Τὴν λύπην θραῦσον καὶ πρόσευξαι, ὅπως ὀφθήσομαι σοὶ εὐθέως·„ καὶ δραμοῦσα προσεύχετο ἐπ᾽ ἐδάφους· αὕτη σαφῶς προσδοκῶσα ἰδέσθαι πληροῦται χαρᾶς· ἀφάτῳ κηδεμονίᾳ ὑπερζέουσα πόθῳ ἀπέθανεν, ὁδοὺς κρημνώδεις βαδίσασα καὶ ἐλθοῦσα οὐκ εἶδεν, ὃν ἔτεκεν, |πρεσβεύοντος τούτου ὑπὲρ πάντων ἡμῶν.:

Μή τις οὖν τοῦτον τὸν θεῖον ἄνδρα ἄσπλαγχνον ὑποπτεύσῃ, ἀλλὰ ὅτι Χριστοῦ οὐδὲν ποτὲ προετίμησε· ἐπευξαμένου γὰρ ὑπὲρ ταύτης ἐδονήθη τὸ λείψανον μειδιᾶσαν· φόβῳ πολλῷ οἱ ἑστῶτες συνείχοντο κύκλῳ αὐτῆς ὁρῶντες ὑπογελῶσαν τοῦ υἱοῦ ἐπ᾽ αὐτὴν ἀτενίζοντος· πιστῶς οὖν ταύτην κηδεύσαντες ἐν τῷ τόπῳ ἐκείνῳ κατέθεντο, |ἐν ᾧ ἦν πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.:

Ἅπαντες ἤρχοντο ἐπὶ τοῦτον οἱ ἐν νόσοις ποικίλοις καὶ πνεύμασι δεινοῖς τὴν λύτρωσιν ἐξαιτούμενοι· οὗτοι συνήντησαν ἐν ταῖς νάπαις ἀποφεύγουσαν ἔλαφον ἐκ παγίδος· ταύτην φρικτῶς ἀνορκοῦσι τὸ ὄνομα τοῦ Συμεών, καὶ φόβῳ αὕτη ἐπέστη· ἣν κρατήσαντες τάχος κατέσφαξαν· αὐτῇ τῇ βρώσει τιτρώσκονται, ἕως ταύτην τῷ στύλῳ ἱστόρησαν, |ἐν ᾧ ἦν πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.:

Νόσον κρυφίαν ἔχουσα κόρη ἐκκαυθεῖσα ἐκ δίψης ὑδρευθεῖσα νυκτὸς γονὴν ἐχίδνης κατέπιε· σύντροφον εἶχε τὸν ἰοβόλον ἀοράτως ἐκτρέφουσα τὸ θηρίον· ἥτις ἀεὶ ἐσπαράττετο πᾶσαν ἡμέραν δεινῶς· βασάνοις μαστιγουμένη τὸν σεβάσμιον τόπον κατέλαβεν κἀκεῖ τὸν δόλιον ἤμεσεν, ὃν εὐχῇ ὁ πιστὸς διεσπάραξε |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ὅτε οὖν εἶδεν ὁ θηριώδης τὰ ἀνίατα πάθη ἰαθέντα ἐκεῖ θυμῷ ἀμέτρῳ ταράττεται· πάθος ἐνδόσθιον ἀναδείξας εἰς τὸ σῶμα τοῦ ἥρωος ὁ πανώλης ἕλκει δεινῷ ἀπευκταίῳ σκωλήκων ἀμπλήσας αὐτό· αὐτὸς δὲ τῇ καρτερίᾳ τὰς ὀδύνας προθύμως ὑπέφερε καὶ τούτῳ μᾶλλον προσηύχετο γενναιότερος εἶναι τὴν ἄθλησιν |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.:

Ὕπνωσεν ὕπνον ἐν εὐφροσύνῃ ὁ μακάριος οὗτος τοῦ Χριστοῦ ἀθλητὴς ἀγγέλοις συναγαλλόμενος· τοῦτον καθεῖλεν ἀπὸ τοῦ στύλου Ἀρδαβούριος ἔνδοξος σὺν τῷ πλήθει ἄνακτος μὲν βασιλεύοντος Λέοντος τοῦ εὐσεβοῦς κηδεύσας ἐπὶ Καροῦχαν· οὐρανὸς δὲ καὶ γῆ ἐπηυφραίνοντο· πιστῶς δὲ τοῦτον κατέθεντο ἐν σορῷ τῆς τερπνῆς Θεουπόλεως |πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.: