Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τόν άγιον Δημήτριον
Η διδασκαλία, η σύλληψη, ο εγκλεισμός και το διά λογχισμού μαρτύριο του αγίου Δημητρίου, μαζί με αναίρεση μανιχαϊκών δοξασιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τόν άγιον Δημήτριον
Η διδασκαλία, η σύλληψη, ο εγκλεισμός και το διά λογχισμού μαρτύριο του αγίου Δημητρίου, μαζί με αναίρεση μανιχαϊκών δοξασιών.
ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΑΙΝΟΣ Ἰδιόμελον Νικηφόρον ἀθλητὴν τῷ ἀθανάτῳ δεσπότῃ, στρατιώτην δυνατὸν τοῦ βασιλέως τῆς δόξης Δημήτριον οἱ πιστοὶ ἀνυμνήσωμεν λέγοντες· “Καλῶς καμὼν ἐκομίσω |ζωὴν τὴν αἰώνιον.„:
Ἰδιόμελον (App. Metr. H) Τί τῶν σῶν ὑμνήσω, Δημήτριε μάρτυς; τὰ πρὸ τῶν ἀγώνων, τὰ ἐν ἀγῶνι, τὰ μετὰ τοὺς ἀγῶνας σου; τρεῖς γὰρ ὁμοῦ ἐπαίνους χρεωστῶ σοι, πρῶτον τὸν τῆς σεμνῆς σου πολιτείας, δεύτερον τὸν τῶν ἄθλων σου, τὸν δὲ τρίτον ὑπὲρ τῶν πολλῶν θαυμάτων ⟦σου⟧, ὧν πρὶν ἐτέλεσας καὶ νῦν ἀπὸ τοῦ τάφου· ἰδοὺ γὰρ ἕκαστος πίστει προσερχόμενος τῷ ζῶντι λειψάνῳ σου τρυγᾷ ὡς ἐκ παραδείσου |ζωὴν τὴν αἰώνιον.:
Ὅσοι οὖν καὶ ὅσαι ἠκούσατε ὅτι χρεώστης ὑπάρχω, δεῦτε διότι σήμερον ἀποδίδωμι οὐ τῶν ἐμῶν, ἀλλὰ τῶν τοῦ ἁγίου· τὰ γὰρ αὐτοῦ αὐτῷ προσαναφέρω ἀπὸ τῶν θησαυρῶν αὐτοῦ· ἐπειδὴ ἐγὼ πτωχός εἰμι καὶ πένης· οὐκοῦν σχολάσατε κλίναντες μοι τὰ ὦτα· καὶ διηγήσομαι ἐκ τοῦ ὑπομνήματος τὴν πάλην τοῦ μάρτυρος, ἥνπερ νικήσας λαμβάνει |ζωὴν τὴν αἰώνιον.:
Ὑπὸ τῶν μισούντων ἡμῶν τὴν θρησκείαν ὡς φίλος καὶ μάρτυς τοῦ σταυρωθέντος ἐζητεῖτο ὁ ἅγιος· τοῦ μὲν ἐχθροῦ † καθελὼν ἦν τὸ δόγμα τῶν κατὰ τοῦ Χριστοῦ † φρονούντων ἢ λαλούντων· ὅμως δὲ περισσότερον ἀνιχνεύετο Δημήτριος ὁ μέγας· καὶ γὰρ ὠργίζοντο τούτῳ οἱ ἀσεβοῦντες, ὅτι συνήρχοντο πρὸς αὐτὸν οἱ θέλοντες μαθεῖν τὰ οὐράνια, ἰδεῖν πῶς ἔστι κερδῆσαι |ζωὴν τὴν αἰώνιον.:
Ταῦτα γὰρ παρῄνει, τοιαῦτα κατήχει τοὺς συνερχομένους· “Γεύσασθε„, λέγων, “ὅτι χρηστὸς ὁ κύριος· ὑπὸ γὰρ τῆς χρηστότητος ἐκάμφθη καὶ ἐν γαστρὶ παρθένου ἐχωρήθη, ἥντινα διεφύλαξε μετὰ τόκον πάλιν ἁγνὴν παρθένον· ὑπὸ χρηστότητος εἵλετο βαπτισθῆναι, ὑπὸ χρηστότητος ἔπαθεν, ἀπέθανε καὶ κτείνας τὸν θάνατον θνητοὺς ἀνέστησε παρέχων |ζωὴν τὴν αἰώνιον.„:
Ἀλλὰ ταῦτα λέγων καὶ ἄξια πράττων ὧν ἔλεγε λόγων, ἔλαμψε πᾶσι τοῖς ἐν σκότει ὡς ἥλιος· ὅθεν τινὲς τοῦ ζόφου ὑπηρέται τὸν φαεινὸν ἐπῆλθον ψηλαφῶντες· “Ποῦ εἶ„, φησίν, “ὦ ἄνθρωπε; ἐτυφλώθημεν ζητοῦντες τὴν αὐγήν σου· ὁ βασιλεὺς ἡμῶν Μαξιμιανὸς λέγει· ‛Εἰ θέλεις δεῖξαι μοι τὴν φαιδρὰν ἀκτῖνα σου, ἐλθὲ καὶ καταύγασον ἡμᾶς, ἱνὰ ἴδωμεν |ζωὴν τὴν αἰώνιον‚.„:
Πρὸς τὴν εἰρωνείαν τῶν ὑποκριθέντων ὑπομειδιάσας λέγει ὁ μάρτυς· “Ἔγνων, ἔγνων ὃ θέλετε· σβέσαι τὸ φῶς τῶν λόγων μου ζητεῖτε· ἀλλὰ οὐδὲν ἐκ τούτου ὠφελεῖτε· ἔχω γὰρ τὸν ἐξάπτοντα, ὃν κατεῖδε Μωϋσῆς ἐπὶ τῆς βάτου, τὸν θεῖον ἄνθρακα τὸν ἐπὶ Ἠσαΐου, τὸν χορηγήσαντα μαθηταῖς πυρὸς γλώσσας ἀναζωπυροῦντα με· δι᾽ ὃν ἀστράπτων διδάσκω |ζωὴν τὴν αἰώνιον.„:
Ἐθυμοῦντο τότε οἱ τοῦ διαβόλου ἀκούοντες ταῦτα· ὅθεν τὰς χεῖρας τῷ ἁγίῳ ἐπέβαλον, καὶ κατασχεῖν οἱ βέβηλοι ἐτόλμων στόμα ἁγνὸν ἐν ᾧ θεὸς κατῴκει· εἷλκον δ᾽ αὐτὸν εὐχόμενον τῆς τοιαύτης κατοχῆς ἀξιωθῆναι βοῶντες· “Ἄγωμεν νῦν ἐπὶ ⟦τὸν⟧ βασιλέα· ἐκεῖ ῥητόρευσον, εἴπερ ἔστι λόγος σοι· ἐκεῖνον κατήχησον· εἰκὸς πεισθείς σοι λαμβάνει |ζωὴν τὴν αἰώνιον.„:
Ἱλαρὰν τὴν ὄψιν ὁ ἔνθεος εἶχεν ἐν τῷ συσχεθῆναι καὶ τοῖς κρατοῦσιν ἔλεγεν ἀγαλλόμενος· “Τέως ὑμεῖς τοιχήσατέ μοι, φίλοι, κἂν βουληθῇ ὁ ἄναξ ἐπιστρέψαι, ἕτερος Λὼτ γενήσεται καὶ ἐκφεύγει μεθ᾽ ὑμῶν τὸ πῦρ τὸ μέλλον· σώζοντες σώσατε ψυχὰς ὑμῶν, ὦ φίλοι, κἀκεῖνον ἄφετε· γένηται ἁλὸς στήλη στραφεὶς πρὸς τὰ Σόδομα ὡς βδελυξάμενος πρώην |ζωὴν τὴν αἰώνιον.„: “Νῦν ἡμῖν ἃ λέγεις ὡς λῆρος ἐφάνη, Δημήτριε, παῦσαι· ταῦτα γὰρ πάντα λῆρον εἶναι νομίζομεν, ἐπειδὴ τοῖς τοῦ Ναζωραίου πᾶσιν ὡσεὶ ἀσπὶς κωφοί ἐσμεν τὰ ὦτα, ἥτις οὐκ εἰσακούσεται φαρμακεύοντος φωνὴν ἢ ἐπᾳδόντων· νῦν οὖν μὴ κόμπαζε λόγους λόγοις συρράπτων· οὐ γὰρ πτοούμεθα οὔτε ἀνεχόμεθα εἰπεῖν τὸν τοῦ τέκτονος θεὸν ὡς λέγεις διδοῦντα |ζωὴν τὴν αἰώνιον.„:
Ὅτε ταῦτα εἶπεν, ὠργίσθησαν πλέον καὶ βρύξαντες ἅμα ἄλλος πρὸς ἄλλον συνωθοῦσι τὸν ἅγιον ὥστε αὐτὸν πίπτειν ἐπὶ ἐδάφους καὶ κυλινδεῖσθαι ὑπὸ πόδας 〈τούτων〉 τῶν μιαιφόνων· τάχος δὲ ἀνίστατο ἐκ τῆς γῆς ὁ γενναῖος καὶ ταχινότερα τῶν ἑλκόντων 〈⏑–⏑〉 〈⏑–⏑〉 ἔτρεχε 〈⏓⏑⏒⏑–⏑⏑〉 βοῶν πρὸς τοὺς ἕλκοντας· “Ταχὺ σπουδάζω φθάσαι |ζωὴν τὴν αἰώνιον.„:
Ὑπηρέται ὄντες ἀνδρὸς ἀνημέρου ἀγρίως λαβόντες εἷλκον τὸν πρᾶον ὡς ἀρνίον πιάσαντες· ὁ δὲ παθεῖν ἀπῄει ἐπὶ θήραν τῶν ἑαυτοῦ εἰς βρῶσιν ἐκδιδούντων· θέα γὰρ αὐτῷ προὔκειτο, ἣν ὠνόμασαν τινὲς μονομαχίαν, καὶ πρὶν τὸ στάδιον φθάσαι τὸν βασιλέα ὁ γενναιότατος μάρτυς προσεφέρετο ὡς μέλλων μαχήσασθαι 〈⏒⏓〉 αὐτὸν καὶ λαμβάνειν |ζωὴν τὴν αἰώνιον.:
Ῥαθυμεῖ δὲ τότε τοῦ ἔργου ὁ ἄναξ, καὶ τοῦτο δὲ πάντως πρᾶγμα ὑπῆρχε τοῦ μισοῦντος τοὺς μάρτυρας, ἵν᾽ ἀπὸ τῆς ἐκείνου ῥαθυμίας οὗτος λοιπὸν τῆς τέχνης μὴ φροντίσῃ, μείνῃ δὲ ἀμελέστερος καὶ ἐξάπινα αὐτὸν κατατοξεύσῃ· ἀλλ᾽ οὐκ ἐξίσχυσε τοῦ πανούργου ἡ σκέψις· ὁ γὰρ Δημήτριος, καίπερ φυλαττόμενος, μελέτην ἐποίησε πυγμῆς θανάτου ἁρπάσας |ζωὴν τὴν αἰώνιον.: “Ὦ σωτήρ μου,„ λέγων, “ἰδοὺ ἡ ψυχή μου ἐντὸς ἐθερμάνθη κα<ὶ ἐ>ν τῇ μελέτῃ [μου] πῦρ τὸ σὸν ἐκκαυθήσεται· ὁ μὲν ἐχθρὸς πρὸς τὸ λουτρὸν φρουρεῖ με, σὺ δὲ τῷ σῷ λουτρῷ συντήρησόν με· τούτου μὲν γὰρ ἐξέρχομαι, ἀλλ᾽ ἐκείνου δέ, σωτήρ μου, μὴ ἐξέλθω· ἐν τούτῳ γένωμαι νῦν ἔτι μαρτυρῶν σοι, ὅπως κυρώσῃ μου τὸ λουτρὸν ὁ θάνατος, καὶ ζήσω ἐν αἵματι, ὡς πρὶν ἐν ὕδατι εὗρον |ζωὴν τὴν αἰώνιον.„:
Μάτην γὰρ τοιαύτην παρεῖδεν ὁ ἄναξ τὴν πάλην τοῦ νέου· ἤδη γὰρ οὗτος ἑαυτὸν ἐστεφάνωσε· πρὸ τῆς σφαγῆς ἐσφάγη διαθέσει, 〈–⏑⏑⏓⏑–⏑⏒⏑–⏑〉 γέγονεν ὁ Δημήτριος ὁλοκαύτωμα καμίνου μὴ καείσης· καὶ γὰρ πυρούμενον τὸ δημόσιον βλέπων αὐτὸς ἐξήπτετο πλέον πρὸς τὴν ἄθλησιν βοῶν τοῖς φυλάττουσι· “Νῦν τί κωλύομαι φθάσαι |ζωὴν τὴν αἰώνιον;„:
Ἀπὸ τοῦ σταδίου κατῆλθεν ὁ ἄναξ, ὡς λέγει ἡ βίβλος, πάνυ στυγνάσας ὡς οὐχὶ προσεδόκησεν· ὅθεν αὐτὸν τινῶν ὑποβαλόντων τὸν ἀθλητὴν Δημήτριον ⟦ἀπ⟧ὀλέσαι τότε οἰωνισάμενος ἀνεβόησε δριμὺ τοῖς ὑπηρέταις· “Ἀκμὴν γὰρ ἔχετε τῶν κακῶν μου κληδόνα; οὐχὶ ἠρκέσθητε τούτοις οἷς ὑπέμεινα ἀλλ᾽ ἔτι φυλάττεται καὶ ζῇ ὁ λέγων μοι· ‛Γνῶθι |ζωὴν τὴν αἰώνιον‚;:
Νῦν οὖν ἀπολέσθω καὶ ἀπαλλαξάτω ἐμὲ καὶ 〈τὴν〉 γῆν μου τῆς συντυχίας 〈τῆς〉 κακῆς αὐτοῦ γνώσεως.„ ταῦτα εἰπὼν ὁ πλάνος ἀνεχώρει· ὁ δ᾽ ἀθλητὴς ἐκτάνθη παραυτίκα λόγχαις κατατεμνόμενος καὶ βοῶν πρὸς Ἰησοῦν παρρησίᾳ· “Διὰ τὸ σῶμα σου ⟦τοῦ⟧ βουλήσει σταυρωθέντος, οὗ ἐξεκέντησαν λόγχῃ οἱ παράνομοι, ἐγὼ λογχιάζομαι πιεῖν, 〈Χριστέ〉, τῆς πλευρᾶς σου |ζωὴν τὴν αἰώνιον.„:
Ὅτε ταῦτα εἶπεν ὁ τέλειος μάρτυς ἀφῆκε τὸ πνεῦμα ὥσπερ τὸ σῶμα, ὅπου ἦν φυλαττόμενον, τὴν δὲ ψυχὴν σὺν ταῖς τῶν ἀθλοφόρων ἐν τῇ χειρὶ θεὸς λαβὼν κατέχει. οὔτε γὰρ μετεμψύχωται, καθὼς λέγουσι τινὲς τῶν Μανιχαίων, οὐ μεταβέβληται ὡς θηρίου ἢ κτήνους· ἐπειδὴ ἥνωται θείῳ ἐν φυσήματι καὶ γένος ἐγένετο θεοῦ τοῦ πᾶσι διδόντος |ζωὴν τὴν αἰώνιον.:
Ὑπὸ τῶν φρονούντων τὰ τοῦ Μανιχαίου μαθεῖν ἠβουλόμην, τί Μανιχαῖος μετὰ θάνατον ἐγένετο· ὅτι γὰρ πρὶν ὡς ὄνος ἐξεδάρη, τοῦτο ἐγὼ ἀνέγνων καὶ ἐπέγνων· εἴτε οὖν μετεμψύχωται, ἄρτι κάμηλος ἐστὶ πρὸς τὴν ἀξίαν· εἰ δὲ καὶ ἔλαχε τοῦτον ἵππον γενέσθαι, τῷ μύλῳ δέδετο διὰ τὸ ἀξίωμα· ὦ δόγμα πανάθλιον, μένον τυφλὸν καὶ μὴ βλέπον |ζωὴν τὴν αἰώνιον.:
Ἀλλ᾽ ἡμεῖς ὁρῶντες μὴ συντυφλωθῶμεν τοῖς πεπηρωμένοις λέγοντες ὥσπερ οἱ ⟦τοῦ⟧ Μανέντος διδάσκουσιν· οὐ γὰρ καλὸν τοιούτοις δευτεροῦσθαι, οὐδὲ χρηστὸν πρὸς ταῦτα ἀσχολεῖσθαι, μήποτε τινὰς βλάψωμεν· τίς γὰρ ἅπτεται πυρὸς καὶ οὐκ ἀδικεῖται; αὐτὸ τὸ ὄνομα βλάβης γέμει † μεστόν· † Μανῆς γὰρ λέγεται καὶ δικαίως κέκληται· μανεὶς γὰρ ἐλάλησε, μανεὶς ἀπώλεσε θέλων |ζωὴν τὴν αἰώνιον.:
Ἱσταμένων ἥμων ἐν ταύτῃ τῇ πέτρᾳ τῆς πίστεως, Πέτρον βλέπετε, φίλοι, μήπως ἐξολισθήσωμεν· λέγουσι γὰρ ὑμῖν οἱ ἀπατῶντες, ὅτι ⟦ὁ⟧ Μανῆς ἀπόστολος ὑπάρχει· δοῦλος δὲ ἦν ὁ πάνδεινος ὅς που καὶ ἐν τῇ Περσίδι ἀπεγράφη· διὸ Μανῆν αὑτὸν ἐπωνόμασε τότε, ὃν μὴ δεξάμενοι Πέρσαι ἀπεξέδειραν οὐχὶ ὡς ἀπόστολον, ἀλλ᾽ ὡς ἀεὶ βλασφημοῦντα |ζωὴν τὴν αἰώνιον.:
Νῦν οὖν γνόντες ταῦτα μὴ ἀπατηθῶμεν πιστεύοντες ὅτι ὁ Μανιχαῖος τοῦ Χριστοῦ ἦν ἀπόστολος· οὐ γὰρ ἐν τοῖς καιροῖς Χριστοῦ ὑπῆρχεν, ἀλλ᾽ ἀπεχθὲς καὶ σήμερον ἐφάνη· ὅντινα ἀπεδίωξεν ὁ Ἀρχέλαος ἐπίσκοπος 〈Κασκάρας〉· διαλεχθεὶς αὐτῷ καὶ ἐρίσας γενναίως καὶ δείξας ἅπασι τὴν αὐτοῦ ἀσέβειαν πιστοῖς ἀνεβόησεν· “Ἰδοὺ Μανῆς ὁ μισήσας |ζωὴν τὴν αἰώνιον.„:
Οὗτος μὲν ᾐσχύνθη, ἡμεῖς δὲ σωθῶμεν ἐκ πάσης αἰσχύνης ταῖς τοῦ ἁγίου Δημητρίου δεήσεσιν, οὗ εἰς τιμὴν ἐξεβιάσατέ με ὕμνον εἰπεῖν οὐκ ἄξιον 〈μὲν〉 τούτου, τῆς δὲ ἀπαιδευσίας μου ἰσοδύναμον καὶ ἄξιον ἐν πᾶσιν· ἀλλ᾽ ὁ πανεύφημος 〈μάρτυς〉 οἶδεν συγγνῶναι τῷ ἐγχειρίσαντι καὶ τοῖς ἀπαιτήσασι καὶ δοῦναι τὸν ἄξιον μισθὸν ἡμῖν 〈ὡς〉 καὶ πᾶσι, |ζωὴν τὴν αἰώνιον.:
Σὺ οὖν, ἀθλοφόρε, ἀεὶ νικηφόρε, καὶ στεφανηφόρε καὶ κατὰ πάντα θεοφόρε Δημήτριε, δὸς τῇ πιστῇ καὶ φιλοχρίστῳ ποίμνῃ ⟦σου⟧ ἐπανελθεῖν εἰς τὴν τιμὴν τὴν πρώτην· γένηται ὡς ἐγένετο διὰ τῶν εὐχῶν καὶ τῶν σῶν ἱκεσίων· τὰ τέκνα ὕψωσον πλείω τῶν γεννησάντων, ἵν᾽ οἱ γεννήσαντες σχῶσι γέρας τίμιον, κἀγὼ ὁ ταλαίπωρος ἀνθ᾽ ὧν προσῆξα σοι λόγων |ζωὴν τὴν αἰώνιον.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.