Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνοι εις τούς αγίους Αναργύρους
Έπαινος των ιατρών του Χριστού, διηγήσεις θαυμάτων των αγίων Κοσμά και Δαμιανού και η ανιδιοτελής προσφορά τους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι εις τούς αγίους Αναργύρους
Έπαινος των ιατρών του Χριστού, διηγήσεις θαυμάτων των αγίων Κοσμά και Δαμιανού και η ανιδιοτελής προσφορά τους.
ΠΟΙΗΜΑ ΡΩΜΑΝΟΥ Οἱ τὴν χάριν λαβόντες Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων ἐφαπλοῦσθε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι· ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει καὶ τῶν πολεμίων τὰ θράση κατεπαύσατε |τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.:
Τράνωσον (App. Metr. A) Πάσης συνέσεως καὶ σοφίας ὑπερκεῖται ὁ λόγος τῶν σοφῶν ἰατρῶν καὶ πᾶσι ῥῶσιν παρέχεται· τοῦ γὰρ ὑψίστου χάριν λαβόντες ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν κἀμοὶ διηγήσεως χάριν δεδώρηνται ὑμνῆσαι ὡς θεοφόρους ἐναρέτους Χριστοῦ καὶ θεράποντας, <ἰα>μάτων πλήθη παρέχοντας· ἀλγεινῶν γὰρ παντοίων λυτρούμενοι |τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.:
Ὅλης φωστῆρες τῆς οἰκουμένης ἀνεδείχθησαν οὗτοι παρεστῶτες ἀεὶ καὶ ἀσθενοῦσι συμπάσχοντες· ἐκ τοῦ ὑψίστου χάριν λαβόντες ἰαμάτων τὸ πλῆθος δωροῦνται πᾶσι, τοῖς ἐν κρυπτοῖς ἀρρωστήμασι ⟦καὶ⟧ πόνοις συμπάσχοντες· καθάπερ ἡ κολυμβήθρα Σιλωὰμ τοὺς ἐν πίστει ἐκάθαιρεν, καὶ οὗτοι πίστει φερόμενοι καὶ τὸν ἔμψυχον ῥύπον ἐκπλύνοντες, |τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.:
Ἵλεως πᾶσι φιλανθρωπία τῆς γνησίας ἀγάπης ἐν τῷ βίῳ σαφῶς τῆς ἀδελφότητος ἥπλωτο· φίλοι γὰρ πέλοντες τοῦ νυμφίου, μιμηταὶ τοῦ δοτῆρος τῶν ἰαμάτων, ἄγρυπνον νοῦν κεκτημένοι, τοῖς πᾶσι συνέπασχον, τὰ πάντα πᾶσιν ὑπῆρχον· ἀφιλάργυρον τρόπον κτησάμενοι εἰς πάντα τόπον δοξάζονται, τοῖς θνητοῖς βοηθεῖν οὐ παυόμενοι, |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Ἥπλωτο γὰρ εἰς πάντας ἀνθρώπους δωρεὰ ἡ ἐξ ὕψους ὡς πηγὴ καθαρὰ διὰ Χριστοῦ τοῦ θεοῦ ἡμων. τὸ εὐσεβεῖν γὰρ ἀεὶ εἰδότες, συνεπάθουν δικαίως τοῖς ἐν ἀνάγκαις, ἵνα σωθῇ δι᾽ αὐτῶν πᾶς ὁ κόσμος φθορᾶς χαλεπῆς καὶ ζάλης τῆς ἐν τῷ βίῳ καὶ κυμάτων ἐκφύγῃ τὸ πέλαγος· γαλήνης λιμένες πέλοντες, τοὺς προστρέχοντας νόσων λυτρούμενοι, |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Μέγας ὁ κύριος ὁ φωτίζων τοὺς δικαίους καὶ κλέος ὁ διδοὺς τοῖς πιστοῖς καὶ βασιλείαν αἰώνιον. ἐν ὁμονοίᾳ γὰρ ἐν τῷ βίῳ καὶ ὁμόψυχοι πέλοντες τῇ καρδίᾳ τὴν εἰς Χριστὸν ἐβεβαίωσαν πίστιν φυλάξαντες· τοὺς τρόπους τοὺς φιληδόνους καὶ σωμάτων τὰ πάθη νικήσαντες ἀφθάρτους στέφανους ἔχουσι καὶ θνητοῖς ἰατροὶ ἀνεδείχθησαν |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Ἅγιοι ἄξιοι τοῦ νυμφῶνος καὶ τῆς ῥώσεως πάντων, οἱ τῷ κόσμῳ παντὶ παρέχοντες τὰ χαρίσματα ἔργοις καὶ λόγοις, θεοῦ προνοίᾳ δωρεὰς καταπέμποντες ἀοράτως· τούτων ἡμεῖς οἱ ἐν βίῳ θνητοὶ νῦν ποθοῦντες τυχεῖν κἀκεῖσε τοῖς αἰωνίοις ἀγαθοῖς ἀπολαῦσαι αἰτούμεθα· ὡς κυβερνῆται τοῦ βίου παντὸς καὶ ἡμᾶς πάντας ῥύσασθε τοῦ πειρασμοῦ |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Ῥήματα θεῖα καὶ πᾶσαν γνῶσιν τὴν ἐξ ὕψους λαβόντες, γραμματεῖς καὶ σοφοὺς καὶ πολυφθόγγους νικήσαντες, διὰ τῆς χάριτος οὐρανόθεν τὴν παιδείαν τοῦ πνεύματος σοφισθέντες, βίον ὡς χρὴ καθαρὸν καὶ ἀκτήμονα ἔχοντες, ἀμώμως πολιτευθέντες καὶ φιλόσαρκον βίον μισήσαντες, ⟦τῶν⟧ ἀεὶ μενόντων ἐτύχετε· ὡς φωστῆρες δὲ θαύμασι λάμποντες |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Ὢ τῆς ἀφάτου φιλανθρωπίας· ἀοράτως τοῖς πᾶσι φανεροῦνται πιστοῖς δεικνύντες τὴν συγκατάβασιν πένησιν ἅμα καὶ τοῖς πλουσίοις· ἰατρείας χαρίσματα τοῦ σωτῆρος βρύουσιν νοῦν ὡς πηγὴ ἀδαπάνητος πᾶσι βροτοῖς· πρεσβείαις τῶν ἀναργύρων μέχρι τέλους τὸν βίον ἀχείμαστον κυβέρνησον ἡμῶν, κύριε, ἵνα εὕρωμεν ἔλεος δι᾽ αὐτῶν, |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Μέγα, ἐξαίσιον ἦν ἰδέσθαι πῶς τὸ κτῆνος τοῖς ὄχλοις ἀνθρωπίνως λαλεῖ· “Μὴ ἀπ᾽ ἀλλήλων χωρίσητε„, ἀποκαλύψει καὶ γνώσει θείᾳ· ὥσπερ πάλαι τῷ μάντει λόγον τὸ κτῆνος ἔσχεν ἐκεῖ, οὕτως αὖθις καὶ ὧδε ἐγένετο· ἐγὼ γὰρ ὑπὸ ἀγγέλου ὡδηγήθην τοῦ φράσαι ἀλήθειαν καὶ γνῶσιν δεῖξαι τοῖς ἅπασιν, ὅτι πέλουσιν οὗτοι ἀπήμονες |τὸν κόσμον ἰώμενοι 〈ἐν τοῖς θαύμασιν〉.:
Ἅπασαν ἔννοιαν ὑπερβαίνει τὸ τοῦ ὄφεως πάλιν ἐκ κοιλίας ⟦τοῦ⟧ ἀνδρὸς ἐκβαλλομένου τῇ χάριτι· ὄφις γὰρ δόλιος ἐνεδρεύων, ὁ τοῖς πᾶσι πολέμιος καὶ ἐχθραίνων, ἕρπει δεινῶς καὶ εἰσῆλθεν ἐν στόματι τοῦ γεωργοῦ ὑπνοῦντος ἐπὶ τοῦ δένδρου· ἀλλ᾽ εὐθέως προσφεύγει ὁ ἄνθρωπος ἐν τῷ ναῷ τῶν ἁγίων σπουδῇ καὶ τὸν δόλιον ἔμεσεν· καὶ γὰρ αὐτοὶ |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Νῦν μέγα ἔργον τὸ τοῦ γυναίου πῶς τῷ ὅρκῳ δεσμεύει τὸν ἀεὶ δυσμενῆ ἐν τοῖς ἁγίοις πιστεύσασα· βόθρῳ γὰρ ταύτην βαλεῖν σπουδάσας ὁ πολέμιος, βόθρῳ ἐμπίπτει οὗτος ὁ σοβαρός· ὑπὸ πόδας πατεῖται τῶν δούλων Χριστοῦ καὶ πίπτει ἐν τοῖς χθονίοις, ὅπου πῦρ τὸ αἰώνιον μένει αὐτόν· διὸ ⟦καὶ⟧ ἡμᾶς ἐλευθέρωσον ἀπὸ τοῦ πονηροῦ, ὁ θεὸς ἡμῶν, |τὸν κόσμον 〈ἰώμενος ἐν τοῖς θαύμασιν〉.:
Ὅλως οὐκ ἔλαθε τοὺς ἁγίους ἐμβαλεῖν διχονοίας ἐν αὐτοῖς ὁ δεινὸς διὰ τῶν δώρων σκεψάμενος καὶ χωρισμὸν βουληθεὶς ποιῆσαι διεγείρων τὸ γύναιον διὰ ὅρκων· ὅμως ὁ εἷς διὰ τῆς ἀκακίας δεξάμενος μηδ᾽ ὅλως θέλων ὡρκίσθη κατὰ τῆς δωρεᾶς τοῦ ἀχράντου θεοῦ· τὸν βίον ὅλον ἐρρύπωσεν, οὐδὲν τῶν αἰωνίων ἐκτήσατο· |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
Ὕμνον οἱ πάντες προσφέρομέν σοι, διὰ τῶν ἀναργύρων καὶ σοφῶν ἰατρῶν, προσδέξασθαι ὡς θυμίαμα καὶ ὁλοκαύτωμα εὐωδίας, ἣν ἐν ὕμνοις προσφέρομεν σοὶ θυσίαν, σοὶ τῷ πατρὶ καὶ τῷ μονογενεῖ σου υἱῷ καὶ θεῷ καὶ πνεύματι τῷ ἁγίῳ· τρισαγίαν φωνὴν ἀναπέμποντες ῥυσθῶμεν πάντες ἐκ θλίψεως καὶ τῆς κρίσεως σου, ἧς ἠπείλησας· |τὸν κόσμον 〈ἰώμενοι ἐν τοῖς θαύμασιν〉.:
ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ [Ο] ΥΜΝΟΣ [ΟΥΤΟΣΣ] Ἰδιόμελον Ἐκ τῆς ἀρρήτου σοφίας εἰληφότες χαρίσματα ἐνεργεῖτε τὰς ἰάσεις ἐπὶ πάντα ἄνθρωπον, θαυματουργοὶ ἅγιοι Χριστοῦ τοῦ θεοῦ· ὅθεν τῶν ἀλγηδόνων λυτρούμενοι ἐπαξίως κηρύττομεν· |“Ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπει τῶν ἁγίων τὰ θαύματα.„:
Ἰδιόμελον (App. Metr. I) Τῷ ἡλίῳ τὸ φωτίζειν παρέπεται, καὶ σελήνῃ τὸ αὐγάζειν συνέζευκται· καὶ ὁ μὲν φαιδρύνει τὸ τερπνὸν τῆς ἡμέρας, ἡ δὲ καταυγάζει τῆς νυκτὸς τὸ ζοφῶδες· ἀπὸ τούτων ἐμετρήθησαν μῆνες, καὶ ἐκ τούτων ἐφευρέθησαν χρόνοι· καὶ πάντα δουλεύει τῷ ἀνθρώπῳ ὡς πάντων ὑπάρχοντι δεσπότῃ· διό, ἄνθρωπε, φωταγωγήθητι πρὸς τὰ οὐράνια καὶ κατανόησον τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Οὐρανὸς μὲν ἐν τοῖς ἄστροις φαιδρύνεται, καὶ ἡ γῆ δὲ τοὺς ἁγίους ἀνέτειλεν ὥσπερ ἄλλα ἄστρα νοητὰ ἐν τῷ κόσμῳ, καὶ τὸ φέγγος τούτων σωτηρία ὑπάρχει· ἀλλὰ τούτους ἀνεβλάστησε μήτηρ καὶ τὸ ὕψος τῶν ἀνθρώπων ὑπῆλθον· τοῖς σπλάγχνοις μήτηρ γενομένη καὶ πιστὴ μήτηρ ἀνεδείχθη, υἱοὺς χάριτος οὓς ἀπεκύησεν ἀναγορεύσασα· διὸ ἡ χάρις τούτους ἀνέδειξεν |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ὑπουργούσης τοῖς ἁγίοις τῆς χάριτος ἐπὶ πάντας τὰς ἰάσεις ἐπέφερον· δωρεὰν λαβόντες, δωρεὰν ἐνεργοῦσιν· ἐμιμήσαντό γαρ τὸν Χριστὸν ἐν τοῖς ἔργοις τὸν μισθὸν δὲ τὴν ἁγνείαν ζητοῦσιν, ἵνα πλέον ἐνεργήσῃ ἡ χάρις· διὸ καὶ νοσοῦντας τοὺς ἀνθρώπους ἀναγεννῶσι θεραπείαις καὶ τὸν κίνδυνον ἀποδιώκουσι τὸν ἐπερχόμενον· ὅθεν καὶ τούτους ἡ χάρις ἔδειξεν |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Τὸ δὲ μέγα τῆς ἁγνείας ἐπάγγελμα ἐν ὀλίγῳ ὡς ἐν πλούτῳ ἐτίμησαν· γυναικὸς γὰρ τότε κρατουμένης ἐν νόσῳ καὶ λοιπὸν τῷ πάθει ὡς ἐν τάφῳ χωσθείσης εἰσδραμοῦσαν θεωροῦσι σπουδαίως, ὀξυτέρως προσδραμόντες ἰῶνται· ἡ δὲ λαβοῦσα τὴν ὑγείαν καὶ ἐπιγνοῦσα τὴν ἁγνείαν μισθὸν ἄμεμπτον, ὡς ὑπενόησεν, καὶ προσεκόμισε κατανοήσασα τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ἀλλ᾽ εὐθέως ἀνακράξας ὁ ἅγιος τῷ γυναίῳ Δαμ<ια>νὸς ἀνεβόησεν· “Ὡς ἡ Εὔα, γύναι, ἀπατῆσαι με θέλεις καὶ λαθραίοις δώροις ἐκχαυνοῖς τὴν ψυχήν μου· ἐν μεγάλοις καὶ μικροῖς ἁμαρτάνων τιμωρίας τῆς αὐτῆς ἀξιοῦμαι· καὶ τί με σπουδάζεις ἀποστῆσαι τοῦ ἀδελφοῦ μου τῆς φιλίας;
ἐγὼ δὲ ἀθῶος ὧν ἐκομίσω μοι καὶ ἀνεπίληπτος· οὐ παροξύνω γὰρ τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„: “Πλησιάζω τοῖς ποσί σου καὶ δέομαι,„ ἀνεβόα τὸ γύναιον λέγοντα· “μιμητὴς ὑπάρχων τοῦ καλοῦ διδασκάλου τὴν ἐμὴν πενίαν μὴ λογίσῃ εἰς ὕβριν· ὁ Χριστὸς γὰρ θεωρήσας τὴν χήραν, ὅτι δύο ὀβολοὺς προσκομίζει, τῶν ἄλλων δὲ πλέον τῇ προθέσει προσενεγκοῦσαν ἀπεδείκνυ· καὶ σύ, ἅγιε, ἱκετευόμενος μὴ ἀπορρίψῃς με, ἀλλὰ καὶ ζήλωσον τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„: “Ἐν τοῖς λόγοις ὥσπερ βρόχοις συνέχεις με, ὡς παγὶς δὲ ἐνεδρεύεις τῷ δρόμῳ μου· μή με κράτει, γύναι, θεραπεύειν ζητοῦντα· ἀσθενῶν γὰρ πᾶς τις πρὸς ἡμᾶς καταφεύγει· σὺ μὲν θέλεις, ἵνα λάβω τὰ δῶρα, ἀλλ᾽ ἡ χάρις οὐ λογίζεται χάρις· ἐγὼ γὰρ δωρεὰν ἐδιδάχθην, ἵνα δωρεὰν καὶ θεραπεύω· λοιπόν, γύναιον, ἀποχωρίσθητι παρενοχλοῦσα μοι· οὐ παροξύνω γὰρ τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„: “Ἱκετεύω καὶ οὐ θέλεις ἀκοῦσαι μου· καὶ μὴ θέλων ὑπακούσεις τοῖς λόγοις μου· ἐνορκίζω γάρ σε τὸν σωτῆρα τῶν πάντων τὸν ἐν σοὶ ποιοῦντα τὰς ἰάσεις, ἃς πράττεις, ἵνα δέξῃ καὶ μηδὲν ἀναβάλῃ· δυσωπεῖσαι τὸ τοῦ ὅρκου φρικῶδες.„ Ὁ δὲ εὐθέως ἐφοβήθη καὶ ἐπεκάμφθη πρὸς τὰ δῶρα· Χριστὸν γὰρ ἤκουσε καὶ οὐ παρήκουσε κατορκιζόμενος· οὐ κατεφρόνει γὰρ τοῦ προστάξαντος |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελή〈νην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Νῦν ἁγνείας θεωροῦντες μυστήριον ἐπὶ ταύτῃ τοὺς ἁγίους δοξάσωμεν καὶ τὴν τούτων μάχην ὑπὲρ πᾶσαν φιλίαν γενομένην τότε εὐσεβῶς ἀνυμνήσωμεν· ὁ γὰρ ἅγιος Κοσμᾶς ἐλυπήθη, ὅτε ἔγνω ⟦τὸν⟧ ἀδελφὸν ἐπὶ τούτοις, καὶ ἀθυμήσας ἀνεβόα· “Κακὸν τὸ πρᾶγμα, ἀδελφέ μου, κλοπῆς γὰρ ἔπισον τὸ ἐμπορεύεσθαι τὰ ἐκ τῆς χάριτος, καὶ προσεκρούσαμεν τῷ προστάξαντι |ὑπὲρ τὸν ἥλιον καὶ τὴν 〈σελήνη καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„:
Ὀργισθείς δε ἐπιμένει λυπούμενος, ὡς ἐχθρὸν ⟦δὲ⟧ τὸν ἀδελφὸν ἀπεστρέφετο· καὶ φωνῇ μεγάλῃ ἀνεβόα τοιαῦτα, ὡς ἀκοῦσαι πάντας τῶν ῥημάτων ἐκείνων· “Τὴν ἁγνείαν διεμέρισε δῶμα, καὶ τὸ σῶμα χωρισάτω ὁ τάφος· αὐτὸς τεθήτω καταμόνας καὶ ξένος ἔστω μου τοῦ τάφου· θεῷ γὰρ ἔγνωσται, ὅτι λελύπημαι ἐπὶ τῷ σφάλματι, ὅτι παρώργησε τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τ〈ὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„:
Ὑπὸ λύπης ἐπὶ ὕπνον ἐτρέπετο, ὅτι ὕπνος θλιβομένων ἀνάψυξις· ὁ σωτὴρ δὲ τότε ἐπιστὰς τῷ ἁγίῳ ἐπεβόα λέγων· “Παραινῶ σοι, ὦ τέκνον, οὐ δικαίως κατ᾽ αὐτοῦ ἐθυμώθης κατ᾽ ἐμοῦ γὰρ ὁρκισθεὶς ἐφοβήθη· ἐπὶ τὸ πρᾶγμα μεσιτεύω· ἐγὼ τὸ τραῦμα θεραπεύω· ὑμᾶς γὰρ ἔπεμψα, ἵν᾽ ἰατρεύετε καὶ θεραπεύετε· μὴ παροξύνῃς με τὸν προστάξαντα |ὑ〈πὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„:
Ῥυσθεὶς τάχος ἐκ τοῦ βίου ὁ ἅγιος τῷ Χριστῷ Δαμιανὸς συνηυλίζετο· ὁ μειζότερός δε ἐπιμένει τῷ βίῳ, ἵνα πᾶσαν βίαν τῶν δαιμόνων νεκρώσῃ· καὶ οὐ μόνον τοὺς ἀνθρώπους ἰᾶτο, ἀλλ᾽ ἐδίδου καὶ ἀλόγοις ὑγείαν· κλασθὲν γὰρ κτῆνος ἀνενέου καὶ ἀπολύει θεραπεύσας, δεικνὺς ἐν ἅπασι τὸ ἀνεπίφθονον τὸ ἐν τῇ χάριτι, bis ⟦ὅτι καὶ ἄλογα ἐπισκέπτεται⟧ μὴ παρακούσας τῷ προστάξαντι |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλά〈μπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ὡς σκιὰ οὖν καὶ ὁ χρόνος παρέδραμε· καὶ τὸν κάλλιστον λαμπτῆρα ἀφήρπασε· μετὰ γὰρ τὸ πρᾶξαι τὰς ἰάσεις ἐκείνας καὶ αὐτὸς ἐξῆλθε τὸν ἀνθρώπινον βίον, καὶ ὡσπέρ τις ἀθλητὴς ἐκνικήσας στεφανοῦται τοῖς ἀχράντοις βραβείοις· ὁ ὄχλος δὲ προσεκαρτέρει καὶ θάψαι τοῦτον οὐκ ἐτόλμων· τάφον οὖν ἕτερον περιεβλέποντο, ἵνα κατάθωνται, ἀλλ᾽ ἐπαρώργιζον τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην κατ〈αλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Μετὰ φωνῆς δε ἀνεβόα ἡ κάμηλος ἡ κλασθεῖσα καὶ ὑγείαν τρυγήσασα· “Μὴ νομίσητέ με ὅτι φάντασμα πέλω, ἐπειδὴ ἡ φύσις οὐ παρέσχε μοι λόγον ὁ γὰρ λόγος ἐξ ἐμοῦ μὲν φωνεῖται, οὐκ ἐμὸς δέ, ἀλλ᾽ ὑμῶν τῶν ὁρώντων· μὴ οὖν χωρισθῶσιν ἀπ᾽ ἀλλήλων· θεὸς γὰρ τοῦτο ὁ κελεύσας, ὁμοῦ τίθεσθαι καὶ μὴ χωρίζεσθαι τὴν ἀδελφότητα, μὴ παροξύνητε τὸν προστάξαντα |〈ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„:
Ἀποβάντες ἐκ τοῦ βίου οἱ ἅγιοι ὡς παρόντες τὰς ἰάσεις παρέχουσι· καὶ τοῦ λόγου τούτου διηγοῦμαι τὸ πρᾶγμα, ἵνα πᾶς ἀκούων τὸν θεὸν ἀνυμνήσῃ· γεωργός τις ἐκ τῶν τόπων ἐκείνων ὑπὸ θέρμης ἐκκαυθεὶς τοῦ ἡλίου τῷ δένδρῳ προσφεύγει προσκλιθῆναι κἀκεῖ ὑπνῶσαι πρὸς ὀλίγον· φρικτὸν δὲ γέγονε, πῶς ἐθεράπευσαν τὸν κινδυνεύσαντα· θεὸς ἐν τούτῳ τούτοις συνήργησεν |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελή〈νην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Νῦν ὁ πάντων ἀρχαιόθεν πολέμιος, ὥσπερ πρώην ἐν τῷ ὄφει ἐνήργησε, καὶ τὰ νῦν ἐνταῦθα τὰ αὐτὰ μηχανᾶται καὶ προστρέχει τούτῳ ὡς τῇ Εὔᾳ ἐν δένδρῳ· καὶ ὡς εἶδε βαρυνθέντα τῷ ὕπνῳ καὶ τὸ στόμα ἀνεῳγμένον σκοπήσας προσέρπει ἄνω πρὸς τὰ χείλη καὶ κάτω ἔδυ ἐν ⟦τῇ⟧ κοιλίᾳ· ὁ δὲ οὐκ ᾔσθετο ὅτε ἐγένετο πρὸς τὴν ἀνάπαυσιν, ἐπεκαλεῖτο δὲ τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελή〈νην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ὀδυρμοῖς δε καὶ βοαῖς ὠλοφύρετο σπαραγμοῖς δὲ ἀνεικάστοις κατείχετο· καὶ πολλῶν ἐλθόντων θεραπεῦσαι τὸ πάθος ἐνικᾶτο πᾶσα τῶν ἀνθρώπων ἡ τέχνη· μετὰ ταῦτα τῷ κλαυθμῷ ἀνεβόα· “Συμπαθήσας, ὁ θεός μου, βοήθει.„ εὐθέως δὲ 〈τότε〉 καταφεύγει ἐπὶ τὸν οἶκον τῶν ἁγίων· κἀκεῖσε ἔλαβεν, ὅσα ἠθέλησεν, καθὼς ᾐτήσατο τοῦ παρέχοντος καὶ προστάξαντος |ὑπὲρ τὸν ἥλιον καὶ τὴν 〈σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ὑπαντῶσιν τῷ ἀγροίκῳ οἱ ἅγιοι· πρὶν γὰρ ἔλθῃ τὴν ὑγείαν ηὐτρέπισαν· καὶ ἀΰλῳ τέχνῃ ἐξηρεύνων τὸ πάθος, ἐπειδὴ ἡ νόσος κεκρυμμένη ὑπῆρχεν· ἐμπνευσθέντες ⟦οὖν⟧ τῇ δυνάμει τῇ θείᾳ ἐπεβόων αὐστηρῶς πρὸς τὸν ὄφιν· “Ἐξέλθε ἐκ τούτου τοῦ ἀνθρώπου, ὁ πλάνος πάντων τῶν ἀνθρώπων· ἐν σοὶ γάρ, δόλιε, οἱ ἀρχαιόπλαστοι ἐξηπατήθησαν, ὡς καὶ παρώργησαν τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„: ⟦Ὀλετῆρες τῶν παθῶν ἀνεδείχθητε, ὡς γὰρ ζάλην καὶ τὰ πάθη συντέμνετε· οὐκ ἀνθρώπους μόνους, ἀλλὰ γὰρ καὶ τὰ κτήνη ἀνορθοῦνται πλέον τῇ ὑμῶν θεραπείᾳ· διὰ τοῦτο ὡς λιμένι τῷ οἴκῳ καταφεύγομεν τῆς ὑμῶν ἰατρείας αἰτούμενοι πάντες λυτρωθῆναι ψυχικῶν ἐγκλημάτων καὶ τῶν νόσων, ἵν᾽ ἐξ ὑμῶν μισθὸν τὴν θεραπείαν νῦν κομισάμενοι προθύμως κράξωμεν τῷ προστάξαντι· |“Ὑπὲρ τὸν ἥλιον καὶ τὴν 〈σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„:⟧ Ὕπνῳ βαθεῖ κατηνέχθη ὁ ἄνθρωπος, καὶ προκύπτει ὁ ὄφις ἐκ τοῦ στόματος· ὁ δὲ διυπνίσθη καὶ ἀνέκραξε λέγων· “Μηδεὶς ἐπιβάλῃ χεῖρα ἐπὶ τὸν ὄφιν· προσετάγη γὰρ αὐτῷ ἀπελθόντι ἐν κολάσει τοῦ πυρὸς ἀπολέσθαι·„ εὐθέως δὲ τότε προεξῆλθεν ἀφανὴς γενόμενος ὁ ὄφις· ὁ δὲ ἄνθρωπος χαίρων ἀπήρχετο ἐπὶ τὰ ἴδια δοξάζων πάντοτε τὸν προστάξαντα |ὑπ〈ὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.: “Μὴ θυμοῦσθε, ἵνα εἴπω ἃ ἔπραξα ἐν τῷ ὄφει,„ ὁ διάβολος ἔφησεν· “ἀναγκάζομαί γαρ καὶ μὴ θέλων λαλῆσαι, ἐπειδὴ φοβοῦμαι τὴν ὑμῶν δυναστείαν· ὅτε εἶδον τὸν Ἀδὰμ καὶ τὴν Εὔαν κατ᾽ εἰκόνα τοῦ θεοῦ γενομένους, εὐθέως τῷ φθόνῳ διετρώθην καὶ ἐνενόουν πῶς ἀποπλανήσω, ‛θεοὶ ἔσεσθε διὰ τοῦ ὄφεως‚, ὑποτιθέμενος, ὡς καὶ παρώργισα τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην 〈καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„: “Νῦν τὸ δρᾶμα τὸ ἀρχαῖον ἐξέφανας οὐ προθέσει, ἀλλ᾽ ἀνάγκῃ φερόμενος· ὁ θεὸς ὁ τότε τὴν ἰσχύν σου συνδέσας, ὁ αὐτὸς ἐνταῦθα δι᾽ ἡμῶν σε δεσμεύει· ὑποχώρει εἰς τὸν ἴδιον τόπον, ὅπου πέλει τῆς γεέννης ἡ φλόγα.„ ὁ δὲ εὐθέως ἐφιμώθη καὶ ξένος τοῖς πᾶσιν ἐλογίσθη· αὐτοὶ δὲ ἔχαιρον ἐνδυναμούμενοι καὶ θεραπεύοντες, ἐν ᾧ δοξάζουσι τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελή〈νην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ὁ ἐχθρὸς δὲ καθ᾽ αὑτὸν ἀνεβόησε· “Τί ποιήσω πανταχόθεν ἡττώμενος; ὁ Χριστὸς τὸ πρῶτον λεγεῶνας ἐκβάλλων καὶ εἰς χοίρους πέμψας εἰς βυθὸν ἀκοντίζει· τὸ αὐτὸ δὲ οἱ ἀπόστολοι πάλιν ἀπεσόβουν τοὺς αὑτῶν ὑπηρέτας· καὶ νῦν ἐλαύνομαι μὴ θέλων ἐκ τῆς δυάδος τῶν ἁγίων· λοιπὸν δὲ φεύξομαι καὶ ἀπελεύσομαι, ὅπου προστάττουσιν· οὐ γὰρ δυνήσομαι ὅλως ἀνθίστασθαι· |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελή〈νην καταλάμπει τῶν ἁγίων τὰ θαύματα〉.„:
Συνδρομὴ δὲ τῶν ὁρώντων ἐγένετο θεωρούντων τὸ θηρίον ἐκφεύγοντα· σὺν αὐτῷ δὲ τότε ὁ ὀλέθριος δαίμων μετ᾽ ὀργῆς καὶ φόβου εἰς γεέννης ἀπῆλθεν. ἀλλὰ ταύτης τῆς φλογὸς λυτρωθῶμεν ταῖς πρεσβείαις τῶν καλῶν ἀναργύρων· ῥυθμισθῶμεν νῦν ἐπὶ τὸ κρεῖττον τοῦ βίου ἅμα καὶ τῶν τρόπων, ἵνα εὕρωμεν, ὃν ἀπωλέσαμεν, λαβεῖν παράδεισον· τοὺς γὰρ δακρύοντας οὐκ ἀποβάλλεται· |ὑπὲρ τὸν ἥλ〈ιον καὶ τὴν σελήνην καταλάμπει τῶν ἁγίων τὰ θαύματα〉.: ⟦Ὁ δὲ δαίμων ἀστοχήσας τοῦ δράματος καὶ τὴν ἧτταν μετ᾽ αἰσχύνης δεξάμενος πρὸς ἑτέραν πάλιν κακουργίαν ἐτράπη, ἐπειδὴ ὑπῆρχε τῆς κακίας γεννήτωρ· ἀλλὰ γνῶμεν νῦν καὶ τοῦτο τὸ θαῦμα, †ἵνα† πάλιν ἡττηθέντα τὸν δόλον. ὁδεύειν μέλλοντα σκοπήσας τινὰ τοῖς ἁγίοις ⟦προσ⟧καρτεροῦντα εὐθέως ἔδραμε καὶ τὸ γινόμενον δεινῶς ἐσκόπησεν· οὐ παρεχώρει δὲ ὁ βουλόμενος |ὑπὲρ τὸν ἥλιον 〈καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Ὑπὸ φίλτρου καὶ ἀγάπης ὁ ἄνθρωπος τὴν γυναῖκα τοῖς ἁγίοις παρέθετο ἐμπιστεύσας οὕτως τῆς αὐτῶν σωτηρίας, ἵνα ἀποστείλας ὡς παρόντα γνωρίσῃ. ὁ δὲ δαίμων ἐναλλάξας τὸ σχῆμα στρατιώτου ἐμιμεῖτο τὴν θέαν, καὶ πείθει τοῖς ὅρκοις τὴν γυναῖκα· “Καλεῖ σε,„ λέγων, “ὁ ἀνήρ σου·„ ἡ δὲ ἐπείθετο καὶ ἠκολούθησεν, ἐπειδὴ ὤμοσε καὶ κατεπίστευσε τοῦ προστάξαντος |〈ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:
Τὴν ὁδὸν δὲ τὴν εὐθεῖαν ἐξέκλινε καὶ κρημνίσαι τὴν γυναῖκα ἐσπούδαζεν, ἀνεβόησέ δε τοὺς ἁγίους καλοῦσα· “Μὴ παρίδητέ με ὡς ἡμῶν παραθήκην· μὴ συλήσῃ λυμεὼν τὴν ἀθλίαν ὀλισθήσας τὴν μεθ᾽ ὅρκων κλαπεῖσαν· διώρυξέ μου τὴν καρδίαν ἐν τῷ ψευδεῖ ὡς ἐν δικέλλῃ, καὶ νῦν οὖν βούλεται ἀποπλανῆσαι με πρὸς τὸ φονεῦσαι με· μὴ οὖν ἐάσῃς με, ὁ δυνάμενος |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελή〈νην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.„:
Οἱ ταχεῖς δὲ πρὸς συμπάθειαν ἔφθασαν βοηθῆσαι τῷ γυναίῳ σπουδάζοντες· ὁ ἐχθρὸς δὲ τότε ὃ ἡτοίμασε βέλος ἐν αὐτῷ τῷ ὅπλῳ ἡττηθεὶς ἐνεκρώθη, οὐ τῇ φύσει ἀλλὰ ἔργῳ καὶ λόγῳ καὶ παγίδι τῇ ἰδίᾳ ῥήγνυται· κρημνίσαι γὰρ θέλων ἐκρημνίσθη, ὀρύξας βόθρον ἐβοθρίσθη· αὐτὸς οὐκ ἔπληξεν, ἀλλ᾽ ἐπεπλήττετο πληγὴν ἀνίατον, ὅτι παρώργισε τὸν προστάξαντα |ὑπ〈ὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.: “Σωτηρία σοι, γύναιον, γέγονεν„, οἱ ἀνάργυροι τότε ἐβόησαν· “τοῦ ἀνδρὸς ἡ πίστις ὡς καλὴ παραθήκη· καὶ αὐτὴν τηροῦντες σὺν αὐτῇ σε φρουροῦμεν·„ ὃς ἐντρέχει τῷ ναῷ τῶν ἁγίων ὡς ἐκ ζάλης εἰς λιμένα γαλήνης· ταῖς τούτων πρεσβείαις λυτρωθῶμεν ἀπὸ τῶν σκανδάλων τοῦ δολίου· αὐτοὺς οὖν πάντοτε καθικετεύσωμεν, ἵνα πρεσβεύσωσι καὶ δυσωπήσουσι τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην κατ〈αλάμπειν τῶν ἁγίων τὰ θαύματα〉.:⟧ ⟦Σῶσον κόσμον ταῖς πρεσβείαις τῶν ἁγίων ἀναργύρων ὡς οἰκτίρμων καὶ θεός· καὶ τὴν σὴν εἰρήνην τῷ λαῷ καταπέμψας βασιλεῖ τὰς νίκας ἐν πολέμοις παράσχου· ἵνα πάντες εὐσεβῶς ἀνυμνῶμεν τὸν πατέρα, ὑϊὸν καὶ τὸ πνεῦμα, ἐν μιᾷ οὐσίᾳ τρισὶ προσώποις· τεῖχος καὶ σκέπην κεκτημένοι τὴν μόνην ἅπασι χαρὰν κυήσασαν καὶ προξενήσασαν ζωὴν ἄληκτον, τὸν προστάξαντα |ὑπὲρ τὸν ἥλιον καὶ τὴν σελήνην καταλάμπειν τῶν ἁγίων τὰ θαύματα.:⟧
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.