Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τούς αγίους Ακεψιμάν, Αειθαλάν καί Ιωσήφ

Η ομολογία, τα θαύματα και το μαρτύριο των τριών αγίων κατά της ειδωλολατρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 13 από 23

ΤΟΥ ΤΑΛΑ ΡΩΜΑΝΟΥ Χορὸς ἀγγελικός Φωτὶ τῷ νοητῷ τὰς ψυχὰς ἐλλαμφθέντες φωτὸς τοῦ αἰσθητοῦ, ἀθλοφόροι κυρίου, τὸ σέβας κατεπτύσατε καὶ θεῷ ἐλατρεύσατε· ὅθεν λάμπετε ταῖς τῶν θαυμάτων ἀκτῖσι θεραπεύοντες τὰς ψυχικὰς ἡμῶν νόσους |ὡς χάριν δεξάμενοι.:

Τὸ φοβερόν σου κριτήριον (App. Metr. J) Τὴν χερσωθεῖσαν καρδίαν μου πολλοῖς πταίσμασιν, Ἰησοῦ παντοδύναμε, ὄμβροις τῆς σῆς ἀγαθότητος καρποφόρον δεῖξον ἀρεταῖς καὶ παράσχου μοι φωτισμὸν τῆς σῆς γνώσεως διαλύων τὴν σκότωσιν τῆς διανοίας μου, ἵν᾽ ὑμνήσω γηθόμενος τὸν ἱεράρχην καὶ ἀθλοφόρον Ἀκεψιμᾶν τὸν μέγαν, Ἀειθάλαν ⟦τε⟧ τὸν γενναῖον σὺν <Ἰω>σὴφ τῷ πανολβίῳ· ἐν σοὶ γὰρ θαρροῦντες ποικίλων βασάνων ἀνδρείως κατεφρόνησαν· διὸ καὶ παρέχουσι νοσοῦσι τὴν ἴασιν |ὡς χάριν δεξάμενοι.:

Ὅλος ὑπάρχων, μακάριε, ἐκ νεότητος τὴν ψυχὴν ὡραιότατος, ἱερωσύνης τῷ χρίσματι ἐκ θεοῦ ἐχρίσθης καὶ στολὴν τὴν ἐξ αἵματος ἐνδυσάμενος, γέγονας ἱερέων καλλώπισμα καὶ τοῖς συνάθλοις σου ὁδηγὸς πρὸς εὐσέβειαν· διὸ σὺν τούτοις ἐν τοῖς ὑψίστοις ἀγάλλεσαι ἀξίως ὡς τὸν δρόμον τελειώσας τῆς καλῆς ὁμολογίας καὶ πένησι πλοῦτον σκοπίσας πλουσίως, Ἀκεψιμᾶ πολύαθλε· ἐντεῦθεν τοῖς δούλοις σου παρέχεις τὴν ἴασιν |ὡς χάριν δεξάμενος.:

Ὕλην φθαρτὴν βδελυξάμενος, παμμακάριστε Ἀκεψίμα, πεπόθηκας πλοῦτον τὸν μὴ παρερχόμενον· ὅθεν καὶ τυράννων εὐθαρσῶς κατεφρόνησας καὶ βασάνους οὐκ ἔπτηξας, παρρησίᾳ δε ἔκραξας πρὸς τὸν δικάζοντα· “Ἐπιγνοὺς νῦν ἐπίγνωθι, ὅτι ἡλίῳ οὐ προσκυνήσω, ⟦τῷ⟧ θεῷ μου δὲ λατρεύσω ἕως γήρους καὶ πρεσβείου, ὅπως μὴ ἐγκαταλείψῃ· ποίει οὖν μοι ἃ βούλει· ἑτοίμως γὰρ ἔχω πρὸς μάστιγας, πρὸς θάνατον, ζωὴν ὅπως εὕροιμι τὴν διαιωνίζουσαν |ὡς χάριν δεξάμενος.„:

Τὸ μὲν σῶμα γηράλεος, τῇ ψυχῇ δὲ ὡς ἀδάμας καθέστηκας, Ἰωσὴφ παμμακάριστε, πρεσβυτέρων κλέος καὶ μαρτύρων ἰσάριθμε, ἀθλητῶν ἐγκαλλώπισμα· ἐν καθέδρᾳ γὰρ ἔφθασας ἣν ἐπεπόθησας, καὶ καθίσας εὐφραίνεσαι ὡς ἀθλοφόρος, ὡς τῷ κυρίῳ ἀμέμπτως λειτουργήσας, ὡς τοῖς λίθοις τὴν σὴν κάραν συνθλασθεὶς καὶ τὴν ψυχήν σου εἰς χεῖρας κυρίου ἐκθέμενος, πάτερ, †ἐν οἷς† καὶ τὰ ἰάματα ἀντλούσας τοῖς κάμνουσι πλουσίως δεδώρησαι |ὡς χάριν 〈δεξάμενος〉.:

Ἄλλον σε Στέφανον ἔγνωμεν πρωτομάρτυρα, Ἀειθάλα ⟦νῦν⟧ πολύαθλε· ὡς γὰρ ἐκεῖνος τετίμησαι ἀρεταῖς ἐκθάλλων καὶ τῇ πίστει ἀνάπλεως θείῳ ζήλῳ πυρούμενος· διελέγχων ἑκάστοτε τοὺς ⟦τὸ⟧ πῦρ λατρεύοντας καὶ τὸν κτίστην μὴ σέβοντας· διὸ καὶ τέλος ζωῆς ὑπέστης νιφάσι ταῖς τῶν λίθων· πρὸς ζωὴν δὲ τὴν ἀγήρω μετετέθης ἐπαξίως, ἐν ᾗ γηθοσύνως χορεύεις, θεόφρον, καὶ πρόσωπον πρὸς πρόσωπον τὸ κάλλος κατοπτρίζεσαι Χριστοῦ τὸ ἀμήχανον |ὡς χάριν δεξάμενος.:

Λέγειν ὑμῶν τὰ τεράστια, τρισμακάριστοι, καὶ θαυμάτων τὸ πέλαγος τίς ἐπαξίως δυνήσεται; πάντας γὰρ ἰᾶσθε τοὺς ἐν πίστει προστρέχοντας τῷ ναῷ ὑμῶν, ἔνδοξοι· καὶ δαιμόνων δὲ φάλαγγας ἀποδιώκετε ὡς θερμοὶ ἀντιλήπτορες, τοὺς ἐν θαλάσσῃ χειμαζομένους ἰθύνετε πρὸς ὅρμον· πηρωμένους τὴν καρδίαν ὑπὸ πλήθους τῶν πταισμάτων τὸ φῶς τῆς μετανοίας πλουσίως δωρεῖσθε ὡς τῆς τριάδος, ἄριστοι, ⟦λάτραι ὑπάρχοντες⟧ καὶ ταύτην πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμων |ὡς χάριν δεξάμενοι.:

Ἀπὸ παντὸς καθαρεύοντες ἀνομήματος, ἀθλοφόροι πανεύφημοι, κρεῶν οὐδ᾽ ὅλως ἐγεύσασθε τῶν εἰδωλοθύτων· καὶ γὰρ ἄρτῳ ἐτρέφεσθε νοερῷ τῷ τοῦ πνεύματος· ἐν ᾧ καὶ στερεούμενοι ἀντεκατέστητε τοῖς τὸ σῶμα μαστίξασιν· ὅθεν ἀξίως εὕρασθε πόνων τὰς ἀμοιβὰς καὶ δόξαν ἀδιάδοχον, ὡς ἔφη ὁ σωτὴρ καὶ δεσπότης· “Ἐάν τίς με πίστει ἐνώπιον πάντων θεὸν ὁμολογήσειεν, δοξάσω κἀγὼ αὐτὸν ἀγγέλων μου ἔμπροσθεν |καὶ χάριν 〈δωρήσομαι〉„.:

Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, μάρτυς ἔνδοξε, τοῦ ἐχθροῦ οὐ κατέπτηξας τὰς ἀπειλάς, ἀλλ᾽ ἐπλήρωσας πρόσωπον τὸ τούτου ἀτιμίας ἐμπτύσματα δείξας τοῦτο ἀνίσχυρον· ὅθεν καὶ ἀγαλλόμενος πρὸς τὸν δεσπότην σου ἐκ καρδίας ἐκραύγαζες· “Τῶν διωκόντων νῦν συνετρίβη ἡ παγὶς καὶ τὰ ὅπλα· αἱ ψυχαὶ δὲ τῶν δικαίων ὡς στρουθίον ἐρρύσθησαν ἐν ὀνόματί σου· ἡμῶν γὰρ ὑπάρχεις τὰ ὅπλα κα<ὶ ἡ> βοήθεια, ὁ πάντας λυτρούμενος ἐκ θλίψεως, εὔσπλαχνε, |καὶ χάριν δωρούμενος.„:

Ὢ τῆς ἀνδρείας καὶ πίστεως, ἧς μετέχετε πρὸς τὸν πάντων δεσπόζοντα· κτίσμασι γὰρ οὐ προείλεσθε θύειν, ἀθλοφόροι, τὴν τιμὴν ἀπονέμοντες πρὸς Χριστὸν τὸν φιλάνθρωπον τὸν ἐλθόντα λυτρώσασθαι τοὺς ὑποκύψαντας τοὺς αὐχένας τοῖς δαίμοσιν· ὧν τῆς δουλείας ῥύσασθε πάντας τοὺς τὴν ἁγίαν μνήμην ὑμῶν ἀνευφημοῦντας καὶ ζυγῷ δικαιοσύνης ὑποκλίνατε τούτους, ὅπως εὐσεβοῦντες ἀμέμπτως εἰσελεύσονται εἰς τὴν γῆν ῥέουσαν ἀφέσεως νάματα |ὡς χάριν δεξάμενοι.:

Μίαν γνώμην κτησάμενοι οἱ τρισάριθμοι ἀνδρικῶς ἠγωνίσασθε γυμνῷ τῷ σώματι, ἅγιοι, καὶ τοὺς ἀσωμάτους ἐτροπώσασθε δαίμονας σὺν τοῖς ὑπασπισταῖς αὐτῶν· καὶ τὴν νίκην ἀράμενοι ἐν ἑνὶ πνεύματι ἐπαξίως ἀγάλλεσθε σὺν ἀσωμάτων ταξιαρχίαις, μαρτύρων καὶ ὁσίων, μεθ᾽ ὧν ἐπιστατοῦντες νοσημάτων ἐκλυτροῦσθε τοὺς πίστει καὶ πόθῳ ὑμᾶς εὐφημοῦντας καὶ ἴασιν παρέχετε ψυχαῖς τε καὶ σώμασι δυνάμει τοῦ πνεύματος |ὡς χάριν δεξάμενοι.:

Ἀκηκοότες τὸ πρόσταγμα τὸ παράνομον εἰς οὐδὲν ἐλογίσασθε τῶν προσταξάντων τὸ φρύαγμα, γέλωτος δὲ δίκην ἡγησάμενοι ἔστητε πρὸς τὸ βῆμα, ὁμόψυχοι· “Οὐκ ἀρνούμεθα„, κράζοντες, “θεὸν τὸν ἄναρχον τὸν ποιήσαντα ἅπασαν τὴν οἰκουμένην λόγῳ ἰδίῳ καὶ τὸ φῶς ὥσπερ δέρριν δ<ια>τανύσαντα, ὡς οἶδεν εἰς δουλείαν τῆς ἡμέρας καὶ νυκτὸς δὲ πάλιν σελήνην κα<ὶ ἀ>στέρας, ἁπὲρ οἱ προσκυνοῦντες ⟦νῦν ὑπάρχουσιν ἄψυχοι⟧ ἀψύχοις λατρεύοντες καὶ δόξαν προσνέμοντες |ὡς χάριν δεξάμενοι„.: