Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνοι εις τόν άγιον Βασίλειον, τόν Άσωτον Υιόν, τόν Τυφλόν καί εις Οσίαν

Συλλογή ύμνων που περιλαμβάνει εγκώμιο στον άγιο Βασίλειο, διηγήσεις από το Ευαγγέλιο και τον βίο μιας οσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 23 από 23

ΤΟΥ ΤΑΕΥ Ἐπεφάνης σήμερον Ὤφθης βάσις ἄσειστος τῇ ἐκκλησίᾳ νέμων πᾶσιν ἄσυλον τὴν κυριότητα βροτοῖς· ἐπισφραγίζων σοῖς δόγμασιν, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Τῇ Γαλιλαίᾳ (App. Metr. L) Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς· δεῦτε οὖν καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ θεοῦ θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖς τούτου τερπόμενοι, ὥσπερ λαμπηδόνι ἀστραφθέντες, τῷ τοῦ βίου καθαρτικῷ πνεύματι θαλφθέντες, μιμούμενοι αὐτοῦ τὴν πίστιν, τὴν ζέσιν, τὴν ταπείνωσιν, δι᾽ ἧς οἶκος ἐδείχθη φύσεως θεοῦ, πρὸς ὃν βοῶντες μέλψωμεν· |“Οὐρανοφάντορ Βασίλειε ὅσιε.„:

Οὐρανοφάντωρ ὑψηλὸς ἀστράψας ἐν τῷ κόσμῳ ὡς ἄλλος ἑωσφόρος, τὸ σκότος ἀπελαύνων τῆς πολυθέου † ἀμοινῆς, † ἔπεσι παφλάζων ἀδιστάκτως καὶ ἡμῖν, Βασίλειε ἀοίδιμε, τοῦ γράμματος τὴν ὕλην ὠθούμενος ὥσπερ Ἠσαΐας, καθαιρόμενος τὰ χείλη, ἀναίμακτον θυσίαν προσάγων κυρίῳ τῷ θεῷ ἐν τάξει ἀγγέλων προσμολὼν τῷ ἱερῷ θυσ<ια>στηρίῳ ἔσπεισας ἡμῖν τῆς χάριτος τὰς εἰσόδους, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Ὑποταγεὶς τῷ θεϊκῷ ζυγῷ ἐν τῇ ζωῇ σου, ἀνίχνευσας τοὺς ὅρους τῆς θείας φρυκτωρίας, σοφῶς ἐνσπείρων τοῖς πιστοῖς σπόρον τῶν δογμάτων, ἐν φρεσὶν θεὶς δαψιλῶς ὑπερουσίου δόγματος, μελέτῃ θεωρίας νευρούμενος, δόγματα συμφλέξας τῶν βλασφήμων, ἱεράρχα, τῷ πνεύματι νῦν τῷ παναγίῳ· τῶν νέων ἐν τριβῇ νεάζων τοῖς ὅπλοις, τὰς ἀγκάλας σταθερῶς, πρέσβυς, ἐδείχθης, ἄνω πρὸς ζωὴν τὴν ἄϋλον ἐμβατεύων, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Τῇ τῆς τριάδος ἀστραπῇ τὰς φρένας κατηυγάσθης καὶ πάσας τὰς αἰσθήσεις φυλάξας ἀμολύντους, νέος προβαίνων τὴν ζωήν, ὅλην τὴν οὐσίαν τῆς γραφῆς ἰδικῶς, πιστῶς ἱστορησάμενος, εἰδὼς μὴ εἶναι ἄλλην ἀνάπλασιν πλὴν τῆς ἀληθείας, φρυκτωρίαν ἔθου πᾶσιν ἰσχύϊ σου τὴν βάσιν ἀτρέμας ἰχνεύμων πεφυκὼς ὁδοῖς τοῖς τοῦ λόγου εἰς κατάστασιν φρικτὴν τῆς ἀφθαρσίας· ὅθεν ἐμπνευσθεὶς ἐδείχθης φῶς τοῖς ἐν κόσμῳ, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Ἀτύφου βίου ἐπιβὰς καὶ πίστεως ἀτρέπτου καὶ λήξεως τῆς θείας τὴν τρίβον ἐμνήσθης τοῦ βασιλέως καὶ θεοῦ ἐν τῷ Ἰορδάνῃ τῶν παθῶν σὺ προσριφθεὶς διὰ λουτροῦ βαπτίσματος· ἐκεῖνος γὰρ τὴν πάλαι κατέκλυσε κόσμου ἁμαρτίαν ἐκ παρθένου ἀνατείλας θελήματι καὶ δι᾽ εὐσπλαγχνίαν· αὐτὸς δὲ τῶν ἠθῶν καλύψας τὸ πάρος ἐξανέτειλας ἡμῖν ἥλιος, πάτερ, πνεύματος φωτὸς δηλοῦντος σοὶ ἀδιστάκτως, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Ἐν τῷ κρατῆρι τοῦ θεοῦ τὰ χείλη προσπελάσας τὸ νᾶμα τῆς σοφίας ἐρράντισας, θεόφρον, καὶ τὰς καρδίας τῶν πιστῶν ηὔφρανας καθάπερ μουσουργὸς πνευματικὸς καὶ βάσις καὶ ἑδραίωμα τῆς βασιλείας, μάκαρ· καὶ ηὔξησας τὴν περιουσίαν τῆς ἁγίας ἐκκλησίας ὡς Μωϋσῆς τὸ πρὶν ἐν ἐρήμῳ Ἑβραίους προμηθεῖς δεικνύμενος, πάτερ, τῶν φρεάτων τὴν ζωὴν ἄφθονον δείξας ἔπλησας λαόν, δουλείας ἐλευθερώσας, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Ὑπάρχει, πάτερ, ἀληθῶς ἡ γλῶσσα σου ὡραία, ὡς ψάλλει ὁ προφήτης, τὰ κάλλη τῶν δογμάτων καλλιγραφοῦσα νοερῶς· πᾶσαν δὲ τῶν ὄντων φύσιν τρανώσας σοφῶς ἀνθρώπους κατεκόσμησας· καὶ γέγονας μονάζων ὑπογραμμός, κλῖμαξ τε καὶ θύρα πρὸς τὴν ἄνω θείαν τρίβον ἀνάγουσα ἡμᾶς, θεοφόρε· διὸ καὶ ἀμοιβὴν τῶν πόνων ἐδέξω ὡς ποιήσας καὶ τρανῶς πάντας διδάξας· ὅθεν καὶ ἡμεῖς ἐν πίστει σὲ ἀνυμνοῦμεν, |οὐρανοφάντορ Βασίλειε ὅσιε.:

Τ〈........〉 Ἰδιόμελον Ἀγκάλας πατρικὰς διανοῖξαι μοι σπεῦσον· ἀσώτως τὸν ἐμὸν κατηνάλωσα βίον εἰς πλοῦτον ἀδαπάνητον ἀφορῶν τῶν οἰκτιρμῶν σου, σωτήρ· νῦν πτωχεύουσαν μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ κύριε ἐν κατανύξει κραυγάζω· |“Ἥμαρτον, πάτερ, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον σοῦ.„:

Τὴν ζωὴν ἐν ταφῇ (App. Metr. N) Τοῦ σωτῆρος ἡμῶν καθ᾽ ἑκάστην ἡμῖν τῇ οἰκείᾳ φωνῇ βοῶντος ἐν γραφαῖς τοῦ ἀσώτου υἱοῦ τὴν μετάνοιαν, ἀποθώμεθα πᾶσαν ἀσέβειαν καὶ τῷ πατρὶ τῷ εἰδότι τὰ πάντα προσπέσωμεν· οἶδε γάρ, οἶδεν ἐκδέχεσθαι τὴν τῶν πταιόντων μετάνοιαν· ἔνδυμα δὲ ⟦τὸ⟧ τῆς ἀφθαρσίας ἐπιστρέφοντας μόνον ἐνδύει αὐτὸς τοὺς βοῶντας κλαυθμῷ· |“Ἥμαρτον, πάτερ, εἰς τὸν οὐρανὸν καὶ ἐνώπιον σοῦ.„:

ΡΩΜ〈......〉 Ἐπεφάνης σήμερον Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος σοί, Χριστέ, προσέρχομαι ὡς ὁ τυφλὸς ἐκ γενετῆς ἐν μετανοίᾳ κραυγάζων σοι· |“Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.„:

Τῇ Γαλιλαίᾳ (App. Metr. L) Ῥεῖθρον μοι δώρησαι, σωτήρ, σοφίας τῆς ἀρρήτου καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει καὶ πλανωμένων ὁδηγέ, ἵνα ἐξισχύσω τὰ θαυμάσια τὰ σὰ ὁ τάλας διηγήσασθαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ εὐαγγελίου τῆς εἰρήνης, παραθεῖσα τὴν τοῦ τυφλοῦ θαυματοποιΐαν· ὅτι ἐκ γενετῆς πηρὸς ἐνυπάρχων ὀφθαλμοὺς μὲν αἰσθητοὺς ἀπολαμβάνει καὶ τοὺς τῆς ψυχῆς ἐν πίστει ἀνακραυγάζων· |“Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.„:

Ὡς συναΐδιος πατρὶ υἱὸς γεγενημένος, ὁ καὶ συμβασιλεύων τῷ πνεύματι τῷ θείῳ τῷ παντουργῷ καὶ θεϊκῷ, τὴν τῶν Ἰουδαίων σκαιωρίαν καὶ βουλὴν τὴν ἄδικον ἐλέγχοντα ὀφθαλμοὺς ἐν σαββάτῳ ἠνέῳξε τοῦ ἐκ γενετῆς μὲν τυφλοῦ ὄντος, ὕστερόν δε νιψάμενου προστάξει τοῦ πλάστου· πηλῷ γὰρ ὀφθαλμοὺς 〈ἐγ〉χρίσας τὸ λεῖπον ἀνεπλήρου ὡς θεὸς ὁ τὸν Ἀδὰμ μὲν πάλαι ἐκ χοὸς ποιήσας ἄνθρωπον λόγῳ |καὶ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.:

Μανθάνει δῆμος μαθητῶν τὴν θείαν δεσποτείαν Χριστοῦ τοῦ διδασκάλου· φησὶ γάρ, ἐπηρώτων· “Καρδιογνῶστα καὶ θεέ, τί ἥμαρτεν οὗτος ἢ ⟦οἱ⟧ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς οὕτως γενήσεται;„ ὅθεν τὸν νοῦν τούτων διορθούμενος, ὅτι ὑπὲρ δόξης καὶ σοφίας τῆς ἀρρήτου καθίστατο ἡ πήρωσις τούτου· κελεύει οὖν εὐθὺς αὐτὸν πορευθῆναι, καὶ νιψάμενος τρανῶς ἀπολαμβάνει φῶς τῶν ὀφθαλμῶν χαρᾷ ⟦ἀνα⟧βοῶντα ἀλήκτῳ· |“Σὺ τῶν ἐν σκότει τὸ φῶς τὸ ὑπέρλαμπρον.„:

ΡΩΜ〈......〉 Ἰδιόμελον Διὰ πόθον, ὁσία, τὸν τοῦ κυρίου προσπαθείας τὴν σχέσιν ἀπεβδελύξω τῇ ἀσκήσει σου τὸ πνεῦμα λαμπρύνασα· ἀλλὰ ταῖς σαῖς ἱκεσίαις καὶ τῶν πολεμίων τὰ θράση διασκέδασον· |στερρῶς γὰρ τὸν θῆρα κατεπάτησας.:

Τράνωσον (App. Metr. A) Ῥεῖθρα μοι λόγου δός, ὁ θεός μου, καὶ πηγὴν ἐγκωμίου ποίησόν μου τὸν νοῦν, εὐλόγησον καὶ τὴν γλῶτταν μου, ἵνα ὑμνήσω τὴν σὴν ἀμνάδα, ἥνπερ ἔστεψας σὺ τῇ χάριτί σου· ἂν γὰρ αὐτὸς οὐ παράσχῃς μοι λόγον ἐπάξιον, πῶς οἴσω δῶρα ὁ πένης τῇ πλουσίᾳ ἐν λόγοις καὶ πράξεσι; διὸ παράσχου μοι δύναμιν διηγήσασθαι ταύτης τὰ ἔπαθλα· |στερρῶς γὰρ τὸν θῆρα κατεπάτησεν.:

Ὡς ἐξ ἀκάνθων ῥόδον ἐνθέως ἡ ὁσία ἐξέφυ, καὶ μυρίζει παντῇ τῶν ἀρετῶν τὴν εὐπρέπειαν· αὕτη γονέων οὖσα ἐνδόξων εὐγενῶς ἀνετράφη καὶ ἐπισήμως· ἣν οἱ γονεῖς ἁδρυνθεῖσαν πρὸς γάμον ἐξέδοντο μὴ γνόντες ταύτης τὸν τρόπον, ὡς ἐστὶν εὐσεβὴς καὶ φιλόθεος· ἡ δὲ ὑπεῖκε μὴ θέλουσα γεννητόρων ἀρνήσασθαι πρόσταγμα· |στερρῶς γὰρ τὸν θῆρα κατεπάτησεν.:

Μετὰ † τῇ τοῦ ἀνδρὸς συναφείᾳ † ἠγωνίζετο ἄγαν ἡ ὁσία λαθεῖν φθορᾶς ἐν δόλῳ τὸν σύζυγον· τοῦτο δὲ ἴσχυσεν οὐδὲ ὅλως· ἀλλ᾽ ἐκύησε παῖδα οὖσαν θηλείαν· καὶ τὸν μαζὸν ἐπιδοῦσα τοιαῦτα ἀντέλεγεν· “Ἐγὼ μὲν γάλακτι τρέφω ἀκουσίως, παιδίον, οἰκτείρων σε, Χριστὸς δ᾽ εἰς τέλος αὐξήσει σε καὶ ποιήσει σε πράττειν ⟦αὐτοῦ τὰ⟧ εὐάρεστα, |ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.„: