Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τούς Ομολογητάς τής Εδέσσης
Εγκώμιο στους μάρτυρες Γουρία, Σαμωνά και Άβιβο και το θαύμα της διάσωσης της αιχμάλωτης κόρης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τούς Ομολογητάς τής Εδέσσης
Εγκώμιο στους μάρτυρες Γουρία, Σαμωνά και Άβιβο και το θαύμα της διάσωσης της αιχμάλωτης κόρης.
Τ[Τ]ΟΥ ΤΑΛΑ ΡΩΜΑΝΟΥ ΩΔΗ[Η] Τὰ ἄνω ζητῶν Ἐξ ὕψους, σοφοί, τὴν χάριν κομισάμενοι τοῖς ἐν πειρασμοῖς προΐστασθε, πανεύφημοι· διὸ κόρην, ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε |Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.:
Τοὺς ἀσφαλεῖς Τοὺς ἐκλεκτοὺς καὶ θεοφόρους μάρτυρας, τοὺς εὐσεβεῖς τῆς ἐκκλησίας κήρυκας εὐφημήσωμεν καὶ μακαρίσωμεν ἀνυμνοῦντες Χριστόν, Γουρίαν, Σαμωνᾶν τε καὶ Ἄβιβον, τὰ στελέχη Χριστοῦ, τὰς ἀμπέλους αὐτοῦ, |Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.:
Τράνωσον (App. Metr. A) Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος ἐκ παθῶν τὴν ψυχήν μου τε καὶ τὸ σῶμα ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν, καθάπερ ἡ ἐν τῷ τάφῳ συγκλεισθεῖσα ἀνδρὸς δολιότητι· καὶ ταύτην τάχος προφθάσαντες τοῦ θανάτου ἐξείλοντο κράζουσαν· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„: ⟦Τρόπαιον νίκης ἄνωθεν φαίνει ὁ σταυρὸς τοῦ κυρίου, ὃν οἱ σοφοὶ ἀθληταὶ ὡς θείαν χάριν εὑράμενοι, τοῦτον ἐπ᾽ ὤμων ἀναλαβόντες, τὰ ἐν κόσμῳ τερπνά τε καταλιπόντες, τὰς κατ᾽ αὐτῶν ὡς ἀράχνης ἱστὸν ἀρχὰς δείξαντες, λαμπάδι τῆς καρτερίας τὴν ψυχὴν ἐκλαμπρῦναι ἐσπούδαζον· διὸ καὶ θῦμα εὐπρόσδεκτον ἀνεδείχθησαν δόξῃ ἀστράπτοντες, |Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.:⟧ Ὁλολαμπεῖς φωστῆρες φανέντες τὸν τοῦ σκότους προστάτην τοῖς αὐτῶν αἰκισμοῖς εἰς γῆν οἱ ἅγιοι ἔρριψαν· πίστει γὰρ θείᾳ θωρακισθέντες τῆς τριάδος ἐδείχθησαν μυστολέκται· ὅθεν αὐτὴν δυσωποῦντες ἀεὶ διασώζουσι κινδύνων χαλεπωτάτων τοὺς πιστῶς πρὸς αὐτοὺς καταφεύγοντας, καθὼς διδάσκει τὸ γύναιον, ὃ διέσωσαν πίστει κραυγάζοντα· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Ὑπὸ πολλῶν βασάνων τὰς σάρκας οἱ τρισόλβιοι οὗτοι μαστιχθέντες δεινῶς τὰ πνεύματα ἐναπέθεντο εἰς χεῖρας κύριου κα<ὶ ὥ>σπερ ζῶντες ἐπιφαίνονται πᾶσι τοῖς ἐν ὀδύναις καὶ συμφοραῖς κρατουμένοις ἐν τάχει λυτρούμενοι· ὡσαύτως τοὺς διαπράττειν τὰ κακὰ βουλομένους κωλύουσι· διὸ καὶ Γότθον τὸν ἔχθιστον ἐθανάτωσαν πίστει μὴ κράζοντα· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Τὴν ἀδικίαν ἐν προαιρέσει ὁ παμπόνηρος ὄφις κεκτημένος ἀεὶ ἐφεῦρε σκεῦος ἐπάξιον ἄνδρα ἀλλόφυλον μὲν τῷ γένει καὶ ἀπάνθρωπον ὄντα τῇ προαιρέσει· τοῦτον κακῶς διεγείρας πρὸς γύναιον ἄπορον ὀχλῆσαι καθυποβάλλει τὴν αὐτῆς θυγατέρα ἐκδώσασθαι τῷ ἀκολάστῳ πρὸς ἔννομον γάμον, ὅπως μὴ κράξῃ σὺν τῇ μητρί· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Ἀκολασίᾳ οὖν ὁ κακόφρων κρατηθεὶς ὑποφαίνει τῷ γυναίῳ εὐθὺς τὴν ἄδικον νῦν ἐνθύμησιν, λόγοις ποικίλοις καταμαλάσσων τὴν καρδίαν αὐτῆς καὶ καταφέρων ὅρκοις αὐτὴν πρὸς τὴν γνώμην αὐτοῦ ὑπισχνούμενος, μὴ ὅλως σύμβιον ἔχειν, ἀλλ᾽ αὐτήν τε καὶ μόνην δεσπόζουσαν παντὸς τοῦ οἴκου ὑπάρχειν αὐτοῦ, ἐὰν παύσῃ κραυγάζειν ἀπὸ ψυχῆς· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Λόγοις πεισθεῖσα ἡ θρεψαμένη μιαρᾷ συναφείᾳ τῷ ἀνόμῳ ἀνδρὶ καταπιστεύει ἣν ἔτεκεν· ὅθεν εἰς τὰ ἴδια ἐπισπεύδει πορευθῆναι, φησί, σὺν τῇ παιδίσκῃ ὁ τῶν ἰδίων ὅρων τῆς φύσεως παραδραμών· καὶ πάλιν ἤρξατο δόλῳ τὴν μητέρα τῆς κόρης παρενοχλεῖν τοῦ δοῦναι ταύτην ἔνθα βούλεται πορευθῆναι καὶ παύσασθαι τοῦ βοᾶν· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Ἅμα δὲ ἤκουσε τῶν ῥημάτων τούτων ἡ πιστοτάτη πρὸς αὐτὸν εὐθαρσῶς τοιούτους λόγους ἐφθέγξατο· “Ἄπιθι, ἄνερ, μή με βιάζῃ· οὐ γὰρ καταπιστεύω σοι τὴν κόρην, εἰ μὴ αὐτοὺς τοὺς ἁγίους ἐγγύους παράσχῃς μοι· αὐτοί γαρ πέλουσι τεῖχος ὀχυρὸν καὶ ἀντίληψις πάντων ἡμῶν τῶν ἐν τῇ πόλει οἰκούντων πιστῶν καὶ τῶν πόρρωθεν πόθῳ κραζόντων θερμῶς· |‛Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά‚.„:
Ῥῆσιν τοιαύτην ὁ δολιόφρων τοῦ γυναίου ἀκούσας, εἰσελθὼν ἐν ναῷ τῶν ἀθλοφόρων ἐξώμνυεν, ὅτι πατέρα ἄλλον ἐν βίῳ καὶ μητέρα εὑρήσει ἐν ἀναπαύσει, γένος τε οὖν καὶ πατρὶς ἐπὶ γῆς μακαρίσει αὐτήν· ἐκ τούτων οὖν τῶν ῥημάτων τῷ ἀνόμῳ πειθήνιος γέγονε, τὴν κόρην ὅπως ἐκδώσηται ἐκ χειρῶν τῶν ἁγίων κραυγάζουσαν· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Ὢ τοῦ φρικτοῦ καὶ ξένου ἐκείνου πράγματος τοῦ συμβάντος ἐν τῷ φθάνειν αὐτοὺς πατρίδα γένος τε ἄθεον· ὅλος εὐθὺς ἐν ἀπανθρωπίᾳ γεγονὼς καὶ τῶν ὅρκων καταφρονήσας, βρύξας ὡς θὴρ αὐστηρῷ τῷ προσώπῳ ἐβόησε· “Γνωστόν σοι ἔστω, ὦ κόρη, γαμετήν τε καὶ τέκνα ὑπάρχειν μοι· ζωὴν τὴν σὴν νῦν προνόησον καὶ ὡς δούλην σαυτὴν μεταποίησον.„ |Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.:
Μόγις ἡ κόρη ὄμματα τότε ἀτενίσασα ἄνω σὺν δακρύων κρουνοῖς βαρεῖα τε ὀλολύξασα καὶ τὸν χιτῶνα ὅλον δακρύων ἐκπληροῦσα ἐβόα τῷ μιαιφόνῳ· “Εὐχαριστῶ τῷ θεῷ τῷ εἰδότι τὰ κρύφια ὁμοῦ τε καὶ τοῖς ἁγίοις Σαμωνᾷ τε Γουρίᾳ καὶ Ἄβιβῳ· αὐτοῖς γὰρ ὄντως θαρρήσασα σοὶ ἐδόθην προθύμως κραυγάζουσα· |‛Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά‚.„:
Ἄρας αὐτῆς εὐθὺς τὸν χιτῶνα, καθ᾽ ὃν τρόπον οἱ πρώην ἀδελφοὶ Ἰωσὴφ ἐκδύσαντες τὸν πανθαύμαστον, σχῆμα δουλείας περιβαλών τε καὶ τὸ ξίφος γυμνώσας ὁ παραβάτης ἔφη αὐτῇ μηδενὶ τὸ συμβὰν διηγήσασθαι, ἐν πάσῃ δὲ ταπεινώσει τοῖς οἰκείοις δουλεύειν προσέταττεν· αὐτὴ δὲ πάντα ὑπείκουσα οὐ διέλειπε πίστει κραυγάζουσα· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Νύττεται αὖθις ὑπὸ τοῦ φθόνου ἡ τοῦ Γότθου γυνὴ ἀεὶ αὐτὸν ἐξετάζουσα· “Πόθεν τὴν κόρην ἤγαγες ὧδε;„ ἤ· “Ἐκ ποίων γονέων ἔφυ, ἣ ἐμὲ ὑπερβάλλει τῷ κάλλει;„ δούλην, φησίν, ἀπεφθέγξατο εἶναι ὁ ἄνομος· “Ἐν τούτῳ γὰρ καὶ ἐπέστη εἰς δουλείαν τὴν σὴν καὶ τῶν τέκνων μου· ἔχέ οὐν ταύτην ὡς βούλει συ· οὐ γὰρ ἔτι ἐπίσταται τοῦ ἐκβοᾶν· |‛Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά‚.„:
Ὅλος ὁ χρόνος παρεληλύθει τῶν ἀθέσμων πραγμάτων κα<ὶ ἡ> αἰχμάλωτος παῖς παιδίον ἄρρεν ἐγέννησε τὸν χαρακτῆρα ὅμοιον φέρον τοῦ ἀνόμου καὶ πλάνου καὶ παραβάτου· ὅθεν ἡ σύζυγος τούτου τῷ φθόνῳ συνείχετο καὶ πᾶσαν μηχανουργίαν ἐπεδείκνυτο τούτῳ σὺν τῇ μητρί. 〈⏑⏓⏑–⏑⏑⏓⏑⏒(–)〉 “Θανατῶσαι σπουδάζετε μὴ βοᾶν· |‛Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά‚.„:
Ὑπὸ τοῦ ζήλου ἐκκαιομένη ἐπιτρέπει τῇ κόρῃ ἡ τοῦ Γότθου γυνὴ τοῦ καταλεῖψαι τὸ νήπιον· ἣ δηλητήριον στόματι τούτου ἐμβαλοῦσα ἀκάκου ψυχὴν ἀφεῖλεν, ἰὸν τὸν αὐτῆς, ὥσπερ ⟦ὁ⟧ ὄφις, δολίως κενώσασα, σὺν τούτῳ καὶ ἐν τῷ σκότει πορευθεῖσα καρποὺς καταφάγεται χειρῶν αὐτῆς ἡ πανάθλιος· οὐ γὰρ εὕρῃ ἡμέραν τοῦ ἐκβοᾶν· |‛Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.‚:
Ὡς οὖν εἰργάσατο ἡ κακίστη τὸν παγκάκιστον φόνον καὶ αὐτὴ τὸ αὐτὸ εἰσπέπωκε δηλητήριον· ὅθεν οἱ ταύτης γονεῖς κινοῦνται τὴν μητέρα τοῦ βρέφους θανάτῳ δοῦναι· καὶ ἐν δεινῷ κατακλείουσι τάφῳ· ἣν ἥρπασαν Γουρίας ὁ θεοφόρος Σαμωνᾶς τε ὁ θεῖος καὶ Ἄβιβος· καὶ τῇ σορῷ τῇ ἰδίᾳ παρέστησαν ἀνυμνοῦσαν πιστῶς καὶ κραυγάζουσαν· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:
Δρόμον ἀνύσασα παρ᾽ ἐλπίδα, ἡ ἐν τάφῳ χωσθεῖσα καὶ τὸν τάφον σαφῶς γνωρίσασα τὸν ἐκβλύζοντα χάριν ἰάσεως τοῖς ἀνθρώποις τῷ θεῷ ἀναπέμπει τὴν ὑμνωδίαν καὶ τοῖς αὐτοῦ ὁμολογηταῖς εὐχαρίστως τὴν αἴνεσιν· συντρέχει πᾶσα ἡ πόλις σὺν τῇ ταύτης μητρὶ καὶ ὀδύρεται βοῶντες ἐν ἀλαλαγμῷ, ὅτι ὄντως ὑπάρχουσιν ⟦οἱ⟧ ἅγιοι, |Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.:
Ἡ τοῦ θεοῦ πανένδικος δίκη τὸν παμμίαρον Γότθον ἐπὶ δίκην πικρὰν ἐνάγει καὶ μὴ βουλόμενον· ὑπὸ τῆς ἄγαν γὰρ ἀδικίας τυφλωθεὶς τὴν καρδίαν ἐπὶ τὴν πόλιν τῶν θαυμαστῶν καὶ πανσόφων ἁγίων ἐπάνεισι, καὶ ξίφει καρατομεῖται τῷ ἀσβέστῳ πυρὶ ἐκπεμπόμενος, ὡς τὸν θεὸν μὴ φοβούμενος καὶ ἀρνούμενος πάντοτε τοῦ ἐκβοᾶν· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„: ⟦Ἡμεῖς οὖν πάντες οἱ συγχωσθέντες ἁμαρτίας ἐν τάφῳ ὑπὸ τοῦ νοητοῦ ἐχθροῦ ἡμῶν, καταλάβωμεν τοὺς θερμοὺς προστάτας τῆς οἰκουμένης Ἄβιβον Γουρίαν σὺν Σαμωνᾷ τε, ὅπως αὐτῶν ἱκεσίαις ἀρθῶμεν μετάρσιοι τῆς χώρας τῶν ἀλλοτρίων, καὶ πρὸς τὴν ἄνω πόλιν προφθάσωμεν, ἐν ᾗ ὑπάρχουσιν ἅπαντες οἱ ἁγνῇ τῇ καρδίᾳ κραυγάζοντες· |“Ἐδέσης ἡ δόξα καὶ τοῦ κόσμου χαρά.„:⟧
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.