Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνοι εις τόν άγιον Νικόλαον

Εξύμνηση της ιερατικής διακονίας, των αρετών και των θαυμαστών επεμβάσεων του ιεράρχου των Μύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 16 από 23

ΑΙΝΟΣ ΚΑΙ Ο ΨΑΛΜΟΣ ΤΟΥ ΡΩΜΑΝΟΥ Ἡ Παρθένος σήμερον Ἐν τοῖς Μύροις, ἅγιε, ἱερουργὸς ἀνεδείχθης· τοῦ Χριστοῦ γὰρ σήμερον τὸ εὐαγγέλιον πληρώσας ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθῴους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Τὴν Ἐδὲμ Βηθλεέμ (App. Metr. B) Ἀνυμνήσωμεν τὸν ἱεράρχην ᾄσμασι τὸν ἐν Μύροις, λαοί, ποιμένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαμφθῶμεν. ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος ἀκήρατος πνεύματι, Χριστῷ προσφέρων θυσίαν ἄμωμον τὴν εἰλικρινῆ θεῷ εὐπρόσδεκτον· ὡς ἱερεὺς γὰρ κεκαθαρμένος τῇ 〈τε〉 ψυχῇ καὶ τῇ σαρκί, ὅθεν ὑπάρχει ἀληθῶς ἐκκλησίας προστάτης καὶ ὑπέρμαχός δε ταύτης |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ἰδοὺ νῦν ἑορτὴ τοῦ ἱεράρχου σήμερον· λαμπρυνθῶμεν, λαοί, φαιδρῶς πανηγυρίζοντες καὶ μέλψωμεν ὕμνον Χριστῷ τῷ σωτῆρι· Χριστὸς γὰρ τοῦτον δόξῃ ἐδόξασε, βροτοῖς ἐκατέλιπε φωστῆρα μέγαν πᾶσιν ἐκλάμψαντα ὡς ἱερουργὸν τῶν μυστηρίων αὐτοῦ· ὡς εὐσεβείας πλήρης ἐργάτης καὶ ἀντιλήπτωρ θαυμαστὸς τοῖς ὀρφανοῖς ἀναδειχθεὶς καὶ προστάτης χηρῶν τε· καὶ πρεσβεύεις ὑπὲρ πάντων |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Νίκης ὅπλον λαβὼν ὁ ἱεράρχης σήμερον, τὸν σταυρὸν τοῦ Χριστοῦ, ἀνόμους γὰρ κατέβαλε καὶ ἔσωσεν ἄνδρας ἀθῴους τῇ κρίσει· αὐτὸν δὲ Μύροις δόξαν μετέδωκε τὰ θεῖα ὀψώνια, καθὼς καὶ Παῦλος πᾶσι μετέδωκε τὰ ⟦θεῖα⟧ προστάγματα· ⟦ἔπειτα δὲ νῦν⟧ ὅλος καθάρσιος ἐν οὐρανίοις ⟦δὲ⟧ νῦν ἐμβατεύων, τὸ θεῖον ᾆσμα ἐκτελῶν περιαστράπτει τοῖς ἐν γῇ αἱμάτων ἀκτῖνας, κἂν σώματι ἐτεθνήκει |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ὁ ποιμὴν ὁ καλὸς τοὺς ἄρνας προσεκάλεσε καὶ ζωγρήσας αὐτοὺς ἔνδον τῆς μάνδρας κέκλεικεν, ἁρπάσας δε τούτους ἐκ τοῦ ἀλλοτρίου στερρᾷ σφενδόνῃ τοῦτον κατέτρωσε τὸν πᾶσι πολέμιον· αὐτὸς οὖν πάλιν νίκην ἀράμενος, ὥσπερ καὶ Δαυῒδ κατὰ τοῦ Γολιάθ, λιθοκτονήσας καὶ καταβάλλων πάσας αἱρέσεις δολεράς, τοῦ Σαβελλίου τοῦ δεινοῦ, Νεστορίου, Ἀρείου καὶ ⟦τῶν⟧ λοιπῶν αἱρεσιάρχων, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Στολισμὸν ἀρετῆς σαφῶς περιβαλλόμενος, ὥσπερ ἄλλος Μωσῆς ὁ μέγας ἐν τῇ χάριτι, Νικόλαε πάτερ, εἰσῆλθες ἐν γνόφῳ ἐν τοῖς ἀδύτοις· ὅλος μετάρσιος διῆλθες, πανένδοξε, τῇ θείᾳ δόξῃ καταυγαζόμενος, καὶ μετὰ <Ἀα>ρὼν καὶ Σαμουὴλ καὶ Λευῒ τῇ τάξει τούτων ἱερατεύεις Χριστῷ τῷ πάντων λυτρωτῇ, ἱερομύστα, εὐκλεῶς· διὰ τοῦτο ἀγγέλοις ἐν φωτὶ ὢν συναυλίζει, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Καιρὸς νῦν ἐξειπεῖν τὰ θεῖα μεγαλεῖα σου, ἀλλ᾽ οὐδεὶς ἱκανὸς πρὸς εὐφημίαν λέξαι σοι· ὅτι μυροθήκη Χριστοῦ ἀνεδείχθης, μυρίζων πάντας τούς σοι προστρέχοντας τῷ μύρῳ τῆς χάριτος τοῦ παναγίου πνεύματος, ὅσιε, μύρῳ νοητῷ, μύρῳ φωτίζοντι τοὺς πίστει τούτῳ μυριζομένους καὶ χριομένους ἀληθῶς τὸ θεῖον μύρον τοῦ Χριστοῦ· ὅθεν Μύροις ἐδείχθης ἀντιλήπτωρ, ἱεράρχα, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ἄλλος ὥσπερ Μωσῆς ἐδείχθης, ἱερώτατε, ἐν τῷ γνόφῳ εἰσδὺς τῶν ἀρετῶν, θεόπνευστε· ἐκεῖνος γὰρ νόμον ἐδέξατο θεῖον, αὐτὸς δέ, πάτερ, ὅλον δεξάμενος τοῦ νόμου τὸν κύριον χερσὶν ἀθῴοις τοῦτον ἐμέλησας, πιστοῖς μεταδοὺς θεῖα ὀψώνια ὡς ἱερεύς τε Χριστοῦ ὑπάρχων καὶ ἐναντίον τοῦ θεοῦ ὥσπερ <Ἀα>ρὼν καὶ Σαμουήλ· διὰ τοῦτο τ᾽ ἐκλάμπεις καὶ φωτίζεις τοὺς ἐν πίστει, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ἱερὸς γὰρ ἡμῖν ὁ ἀκριβὴς διδάσκαλος ἐκδιδάσκει σαφῶς τὴν γνῶσιν τῶν θαυμάτων αὐτοῦ, τῆς ἀθεωρήτου σοφίας τὴν χάριν· αὐτοῖς γὰρ πᾶσι πλοῦτον διένειμεν, ἐσκόρπισεν, ἔδωκε, τοῖς δεομένοις ὅλως ἐπήρκεσε, καθὼς ἐκβοᾷ ὁ θεοπάτωρ Δαυΐδ· “Τὸ κέρας τούτου ἐν δόξῃ ἔσται καὶ ὑψωθήσεται φωτί, ὅπως τῆς θείας λαμπρυνθῇ καταυγάσεως οὗτος καὶ πρεσβεύῃ τῷ κυρίῳ, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.„:

Ὁ τὴν γῆν, ἀγαθέ, ἐφ᾽ ὑδάτων πηξάμενος, στήριξόν μου τὸν νοῦν εἰς τὸν φόβον σου, κύριε, τοῦ λέγειν καὶ πράττειν τὰ συμφέροντά μοι καὶ καταγγέλλειν βίον ἐνάρετον τοῦ Μύροις οἰκήσαντος καὶ μύρον θεῖον ἐκ τῆς ψυχῆς αὐτου ὥσπερ ποταμὸν ἀναπηγάσαντος, μυρίζον πάντας τοὺς δυσωδίᾳ ἁμαρτημάτων χαλεπῶν νενοσηκότας τὰς ψυχὰς καὶ ἡδῦνον τοὺς φθόγγους καὶ τοὺς τρόπους τῶν βοώντων· |“Ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.„:

Ψήφῳ προγνωστικῷ γεννηθείς, ἱερώτατε, ἐπὶ πόδας εὐθὺς ἔστης ὀρθός, Νικόλαε, δεικνύων ἐν τούτῳ, ὅτι συμπατήσεις τὴν ἐπηρμένην ὀφρῦν τοῦ δράκοντος καὶ στήσεις τὴν ἄμετρον αὐτοῦ κακίαν τοῦ μὴ προβαίνειν νῦν ἐπὶ τοὺς ἐν σοὶ πιστῶς προσφεύγοντας καὶ ἀνυμνοῦντας τὴν ἱεράν σου καὶ φωτοφόρον ἑορτήν, ἣν ἐμεγάλυνε Χριστὸς ὁ καλέσας σε, πάτερ, ἱερέα καὶ ποιμένα, |τὸν μέγαν μύστην θεοῦ τῆς χάριτος.:

Ἀμβακοὺμ μὲν τὸ πρὶν πρὸς προφήτην ἐστέλλετο ἐπιφέρων τροφὰς ἐν τῷ λάκκῳ, ὡς γέγραπται· αὐτὸς δέ, θεόφρων, ἰσόμοιρον δρόμον διατελέσας, πόλιν προέφθασας, ἐν ᾗ οἱ κατάκριτοι ἀδίκῳ ψήφῳ ὥσπερ ἐν λάκκῳ νῦν ἔνδον τῆς φρουρᾶς δεινῶς κατείχοντο, καὶ τοῦ θανάτου αὐτοὺς ἁρπάσας ζωὴν προέθηκας αὐτοῖς ἀντὶ βρωμάτων δαψιλῶν· διὰ τοῦτο, σωθέντες παρ᾽ ἐλπίδα, σὲ ὑμνοῦσιν, |τὸν μέγαν μύστην θεοῦ τῆς χάριτος.:

Λυτρωθέντες σφαγῆς ἀδικωτάτης, ἔνδοξε, οἱ τὴν σὴν φοβερὰν προστασίαν καλέσαντες ἐδίδαξαν πάντας καλεῖν ἐν κινδύνοις τὸ ὄνομά σου καὶ ἀπαλλάττεσθαι συμφορῶν καὶ θλίψεων, ἐξ ὧν προφθάσας ῥῦσαι τοὺς δούλους σου τοὺς ἐν τῷ ναῷ τῷ σῷ κραυγάζοντας· “Μὴ ἐπιλάθῃ ⟦ἡμῶν⟧· ἐν σοὶ γὰρ πᾶσαν φροντίδα ψυχικὴν ἡμῶν καὶ τὴν τοῦ σώματος πιστῶς ἀνεθέμεθα, πάτερ, καὶ ὑμνοῦμεν σε ἀπαύστως, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.„:

Μιμητὴς τοῦ Χριστοῦ κατὰ πάντα γενόμενος τὴν ψυχήν σου, σοφέ, ἔθηκας ὑπὲρ ποίμνης σου ἀεὶ κινδυνεύων ὑπὲρ ταύτης, πάτερ· διὸ καὶ πάντες οἱ ποιμαινόμενοι τῇ ῥάβδῳ τῆς γλώττης σου τῆς σῆς γλυκείας φωνῆς ἀκούοντες ἐγίνωσκον αὐτὴν καὶ ἠκολούθουν σοι τοῦ ἀλλοτρίου ἀποχωροῦντες καὶ πρὸς μονὰς τὰς σὰς πιστῶς κατασκηνοῦντες ὁμαδόν, μεθ᾽ ὧν ἅπαντας ἥμας ἐπιτήρει σαῖς πρεσβείαις, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ὁ Θεσβίτης ποτὲ ἐπιδίφριος ἤγετο, σὺ δέ, πάτερ, ταῖς σαῖς ἀρεταῖς ὡς ἐν ἅρματι ἐπιβὰς ἀνῆλθες ἔνδον τῶν ἀδύτων, μηλωτὴν ἄλλην ἐγκαταλείψας σου τὸ σῶμα τὸ ἄμωμον, ἁμαρτημάτων πέλαγος σχίζοντα καὶ τὰς ἀμοιβὰς διπλασιάζοντα τοῖς σοῖς οἰκέταις, ὡς Ἐλισσαίῳ ἦλθεν ἡ δύναμις δισσῶς τοῦ παναγίου πνεύματος, οὗ ὑπάρξας δοχεῖον ἐδείχθης, θαυματοφόρος, |καὶ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Σταυροτύπως Μωσῆς τὸν Ἀμαλὶκ κατέβαλεν καὶ σὺ διὰ σταυροῦ τὸν διάβολον ἔρρηξας· διὸ καὶ τὸν παῖδα, ὃν ἤμελλον ἄφνω ἀπονεκρῶσαι, ζῶντα παρέστησας εὐχαῖς σου, Νικόλαε, καὶ τῇ ἰδίᾳ χώρᾳ ἀπέδωκας· ὅνπερ οἱ λαοὶ κατανοήσαντες πίστει καὶ πόθῳ προσήρχοντό σοι εὐλογηθῆναι παρὰ σοῦ, καθικετεύοντες θερμῶς· ἀλλ᾽ ὡς τούτοις παρέσχου, καὶ ἡμῖν τὴν χάριν δίδου, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Τὸν σοφὸν Ἰωσὴφ μιμησάμενος, ἔνδοξε, ὡς ἐκεῖνος λαοὺς ἔθρεψας καὶ ἐχόρτασας· μεῖζον δὲ τοῦ τότε τὸ νῦν πεπραγμένον· ἐκεῖνος μὲν γὰρ σῖτον ἐσκόρπιζε πλουσίως τοῖς χρῄζουσι, σὺ δέ, θεόφρον πάτερ Νικόλαε, ⟦τὸν⟧ λόγον τῆς Χριστοῦ ἐπαγγελίας σοφῶς εἰς τὰς καρδίας τῶν πενομένων ἐπεχορήγεις ἐκβοῶν, ὅτι οὐ ζήσεται βροτὸς ἐπὶ ἄρτῳ καὶ μόνῳ· ὅθεν πιστῶς σε ἀνευφήμουν |ὡς μέγαν μύστην θεοῦ τῆς χάριτος.:

Ὀπαδὸς ἀψευδὴς τῶν ἀποστόλων, πάντιμε, γεγονὼς τὴν αὐτῶν πολιτείαν ἐζήλωσας, Νικόλαε πάτερ, σοφὲ ἱεράρχα· διὸ καὶ πάντα πᾶσι γενόμενος τοὺς πάντας ἐκέρδησας· τούς μεν πλουσίους ἐν αὐστηρότητι μὴ κακοποιεῖν ἀεὶ ὠθούμενος, πτωχοὺς δὲ πάλιν παιδεύων φέρειν μετὰ χαρᾶς τοὺς πειρασμοὺς καὶ ἀναμένειν τὸν μισθόν, ὃν παρέχει ὁ μόνος ἐλεήμων, ὁ ⟦σὲ⟧ δοξάσας |τὸν μέγαν μύστην θεοῦ τῆς χάριτος.:

Ὑπὸ τῆς ὑψηλῆς ταπεινώσεως, ἅγιε, τὴν ψυχὴν δεσμευθείς, ὀργιζόμενος πώποτε οὐδόλως ἐφάνης κατὰ τοῦ πλησίον· τὸν γὰρ ἑτέρως δόγμα ἀλλόφυλον τῇ πίστει συνάπτοντα ἐξουθενήσας καὶ ἀπωσάμενος, ὕστερον αὐτῷ πραέως ἔφησας· “Δεῦρο, ἑταῖρε, διαλλαγῶμεν, ἵνα ὁ ἥλιος ἡμῶν μὴ ἐπιδύσῃ τῇ ὀργῇ.„ διὰ τοῦτο καὶ φίλος ἀνεδείχθης τοῦ κυρίου, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ῥύπον βίου φυγὼν τὴν ἁγνείαν ἐνδέδυσο καί, ὡς ψάλλει Δαυῒδ ὁ μέγας ἐν τῷ πνεύματι, ἀθῷος τὰς χεῖρας ἐνίψω, θεόφρων, κυκλῶσαι θέλων θυσιαστήριον τὸ πᾶσι σεβάσμιον, ἐν ᾧ ἀμέμπτως, πάτερ, θυόμενος τὸν ἀμνὸν θεοῦ ἐδείχθης πάσῃ ⟦τῇ⟧ γῇ, <Ἀα>ρὼν ὡς ἄλλος στολὴν οὐ πλύνων, ἀλλ᾽ ἀπαλείφων συμφορὰς τοῦ πιστοτάτου σου λαοῦ· διὸ σπεῦσον καὶ φθάσον, σῶσον ἥμας σαῖς πρεσβείαις, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ὡς δογμάτων ὀρθῶν φύλαξ ὢν ἀκριβέστατος, τοὺς ἑτέρως φρονεῖν ἐπιχειροῦντας ἤλασας ἐκ τῆς τοῦ κυρίου αὐλῆς, ἱεράρχα, καὶ τῇ σφενδόνῃ τῶν σῶν ἐντεύξεων αὐτοὺς ἐθανάτωσας· διὸ καὶ κλέος ἄνωθεν εἴληφας, βασιλεῦσι γῆς ζῶν ἐπιφαίνεσαι καὶ μετὰ τέλος ὡς ζῶν προφθάνεις καὶ ἀπαλάττεις πειρασμῶν τοὺς τὸ σὸν ὄνομα πιστῶς ἐν κινδύνοις καλοῦντας, Νικόλαε· σὺ γὰρ πέλεις |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Μὴ βραδύνῃς τὴν σὴν προστασίαν δωρήσασθαι τοῖς ἐν πίστει θερμῇ χρῄζουσι ταύτην, πάντιμε· ἀεὶ γὰρ σὲ πάντες προστάτην καὶ ῥύστην ἐν πειρασμοῖς τε καὶ περιστάσεσι συνήθως προβάλλομεν, πεπειραμένοι τῆς σῆς ταχύτητος καὶ τῆς συμπαθοῦς στοργῆς σου, ἅγιε, πῶς παρ᾽ ἐλπίδα δι᾽ ὀνειράτων ἄνδρας ἐρρύσω τῆς φρουρᾶς θανατωθῆναι μέλλοντας ἐπὶ μνήμης δὲ μόνον ⟦τὸ⟧ ὄνομά σου κεκτημένους, |τὸν μέγαν μύστην θεοῦ τῆς χάριτος.:

Ἀθυμία πολλὴ νῦν ἡμᾶς διεδέξατο ἐξ ἀμέτρων κακῶν καὶ οὐκ ἔστιν ἀνάνευσις· ἀλλὰ σὺ προφθάσας, Νικόλαε πάτερ, κεκακωμένους ἐξ ἀπογνώσεως καὶ Ἅδῃ ἐγγίζοντας ῥῶσιν παράσχου τῆς ἐν σοὶ χάριτος φάρμακον τιθείς, θεομακάριστε, τῆς μετανοίας τὸ γλυκὺ πόμα καὶ ἀναψῦχον εὐχερῶς τῇ τῆς ἐλπίδος ἀσφαλεῖ προσδοκίᾳ, 〈νῦν〉 ὅπως σῳζόμενοι σὲ ὑμνῶμεν |ὡς μέγαν μύστην θεοῦ τῆς χάριτος.:

Νενευκότες πρὸς γῆν καὶ ψυχῇ καὶ τῷ σώματι προσκαλούμεθα σοῦ τὴν ὀξεῖαν ἀντίληψιν· θανάτου ῥομφαία ἡμᾶς γὰρ συνέχει καὶ τυραννοῦσιν ἐχθροὶ ἀσώματοι, Νικόλαε ὅσιε· οὓς σὺ προφθάσας δεῖξον ἀνίσχυρον γνώμην δολερὰν καὶ ὑψηλόφρονα, ταπεινῶν κέρας, ὑψῶν ἐν πᾶσι τῶν εὐφημούντων σου πιστῶς τὴν παναγίαν ἑορτὴν ἐξ ἀγάπης καρδίας καὶ καλούντων ⟦τὸ⟧ ὄνομά σου, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Οὐδεὶς ἐν πειρασμοῖς σὲ ποτὲ προσεκάλεσε καὶ τὴν λύσιν εὐθὺς οὐκ ἐδέξατο, ἅγιε· τοὺς μὲν ἐν θαλάσσῃ τοὺς δὲ ἐν τῇ γῇ γαρ οὐ διαλείπεις σῴζων ἑκάστοτε, ὡς ἔχων τὸ δύνασθαι παρὰ τοῦ μόνου πάντα ποιήσαντος καὶ νῦν τὴν ἰσχὺν δεδωρημένου θεοῦ· τοῖς αὐτοῦ δούλοις ὡς ὁ προφήτης μεγαλοφώνως ἐκβοᾷ· “Τῶν φοβουμένων τὸν θεὸν ἐκπληρώσει τὴν γνώμην·„ ὧν καὶ αὐτὸς εἷς ὑπάρχεις, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

Ὑλικῶν ἀφορμῶν οὐ προσίεσαι στέφανον ἐκ χειρὸς τοῦ θεοῦ κομισάμενος, ἔνδοξε, τὰ γέρα τῆς νίκης, Νικόλαε πάτερ· ἀλλ᾽ ὡς ὑπάρχων ἀεὶ φιλόστοργος τὸν ὕμνον νῦν πρόσδεξαι, ὃν ἐξ ἀπόρων χειλέων ἔπλεξα, μύρῳ σῶν εὐχῶν τὸ τῆς καρδίας μου δυσῶδες ἅπαν καταμυρίζων, καὶ καταρδεύων μου τὸν νοῦν ὄμβροις τοῦ θείου πνεύματος τοῦ δοξάζειν ἀεί σε εἰς αἰῶνας κα<ὶ ἐ>π᾽ αἰῶνας, |ὁ μέγας μύστης θεοῦ τῆς χάριτος.:

ΩΔΗ ΡΩΜΑΝΟΥ Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ Ὁ ἐπινίκιος αὐλός, ἱεράρχα, τῶν Σεραφὶμ ἡ φοβερὰ ὑμνῳδία, ὥσπερ λαβὶς σοῖς χείλεσι, Νικόλαε, ἄϋλος, ἀέναος ἠχητικῶς διεδόθη· ὅθεν ὑποφήτην σε ἀναδεῖξαν τὸ θεῖον τῇ οἰκουμένῃ ἔλαμψας ἀεὶ |τοῖς ἐν ἀνάγκῃ προστάτης ἀήττητος.:

Τῇ Γαλιλαίᾳ (App. Metr. L) Ὡς τῆς σοφίας ἀρχηγὸς καὶ πλάστης τῶν αἰώνων καὶ φῶς ἐκ φωτὸς πέλων, ἀνάνδρου ἐκ παρθένου καὶ ἐπ᾽ ἐσχάτων σαρκωθείς, σέλας ἑωσφόρον εἰς κευθμῶνας ὡς θεὸς ἀνέτειλας ἐν πνεύματι, νιφάδων ἐξ ἀρκύων ὠθούμενος πρὸς ἐπίγνωσίν σου ἅπαν γένος τῶν ἀνθρώπων· καὶ νῦν κἀμοῦ διάλυσον, Λόγε, τῆς γλώττης τὴν στερρὰν βραδύτητα, ὅπως μεγαλύνω αἰνετῶς τοῦ ἱεράρχου θαύματα φρικτά· ἐδείχθη γὰρ πάσῃ κτίσει |τοῖς ἐν ἀνάγκαις προστάτης ἀήττητος.:

Δυνάμει θείᾳ ὁπλισθεὶς κατὰ τοῦ ἀρχεκάκου σθένει τῆς ἀκροτόμου, ἐν Μύροις διαλάμψας ὥσ〈περ〉 σοφὸς ὑπασπιστὴς ἄγαλμα καθεῖλες τῇ ἐντεύξει πρὸς θεόν, Νικόλαε πανθαύμαστε· † ὁ υἱὸς τῆς μαινάδος, ὡς ἔγνωμεν, ἄπονος ἐδείχθης ἐξ ἀπάτης τῶν ἀθέων καὶ λειτουργὸς τῶν Χριστοῦ μυστηρίων. † διό σε δυσωπῶ λιταῖς σου ἀόκνοις· διασκέδασον κἀμοῦ τὴν ἀσαφείαν, ἵνα εὐθαρσῶς ὑμνήσω σε ὡς τοῦ κόσμου |τοῖς ἐν ἀνάγκαις προστάτην ἀήττητον.:

Ἡμῶν τὸ σέβας ὡς ἀεὶ καὶ ὅπλον σωτηρίας καὶ δόξης τε ταμίαν καὶ τέρασι φρουρέα καὶ τῶν ἀρρήτων λειτουργὸν στέφομεν ἐπαίνοις, ὡς τῶν νοερῶν οὐσιῶν ὑφέστιον τυγχάνοντα καὶ μύστην τῶν ἀδύτων θεόληπτον, πάντες οἱ ἐν πόθῳ ἐντυχόντες τῶν θαυμάτων τῆς ἱερᾶς αὐτοῦ ἐμφανείας, ὡς εἶπεν ὁ θεός· “Ἐγὼ ἐν τοῖς δούλοις τοῖς ἐμοῖς θαυματουργῶ πᾶσιν ἀνθρώποις ξένα φοβερά· Νικόλαον δὲ γνωρίζω |τῶν ἐν ἀνάγκαις προστάτην 〈ἀήττητον〉.„:

Ῥαστώνην πάλαι ἡδονῶν μειώσας καὶ καθάρας ψυχήν τε καὶ τὸ σῶμα ἐννόμως καὶ ἐνθέως τὰς σὰς ἐντεύξεις ἐκπληρῶν, μύροις ἐκμυρίζων τὸν λαὸν τὸν τοῦ θεοῦ τοῖς λόγοις καὶ τῷ βίῳ σου, Νικόλαε, <ἱε>ράρχα καὶ σύσκηνε τῶν σοφῶν, τοῦ μόνου καὶ ἀνάρχου βασιλέως καὶ φαεινὸς προὐγέτης θαυμάτων, ⟦τὴν⟧ ἀντίληψιν τὴν σὴν ἐμφαίνεις 〈τοῖς〉 πᾶσιν καὶ θανάτου καὶ φθορᾶς λύεις τοὺς πέλας πνεύματι θεοῦ δεικνὺς αὑτὸν ἀοράτως |τοῖς ἐν ἀνάγκαις 〈προστάτην ἀήττητον〉.:

Ὤφθης ἐν μέσῳ ὀρφανῶν φωστήρ τε καὶ ἀκέστωρ καὶ πάσης προμηθείας χηρῶν τε ἀντιλήπτωρ καὶ σοβαρῶν σωφρονιστής· αὖθις δὲ καὶ νέων προσφυγὴ καὶ σταθηρὰ ἀντίληψις, Νικόλαε, θυμοῦ δὲ ἀναιρέτης καὶ ἐκτομεὺς τότε τῶν κρατούντων ἐν τοῖς Μύροις ὑπερζέων ὁ σοφός, πᾶσιν ἀρχιέπης, φυτὸν ἀειθαλὲς περκάζον τὰ ἄνθη, ὡς σμαράγδοις νοητοῖς ἐξωραΐζεις πᾶσαν ἀκοὴν καὶ λάμπεις ὡς ἑωσφόρος |τοῖς ἐν ἀνάγκαις προ〈στάτης ἀήττητος〉.:

Μεταναστεύων τῶν ἐκ γῆς, Νικόλαε, ὁρίων, τῆς ἄνω βασιλείας τὰς θείας νῦν εἰσόδους ἐπιπολεύσας νοερῶς, ἔθου τὴν ψυχήν σου ὡς ὁ σὸς ὑπὲρ λαοῦ διδάσκαλος καὶ κύριος. καὶ πρὸ τάφου κα<ὶ ἐ>ν τάφῳ ἰσούμενος πᾶσιν ἐπιφθάνεις τὴν ἁγίαν καὶ φωσφόρον ἀντίληψίν σου καὶ προστασίαν· τὸ μύρον γὰρ ἐν σοὶ ἐν Μύροις πηγάζων τῶν θαυμάτων ἀψευδῶς, πάτερ, προχέεις ῥεῖθρα τοῖς πιστοῖς καὶ φέρεις ὡς ἑωσφόρος |τοῖς ἐν ἀνάγκαις προστά〈την ἀήττητον〉.:

Ἄνακτι ἄσκιος ὀφθεὶς ἐκ Μύρων ἑωσφόρος βλεφάροις τε καὶ στέρνοις ἐν μέσῳ τῆς πορφύρας αὐτοπτικῶς ὥσπερ ποιμὴν θείας νεολαίας τοὺς φρουροῦντας 〈σὺ〉 λαθὼν καὶ τούτῳ προσεφώνησας· “Μηδέν σοι προσορίσθω ἀτόπημα· γνῶθι μὲ τίς πέλω, πόθεν φαίνω· ἀπὸ Μύρων ⟦Λυκίας⟧ προέφθασα λύων σε τῆς τόλμης· Νικόλαος ἐγὼ 〈ὁ〉 δοῦλος κυρίου· τοὺς ἀδίκως ἐν φρουρᾷ κατακλεισθέντας ἔασον ἐμοὶ ζητοῦντας με, καὶ γὰρ εἴμι |τοῖς ἐν ἀνάγκαις προστάτης ἀήττητος.:

Νωθρῶν ἀπόδραθι βουλῶν, Ἀβλάβιε, τρακτεύων καθάπερ Κωνσταντῖνος, τοὺς νέους ἀναιτίους μὴ διεξάγῃς ἐν φθορᾷ· γνῶθι με, καὶ τάχος ἐαθῆναι αὐτοὺς εὐδόκησον ἀπήμονας· Νικόλαος γὰρ πέλω ὁ λέγων σοι· ‛Οὐ πόλεις προῆλθον βηματίζων πᾶσαν γαῖαν ἐκ τῶν ἐμῶν Μύρων ἐπηγμένος· τὰ νῶτα μου ἰδοὺ ἐν στέρνοις κυρίου ἀναπέμπονται, κἀγὼ τοῦτον φορέσας ἔχομαι ἀεὶ καὶ φαίνομαι πᾶσιν ὅλοις |τοῖς ἐν ἀνάγκαις προστάτης θερμότατος‚.„:

Οὕτως προλέξας τοῖς πιστοῖς σκηπτούχοις ὁ θεόφρων Νικόλαος προβαίνει ἐκεῖθεν ἐν τοῖς Μύροις, ὥσ〈περ〉 ποτὲ ὁ Ἀμβακούμ, ἄμοχθον τὸ βῆμα συντηρῶν ὁ Ἰησοῦς καὶ τρίβον πάνυ ἔξαυρον. οἱ νέοι δὲ τὰ δῆλα δεξάμενοι τὰ τοῦ ἱερέως, τοῦ θανάτου λυτρωθέντες, ἐξώρμησαν ἐν ἀγαλλιάσει λαβόντες οἱ πιστοὶ τὰ γέρα τὰ θεῖα, μετὰ τέλος τῆς ζωῆς τῆς οὐρανίου ἄφθονον ζωὴν βιώσαντες εὐχαῖς τοῦ ὄντως |τοῖς ἐν ἀν〈άγκαις προστάτου ἀηττήτου〉.:

Ὑπὸ τὴν σκέπην σου κἀμὲ ἀγκάλισαι, θεόφρον, ὡς πάλαι καὶ τοὺς νέους, Νικόλαε, εὐχαῖς σου αὐτοπτικῶς διαγαγὼν ἀπὸ τοῦ θανάτου πρὸς ζωὴν καὶ τὴν ῥευστὴν ὁμῶς καὶ τὴν οὐράνιον· καὶ νῦν αἰτῶ σε, πάτερ, διάσωσον ἐκ τοῦ βροτοκτόνου τὴν ζωήν μου καὶ κινδύνων ἐξάρπασον ταῖς σαῖς ἱκεσίαις· ὑπάρχεις γὰρ ἀεὶ ἐλπὶς ἀπορούντων καὶ λιμὴν γαληνιῶν πᾶσιν ἀνθρώποις, ἄγκυρα καὶ φῶς καὶ ἔρεισμα, ὅτι πέλεις |τοῖς ἐν ἀνάγκῃ ἀήττητος πρόμαχος.: