Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνοι εις τόν πρωτομάρτυρα Στέφανον (Α')
Η εκλογή, το κήρυγμα, η απολογία ενώπιον του συνεδρίου και ο λιθοβολισμός του πρωτομάρτυρος Στεφάνου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνοι εις τόν πρωτομάρτυρα Στέφανον (Α')
Η εκλογή, το κήρυγμα, η απολογία ενώπιον του συνεδρίου και ο λιθοβολισμός του πρωτομάρτυρος Στεφάνου.
ΤΟΥ ΤΑΠΕ<ΕΙ>ΝΟΥ ΡΩΜΑΝΟΥ Ἰδιόμελον Πρῶτος ἐσπάρης ἐπὶ γῆς ὑπὸ τοῦ οὐρανίου γεωργοῦ, πανεύφημε· πρῶτος τὸ αἷμα διὰ Χριστὸν ἐπὶ γῆς ἐξέχεας, μακάριε· πρῶτος ὑπ᾽ αὐτοῦ τὸν τῆς νίκης στέφανον ἀνεδήσω ἐν οὐρανοῖς ὡς ἀθλητῶν προοίμιον, στεφανῖτα |τῶν μαρτύρων ὁ πρώταθλος.:
Τῷ τυφλωθέντι Ἀδάμ (App. Metr. K) Τοῦ παραδείσου τὰ ἄνθη ὁρῶν τῇ εὐοσμίᾳ αὐτῶν τῇ τερπνῇ πληροῦντα πᾶσαν ⟦τὴν⟧ οἰκουμένην, καὶ τὸ ξένον αὐτῶν καταπλήττει με θέαμα· ἐν παγετῷ χειμῶνος πλέον ἀνθοῦσι μᾶλλον, ὅπερ ξένον ἐν ἄνθεσιν· καὶ μάρτυς τοῦ Χριστοῦ ἐξανθήσας ὁ πρῶτος καὶ θύρα γεγονὼς τῶν νομίμως ἀθλούντων καὶ ἀνθούντων κρυμῷ τῶν κολάσεων, ὁδὸν ὁ δείξας πᾶσιν ἀπλανῆ τοῖς βουλομένοις ἀθλεῖν, ὁ καλὸς σταδιάρχης, ὁ τοῖς πόνοις ἀναλάμψας στεφανίτης, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν σεπτὸν προεχειρίσαντο διακονεῖν αὐτῶν ἐν τῇ διδασκαλίᾳ ὄντων ἐπιμελῶς πρὸς τὸ τῶν ἐθνῶν κήρυγμα· πρόχορον σὺν Φιλίππῳ, σὺν καὶ τισὶν ἀνδράσιν ἐγκατέστησαν Στέφανον πρὸς τὸ ὑπηρετεῖν τῶν βρωμάτων τὴν χρείαν· οὗτος δὲ ὁ καλὸς ἑστιάτωρ οὐ μόνον εἰς φθορὰν τὰ χωροῦντα ηὐτρέπιζεν, ἀλλὰ καὶ τὰ ἐκτρέφοντα ψυχὴν πᾶσι παρεῖχεν ἀεὶ τῶν θαυμάτων τὰ θεῖα τοῦ Χριστοῦ ἀνακηρύττων· ὅθεν λάμπει |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ὑπὸ τῆς χάριτος ἔμπλεως ὢν καὶ τῆς δυνάμεως τῆς τοῦ Χριστοῦ ἐποίει τέρατα μεγάλα καὶ σημεῖα πολλὰ τοῖς ὁρῶσιν ὁ Στέφανος· ὅθεν μορφῇ ἀγγέλου πᾶσιν ἐθεωρεῖτο λαμπρυνόμενος πάντοτε, καὶ ὡς ἡλιακαῖς ταῖς ἀκτίσι τὴν πίστιν τὴν ἐπὶ τὸν Χριστὸν κατελάμπρυνε πᾶσι τοῖς τὸν λόγον τηροῦσιν ἀσάλευτον· τοὺς δὲ ἐχθραίνοντας τῷ Ἰησοῦ ἄρδην κατέφλεγεν καταισχύνων τὴν τούτων ἅπασαν φρενοβλαβίαν, ὅθεν λάμπει |τῶν μαρτύρων ὁ πρώταθλος.:
Τοῦτον συνέχοντες οἱ θ<εο>στυγεῖς εἰς τὸ συνέδριον αὐτῶν τὸ πικρὸν 〈φησί·〉 “Καταλυτὴς τοῦ νόμου ηὕρηται σήμερον Ἰησοῦ ὢν συνήγορος· ὕβρισε τὸν Μωσέα, ἠκύρωσε τὸν νόμον καὶ τὸν πλάνον θεὸν καλεῖ.„ πρὸς ταῦτα παρευθὺς οἱ θυμώδεις· “Εἰ οὕτως ἐστί,„ φησίν, “αὐτὸς λίθοις ἀποκτανθήτω.„ πρὸς οὓς ἔφη ὁ τοῦ θεοῦ ἄριστος· “Ὑμεῖς προδόται πάντοτε ἐστὲ καὶ φονεῖς· ἀπεκτείνατε πάντας τοὺς προφήτας· τί οὖν ξένον κἀμὲ ⟦ἀπο⟧κτεῖναι |τῶν μαρτύρων τὸν πρώταθλον;„:
Ἅγιον δίκαιον καὶ ἀληθῶς θεὸν ὑπάρχοντα 〈–⏑〉 τὸ πρὶν μηδὲν ὑμᾶς ἠδικηκότα, ἀλλὰ θαυματουργοῦντα ⟦τὰ⟧ τοιαῦτα παράδοξα, ἐπρίεσθε ὁρῶντες νόσους διωκομένας οἱ νοσοῦντες ⟦τὰ⟧ ἀνίατα· τυφλὸν ἐκ γενετῆς τοῦ Χριστοῦ δόντος φάος οἱ πνεύματι τυφλοὶ ἐθυμοῦσθε ἐν τούτῳ, ὃν ἀνόμως κατεπολεμήσατε· τῷ παραλύτῳ ⟦δὲ⟧ πάλιν τὰ αὐτὰ οἱ παρειμένοι τὸν νοῦν ἐνεδείξασθε ὅτι κλινηφόρον ὁρᾶτε· †στεφανῖτα† |τῶν μαρτύρων ὁ πρώταθλος.:
Παραδεδώκατε τοῦτον σταυρῷ ἀνθ᾽ ὧν τιμῆσαι ἐχρῆν, ὦ φονεῖς, καὶ τὴν σκληρὰν ὑμῶν καρδίαν οὐχ ἡπάλυνε κτίσις ἡ σκότος φορέσασα, οὐ νὺξ γενομένη μεσούσης τῆς ἡμέρας οὔτε 〈τὸ〉 καταπέτασμα τὸ τοῦ ναοῦ ὑμῶν τὸ ῥαγὲν πρὶν εἰς δύο μὴ φέρον κατιδεῖν τοῦ δεσπότου τὴν ὕβριν, οὔτε πέτραι οὐδὲ ⟦τῶν⟧ νεκρῶν ἔγερσις πρὸς οἶκτον ὅλον ἤγαγεν ὑμᾶς· ἀλλὰ τοὺς φύλακας ἐνοθεύσατε λέγειν ὅτι κέκλεπται ἐν τάφῳ· †στεφανῖτα† |τῶν μαρτύρων ὁ πρώταθλος.: “Ἐν οὐρανῷ ἄνω σὺν τῷ πατρὶ τὸν τοῦ ἀνθρώπου υἱὸν θεωρῶ ἐκ δεξιῶν,„ φησίν, “ἑστῶτα, ὃν κεκλέφθαι ἐκ τῶν μαθητῶν ἐφήσατε· πῶς οὖν ὃν ἐτηρεῖτε κάτω ἐπὶ τοῦ τάφου ἐν τοῖς οὐρανοῖς ηὕρηται;„ τοιούτοις ὁ σεμνὸς ἐρητόρευσε λόγοις καὶ ἐκ πάσης γραφῆς αὐτοῖς 〈τῆς〉 θεοπνεύστου παριστᾶτο περὶ Χριστὸν προφητεύματα· ὅσον δὲ οὗτος ὑψοῦτο πρὸς θ<εὸ>ν τῇ ῥητορείᾳ αὐτοῦ, διεπρίοντο ⟦οἱ θυμώδεις⟧ πλεῖον καὶ ἐζήτουν ἀποκτεῖναι ⟦σε⟧ στεφα〈νίτην, |τῶν μαρτύρων τὸν πρώταθλον〉.:
ΕΙδον αὐτὸν θαρσαλέως Χριστὸν συνηγοροῦντα καὶ ἄγαν λαμπρῶς ἀπεριτμήτους τε ⟦αὐτοὺς⟧ καλοῦντα τοῖς ὠσὶ καὶ καρδίᾳ θεῷ ἀντιπίπτοντας· ὅθεν αὐτὸν οἱ λύκοι ἥρπασαν ὡς ἀρνίον, τὸν πραότατον Στέφανον, καὶ ἔξω πόλεως ἀγαγόντες ἐν λίθοις ἀπέκτεινον αὐτὸν προσευχόμενον οὕτως· “Ὦ οἰκτίρμον Χριστέ, ἐξαιτούμενος μὴ στήσῃς αὐτοῖς ταύτην, ἀγαθέ, τὴν ἁμαρτίαν αὐτῶν, ἀλλὰ δέξαι τὸ πνεῦμα ⟦μου⟧· οὐ γὰρ οἶδαν τί ποιοῦσιν· † στεφα 〈–⏑ |⏑⏑–⏑⏑–⏑⏑〉.„:
Νέοις, πρεσβύταις, πλουσίοις, πτωχοῖς, σοφοῖς τε καὶ ἰδιώταις ὁμοῦ ὑπέδειξεν ὁ πρωτομάρτυς βασιλείαν θεοῦ πῶς ὀφείλει τις κτήσασθαι· ἔδειξε τοῖς ἀνθρώποις τοῖς ξοάνοις μὴ θύειν, οἵτινές εἰσι δαίμονες, Χριστὸν δὲ τὸν θεὸν κτίστην ὄντα τῶν πάντων, αὐτὸν δὲ προσκυνεῖν καὶ δοξάζειν καὶ σέβειν σὺν τῷ τούτου πατρὶ καὶ τῷ πνεύματι· ταῦτα Στεφάνου ἔπαθλα, δι᾽ ὧν τύπος ἐγένετο τῶν θελόντων ἀθλῆσαι καὶ στεφθῆναι ἐκ χειρός θ<εο>υ στεφα〈νίτης |τῶν μαρτύρων ὁ πρώταθλος〉.:
Οὕτως τῷ τρόπῳ καὶ βίῳ σεμνῶς καὶ † τῇ πολιᾷ † διδάξας χρηστῶς ὡς πρόβλημα τῶν ἀποστόλων κατ᾽ ἐξαίρετον Πέτρου τοῦ στύλου τῆς πίστεως· 〈ὡς〉 τράπεζα γὰρ ὤφθη τῶν ἀγαθῶν βρωμάτων νοητῶς ἐσθιόμενος· οὗτος μετὰ ταφὴν πᾶσι πρόκειται ἄρτος στηρίζων ἀσφαλῶς καὶ νευρῶν ἐπιμόνως πρὸς τὴν γνῶσιν ⟦τοῦ⟧ Χριστοῦ τοὺς λιμώττοντας· ἐκ σοῦπερ τρώγοντας ζωοποιοῦ κέρδους πορίζει ψυχῆς τῆς ἰδίας καὶ φθάνει τὰ αἰώνια κρατῆσαι, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ὕμνος ἀεὶ ἐποφείλεται σοὶ ἐξ ἱερέων καὶ πατριαρχῶν, ἐκ βασιλέων, ⟦καὶ⟧ μεγιστάνων καὶ ἐκ πάσης ἀρχῆς, πρωτομάρτυς πανεύφημε· ἔδειξας γὰρ τοῖς πᾶσιν ἑνὶ θεῷ προσέχειν καὶ τηρεῖν ἄνω πάντοτε· καὶ γὰρ αὐτὸς τῇ σῇ καθαρᾷ καρδίᾳ κατεῖδες τὸν θεὸν ὡς Χριστὸς αὐτὸς ἔφη· τὸν θεὸν γὰρ † οὗτοι ὄψονται † μακαριώτερος οὗτος ἐστὶν ἢ ὁσιώτερος; προτερεύεις ἁγίων τῶν ἐν πίστει ἀθλησάντων, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ῥήμασι τίς ἱκανεῖ εὐφημεῖν, ὅσα ἐτέλεσας τὰ θαυμαστά· εἰς γῆν ἑστῶτα ὕψη πάντα, αὐτὸν τὸν οὐρανῶν ποιητὴν εἶδες ⟦ἐν δόξῃ⟧, Στέφανε, τὸν σαρκωθέντα λόγον ἐκ δεξιῶν ἑστῶτα τῆς μεγάλης δυνάμεως· παρέστησας Χριστοῦ πᾶσαν οἰκονομίαν ἐν σώματι αὐτὸν ἄνω ἀναληφθέντα, ὅπου ἦν καὶ προτοῦ κτίσαι ἅπαντα, καὶ πρὸ σαρκός, καὶ μέτα τὸ λαβεῖν 〈τὴν〉 σάρκα, ἔδειξας ὅτι οὗτος θεὸς ἦν πρὸ αἰώνων ⟦ἅ⟧πάντα κτίσας, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ὥσπερ ἡμέρα ἐστὶν εὐπρεπὴς τὸ κάλλος ἔχουσα 〈τὸ〉 τοῦ φωτὸς καὶ τοῦ ἡλίου τὰς ἀκτῖνας, οὕτως χάρις Χριστοῦ ἐπὶ σοὶ ἐπιλάμπουσα· ὡραῖος εἶ τῷ κάλλει, τῇ δὲ διδασκαλίᾳ φωτοφόρος ἡμέρα εἶ· κατηύγασας ψυχὰς πλανωμένας ἐν σκότει καὶ ἦξας πρὸς τὸ φῶς τὸ τῆς θεογνωσίας, καὶ ἐστί σοι τὸ φῶς τὸ ἀνέσπερον· ἀεὶ γὰρ λάμπεις τοῖς ἐπὶ τῆς γῆς καὶ τῇ αὐγῇ ὡς φωστὴρ καὶ φωνῇ τοὺς ἀνθρώπους ⟦προ⟧τρέπεις καὶ καλεῖς φωτίσας ⟦πάντας⟧, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Μνήμην ἐξήρανας τῶν ματαίων καὶ τὴν ἀπώλειαν τὴν δι᾽ αὐτῶν τοῖς Ἕλλησιν ἐγγινομένην καὶ τὴν ψυχοβλαβῆ τῶν αἱρέσεων θύελλαν· τοὺς δ᾽ ἀπειθεῖς Ἑβραίους ὡς χριστομάχους ὄντας διελέγξας κατῄσχηνας· ἐκείνων τῶν σκληρῶν τὴν δυσαύχενον φύσιν ἐξέτηξας τῇ σῇ θαυμαστῇ ἀντιθέσει ὡς ὀξέσι βουκέντροις τοῖς λόγοις σου· κατετραυμάτισας αὐτῶν τὸν νοῦν μὴ ἐπιγνόντας Χριστὸν μυκτηρίσας, μαστίξας ῥήμασι τοῖς ἐξαιρέτοις, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ἅπαντα ἐπαινετὰ ἦν τὰ σὰ καὶ εὔφημα, πρωτομάρτυς Χριστοῦ· καὶ οὕτως τίς ἀριθμεῖν ἰσχύσει τὸ καθ᾽ ἓν ἐξειπεῖν; πέλουσί γαρ κατάπληκτα, καὶ ἵνα παραδράμω τὰ πλείονα τῶν πρώτων καὶ τὰ μέσα καὶ ⟦τὰ⟧ ἔσχατα τῶν πολλῶν ⟦σου⟧ ἀρετῶν ὡς πηγῶν ἐκβλυζόντων γλυκεῖα νάματα τοῖς πιστῶς προσιοῦσι μίαν παρεισήγαγον ἀρετήν σου, ἥτις θεὸν ἐπεύφρανε καὶ ἄγγελους ἐν τῷ οὐρανῷ ⟦καὶ τοὺς βροτοὺς⟧ ξένη οὖσα καὶ θεία καὶ εἰς ἄκρον θαυμασία, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Νέφη στεμμάτων ἡ σὴ κεφαλὴ περιεστέφθη, ἧς ηὔξω τῶν σὲ ἀποκτεινάντων ἐν τοῖς λίθοις, ὅτι ὤφθης Χριστοῦ μαθητὴς καὶ ἀπόστολος· ἐκεῖνος ἑκουσίως φέρων τὰ πάθη πόθῳ τοῖς σταυρώσασιν ηὔξατο, καὶ σὺ ὑπὲρ τῶν σὲ φονευσάντων ᾐτήσω κύριον τὸν θεὸν ἄφεσιν αὐτοῖς δοῦναι ὑπὲρ φόνου οὗ σοὶ κατηρτίσαντο· τίς οὖν σιγᾷ; τίς οὐκ ἀναβοᾷ ὕμνους ἐκπέμπων σοι; τίς οὐ μεγαλαυχήσει; τίς τὰς χεῖρας οὐ κροτήσει, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Οὕτως ἀνέτειλας, κῆρυξ Χριστοῦ, διδάξας τε καὶ κηρύξας παντῇ ὡς ἐδιδάχθης μαθητεύσας ἐπὶ πάντα τὰ ἔθνη τὸν λόγον τὸν ἅγιον· οὕτως ἐν ἀποστόλοις ἔδραμες οὐκ ἀδήλως καὶ σὺν τούτοις ἠρίθμησαι· οὕτως τὰς ἐντολὰς διετήρησας πάσας τοῦ εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων· ὡς διδάσκει Χριστὸς ἀπεπλήρωσας· οὕτως παντῇ ἐγένου ζηλωτὴς πράξεων τῶν ἀγαθῶν· οὕτως ἐστεφανώθης καὶ τῇ κλήσει καὶ τῇ πράξει, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ὕψωσε σὲ ὁ Χριστὸς καὶ θεὸς δοξάσας σὲ ἐν τῇ δόξῃ αὐτοῦ καὶ ἔδειξέ σοι ὃ ὑπάρχει αὐτὸς καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον· σὺ οὖν ὡς ὢν θεόπτης ὑπὲρ ἁμαρτανόντων τὴν συγχώρησιν αἴτησαι· ὑπὲρ ⟦τῶν⟧ τοιούτων γὰρ ἔθος ἔχεις πρεσβεύειν· τὴν ἄφεσιν ἡμῖν, ἄνεσιν τῶν πταισμάτων, τοῖς τιμῶσι τὴν πάντιμον μνήμην σου· τῷ δὲ προσψαύσαντί σοι διὰ τῶν ἤδη λεχθέντων πρὸς σὲ γενοῦ τεῖχος καὶ μέγας πρὸς τὸν κύριον προστάτης, στεφανῖτα, |τῶν μαρτύρων ὁ πρώταθλος.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.