Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)

Ρωμανὸς ὁ Μελωδός

Ύμνοι εις τόν μεγαλομάρτυρα Θεόδωρον

Τα κατορθώματα, η εξόντωση του δράκοντος, τα πολυειδή βασανιστήρια και το μαρτύριο του αγίου Θεοδώρου διά πυρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 19 από 23

ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ Ο ΨΑΛΜΟΣ ΟΥΤΟΣ Ἰδιόμελον ⟦Μεγαλομάρτυς περίφημε, τυραννοκτόνε ἀήττητε, φοβερὲ ὁπλῖτα τοῦ Χριστοῦ, ἀντόπλισαι τοὺς καθ᾽ ἡμῶν κινουμένους, ἀγώνισαι, κτῆσαι καὶ νῦν ὡς ἀνδρεῖος |τῆς νίκης τὸν στέφανον.:⟧

Τὸ φοβερόν σου κριτήριον (App. Metr. J) Τὸν περιβόητον μάρτυρα καὶ περίφημον τοῦ κυρίου θεράποντα, τὸν εἰς πρεσβείαν μὲν ἕτοιμον καὶ εἰς προστασίαν περὶ πάντα θερμότατον ἀνυμνῆσαι βουλόμενος, θεωρῶν τὰ προλάμποντα τῶν ἀρετῶν αὐτοῦ χαλινοῦμαι, ⟦καὶ⟧ βεβίασμαι· ὁρῶ γὰρ πλῆθος κατορθωμάτων καὶ πέλαγος θαυμάτων καὶ τῶν ἀνδραγαθημάτων τὰ μεγέθη, καὶ δονοῦμαι ἀνδρείας τὰς νίκας, ἀριστείας ἀγώνων, ἃ οὔτε ἱκανῶ εἰπεῖν, πόσοις περιέστεψεν στεφάνοις τὸν αὑτοῦ Χριστὸς |ὁπλίτην καὶ μάρτυρα.:

Ὁ λειμὼν ὁ τοῦ μάρτυρος οὗτος πέφυκεν ὡς δρυμός τις κατάδασος, τῇ συνδενδρίᾳ σκεπόμενος τῶν ἀνθῶν πνεόντων εὔρωστα καὶ καλλίπνοα καὶ ῥωννύων τοὺς ἅπαντας· ἐν ᾧ ⟦ὁ⟧ τάλας ἐγὼ εἰσελθών τι ἐκλέξασθαι ἀμαυροῦμαι τί δρέψασθαι· ἀμηχανῶν δὲ ἕστηκα μέσον καὶ βλέπων ἐκθαμβοῦμαι καὶ τῇ ὄψει οὐ κορέννυμαι πρὸς τὴν τῆς θέας πολυκοσμίαν· ἔνθεν καρποὶ θεώδεις, κα<ὶ ἔ>νθεν οἱ πόνοι οἱ τοῦ ἁγίου θάλλουσιν· πάντοθεν τὰ αὐτοῦ αὐτὸν τὸν ἔνδοξον στέφουσιν |ὁπλίτην καὶ μάρτυρα.:

Ὑπελθὼν τὰ παράδοξα καὶ τὰ μέγιστα ἀφορῶν εἰς τὸν μάρτυρα ἐκ τῶν πολλῶν ἑνὸς ἄρξομαι μάλιστα γινώσκων τοῦ ἁγίου τὸ σύντομον πρὶν αἰτῆσαι δωρούμενον· καὶ τὸ πέρας τοῦ βίου αὐτοῦ διηγήσομαι, ὅπερ πέρας οὐκ ἔσχηκεν· ἀεὶ γὰρ ζῶν δὲ καὶ μετ᾽ ἀγγέλων συνόμιλος ὑπάρχων τὰ αὐτῷ ἐνειθισμένα πράττει σῴζων καὶ οἰκτείρων· τοῦτον τι τοῦ βίου, οὐ〈χὶ〉 τιμή, οὐ ζώνη, οὐ πλοῦτος τις παρέπεμψε· Χριστῷ γὰρ ἐσφράγιστο καὶ ἔχει ποθῶν αὐτὸν |ὁπλίτην καὶ μάρτυρα.:

Τούτου ἰσχύς, δόξα, ὕπαρξις καὶ ἀξίωμα ὁ Χριστὸς ἦν καὶ στήριγμα· αὐτὸν ψυχῇ τε καὶ σώματι ἦν ἠμφιεσμένος ἀντὶ ὅπλων καὶ θώρακος ἔσωθέν τε καὶ ἔξωθεν· τόξον, ξίφος, φαρέτραν, ῥομφαίαν ὁ εὔσθενος τὸν Χριστὸν περ<ιε>ζώσατο· αὐτὸν καὶ ὡς περικεφαλαίαν σκεπόμενος ὁ μάρτυς ἐτροποῦτο τοὺς πολέμους τῶν φυλῶν καὶ τῶν δαιμόνων· ἔμπυρον ἔχων ζῆλον ὑπὲρ τῆς ἀληθείας γενναίως ἠγωνίζετο· εἶχεν γὰρ αὐτὸν πιστὸν Χριστὸς ἡ ἀλήθεια |ὁπλίτην καὶ μάρτυρα.:

Ἀριθμεῖν οὐ δυνήσομαι τὰ τοῦ μάρτυρος ἃ εἰσὶ τὰ τεράστια· ἕνα δέ, ὃ ἐξετέλεσεν πρὸ τοῦ μαρτυρίου τῆς αὐτοῦ τελειώσεως ἀναγκαῖον δ<ιη>γήσασθαι· ἔνθεν γὰρ καὶ ἀρχὴν αὐτῷ τὴν τῆς ἀθλήσεως ὁ Χριστὸς ἐδωρήσατο ἐπὶ ἀσπίδα καὶ βασιλίσκον καὶ δράκοντα πατῆσαι· καὶ προοίμιον ἀγώνων ἐβεβαιώθη τῷ ἁγίῳ. ἀλλὰ μηδεὶς ὡς λῆρον τὰ θαύματα δέξῃ· ὑπάρχει γὰρ παράδοξα· ἐντεῦθεν γὰρ δείκνυσιν Χριστὸς αὐτὸν ἔνδοξον |ὁπλίτην καὶ μάρτυρα.:

Πλησίον τῆς Εὐχαΐτων γῆς πηγὴ ὕδατος ἦν, ἐν ᾗ ἐνεφώλευσεν ἀπὸ τινὸς διαστήματος δράκων ἰοβόλος, οὐκ ἀνθρώπου ἁπτόμενος, ἀλλὰ κτήνη χειρούμενος· καὶ ὁποῖον δ᾽ ἂν ἄλογον ἐκ ταύτης ἔπινεν, ἐν τῷ πίνειν ἐπήρχετο καὶ ἐνειλεῖτο ἐν τῇ κοιλίᾳ ὥστε ἐμεῖν τὸ πόμα· ἐνειλίσσων καὶ συσφίγγων ὁ θὴρ ἀνῄρει τοῦτο· καὶ τοῖς παροδίταις καὶ ὁμόροις ἐπῄει ἐπὶ ἱκανοῖς ἔτεσιν, ἕως οὗ ὁ κύριος τὸν αὐτοῦ ἀπέστειλεν |ὁπλίτην καὶ μάρτυρα.:

Ἐκεῖ τὰ ὕδατα † νάματα † καὶ στενάγματα καὶ πικρίας ἀνέβρυσαν, πηγὴν τῶν θρήνων καὶ θλίψεων, εἴπερ ἔστι λέγειν ταύτην πλῆξιν καὶ οὐ πηγὴν ἀναιροῦσαν καὶ πλήττουσαν· ἐκ τοῦ κτήνους γὰρ ἕκαστος ἀποστερούμενος τῷ φόρτῳ ἐμαστίζετο καὶ ἐνεκροῦτο ἐπὶ τῇ θέᾳ ἀμηχανῶν τί δρᾶσαι· μάλιστα ὁ ἐπὶ ξένης πάσης ἄμοιρος ἐλπίδος· τάφον δὲ τὸν βίον καὶ θανάτου ταμεῖον ὁρῶν, πῶς οὗτος ζήσεται; ὁ ταῦτα μὴ ἐῶν θεὸς τὸν αὐτοῦ ἀπέστειλεν |ὁπλίτην καὶ μάρτυρα.:

Ἰδοῦσα ταῦτα τὰ ἄτοπα ἐγγινόμενα τὶς γυνὴ πάνυ ἔνδοξος Εὐσέβεια τῷ ὀνόματι τῆς αὐτῆς πολίχνης ἀληθῶς ὡς Εὐσέβεια ἐγκατέστησε φύλακα πρὸς τὸ ἕκαστον ἄνθρωπον τὸν παροδεύοντα μετὰ κτήνους ἢ ἔφιππον διακωλύειν μὴ προσεγγίσαι πηγῇ τῇ ἰοβόλῳ ἡ ἐπαίνων ἐπαξία δι᾽ αὐτὸ καὶ μακαρία· ταύτης τὸ θεῖον ἔργον ὁ Χριστὸς θεωρήσας καὶ τὴν καλλίστην πρόθεσιν κατ᾽ ἐκείνου τοῦ θηρὸς ἀπέστειλεν τὸν ἴδιον |ὁπλίτην καὶ μάρτυρα.:

Νεύματι οὖν τῷ τοῦ σῴζοντος ὁδηγούμενος ὁ ἀνδρεῖος Θεόδωρος ἐν τῇ πηγῇ παρεγένετο ἔφιππος ἀστεῖος· ὃν ὁ παῖς ὁ δοθεὶς ἐκεῖ τοῦ φυλάττειν ἰδὼν αὐτὸν προσελθὼν ἐπειρᾶτο κωλύειν, δηλῶν αὐτῷ τὰ τὸν τόπον συνέχοντα· ὁ δὲ γενναῖος προσμειδιάσας ἐντέλλεται σιγῆσαι καὶ φησίν· “Ὄψει τὴν δόξαν τοῦ δυναμοῦντος με κυρίου·„ προσελθὼν οὖν τοῖς ῥείθροις, παρ᾽ αὐτὰ καὶ ὁ δράκων ἐπέβη, ὁ δὲ ἅγιος προσηύχετο· “Κύριε, ἐν σοί με ἀνάδειξον |ὁπλίτην καὶ μάρτυρα.„:

Οὕτως αὐτὸν προσευχόμενον τὴν εὐχὴν αὐτοῦ ὁ θεὸς προσεδέξατο ἰσχὺν αὐτῷ δωρησάμενος· τοῦ γὰρ ὑπομήρου τοῦ ἁγίου τοῖς ὕδασιν ἑστηκότος καὶ πίνοντος ἐνειλήθη ὁ δράκων τῷ ἵππῳ καὶ ἔσφιγγεν ἐπὶ τῷ ἀνελεῖν αὐτόν· ὁ δὲ γενναῖος ἄνωθεν ἄνω τὸ δόρυ ἀνατείνας καὶ τῷ στόματι δυνάμει ἐπιπήξας τοῦ θηρίου τοῦτον οὕτως ἀνεῖλεν τῆς αὐτοῦ μαρτυρίας τὰ πρόθυρα ἐῶν αὐτοῖς τὴν χάριν ἐνέχυρον· εἶχεν γὰρ αὐτὸν Χριστὸς |ὁπλίτην καὶ μάρτυρα.:

Ὑψηλῶς ἐκηρύττετο ἐκ τῆς πόλεως Εὐχαΐτων ὁ ἅγιος ἐλευθερίας τυχούσης νῦν· ὗς, ὃς ἐκ δρυμοῦ ἦν, καὶ αὐτὴν ἐλυμαίνετο τοῦ θηρὸς τὸ ἀνήμερον, ὃν ὡς μονιὸν ἄγριον κατανεμόμενος ὁ πάνθηρ κατανάλωσεν· τοῦτο τὸ θαῦμα πᾶσα εὐφήμει χώρα, πόλις καὶ κώμη, καὶ ὁ παῖς δὲ ἐξαιρέτως ὁ τοῦ δράματος αὐτόπτης ἀνεθεὶς τῆς ἐνέδρας· μέσον γὰρ 〈τοῦ〉 θανάτου καὶ τῆς ζωῆς ἐπύκτευεν· δι᾽ ὧν δὲ λελύτρωται ἀνύμνει τὸν τοῦ θεοῦ |ὁπλίτην καὶ μάρτυρα.: “Ῥαθυμίαν ἀπωσάμενος, κομιζόμενος τὴν χαρὰν σπεῦσον τάχιστα,„ τῷ δούλῳ ἔφη ὁ ἅγιος τῷ προστεταγμένῳ συμφορᾶς τοὺς ὁδεύοντας ἀπαλλάττειν καὶ θλίψεως, “καὶ ἀνάγγειλον τῇ σῇ κυρίᾳ ἃ λέγω σοι· ἐπειδὴ ⟦τῇ⟧ γνώμῃ ἔδειξας τοὺς χρηστοὺς τρόπους σου φανεροῦσα, οὓς ἔδειξας δι᾽ ἔργων, δέον σὲ ὡς ὑπὲρ τούτων μισθοὺς πορίσασθαι ἀξίους· πρόκειταί μοι ἀθλῆσαι· ἔνθα δε τελειοῦμαι, τὸ ἐμὸν σῶμα ὤνησαι· ἀρκετόν σοι ἀντὶ μισθοῦ· λήψει γάρ με τὸν τοῦ Χριστοῦ |ὁπλίτην καὶ μάρτυρα.„:

Ὢ σοφῆς διαθέσεως, ὢ ἀγάπησις, ὢ μισθὸς ἀναφαίρετος, ὢ προστασία, ὢ πρόνοια, ὢ αὐτοδωρήτου παροχῆς, ὢ χαρίσματος, ὢ μεγάλης αἰνέσεως, ὃν ὁ παῖς ὥσπερ χάρτην καὶ τίμια γράμματα τῇ χειρὶ τῇ τοῦ μάρτυρος ἐντεταγμένα ἀποκομίζει τὴν θείαν διαθήκην σφραγισμένην ταῖς εὐνοίαις ὑπογραφῶν τῶν διὰ ταύτης πρώην διασωθέντων· ἥντινα δεξαμένη ἡ ἀληθῶς Εὐσέβεια ἐφ᾽ οἷς κατηξίωται ἐδόξαζεν τὸν τοῦ Χριστοῦ |ὁπλίτην καὶ μάρτυρα.:

Μάθωμεν καὶ τὴν ἐμφάνειαν καὶ τὴν δύναμιν τῆς οὐσίας τοῦ μάρτυρος πῶς ἀνεγράφη, καὶ ἴδωμεν, ποταπή, καὶ ποῖος τρόπος καὶ τίνες πέλουσιν οἱ αὐτὴν ἀναγράψαντες· τῶν εἰδώλων ἐπέκειτο ὁ βδελυρὸς καιρὸς κα<ὶ ἡ> πικρὰ ἐπικράτησις, καὶ ἡ τῆς πλάνης πολυθεΐα πανταχοῦ ἐκλονεῖτο βασιλεύοντος Μαξίμου καὶ Μαξιμίνου τῶν ἐχθίστων, οἷσπερ συμμαχήσας τὶς ὄνομα Βρίγγας, ὁ τῶν κακῶν πραιπόσιτος· τούτων ἐν τοῖς χρόνοις ἦν, ὃν εἶχεν Χριστὸς στερρὸν |ὁπλίτην καὶ μάρτυρα.:

Ἄγει τοῦτον τὸν φιλόθεον ὁ πραιπόσιτος τότε ἔπι τοῦ βήματος καὶ ὡς χρυσίον τὸ δόκιμον καθαπὲρ ἀκόνῃ παρηκόνει τοῖς ῥήμασιν ὁ δεινὸς ὡς συντρίμμασιν λέγων· “Λάβε, Θεόδωρε, τὴν πανοπλίαν σου πεισθεὶς τῇ συμβουλίᾳ μου· πρόσελθε πᾶσιν τοῖς εὐμενέσιν θεοῖς ἡμῶν καὶ θῦσον, ἵνα τῆς αὐτῶν προνοίας τύχῃς καὶ ⟦τῆς⟧ τῶν αὐτοκρατόρων· ὑπείκων γὰρ τούτοις πλείονος τεύξει δόξης· εἰ δὲ ὀφθῇς ἐνάντιος, οὐκ ἔστι σοι λοιπὸν ζωή· οὐδείς, ὃν φάσκεις ἔχειν σὲ |ὁπλίτην καὶ μάρτυρα.„:

Νυχθεὶς τοῖς λόγοις ὡς βέλεσιν διεγείρεται θείῳ ζήλῳ ὁ ἅγιος καὶ τρέχει ἐπὶ τὸ τέμενος πάσης ἀπωλείας, τὸν ναὸν τῶν θεῶν αὐτῶν, καὶ τὴν Ἄρτεμιν ἔπρησεν τούς τε ἄλλους βωμοὺς τῶν εἰδώλων κατέστρεψεν καὶ ὡς κόνιν ἐποίησεν λέγων· “Πατήρ, υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κελεύει ὑμᾶς ἐξαφανισθῆναι καὶ ἐν γεέννης ἀπαχθῆναι.„ ἤκουσαν οἱ τοῦ σκότους υἱοὶ τὰ πραχθέντα καὶ λόγοις καὶ 〈ταῖς〉 μάστιξι κατάξαντες κατέξεον τὸν μέγαν τοῦ θεοῦ ἡμῶν |ὁπλίτην καὶ μάρτυρα.:

Ὅτε αἰκίαις ⟦ταῖς⟧ πικραῖς αὐτὸν ἐσκολόπισαν, ἐν φρουρᾷ ἐναπέθεντο καὶ ἐν τῷ ξύλῳ ⟦κατ⟧ἠσφάλισαν τὸν ἐπὶ τὰ ὕψη τοῖς πτεροῖς τῆς πίστεως πρὸς θεὸν ἀνιπτάμενον, καὶ βραχύ τι προσφέρεσθαι ἄρτου καὶ ὕδατος τῷ δικαίῳ προστάττουσιν τοῦ διαβόλου οἱ ὑπηρέται, τῷ τὴν θεογνωσίαν τοῦ Χριστοῦ βρῶσιν καὶ πόσιν κα<ὶ ἰ>σχὺν ἔχοντι κα<ὶ ἐ>λπίδα· ᾧτινι καὶ ἐφάνη μεθ᾽ ἁγίων ἀγγέλων ὁ θεὸς σὰρξ γενόμενος βοῶν αὐτῷ· “Θάρσησον, σὲ γὰρ γνήσιον κέκτημαι |ὁπλίτην καὶ μάρτυρα.„:

Ὕμνοι ἐκεῖ ἀναπέμποντο τῷ οἰκτίρμονι ἐκτενεῖς ἐκ τοῦ μάρτυρος τῷ τοῖς πιστοῖς ἐμφανίζοντι καὶ ἰσχὺν διδοῦντι· καὶ ἦν τὸ δεσμωτήριον ὡς πρὶν τὴν Βαβυλώνιον θεωρεῖν ἐκκλησίαν 〈τοῖς〉 νέοις τὴν κάμινον, ἣν ἐδόκουν τάφον ἔσεσθαι· ὁ τοῖς παισὶν γὰρ ἐκεῖ συμψάλλων, αὐτὸς τῷ ἀθλοφόρῳ συνῆν καὶ δεσμὰ τὰ τούτου διέρρηξεν ὡς ἐκεῖ ⟦τὴν⟧ φλόγα· ὅθεν ὡς ἐπ᾽ ἐκείνων ὁ Ναβουχοδονόσωρ, τῇ φυλακῇ ὁ τύραννος ἐπέστη καὶ ἰδὼν φρικτὰ ἐξέστη τὸν ⟦τοῦ⟧ Χριστοῦ ὁρῶν |ὁπλίτην καὶ μάρτυρα.:

Ὁρῶν σφραγῖδας, ἃς ἔθετο, σώας, τὴν δὲ πρὶν ζοφερὰν εἱρκτὴν φώσφορον καὶ τὸν τῶν ὕμνων ἀκούων ἦχον ὁ υἱὸς τοῦ σκότους ὄχλου ἐπιβουλήν τινα ὑπενόει ἔνδον ἔσεσθαι καὶ ξιφήρης ἐπέστη σὺν πλήθει ὁ ἄνομος· δι᾽ ὀπῆς παρακύψας δὲ ὁρᾷ τὸν μάρτυρα ⟦καὶ⟧ μόνον ὄντα· καὶ τῇ μανίᾳ ζέσας ἄγει ἐν τῷ κριτηρίῳ καὶ ὠμῶς μετὰ σιδήρων πλευράς 〈τε〉 καὶ σπλάγχνα τοῦ σεμνοῦ καταξέει, ἕως καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ πάντα τὰ ἐντὸς λικνῶν κατέξαινεν τὸν τοῦ Χριστοῦ |ὁπλίτην καὶ μάρτυρα.:

Ψάλλων καὶ χαίρων ὑπέφερεν ὁ πολύαθλος πάντα τὰ στρεβλωτήρια κραυγάζων τοῖς βασανίζουσιν· “Πάντα τὰ ἐκτός μου καὶ τὰ ἔνδον μὴ φείσασθε, ἀλλὰ ἁρμολογήσατε καὶ μηδὲν τὸν τοῦ βίου ἰχῶρα ἐάσητε τοῖς ἐμοῖς εἶναι μέλεσιν· ἀλλὰ γυμνὸς πάντων τῶν τοῦ βίου καθαρὸς ὢν παράστω τῷ κυρίῳ τῶν αἰώνων, κτίστῃ πλάστῃ τε ἀνθρώπων.„ ταῦτα οἱ δορυφόροι καὶ οἱ κακοὶ ἐργάται ἀκηκοότες ἅπαντα μειζόνως κατεπρίοντο ὀλέσαι τὸν τοῦ Χριστοῦ |ὁπλίτην καὶ μάρτυρα.:

Αἰκισμοὺς πλείστους προσάξαντες, ἐκκακήσαντες τέλος πάντων πυρὶ αὐτὸν κατακαυθῆναι προσέταξαν οἱ τοῦ διαβόλου ὑπηρέται τὸν ἅγιον· καὶ δὴ ὕλην ἐσώρευον τὴν ἐκτρέφουσαν φλόγα καὶ 〈πᾶν〉 ἐπιτήδειον καὶ τὸ πῦρ περιέστησαν· καὶ ἦν ἐκεῖ βλέπειν ὥσπερ στάχυν τὸν μάρτυρα ἑδραῖον ταῖς πληγαῖς γεωργηθέντα καὶ ἐν ταῖς στρέβλαις ἡλωθέντα, τῇ φρουρᾷ ἀλεσθέντα 〈⏒⏑⏓⏒⏑έντα〉 τῇ ζέσει ὥσπερ ἄλευρον, ἵν᾽ ἄρτος προσαχθῇ θεῷ τῷ τοῦτον μέγαν ἔχοντι |ὁπλίτην καὶ μάρτυρα.:

Λαβόντες τοῦτον οἱ ἄνομοι ὡς εἰς κλίβανον ὑπὲρ φοῦρνον ἐξάπτοντα ἐν τῷ πυρὶ αὐτὸν ἔρριψαν· ὡς ἀναφορά δε ἀνηνέχθη ὁ ἅγιος δοὺς τὸ πνεῦμα τῷ κτίσαντι καὶ εἰς τὴν τῶν ἀγγέλων παρετέθη τράπεζαν ⟦ταῖς⟧ εὐφημίαις στεφόμενος· πρᾶξις οὖν γίνεται ἐπὶ πάντων ἡ τῶν ὑπομνημάτων ἔχουσα τοῦ βασιλέως Χριστοῦ τοὺς θείους χαρακτῆρας· ταύτην λαβὼν ὁ μάρτυς κάτα τὰς ὑποσχέσεις τῇ Εὐσεβείᾳ δίδωσιν τὰ δίκαια κομίσασθαι τοῦ μεγάλου θεοῦ ἡμῶν |ὁπλίτου καὶ μάρτυρος.:

Μαθοῦσα πᾶσαν τὴν δύναμιν τὴν τῆς πράξεως ἡ καλλίστη Εὐσέβεια ἀφόβως ἐπιλαμβάνεται ταύτης τῶν δικαίων καὶ ταχέως πορεύεται οὗ ὁ μάρτυς ἀθλήσας ἦν, καὶ τὸ σῶμα ἐκεῖθεν λαβοῦσα ἐκόμισεν ἐν τιμῇ καὶ ἀπέθετο ἐν εὐπρεπῇ τόπῳ τῷ ἰδίῳ καθὼς αὐτῇ ἐρρήθη· ἀνεγείρασα δὲ οἶκον σπουδῇ καὶ πόθῳ τοῦ ἁγίου τὸν κατ᾽ αὐτὸν τόπον ἐπισκόπῳ σημαίνει ἐγκαινισμὸν ποιήσασθαι πρὸς τὸ ἀναφέρεσθαι τὸν μέγαν τοῦ θεοῦ ἡμῶν |ὁπλίτην καὶ μάρτυρα.:

Οὐκ ἦν οὖν αὐτοῖς εὐδήλωτος, ἀλλὰ ἄδηλος καὶ εἰς ὅρασιν ἄπορος ἡ τοῦ ἁγίου ὁμοίωσις· καὶ ὡς θαλαττίοις τὶς δονούμενος κύμασιν ἐκλονοῦντο τοῖς σκέμμασιν· ὁ σπουδαῖος δὲ † τούτους † γαλήνης ὡς ἔμπλεως τούτους τάχος κατεύνασεν· εὐχαῖς νηστείαις γὰρ τῷ προέδρῳ σχολάζοντι ἐπέστη ἐν ὀνείροις καὶ ἐδείκνυ ἑαυτὸν 〈ὄντως〉 ὡς ἔφυ· ἀναστὰς δὲ τοῦ ὕπνου προσκαλεῖται γραφέα ἐπὶ τὸ ἀναγράψασθαι ὃν καθεύδων ἑώρακεν, τὸν τοῦ κυρίου ἔνδοξον |ὁπλίτην καὶ μάρτυρα.:

Σχολὴ οὐκ ἦν ἀκριβὴς ἐκεῖ ἀναλέξασθαι καὶ ἐγεῖραι ὁμοίωσιν· τὰ χρώματά ἠσαν ἄπρακτα· τέχνης γὰρ νοσούσης ὁ δοκῶν εἶναι ἔμπειρος ἄπειρος καὶ νεκρός ἐστιν· †ὡς ἐκείνου τῇ ῥαθυμία ἐγκείμενον ὅμοιον τὸν γραφέα καὶ ἔπαινον† καὶ ἐκ τῆς νόσου ἀπαλλαγῆναι τῷ μάρτυρι βοῶντα αὐτομάτως ἐπὶ τοῦτον πρὸς τὸ γραφῆναι ἐλθόντα· γίνεται ἐπιστήμων, ἀξιοῦται μεγίστην διδασκαλίαν δέξασθαι, τὸ γράψαι τὸν πολύαθλον Χριστοῦ τοῦ θεοῦ ἡμῶν |ὁπλίτην καὶ μάρτυρα.:

Ὅτε ὅλον ἀνελέξατο τὸν σεβάσμιον, τῶν καλῶν τὴν ἐπίκτησιν, τῶν ἀγαθῶν τὴν ἀνάκτησιν, τὸν τῆς σωτηρίας τίτλον ὁ συγγραψάμενος ὡς λαυρᾶτον προσήγαγεν τῷ τοὺς οἴακας τῆς ἐκκλησίας εὐθύνοντι· ὃς ἰδὼν ⟦τὸ⟧ μέγα θέαμα ἐξέστη ἐπὶ τῷ παραδόξῳ, ἀκούσας καὶ τὸν τρόπον τοῦ τοιούτου μυστηρίου καὶ τοῦ θαύματος τοῦ θείου, τῷ τοιαῦτα ποιοῦντι βασιλεῖ τῶν αἰώνων τὴν δόξαν ἀνεκήρυττε, δι᾽ ἣν κατηξίωτο ἰδεῖν τὸν τοῦ Χριστοῦ στερρὸν |ὁπλίτην καὶ μάρτυρα.:

Ὕμνων πολλὴ εὐωχία ἦν καὶ δεήσεων τὰ ἐκεῖ περιέχουσα λαῶν ἀπείρων τὰ πέρατα· πάντων συνδραμόντων τὸν ναὸν ἐνεκαίνισαν τῷ λειψάνῳ τοῦ μάρτυρος· ὀφειλέται γὰρ πάντες αὐτοῦ καὶ ἐτύγχανον, οὓς αὐτὸς εὐεργέτησεν θηρὸς τοιούτου ἐλευθερώσας· καὶ ἔλεγον τοιαῦτα· “Ὃς πρὸ τοῦ αὐτὸν ἀθλῆσαι καὶ ἀποικῆσαι ⟦ἐκ⟧ τῶν ἐντεῦθεν τηλικαῦτα παρέσχεν, τί μετὰ τὸ ἀθλῆσαι καὶ ἡμῶν εἶναι σύνοικον ὁποῖα δωρήσηται, ὃν ἔχει Χριστὸς στερρὸν |ὁπλίτην καὶ μάρτυρα;„:

Ταῦτα τοῦ μάρτυρος ἔπαθλα, ταῦτα στέφανοι, ταῦτα αἴνων μνημόσυνα, ταῦτα ἀείμνηστα πράγματα, ταῦτα πάντα ἔπη, ταῦτα δόξα καὶ ἔπαινοι, ταῦτα κλέος πολύτιμον· τούτῳ πάντες οἱ ἄνθρωποι πολλὰ ὀφείλομεν· πρὸς γὰρ ἕκαστον ἥπλωται· οὐ μόνον γὰρ ἐν τῇ Εὐχαΐτων πολίχνῃ διατρίβει, ἀλλὰ καὶ ὡς ἐπὶ πλεῖστον ἐν ⟦τῇ⟧ πανευδαίμονι διάγει ἐπαγρύπνως φυλάττων ταύτην καὶ τοὺς ἐν ταύτῃ καὶ τῶν κινδύνων ῥύεται· καὶ γὰρ εἰς αὐτὴν αὐτὸν κατέστησεν ὁ κύριος |ὁπλίτην καὶ μάρτυρα.:

Οἱ ἐν πτωχείᾳ δακνόμενοι σὲ γινώσκουσιν εὐεργέτην ὧν χρῄζουσιν καὶ σκέπην οἱ γυμνητεύοντες, ἔμποροι πορείαν, ὁδηγὸν οἱ πλανώμενοι, συνοδίτην ⟦οἱ⟧ ὁδεύοντες, κυβερνήτην οἱ πλέοντες, παιδείαν ἀπαίδευτοι, μεθοδῖται διδάσκαλον· οἱ γεωργοὶ πρὸς τὴν ἐργασίαν ἰσχύος ἐπιδότην, οἱ ἐν γήρει βακτηρίαν, ὀρφανοί, χῆραι ⟦κριτὴν⟧ πατέρα, οἱ νοσοῦντες ὑγείαν, ὅπλα οἱ πολεμοῦντες ὑπὲρ τῶν τοῦ Χριστοῦ λαῶν, οἱ δὲ πιστοὶ βασιλεῖς καὶ φύλακα καὶ μέγιστον |ὁπλίτην καὶ μάρτυρα.:

Σὲ τὸ ὑμνεῖν γλῶσσαν ἅπασαν καὶ διάνοιαν ὑπερβαίνει, πανεύφημε, θεοῦ τὸ δῶρον Θεόδωρε· ὄντως γὰρ ὡς ὄντως πρὸς τὴν φύσιν τὰ πράγματα ὁ Χριστὸς συνηρμόσατο· ὡς οὖν ἔμφυτον ἔχων τὸ τῆς ἀγαθότητος καὶ ὡς δῶρον δοθεὶς ἡμῖν γενοῦ τῇ ποίμνῃ τῇ σὲ ὑμνούσῃ βοήθεια καὶ σκέπη καὶ τῇ πόλει ταύτῃ τεῖχος σῇ τηρῶν αὐτὴν προνοίᾳ· ἔστω δ᾽ αὕτη βραχίων κάτα τῶν πολεμίων, ἀήττητε, πρεσβείαις σου· εἰς σὲ ἐγκαυχᾶται γὰρ καὶ σὲ τὸν τοῦ Χριστοῦ καλεῖ |ὁπλίτην καὶ μάρτυρα.:

Ο ΥΜΝΟΣ ΡΩΜΑΝΟΥ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΘΕΟΔΩΡΟΝ Πίστιν Χριστοῦ Πίστιν Χριστοῦ ὡσεὶ θώρακα ἔνδον λαβὼν ἐν τῇ καρδίᾳ σου τὰς ἐναντίας δυνάμεις κατεπάτησας, πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης, Θεόδωρε, |ὡς ἀήττητος.:

Ὡς ἀπαρχάς ⟦Ὡς δωρεῶν ἐπώνυμος καὶ προστατεύειν ἕτοιμος τῶν σῶν θαυμάτων, περίφημε ἅγιε, τὰς δωρεὰς κατάπεμψον, τὰς ψυχικὰς ἡμῶν νόσους καὶ τῶν σωμάτων τὰ πάθη ἰασάμενος τῇ χειρουργίᾳ σου· σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου ἀντίληψις |〈⏑⏑–⏑⏑〉.:⟧

Οἱ ἐν πάσῃ τῇ γῇ (App. Metr. D) Ὁ ἐν θρόνῳ φωτὸς ἐποχούμενος, εὐχαρίστως ἐν πίστει ὑμνοῦμεν σε, ὅτι δώρημα θεῖον δεδώρησαι, τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, εὐσεβεῖ λογισμῷ κεκτημένον Χριστὸν κραταιὸν νικητὴν κατὰ τοῦ δολεροῦ |ὡς ἀήττητον.:

Ὑπομείνας χειμῶνας ὁ ὅσιος ἐν τοῖς χρόνοις τῆς πλάνης, ὡς γέγραπται, Μαξιμίνου λοιμοῦ βασιλεύοντος πᾶσα κτίσις εἰδώλοις ἐτέρπετο· διὸ κρατεῖται ὁ πανόλβιος ἀπειθῶν τοῖς προστάγμασι τοῦ τυράννου, προσκυνῶν δὲ πιστῶς τῷ ἀχράντῳ θεῷ καὶ σπουδάζων παθεῖν αἰκισμοὺς χαλεποὺς |ὡς ἀήττητος.:

Μόνον οὖν τῷ ἀνόμῳ ὁ ἔννομος εἰσαχθεὶς τὰς βασάνους οὐκ ἔπτηξεν· ἀλλ᾽ οὐδὲ ὁ σεμνὸς παραινούμενος οὐκ ἐκάμφθη ποθῆσαι τὰ πρόσκαιρα· διὸ καὶ ὕβρεις ἀπεφθέγξατο παρεστὼς ἐν τῷ βήματι τοῦ τυράννου, ἐνισχύων τοὺς συγκρατηθέντας αὐτῷ καὶ βοῶν μετ᾽ αὐτῶν ἐκτενῶς τῷ Χριστῷ |ὡς ἀήττητος.:

Νικηθεὶς ὁ ἐτάζων προσέταξε διωρίαν δοθῆναι τῷ μάρτυρι· ἀπατῆσαι ζητῶν δὲ τὸν δίκαιον ἐπορεύθη τοῦ θῦσαι τοῖς δαίμοσιν· αὐτὸς δὲ τάχος ἐνεπύρισε τὸν ναὸν τῆς Ἀρτέμιδος αἰφνιδίως καθελὼν τὰ σεβάσματα τῶν ἀσεβῶν, κραταιούμενος πνεύματι ὁ ἀθλητὴς |ὡς ἀήττητος.:

Οὐκ ἐκρύβη τῷ Βρίγγᾳ τὸ δρώμενον, καὶ θυμῷ ὑπερζέσας ἐκέλευσε δεσμευθέντα τὸν ἅγιον ἄγεσθαι ἐκπληττόμενος ἐν τῇ θεᾷ αὐτων, τὸ πῶς πυρίκαυστος ἐγένετο καὶ οὐκ ἔδειξε δύναμιν ἐνεργείας, ἀλλ᾽ ἐφλέχθη πυρὶ ὡσεὶ χόρτος ξηρός, καταργήσας αὐτὴν ὁ ποθήσας Χριστὸν |ὡς ἀήττητος.:

Σύννους ἦν ῥαθυμῶν ὁ παράνομος καὶ ἐτρύχετο ἐπὶ τῷ δράματι ὅτι πῶς ἡ θεὰ συναπώλετο τοῖς ἀψύχοις εἰδώλοις αἰφνίδιον· σαφῶς οὖν ἤχθη ὁ θεόπνευστος ῥωμαλέος ὑπάρχων τῇ διανοίᾳ· ὃν ἰδὼν ὁ ἐχθρὸς ἐταράχθη πικρῶς ἐννοῶν ὅτι πέποιθεν ἔπι θεὸν |ὁ ἀήττητος.: “Ῥώννυσαι ἐνισχύσας, Θεόδωρε, ἐμπυρίσας ναὸν ἱερόν ἡμων; οὐκ ᾐδέσθης διὰ τῶν παλάμων σου πυριφλέκτους ποιῶν τοὺς θεούς ἡμων; οὐκ ἠκηδίασας τῷ πνεύματι, ἀλλ᾽ ἐνέμεινε δύναμις τῇ ἰσχ<ύι> σου; τὴν μεγάλην συντρίψας θεάν ἡμων, πῶς δὲ ἔμεινε σώα ἡ σάρξ σου ἐν σοὶ |ὡς ἀήττητος;„:

Ὡς οὖν ἤκουσεν, ἔφη ὁ πάνσοφος· “Τὴν θεὰν μὲν ἐγὼ κατηνάλωσα· εἷς γὰρ ἔστι θεὸς ὁ ἀόρατος ἐν ὑψίστοις ἐν δόξῃ ὑμνούμενος· αὐτὸς ἐστὶν ὁ κτίσας ἅπαντα οὐρανόν τε καὶ γῆν καὶ πᾶσαν τὴν κτίσιν, ὃν ποθῶν ψυχικῶς προσκυνῶ ἐκτενῶς· δι᾽ αὐτὸν οὖν καὶ σπεύδω παθεῖν αἰκισμοὺς |ὡς ἀήττητος.„:

Μετ᾽ ὀργῆς κινηθεὶς ἐταράττετο ἀνενδότως μαστίζων τὸν μάρτυρα, ἐν φρουρᾷ δὲ ἐκπέμψας ἐκέλευσεν ἐν τῷ ξύλῳ τηρεῖσθαι τὸν δόκιμον· αὐτῷ δὲ στέμμα εὐτρεπίζετο ὑπὸ θείων ἀγγέλων καθηρμοσμένον ἐναγώνιον ἆθλον τελοῦντος αὐτοῦ· οὐδαμῶς γὰρ ἐνάρκησε τοὺς αἰκισμοὺς |ὡς ἀήττητος.:

Αὐλιζόμενος ὡς εἰς παράδεισον οὐκ ἐτράπη ἐν σκότει καθήμενος, ἀλλ᾽ ἐντεύξεις τῷ πλάστῃ ἀνέπεμπεν ἱκετεύων πεμφθῆναι τὴν λύτρωσιν· διὸ καὶ ἔφθασεν ὁ κύριος μετὰ πλήθους ἀγγέλων ἀναριθμήτων ἐξαστράπτων φωτὶ καὶ βοῶν πρὸς αὐτόν· “Ἐγὼ εἴμι σὺν σοί· μὴ φοβοῦ, ἀθλητά, |ὡς ἀήττητος.„:

Νέμων εὐχαριστίαν ἠγάλλετο θεωρῶν ἐν σαρκὶ τὸν ἀόρατον, ὃν ποτὲ Δανιὴλ ἐθεάσατο ἐν νεφέλαις ἐν δόξῃ ἐρχόμενον, καὶ Ἠσαΐας ἐποχούμενον ἐπὶ θρόνου φρικτοῦ τῶν ἑξαπτερύγων, καὶ Μωσῆς ὡς ἀπαύγασμα εἶδε θεοῦ, Ζαχαρίας βοῶν ὅτι ἥξει Χριστὸς |ὡς ἀήττητος.:

Ὅτε οὖν οἱ ἀσώματοι ὕμνησαν, διυπνίσθησαν ἄφνω οἱ φύλακες καὶ τῇ θύρᾳ ἐγγίσαντες εἴδοσαν τὴν σφραγῖδα καθὼς ἠσφαλίσαντο· διὸ ἰχνεύσαντες ἐπέγνωσαν τὴν φρικώδη θέαν σὺν τῷ ὁσίῳ τῇ θυρίδι προκύψαντες τῆς φυλακῆς, καὶ ἐγνώρισαν τῷ δικαστῇ τὸ φρικτόν, |ὡς ἀήττητος.:

Ὑπαφθεὶς ὁ δικάζων οἷς ἤκουσεν ὡπλισμένον στρατὸν περιέστησεν ἐννοῶν ὅτι δῆμος ἀπάνθρωπος διεσπάραξε τὸ δεσμωτήριον· ἐλθὼν οὖν εὗρεν ὡς ἠσφάλισε καὶ ἀνοίξας οὐχ εὗρεν οὓς ὑπενόει, εἰ μὴ μόνον τὸν μάρτυρα ἐν τοῖς δεσμοῖς κραταιῶς ὑποφέροντα πᾶσαν πληγὴν |ὡς ἀήττητον.:

Ἔφη τότε ἐκ θάμβους θυμούμενος τῷ δικαίῳ ὁ παμμιαρώτατος· “Ἐν λιμῷ ἰσχυρῷ τιμωρήσω σε, ὅτι καὶ τοὺς θεοὺς κατεφρονήσας, Χριστῷ δὲ μόνῳ εὐηρέστησας· ἀλλὰ ταύτης ἀπόφυγε τῆς ἀνοίας πρὶν ἢ γνῶναι σε πεῖραν πολλῶν αἰκισμῶν, ὅπως τοῖς βασιλεῦσι δειχθῇς ποθητὸς |ὡς ἀήττητος.„:

Ἱλαρῶς ἀπεκρίθη ὁ ἅγιος· “Ἡ τιμή σου σοὶ ἔστω, παράνομε, τὸν γὰρ βίον σκιὰν ἡγησάμενος τῶν βασάνων οὐ τρέμω τὴν κόλασιν· θαρρῶν δὲ πλεῖον ἀγωνίζομαι ὑπομεῖναι καὶ πλήθη πολλῶν βασάνων ἀπαρνούμενος τοὺς ψευδωνύμους θεούς, ὅπως μείνω ἀσάλευτος δοῦλος θεοῦ |ὡς ἀήττητος.„:

Στρατιώτας κελεύει ὁ τύραννος ξέειν ἐναποτόμως τὸν μάρτυρα· τῶν πλευρῶν ἑαυτοῦ καὶ τῶν ἔμπροσθεν γυμνουμένων προθύμως ὑπέφερεν, ὑπὸ σιδήρων ἀναιρούμενος, τῶν δημίων ἀπαύστως καταξεόντων, ἐκαρτέρει τὴν κόλασιν τῶν αἰκισμῶν ἐκνικήσας τὴν δύναμιν τοῦ δολεροῦ |ὡς ἀήττητος.:

Τοῦ γενναίου τὰς μάστιγας φέροντος ὁ ἐχθρὸς καθορῶν κατεπλήττετο καί, φησί, πρὸς αὐτὸν γαληνότερον διελέχθη σκελίσαι βουλόμενος· ἀλλ᾽ οὐ τοῖς λόγοις ἐναρκίασεν ὁ τὸ πρὶν ὑπομένων τὴν εἰρωνείαν, οὐ τῷ πλήθει καμπτόμενος τῶν αἰκισμῶν, ἀλλ᾽ ἐνέμενεν ἄρρηκτος ὡς ἀθλητὴς |καὶ ἀήττητος.:

Ὁ κριτὴς βαρυτέρας ὑπέδειξε τὰς βασάνους καὶ πλείστας τῷ μάρτυρι· τοῦ λαοῦ πρὸς αὐτὸν ἀτενίζοντος ἀποτόμως βοᾷ τὴν ἀπόφασιν πυρὶ καυθῆναι τὸν πανόλβιον· ὅθεν πάντες δακρύων ἀποπληροῦνται σὺν τοῖς φίλοις αὐτοῦ θρηνῳδοῦντες πικρῶς, ὁ Κλεόνικος σὺν τῷ Εὐτρόπῳ, φησίν, |ὡς ἀήττητος.:

Νῦν οὖν ἐν τῇ καρδίᾳ εὐχόμενος ἐδυσώπει τὸν πλάστην ὁ πάνσοφος ταχινὴν καταπέμψαι τὴν λύτρωσιν ὡς παισὶ τοῖς τρισὶν εἰς τὴν κάμινον ὁ τῶν ἀγγέλων ἀρχιστράτηγος ἐν καμίνῳ πυρὸς ἐν Βαβυλῶνι· παραινῶν δὲ τοῖς ὄχλοις ἐβόα τρανῶς· “Μὴ χωρίζεσθε ὅλως Χριστοῦ τοῦ θεοῦ„ |ὡς ἀήττητος.:

Ἀφορῶν εἰς τὴν ἄϋλον δύναμιν τῇ ὑλώδει φλογὶ ὑπεισέρχεται, τὴν στολὴν ἐν σπουδῇ ἐκδυσάμενος ἀφθαρσίαν φωτὸς ἐνεδύσατο· τὸ πῦρ φρικῶδες ἐπιστάμενος οὐρανόθεν ἐστέφετο ὑπ᾽ ἀγγέλων, τὸ βραβεῖον δεχόμενος τῶν ἀγαθῶν, ἐκνικήσας τὴν δύναμιν τοῦ δολεροῦ |ὡς ἀήττητος.:

Γαυριῶν καὶ σκιρτῶν ὁ Θεόδωρος τῆς πηλίνης σαρκὸς ἀπεδήμησεν· ἐκφυγὼν τοῦ πυρὸς τῆς κολάσεως ἐν ὑψίστοις προθύμως πορεύεται σὺν τοῖς πυρίνοις ὁ ἐπίγειος καθὼς ὤφθη σαφῶς μετὰ ἀγγέλων, νικητὴς ἀπερχόμενος πρὸς τὸν θεὸν τοῦ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν πιστῶν |ὡς ἀήττητος.: