Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσματα (Νόθα)
Ύμνος εις τούς αγίους Ευτρόπιον, Κλεόνικον καί Βασιλίσκον
Ομολογία, βασανιστήρια και μαρτυρική τελείωση των συνάθλων του αγίου Θεοδώρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τούς αγίους Ευτρόπιον, Κλεόνικον καί Βασιλίσκον
Ομολογία, βασανιστήρια και μαρτυρική τελείωση των συνάθλων του αγίου Θεοδώρου.
Ἰδοὺ δὴ νικηθεὶς ὁ πολέμιος ἀνῃρέθη θυμῷ σπαραττόμενος, καὶ σπουδῇ προβληθεὶς χαλεπώτερος ἐπορεύθη τοῦ θῦσαι τοῖς δαίμοσι· ναὸν δὲ φθάσας ⟦τῆς⟧ ἐρημώσεως θεωρεῖ τοὺς θεοὺς κατακαυθέντας καὶ στενάξας πικρῶς ἔμαθεν ἀκριβῶς τὸν τὸ δρᾶμα τελέσαντα ἐν τῷ ναῷ |ὡς ἀήττητον.:
Ὅτε τῶν ἰοβόλων ἀκήκοεν ὑπερζέσας θυμῷ ἀνεκραύγασεν εἰσαχθῆναι τοὺς φίλους τοῦ μάρτυρος, ὅπως ἴδωσι τὴν εἰδώλων ἐρήμωσιν· τῶν δὲ ἀχθέντων ἐν τῷ βήματι ζοφεροὺς λογισμοὺς ἔφη ὁ πλάνος πρὸς ἀδόκιμον νοῦν δελεάζων αὐτούς, κραταιῶς δὲ ἀντέστησαν τῷ δικαστῇ |ὡς ἀήττητοι.:
Νοῦν ἀήττητον ἔχων ὁ Εὔτροπος ὕβρεις πλείστας τῷ πλάνῳ ἠκόντισεν, ὅθεν βρύξας κελεύει ὁ δόλιος στρατιώτῃ μαστίξαι τὸν ὅσιον· ὁ δὲ τῷ λίθῳ τυπτιζόμενος ὑποφέρει προθύμως τὰς ἀλγηδόνας, ἀλλ᾽ ἐνάρκησεν ἄφνω ἡ χεὶρ τοῦ ἐχθροῦ ξηρανθεῖσα ὡς τύψασα τὸν ἀθλητὴν |καὶ ἀήττητον.:
Θρασυνθεὶς τῇ καρδίᾳ ὁ δόλιος τοὺς ἁγίους ἐν στύλῳ ἐδέσμευσε καὶ πολλὴν τιμωρίαν προσήνεγκεν ἀνεικάστῳ κολάσει ἐτάσεως· οἱ δὲ γενναίως ὑποφέροντες τῆς προσκαίρου ζωῆς καταφρονοῦσι. καὶ τῷ ζῶντι θεῷ ἐκβοῶσι πιστῶς· “Ἐπὶ σὲ καταφεύγομεν, μόνε σωτήρ, |πολυέλεε.„:
Εὐχῇ τῇ εὐπροσδέκτῳ εὐχόμενοι τῇ καρδίᾳ τὸν κύριον εἴδοσαν ἐν σεισμῷ φοβερῷ ἐποχούμενον μετὰ δόξης ἀγγέλων αἰφνίδιον· δεσμῶν δὲ ἄφνω ἀπελύθησαν ἀλγηδόνων δεινῶν ἀπαλλαγέντες, δυναμοῦνται δὲ ἐξ ἀσθενείας πολλῆς κατιδόντες Θεόδωρον σὺν τῷ Χριστῷ |ὡς ἀήττητοι.:
Ὁ θεὸς ἐμφανῶς παρεγένετο κραταιώσας τοὺς τρεῖς γενναιόφρονας· ἐκπλαγεὶς δὲ ὁ τύραννος ἔδοξε φαντασίαν ὁρᾶν τὴν συνέλευσιν· ζητῶν τροπώσασθαι τὸν Εὔτροπον λογισμοὺς δολεροὺς φθέγγεται ὁ πλάνος, προσδοκῶν ἀπατᾶν αὐτὸν καὶ τοὺς λοιπούς, ἀλλ᾽ οὐκ ἤχθησαν τοῖς λογισμοῖς τοῦ ἐχθροῦ |ὡς ἀήττητοι.:
Διὰ λόγου μὴ πείσας τοὺς μάρτυρας ἀναφθῆναι πυρὰν διετάξατο καὶ σταθῆναι τοὺς λέβητας γέμοντας ἐν ἀσφάλτῳ καὶ πίσσῃ, ὡς γέγραπται· καὶ δὴ σταθέντες οἱ μακάριοι κατεχέοντο πᾶσαν τὴν σκευασίαν, ἀλλ᾽ ἐφάνη αὐτοῖς ὥσπερ ὕδωρ ψυχρόν, ἐκνικήσαντες πᾶσαν ὀργὴν τοῦ ἐχθροῦ |ὡς ἀήττητοι.:
Ὡς οὖν καὶ ὑπ᾽ αὐτῶν ἐκνενίκητο, σταυρωθῆναι τοὺς δύο προσέταξε, σὺν Εὐτρόπῳ δὲ θεῖος Κλεόνικος σταυρωθέντες τὸν δρόμον ἐτέλεσαν· τῷ Βασιλίσκῳ δὲ ὁ βλάσφημος ὑποδείξας πολὺ πλῆθος βασάνων, ἡττηθεὶς τῇ τοῦ ξίφους ἐκδίδει τομῇ· οὕτως ἤθλησαν ὕπερ Χριστοῦ οἱ πιστοὶ |ὡς ἀήττητοι.:
Ῥήμασι κολακείας οὐκ ἤχθησαν, οὐ βασάνοις οἱ ἅγιοι μάρτυρες· ἀπειλάς τε ἀνόμων οὐκ ἔπτηξαν, ἀλλ᾽ οὐδὲ τὰ πικρὰ κολαστήρια· οὐ πῦρ, οὐ ξίφος, οὐδὲ μάχαιραν, ἀλλὰ πάντα παρεῖδον καὶ προθυμίᾳ ἑαυτοὺς πρὸς τὸ πάσχειν παρέδωκαν, ἀναμένοντες τὴν ἐξ αὐτῶν ἀμοιβὴν |ὡς ἀήττητοι.:
Οὐκ ἀρκεῖ ἅπας λόγος πρὸς ἔπαινον τῶν ἁγίων Χριστοῦ τοῦ θεοῦ ἡμων, ἐπαρκεῖ δὲ αὐτοῖς εἰς ἐγκώμιον τοῦ Χριστοῦ δούλους ἀναγορεύεσθαι καὶ τὸ παθεῖν ὑπὲρ τοῦ ἑκόντος δι᾽ ἡμᾶς σταυρωθέντος τε καὶ ταφέντος καὶ ἐκ τάφου φρικτῶς ἀναστάντος θεοῦ· τοῦτο στέφος καὶ κλέος κρατοῦσιν ἀεὶ |ὡς ἀήττητοι.:
Νῦν, αὐτὸς ὁ περίφημος ἅγιος καὶ ταχὺς εἰς βοήθειαν πάντοτε, τῇ ἐμῇ ταπεινώσει ἐπίβλεψον, οἶδα γάρ σε σπουδαῖον πρὸ κλήσεως· μὴ οὖν ἀπώσῃ με, πανεύφημε, ἀλλὰ δεῖξον τῆς σῆς ἁγιωσύνης ἐν ἐμοὶ τὴν βοήθειαν σοῦ ἀγαθήν, καὶ γενοῦ τοῖς ὑμνοῦσι σε τεῖχος ἀεὶ |ὡς ἀήττητος.:
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.