Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις την θεραπείαν του χωλού υπό των αποστόλων Πέτρου και Ιωάννου

Το θαύμα της ίασης του εκ γενετής χωλού στην πύλη του ιερού από τους αποστόλους Πέτρο και Ιωάννη, η απολογία του Πέτρου προς το έκπληκτο πλήθος και η τελική προσευχή προς τον Σωτήρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 3 από 7

ΤΟΥ ΤΑΠΕΙΝΟΥ ΡΩΜΑΝΟΥ ΤΟ ΕΠΟΣ Ἰδιόμελον Χριστὸν δοξάσωμεν τὸν ἰώμενον ἡμῶν τὰ συντρίμματα καὶ τῷ πλήθει τῶν αὑτοῦ οἰκτιρμῶν ἐξαλείφοντα ἡμῶν τὰ πταίσματα διὰ τῶν ἀποστόλων |τῇ ἐλπίδι τῆς πίστεως.:

Τὰ ῥήματα τοῦ Χριστοῦ (App. Metr. ix) Τὸ δέεσθαι συνεχῶς καὶ βοᾶν πρὸς κύριον θεοπνεύστως πανταχοῦ παραγγέλλει πᾶσιν ⟦ἡ⟧ γραφή· τοῖς δεομένοις γὰρ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν δίδωσιν ἔλεος, δόξαν καὶ χάριν καὶ ἄφεσιν. καὶ εἴ τις ἐπαναδράμῃ μετὰ σπουδῆς πρὸς τὸ πλῆθος τῶν ἁγίων 〈καὶ〉 προφητῶν καὶ ἀποστόλων, εὑρήσει ὡς οἱ δίκαιοι πάντες προσηύχοντο, οἱ τέλειοι ἐν ἅπασι τοῖς κατορθώμασιν· ὅσῳ γὰρ τέλειοι ἦσαν ταῖς ἀρεταῖς ἐκ τῶν ἔργων, τοσούτῳ πλέον ἔσπευδον κραταιοῦσθαι |τῇ ἐλπίδι τῆς πίστεως.:

Οἱ ζήσαντες εὐσεβῶς προσευχῶν ἐδέοντο καὶ πᾶσαν τὴν ἀρετὴν ἐκ σπουδῆς κτησάμενοι, ὅτι δεδοίκεισαν, μὴ συληθῶσι τὸν πλοῦτον τὸν τῆς ψυχῆς καὶ μακρὰν εὑρεθῶσι τῆς χάριτος· ἐντεῦθεν τῶν ἀποστόλων ἡ δωδεκὰς καὶ κοινῇ 〈καὶ〉 κατ᾽ ἰδίαν ἐν προσευχαῖς προσεκαρτέρουν· εὐγνώμονες ἐδείκνυντο τῷ βασιλεῖ καὶ θεῷ, μεσῖται [σωτηρ]ίας δὲ πᾶσιν ἐγίνοντο καὶ ὅτε ἦσαν ἐν κόσμῳ καὶ ἀπελθόντες ἐντεῦθεν· φωστῆρες γὰρ ὑπάρχουσιν ὁδηγοῦντες |〈τῇ ἐλπίδι τῆς πίστεως〉.: [Ὑπ]άρχουσι τοῖς πιστοῖς βοηθοὶ ἀόρατοι, ἐτύγχανον καὶ τῶν [!!!]ν ἰατροὶ ὁρώμενοι, οὐ θεραπεύοντες φαρμάκοις καὶ [τα]ῖς βοτάναις, οὐδὲ σιδήρῳ ἢ ἄλλοις τοιούτοις ἰώμενοι, ἀλλὰ λόγῳ καὶ τῇ πίστει τῇ εἰς Χριστόν, ἣν κατεῖχον ὥσπερ φλόγα κατὰ παθῶν ἀθεραπεύτων, τὰ πάθη μὲν διώκοντες μετ᾽ αὐθεντίας πολλῆς, ἀνθρώπους δὲ φωτίζοντες τῇ τῆς φλογὸς ἀστραπῇ· ἀλλ᾽ ἄρτι δεῦτε, τοῦ Πέτρου καὶ Ἰωάννου μνησθῶμεν· ἀνῆλθον γὰρ προσεύξασθαι καὶ παρέσχον |τὴν ἐλπίδα τῆς πίστεως.: [Τῇ] ὥρᾳ τῆς προσευχῆς τῆς ἐνάτης, ὥς φησιν, ἀνέβαινον Πέτρος 〈τε〉 κα<ὶ Ἰ>ωάννης εἰς τὸν ναόν, ὅπου ἐτέλουν μὲν Ἑβραῖοι τὰς λειτουργίας, τὰς πανουργίας δὲ πάσας ἐγύμνουν οἱ ἄνομοι.

καὶ συντρέχοντες ἐνταῦθα καὶ πανταχοῦ τὴν τῆς πίστεως λαμπάδα οἱ μαθηταὶ οὗτοι κατέσχον, φλογὶ μὲν κατακαίοντες πάντα τὰ τραύματα, φωτὶ δὲ καταυγάζοντες τοὺς μὴ ἐμβλέποντας· καὶ τῆς ψυχῆς γὰρ τὰς νόσους καὶ τῶν σωμάτων τὰ πάθη ἰάτρευον προσφέροντες τοὺς ἀνθρώπους |τῇ ἐλπίδι 〈τῆς πίστεως.〉: [Ἀ]κούσωμεν τῆς γραφῆς καὶ κατανοήσωμεν τὰ μέγιστα καὶ φρικτὰ τοῦ Χριστοῦ θαυμάσια τὰ διὰ Πέτρου τε καὶ Ἰωάννου πραχθέντα ἐν τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ τοῦ πνεύματος. κἂν γὰρ Πέτρος μόνος ταῦτα θαυματουργῇ, μηδεὶς ἄμοιρον ἡγείσθω τὴν σὺν αὐτῷ πεπορευμένην· αὐτὴν γὰρ τὴν ἐνέργειαν ἔχει τοῦ πνεύματος· ἀλλ᾽ ὅτι κορυφαῖος ἦν Πέτρος τῶν δώδεκα, σπουδάζει ὁ θεολόγος πρεσβεῖα τούτῳ διδόναι· ἡμεῖς οὖν ἐπιγράψωμεν ἀμφοτέροις |τῇ ἐλπίδι τῆς πίστεως.:

Προσήρχοντο ἐν σπουδῇ εὔξασθαι οἱ ἅγιοι· χωλὸς δέ τις ἔκειτο πρὸς τὴν πύλην τοῦ ἱεροῦ τῇ συμφορᾷ μόνῃ τοῖς πᾶσι μὲν ἐγνωσμένος, ἐλεεινὸς δὲ ὑπάρχων προσαίτης ταλαίπωρος· χωλὸς μὲν κυοφορεῖται ἐκ τῆς γαστρός, μετὰ δὲ τὸ γεννηθῆναι ταλαιπωρεῖ ἐν προσαιτήσει· ἡ μήτρα μὲν ἐγένετο χείρω πτωχείας αὐτῷ, πενία δὲ ἠθλίωσε πλέον τῆς μήτρας αὐτῆς· ἡ μήτρα πόδας ἐδέσμει, πενία χεῖρας ἐκτείνει· τοῖς δυσὶ κατετήκετο, ἕως ἦλθεν |ἡ ἐλπὶς 〈ἡ〉 τῆς πίσ[τεως].:

Ἐρρίζωτο ἐν αὐτῷ τὸ τοῦ πάθους ἄλγημα, ἐξῄρη[το δὲ ἐλ]πὶς ἰατρείας πάσης αὐτῷ· πολυετὴς γὰρ ἡ νόσος [ἦν] τηλικαύτη, συγγενηθεῖσα δὲ συντελευτᾶν ἠγωνίζ[ετο]· συντέτατο δὲ πρὸς πάντας ὁ ἀσθενῶν καὶ τοὺς πάν[τας] εἰσιόντας εἰς τὸν ναὸν καὶ ἐξιόντας ἀεὶ περιβλεπόμ[ενος] πάντας ἱκέτευεν· “Ἐμὲ κατελεήσατε”, λέγων, “φιλάγα[θοι]· μιᾶς ἡμέρας τροφήν μοι χαρίσασθε οἱ ὁρῶντες, [πῶς κεῖμ]αι ὁ ἀδύνατος, ἕως ἔλθῃ |ἡ ἐλπὶς 〈ἡ〉 τῆς πίστεως.”:

Ἰδὼν οὖν ὁ ἀσθενῶν τοὺς δυό, ὡς γέγραπται, τοὺς τοῦ [Χριστοῦ] μαθητὰς σπεύδοντας εἰς τὸ ἱερόν, “Δότε μοι”, ἔλεγε, “μ[ικρὰν] τροφῆς θεραπείαν· βλέπω γὰρ ἄνδρας πλουτοῦντας π[!!!]πὸν ἀδαπάνητον.” ἐκεῖνος μὲν οὖν τοιαῦτα κράζει αὐ[τοῖς], οἱ δὲ τοῖς τῆς συμπαθείας κέντροις εὐθὺς κατακεν[τῶν]ται, “Ἐλεεινὸν ὁ κείμενος”, λέγοντες, “θέαμα· καὶ οὐδὲ ὀβ[ολὸς] ἡμῖν ὑπάρχει πρόχειρος, ἵνα παράσχωμεν τούτῳ τῷ ταπεινῷ καὶ ἀθλίῳ· μὴ ἄχρηστοι παρέλθωμεν, ἀλλὰ δῶμ[εν] |〈τὴν ἐλπίδα τῆς πίστεως〉.:

Νῦν ὡς Χριστοῦ μαθηταὶ τοῦτον μὴ παρίδωμεν, ἀνόνητοι τῷ χωλῷ μηδὲ ἀναπόκριτοι ὅλως γενώμεθα· προσμείνωμεν οὖν ὀλίγον· καί, κἂν οὐδὲν ὧν αἰτεῖ ὁ προσαίτης κεκτήμεθα, ἀφ᾽ ὧν ἔχομεν ἀφθόνως δῶμεν αὐτῷ· ἀφ᾽ ὧν ἡ χάρις παρέχει ἡ τοῦ κυρίου λάβῃ καὶ οὗτος· ἐλπίδα οὖν προπέμψωμεν τούτῳ τῆς δόσεως καὶ λόγους προσλαλήσωμεν καὶ προτρεψώμεθα· τὴν γὰρ ψυχὴν σπουδαστέον πρὸ τῶν ποδῶν ἀνεγεῖραι, ἵν᾽ οὕτως τῆς ἰάσεως ἀπολαύσῃ |τῇ ἐλπίδι τῆ〈ς πίστεως〉.”:

Ὁ πονηρὸς ⟦μὲν⟧ οὖν λαὸς τότε περιίστατο, ὁ Πέτρος δὲ τῷ χωλῷ ἀτενίσας ἔλεγε· “Βλέψον, ὦ ἄνθρωπε, ἡμῖν τοῖς δυσὶ καὶ μόνοις καὶ πρὸς μικρόν σου τὸ βλέμμα ἐκ πάντων ἀπόστρεψον· καὶ ὅλως πρὸς θεωρίαν ὧδε γενοῦ, τὸ τηρεῖν τοὺς εἰσιόντας [καταλιπ]ὼν καὶ ἐξιόντας· τῆς συλλογῆς ἀμέλησον, τῆς [προσαιτήσ]εως, τὸ παρ᾽ ἡμῶν διδόμενον μόνον ἀνάμεινον· [μ]ὴ ἀ[!!!]λλοῦ πρὸς τοὺς ἄλλους, ἀλλ᾽ ἄφες πάντας τοὺς ἄλλους, [ἱνὰ μ]ὴ ἀσχολούμενος ἀπολέσῃς |τὴν ἐλπίδα τῆς πίστεως.:

Ὑπὸ πολλῶν ὁ τὸ πρὶν τὴν τροφὴν αἰτούμενος, δι᾽ ὀλίγους ὀβολοὺς ὁ σχολάσας πᾶσιν ὁμοῦ, ἄφες νυνὶ πάντας, ἡμῖν δὲ [στρέ]ψον τὸ βλέμμα· νῦν γὰρ πλουσίαν παράσχωμεν σοὶ τὴν [ἀπ]όδοσιν· καὶ λοιπὸν προσενεχθέν σοι τὸ παρ᾽ ἡμῶν καὶ τὸ [δοθ]έν σοι παρ᾽ ἄλλων ἕως τοῦ νῦν ἔχεις συγκρῖναι.” τοῦ Πέτρου [οὖν] ὡς ἤκουσε τότε ὁ ἄνθρωπος, τοῦ πάθους μὲν τὴν ἴασιν ὅλως [οὐ]κ ἤλπισεν· ηὐτρέπισε δὲ τὰς χεῖρας τῇ ὑποσχέσει τοῦ Πέτρου· [χρ]υσὸν 〈γὰρ〉 προσεδόκησεν, οὐ γὰρ ταύτην |τὴν ἐλπίδα τῆς πίστεως.: [Ῥή]ματι ὑπέσχετο Πέτρος δῶρον πλούσιον· προτείναντα δὲ ἰδὼν [!!!]λωτέραν τὴν δεξιὰν πρὸ θεραπείας μὲν ἀπολογίαν προφέρει, ὥσπερ δὲ πλοῦτον προσφέρει πενίας τὸ καύχημα· “Ἀργύριόν μοι οὐκ ἔστιν οὐδὲ χρυσός”· ὡς πολύκτητον προβάλλει δόξαν εὐθὺς τὴν ἀπορίαν· “χρυσὸν ἐγὼ οὐ κέκτημαι οὐδὲ ἀργύριον· τὸν κόσμον καταλέλοιπα τὸν παρερχόμενον· δικτύων ἤμην δεσπότης ποτὲ ἰχθύας θηρεύων· καὶ ταῦτα δὲ κατέλιπον καὶ κατέχω |τὴν ἐλπίδα τῆς πίστεως.”:

Ὡς ταῦτα δὲ ἔφησεν, ὀφθαλμοὺς ἀνέτεινε συνευχομένου αὐτῷ Ἰωάννου τοῖς λογισμοῖς, καὶ πρὸς τὸν κύριον συντεταμένως ἐβόα· “Καρδιογνῶστα Χριστέ, βασιλεῦ ὁ θεὸς ἡμῶν, ἐπάκουσον τῆς φωνῆς μου ὡς ἀγαθός, ὑπόταξόν μοι τὸ πάθος ὡς ἰσχυρὸς καὶ πάντων κτίστης— πολλοὶ γὰρ περιίστανται τῶν σταυρωσάντων σε ψιλόν σε ἡγησάμενοι ἄνδρα τὸν κύριον— ἵνα πιστεύσωσιν οὗτοι καὶ σὺν ἡμῖν ἐκβοῶσιν· ‘σὺ ὑπάρχεις ὁ θεὸς ἡμῶν ὁ παρέχων |τὴν ἐλπίδα τῆς πίστεως.’”:

Μετὰ δὲ τὴν προσευχὴν πρὸς αὐτὸν ὁ κύριος ἀοράτως ἔφησε· “Παρεσχόμην πᾶσιν ὑμῖν τοῖς ἀποστόλοις μου τῶν ἰαμάτων τὴν χάριν· οὐ στασιάσει ὑμᾶς οὐ παθὼν οὐδὲ νόσημα· ψυχῶν γὰρ καὶ τῶν σωμάτων θεραπευτὰς ἐξαπέστειλα τῷ κόσμῳ πάντας ὑμᾶς ὡς ἐλεήμων· τὸ ὄνομά μου κάλεσον, καὶ ἰαθήσεται καὶ οὗτος δὲ καὶ ἅπαντες, ὅπου καλέσετε· τὸ ὄνομά μου τὸ μέγα τὸ εὐτελὲς παρ᾽ Ἑβραίων, ὃ ἄγγελοι δοξάζουσι, τοῦτο κάλει, |τὴν ἐλπίδα τῆς πίστεως.”:

Ἀναλαβὼν τὴν ἰσχὺν Πέτρος ἐν τῇ χάριτι τῇ πίστει καθ᾽ ἑαυτὸν αὖθις συνεσφίγγετο καὶ ὡς βαλάντιον πατρῷον προσκεκτημένος οὕτως προσφέρει καὶ λύει καὶ τούτῳ χαρίζεται· “Ὃ ἔχω σοι καὶ παρέξω, ἄνερ”, φησίν, “ἐξ ὧν ἔχω ἃ οὐκ ἔχεις δίδωμι σοὶ τῷ δεομένῳ· ὡς ἄρτου μέρος δίδωμι ἄρτι τὴν ἴασιν, καὶ ὡς ἐκ βαλαντίου σοι ζυμῶ τὸ βάδισμα· οὐχ ὡς παραλελυμένῳ, ἀλλ᾽ ὡς δι᾽ ὄκνον κειμένῳ ἐντ[έλ]λομαι καὶ λέγω σοι, ἵνα δράμῃς |τῇ ἐλπίδι τῆς πίστεως.”:

Νῦν ἴδωμεν ἀληθῶς θαῦμα παράδοξον, πῶς γέγονε τῷ χωλῷ ἡ πενία ἡ χαλεπὴ καὶ τῆς μητρὸς μᾶλλον τῆς τούτου χρησιμωτέρα καὶ τοῦ πατρὸς τοῦ γεννήσαντος τοῦτον τὸν ἄνθρωπον· αὐτοὶ μὲν γὰρ οἱ τεκόντες τὸν ἐξ αὐτῶν χωλόν τε καὶ παρειμένον τοῦτον εἰς γῆν ἀπογεννῶσιν· πενία δὲ ἀνέστησε καὶ ἀνεγέννησεν, ὀρθὸν αὐτὸν ἐξήγειρεν ὥσπερ οὐ πάσχοντα· τροφὴν λαβεῖν παρεκάλει, ἀντὶ τροφῆς δὲ λαμβάνει καθάπερ ἀναγέννησιν ἰατρείαν |τῇ ἐλπίδι τῆς πίστεως.:

Ὁ Πέτρος τί τῷ χωλῷ αὖθις ἀπεκρίνατο; ἐξέτεινε δεξιὰν καὶ κρατήσας τοῦτον βοᾷ· “Ἐν τῷ ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου ἔγειραι καὶ περιπάτει συντόνως, ὦ ἄνθρωπε”· καὶ εὐθέως ἐξανέστη ὁ ἀσθενῶν καὶ περιεπάτει τρέχων ἐπὶ αὐτῶν καὶ τῶν παρόντων· εὐθὺς γὰρ ἀνωρθώθησαν βάσεις ἀδύνατοι, εὐθὺς ἐστερεώθησαν καὶ τὰ σφυρὰ αὐτοῦ· πρὸς κίνησιν μὲν ὑπῆρχεν ἀκίνητος ὥσπερ βρέφος, ἀνδρεῖος δὲ ἐγένετο καὶ ἐκτρέχει |τῇ ἐλπίδι 〈τῆς πίστεως〉.:

Υἱοὶ λοιμοί, φθονεροὶ ἔκθαμβοι ἐγένοντο καὶ πρὸς τὸν Πέτρον φησίν· “Πόθεν σοί, ὦ ἄνθρωπε, ταῦτα τὰ πράγματα, ἃ δίδως πᾶσιν οἷς θέλεις καὶ ἐκπλουτίζεις καὶ λέγεις· ‘ὃ ἔχω καὶ δίδωμι’; πόθεν ἔχεις ἅπερ ἔχεις; λέγε ἡμῖν· οὐδὲ γάρ σε ἀγνοοῦμεν, ὡς Ἰωνᾶ γέγονας γόνος· ἡ ἄγρα τῶν ἰχθύων σοι τέχνη ἐτύγχανε· καὶ πῶς ἐκτήσω ἄθροον πλοῦτον ἀδάπανον; ὡς ἐν ἰδίοις σεμνύνει τοῖς Ἰησοῦ ταμιείοις· ὡς ζῶντα τὸν θανόντα γὰρ διαγράφω |τῇ ἐλπίδι τῆς πίστεως.”:

Ταῦτα Κηφᾶς πρὸς αὐτοὺς ἀπεκρίθη παρευθὺς τῆς συνδρομῆς τοῦ λαοῦ γενομένης ἄθροον· “†Βλέπετε τοῦτον ὃν χωλὸν ἐν πρώτοις κατανοοῦντες ὅτι τὸ πάθος πρὸ τούτου ὁ [ἄνθρωπ]ος ὃ ἐκέκτητο ἐτινάχθη ὡς ἀράχνη κονιορτοῦ†· καὶ λοιπὸν μὴ ὥσπερ ψεύστην ἔχετε μὲ ἢ λογομάχον· ὁρᾶτε ὃν ἐβλέπετε πάλαι ἀκίνητον κινούμενον, ἁλλόμενον καὶ παριστάμενον· θαρρῶν δὲ λέγω τοῖς πᾶσι τῆς ἰατρείας τὸν τρόπον· σπουδάζω γὰρ ἰάσασθαι καὶ τοὺς πάντας |τῇ ἐλπίδι τῆς πίστεως.: [Ὁ] πρότερον ἁλιεὺς τῶν ἰχθύων πέλων ἐγὼ γεγένημαι ἁλιεὺς τῶν ἀνθρώπων λόγῳ θεοῦ· πρώην μὲν δίκτυα κατέρραπτον λελυμένα νῦν ⟦δὲ⟧ λελυμένους τοὺς πόδας τοὺς τούτου διέσφιγξα· ἐλεημοσύνην ᾔτει ὁ ἀσθενής· ἀργύριον δὲ οὐκ ἔχων παρ᾽ ἐμαυτῷ οὐδὲ χρυσίον ἀντὶ ἀργύρου κέκτημαι πίστιν ἀθάνατον, ἐλπὶς δὲ Χριστοῦ ἐστιν ἀντὶ χρυσίου μοι· μόνη δ᾽ ἀγάπη μοι κτῆμα πρὸς 〈τὸν〉 θεὸν καὶ ἀνθρώπους· καὶ ταύτης μεταδίδωμι τοῖς αἰτοῦσι |τὴν ἐλπίδα τῆς πίστεως.:

Εἰ θέλετε οὖν ὑμεῖς γνῶναι τὴν ἀλήθειαν, τοῦ ἀτενίζειν ἡμῖν παύσασθε καὶ μάθετε· μὴ ἐπιγράφητε ἡμῖν τὸ θαῦμα τὸ μέγα— καὶ γὰρ ὑπάρχομεν ἄνθρωποι ὅμοιοι ἅπασιν— προσκυνήσατε δὲ μᾶλλον τὸν Ἰησοῦν τὸν τῆς χάριτος δοτῆρα καὶ ποιητὴν ὅλου τοῦ κόσμου, τὸν Ἰησοῦν δὲ λέγομεν τὸν Ναζωραῖον ὑμῖν, ὅνπερ καὶ ἐσταυρώσατε καὶ ἀπεκτείνατε· οὐ γὰρ ἰδίᾳ δυνάμει ἐπράξαμεν τὸ τοιοῦτον, ἀλλ᾽ ἔχομεν τὸν κύριον τὸν διδοῦντα |τὴν ἐλπίδα τῆς πίστεως.:

Πεισθῆτε οὖν ἐξ αὐτοῦ τοῦ μεγάλου θαύματος, εἰ δύναται δύναμις ἀνθρωπίνη τοῦτο ποιεῖν· μόνου θεοῦ ἐστι τοῦ πάντα πεποιηκότος τοῦ ἀναστῆσαι τὴν φύσιν κειμένην ἐν πάθεσιν· ἱνὰ γνῶτε δὲ ὡς ἔστι μέγας θεὸς καὶ κτίστης τῶν γενομένων ὁ Ἰησοῦς ὁ Ναζωραῖος, θεοῦ οὐκ εἶπον ὄνομα, εἰ καὶ θεός ἐστιν, ἱνὰ μὴ ἀμφιβάλητε πρὸς τὴν ἐπίκλησιν, ὅτε θεοῦ μνημονεύσας ἔτυχον οὗ ἐβουλόμην, ἀλλ᾽ εἶπον καὶ τὸ ὄνομα καὶ πατρίδα |〈τῇ ἐλπίδι τῆς πίστεως〉.”:

Ὁ τοῦ θεοῦ ὑϊὸς καὶ θεὸς ἀΐδιος αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς ὃν ἔτεκεν ἡ ἀπειρόγαμος· αὐτὸς οὖν καὶ ἐσταυρώθη, κατ᾽ εὐδοκίαν ἐτάφη, ἀνέστη ἐκ μνήματος, ἐπιστεύθη ἐν τῷ κόσμῳ ὁ ἐκ θ[εοῦ], ἐκηρύχθη εἰς τὰ ἔθνη ὅτι ⟦ὡς⟧ θεὸς ἔστι δυνάστης, ἀνῆλθε μετὰ δόξης δὲ καθὼς ἠθέλησε σαρκὶ καὶ οὐ θεότητι πρὸς τὸν γεν[νή]σαντα· οὐκ ἐχωρίσθη γὰρ κόλπων τῶν πατρικῶν, ὅτε [ἦλ]θε καὶ ἄνθρωπος ἐγένετο δι᾽ ἀνθρώπους |τῇ ἐλπίδι τῆς πίστεως.:

Σωτὴρ ἡμῶν Ἰησοῦ, ὡς θεὸς ἐλέησον, ἀήττητε ἰατρέ, βασι[λεῦ] ἀθάνατε· σὺ δυσωπήθητι πρεσβείαις τῆς θεοτόκου φείσασθαι τῶν δεομένων τῆς σῆς ἀγαθότητος· τὴν ὀργὴν τὴν ἐπελθοῦσαν παῦσον, Χριστέ· τὰ πάθη τῶν ἐκβρασμάτων τὰ χαλεπὰ δίωξον, κτίστα· ἡ μήτηρ σου, φιλάνθρωπε, παρακαλέσῃ σε· ἡμεῖς γὰρ ὡς ἀνάξιοι μόνον δακρύομεν καὶ [προ]σερχόμεθα ταύτῃ, ἵνα αὐτὴ δεηθῇ σου· “Κατάλαβε, βοήθησον, σῶσον πάντας |τῇ ἐλπίδι τῆς πίστεως.”: