Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα

Ρωμανὸς ὁ Μελωδός

Ύμνος εις τους αγίους Τεσσαράκοντα Μάρτυρας

Η κοινή ομολογία της πίστεως από τους σαράντα αθλοφόρους, η απόρριψη των υποσχέσεων του Αγρικόλαου, το μαρτύριο στο ψύχος και η φιλόθεη πράξη της μητέρας ενός μάρτυρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 6 από 7

ΤΟΥ ΤΑΠΙΝΟΥ ΡΩΜΑΝΟΥ[Υ] Τὴν ὑπὲρ ἡμῶν (App. Metr. xxxvii) Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες τῷ ἐν οὐρανοῖς δεσπότῃ προσεκολλήθητε, ἀθλοφόροι κυρίου τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος διελθόντες, μακάριοι, ἐπαξίως ἐκομίσασθε |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Τὴν ὑπὲρ ἡμῶν (App. Metr. xxxvii) ⟦Χαίροις, ὁ στρατὸς τῆς δόξης τοῦ βασιλέως, χαίρετε, φαιδροὶ φωστῆρες τῆς εὐσεβείας, ἐκκλησίας, χαίρετε, φρουροὶ ἀσφαλεῖς, βασιλέων κλέος, χαίρετε, πολιτείας πύργος, χαίρετε, ἀθληταὶ οἱ τεσσαράκοντα, |ἐν τῇ μνήμῃ τῇ ὑμῶν οἰκτείρατε ἡμᾶς.:⟧

Τὰ τῆς γῆς (App. Metr. iii) Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ, τῷ ἐκτείναντι τὸ φῶς καθάπερ δέρριν, τῷ τὴν γῆν ἑδράσαντι καὶ συνάξαντι ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, τῷ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν, τῷ προσδεχομένῳ τῶν ἀρχαγγέλων τὸν ὕμνον καὶ ὑπ᾽ ἀγγέλων προσκυνουμένῳ καὶ ὑπὸ πάντων ἀνυμνουμένῳ, Χριστῷ τῷ παντοκράτορι, τῷ πλάστῃ καὶ θεῷ ἡμῶν, προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν, λόγου χάριν αἰτῶν, ἵν᾽ ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι κἀγὼ τοὺς ἁγίους, οὓς αὐτὸς ἔδειξε νικητὰς δωρησάμενος αὐτοῖς |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Οὗτοι τῶν ἐγκωμίων ὑπερβαλλόντως ὑπέρκεινται πανσόφως οἱ ἀθλοφόροι· οὗτοι παρετάξαντο τῷ Σατὰν καὶ ἐπάταξαν τῶν εἰδώλων τὸ φρύαγμα· οὗτοι τῆς ἀσεβείας κατέβαλον τὸ σέβας, οὗτοι τῆς εὐσεβείας κήρυκες στερροί· οὗτοι ἀμφιβόλων †ἀκριβείας διδάσκαλοι†, οὗτοι νοσοῦντας ἀεὶ ἰῶνται καὶ ἐκ πνευμάτων δεινῶν λυτροῦνται, οὗτοι τυφλῶν ἀνάβλεψις καὶ τῶν λεπρῶν καθάρσιον· οὗτοι χωλῶν ἀνόρθωσις καὶ παρειμένων ἔγερσις, οὗτοι πλεόντων λιμήν, οὗτοι ὁδοιπορούντων ὁδηγοὶ ἀγαθοί, οὗτοι τυραννουμένων ἔκδικοι ἀσφαλεῖς ὡς λαβόντες ὁμαδὸν |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ὑπὲρ ἡλίου αἴγλην ὑπερβαλλόντως ἡ τῶν ἁγίων τούτων λάμπει φαιδρότης· νέφη γὰρ καλύπτουσι τὴν ἐκείνου, τὴν τούτων δὲ οὐδὲ νὺξ διαδέχεται· ἐκεῖνος ἀνατέλλων μαρμαρυγὰς ἐκπέμπει καὶ δύνων αὖθις ἕλκει πάσας σὺν αὐτῷ· τῶν δὲ πανολβίων τὴν φαεινὴν λαμπηδόνα καὶ ἡ ἡμέρα ἀνακηρύττει, κα<ὶ ἡ> νὺξ δὲ πάλιν θαυμάζει ἄγαν, πῶς διασχίσαι ἴσχυσε τὴν τῶν πραγμάτων θύελλαν· παρέστη γὰρ πολύδοξος τῷ τοὺς πιστοὺς δοξάζοντι καὶ ἤκουσε παρ᾽ αὐτοῦ· “Σὺ ἐδόξασας ἐμὲ ἐπὶ τῶν γηγενῶν· ἐν ὑψίστοις οὖν κἀγὼ ἐν σοὶ ὁμολογῶ παρασχών σοι ἀγαθά, |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.”:

Τοῦ πανσόφου δεσπότου σοφοὶ οἰκέται, τοῦ γνησίου γενέτου γνήσια τέκνα, τοῦ στρατολογήσαντος Ἰησοῦ τοῦ θεοῦ ἡμῶν ὁ στρατὸς ὁ ἐλλόγιμος, τοῦ θαυμαστοῦ ποιμένος ἡ θαυμασία ποίμνη, τοῦ γεωργοῦ τῶν ὅλων τὸ γεώργιον, πηγῆς ἀενάου πέλει τὰ νάματα ταῦτα· ἀμπέλου θείας κλήματα θεῖα, ἁγίας ῥίζης ἅγιοι κλάδοι, τοῦ κτίστου πάσης κτίσεως ὡς κτίσμα τὸ ἐράσμιον, τοῦ ἀκηράτου ἄνακτος ἡ πανολβία σύγκλητος, οἱ μαθηταὶ τοῦ Χριστοῦ, οὓς συνήγαγεν αὐτός, ὁ τῶν ὅλων σωτήρ, καὶ προσέταξεν οἰκεῖν ἐν ἀγήρῳ ζωῇ δωρησάμενος αὐτοῖς |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ἄγαν ὑπερυψώθη ὑπὸ τοῦ πλάστου καὶ μετὰ τῶν ἀγγέλων πανηγυρίζει ἡ τῶν τεσσαράκοντα ἀθλοφόρων πανεύφημος φάλαγξ ἀκαταγώνιστος· καὶ γὰρ ὡς νικηφόρος πᾶσι τοῖς ἀπ᾽ αἰῶνος ἁγίοις ἐν ὑψίστοις συναγάλλεται, στολὴν λευχείμονα, ἀκήρατον καὶ ἁγίαν τὴν ἐκ τῶν ἄθλων ἠμφιεσμένη καὶ ἐν τῇ πίστει τὴν κορωνίδα, ἡ ἅπασιν αἰδέσιμος ταῖς νοεραῖς δυνάμεσιν ὡς νύμφη ἀξιάγαστος καὶ τοῦ κυρίου πάρεδρος, τοῦ ἀγαθοῦ νυμφιοῦ, ἣν ἐκόσμησεν αὐτὸς ταῖς αὐτοῦ δωρεαῖς, ἡ ἐκλάμπουσα ἀεὶ θείας μαρμαρυγάς· ἠξιώθη γὰρ λαβεῖν |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ποῖον στόμα ἀρκέσει πρὸς εὐφημίαν, ποία γλῶσσα ἰσχύσει ἐγκωμιάσαι τοὺς ἁγίους μάρτυρας, τοὺς λιπόντας τὴν πρόσκαιρον δόξαν διὰ τὴν μέλλουσαν, τοὺς ἀποχωρισθέντας ἀπὸ τοῦ διαβόλου καὶ κολληθέντας πίστει τῷ σωτῆρι ἡμῶν, τοὺς ἀποσπασθέντας ἀπὸ πάσης ἁμαρτίας καὶ συναφθέντας δικαιοσύνῃ, τοὺς ἀπροσίτους ἐν τοῖς ἐπαίνοις, τοὺς ἅπασαν τὴν ἤπειρον τῆς πλάνης ἀπαλλάξαντας καὶ δόγματα ὀρθόδοξα κηρύξαντας τοῖς πέρασι, τοὺς στρατιώτας Χριστοῦ, τοὺς ὑπὲρ τῶν εὐσεβῶν προμαχοῦντας ἀεὶ καὶ θερμῶς τοὺς τοῦ θεοῦ πολεμοῦντας ἐχθρούς; οἷς δεδώρηται αὐτὸς |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ἰσχυροὶ ἐν πολέμοις ἀναδειχθέντες ἰσχυροὶ ἐν τοῖς ἄθλοις ὤφθησαν αὖθις ἄγαν οἱ πανόλβιοι, οἱ πολλοὶ καὶ διάφοροι, εἷς δὲ ὄντες ἐν ἅπασιν· ἓν δὲ θέλημα τούτοις ἐν μίᾳ ὁμονοίᾳ λατρεύειν ὁλοψύχως τῷ τῶν ὅλων θεῷ· ὁμόφρονες ὄντες καὶ ὁμογνώμονες ὄντως, ὁμοῦ τὴν πλάνην ἀπολιπόντες, ὁμοῦ ταῖς στρέβλαις ἐγκαρτεροῦντες, ὁμοῦ καὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἐκτήσαντο, ὁμοῦ καὶ τοὺς στεφάνους δὲ ἀπέλαβον οἱ ἄξιοι τῇ καρτερίᾳ αὐτῶν· τεσσαρά⟦κο⟧ντα ὤφθησαν οἱ Χριστοῦ ἀθληταί, οὓς ἐδόξασεν Χριστός, ὁ μόνος λυτρωτής, δωρησάμενος αὐτοῖς |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ναρκιᾷ μου ἡ ψυχὴ διηγουμένη τὴν τῆς θείας πληθύος μίαν καρδίαν· ἐν διῃρημένοις γὰρ τεσσαράκοντα σώμασι μίαν γνώμην ἐκτήσαντο· διὸ καὶ †τῶν βιαίων† ἀπὸ βορρᾶ φυγόντες διάβολον γενναίως ἐτροπώσαντο. τεσσαρά⟦κο⟧ντα γλώσσας ὤφελον ἀναλαβέσθαι, ἵνα ἰσχύσω ὑμνολογῆσαι τοὺς μίαν γλῶσσαν ἀναλαβόντας καὶ προσκολλᾶσθαι σπεύσαντας ταῖς νοεραῖς δυνάμεσι τοῦ σὺν αὐταῖς ἀσίγητον γεραίρειν ᾆσμα ἅγιον τῷ ἐν ὑψίστοις θεῷ τῷ χωρίσαντι αὐτοὺς τῶν προσκαίρων δεινῶν καὶ συνάψαντι αὐτοὺς τοῖς αὑτοῦ λειτουργοῖς· καὶ γὰρ δέδωκεν αὐτοῖς |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Οἱ στερροὶ στρατιῶται τοῦ ἐν ὑψίστοις μετὰ τὴν τῶν πολέμων ἀνδραγαθίαν αὖθις παρετάξαντο τῷ τῶν ἀθέων ἄνακτι· εἰ δοκεῖ οὖν, πιστότατοι, συντείνατέ μοι ἅμα τὸν νοῦν καὶ τὰς καρδίας· χρήσασθαι γὰρ παραδείγματι βούλομαι· ὥσπερ ἐν σκοπέλῳ κατίδωμεν ἐν ὑψίστοις τὸν τῶν ἀγώνων ἀγωνοθέτην Χριστὸν σκοποῦντα ἐν τῷ σταδίῳ· πολεμικὴν παράταξιν πανοῦργον, πολυμήχανον Σατὰν παραταττόμενον σὺν τοῖς οἰκείοις ἅπασι τῷ εὐσεβεῖ ἀριθμῷ, καὶ αὐτὸν τὸν εὐσεβῆ κατὰ τοῦ ἀσεβοῦς πολυτρόπως σπεύδοντα ἐκνικῆσαι αὐτόν, ἵνα λάβῃ ὁμαδὸν |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ὑψώσας τὴν κακίαν Σατὰν ὁ πλάνος παρετάξατο †πόλεμον† εἰς τοὺς ἁγίους· οὗτοι παρετάξαντο κατ᾽ αὐτοῦ οἱ πανόλβιοι τῷ θεῷ ἐπελπίζοντες· εἶχον γὰρ συμμαχίαν τὴν πίστιν καὶ ἐλπίδα, οἱ δὲ τοῦ ἐναντίου ὑπερασπισταὶ ὁ δοὺξ κα<ὶ ὁ> ἡγεμών· συνῆλθον οὖν πρὸς τὴν θέαν σὺν τῷ ὑψίστῳ ἀγγέλων πλῆθος, σὺν τῷ Βελίαρ δαιμόνων στῖφος· ὡπλίσαντο οἱ ἄδικοι τοῖς δόρασι μαχήσασθαι, ὁμοίως καὶ οἱ δίκαιοι θυρεῶν ἐπελάβοντο δέξασθαι τὰς προσβολάς· τὰ μὲν ὅπλα τῶν δεινῶν αἰκισμοὶ συνεχεῖς· τῶν δὲ πράων ποῖα ἦν; προσευχὴ ἐκτενής· δι᾽ ὧν εὗρον οἱ πιστοὶ |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ῥωμαλέος ὁ τρόπος τῶν ἀθλοφόρων· παρετάξαντο κατὰ τῶν ἀντιθέων, ὥσπερ παρετάξατο ὁ Μωσῆς πρὸς τὸν Ἀμαλὴκ ἀτενίζων πρὸς κύριον πετάσας ἐν τῷ ὕψει τὸν νοῦν καὶ τὴν καρδίαν σὺν ταῖς χερσὶ καὶ πᾶσαν τὴν αἴσθησιν 〈⏑–〉· καὶ οὗτος ἀρτίως παραπλησίως ἐδείχθη πετάσας χεῖρας σὺν τῇ καρδίᾳ καὶ ἀτενίζων τῷ ἐν ὑψίστοις· ἐκεῖνον ὑπεστήριζον <Ἀα>ρὼν καὶ Ὦρ, ὡς γέγραπται, καὶ τοῦτον ὑπεστήριξε πίστις, ἐλπίς, ὡς ἔγνωμεν· ὤφθη Μωσῆς νικητὴς ἐκδιδάσκων ἅπαντας ἀτενίζειν θεῷ· καὶ ὁ τρόπος τῶν πιστῶν δι᾽ εὐχῆς νικητὴς ἀνεδείχθη ὡς λαβὼν |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ὥσπερ πρόμαχος δεινὸς τῆς ἀσεβείας Ἀγρικόλαος δίκην βελῶν τοὺς λόγους σπεύσας κατηκόντισε πειθανάγκην οἰόμενος ἀπατῆσαι τοὺς μάρτυρας· φησὶν αὐτοῖς· “Ὦ φίλοι, ὑμᾶς προσήκει εἶναι ὑπερμάχους Ῥωμαίων καὶ στρατηγούς· μὴ ὑστερήσητε ἑαυτοὺς ἐκ τῆς συγκλήτου, μὴ συμμιγῆτε τοῖς κατακρίτοις, τοῖς ἐντρυφῶσιν ἐν ταῖς βασάνοις· ὑμῶν ὁ βίος ἔντιμος, ἐκείνων δὲ ἐπάρατος· ὑμῖν ἡ δόξα ἕπεται, ἐκείνοις δὲ ἡ κόλασις· μὴ οὖν φυρῆτε αὐτοῖς ἑαυτοὺς ἁρπάσαντες ἐκ θανάτου πικροῦ· οὐ λυτροῦται γὰρ ὑμᾶς ἐξ αὐτοῦ ὁ Χριστός· οὐ καρποῦσθε δι᾽ αὐτοῦ |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Μηχανὰς πολυπλόκους καὶ παγκακίστους κατὰ τῶν ἀντιθέων ἐπιτηδεύω, αἷς οὐ μὴ δυνήσονται ἀντιστῆναι τὸ σύνολον οἱ ἡμῖν ἀντιλέγοντες· ὑμᾶς δὲ ὡς ὀφθέντας Ῥωμαίων ὑπερμάχους θαρρῶ, ὅτι ἐν πᾶσιν ὑπήκοοι ἐστέ· καὶ πλούτῳ καὶ δόξῃ ὑμᾶς τιμήσει ὁ ἄναξ ὡς σεμνοὺς ἄνδρας διαφανέντας καὶ σωφροσύνῃ κεκοσμημένους· ὑμεῖς γὰρ νῦν ἐπίστασθε τὰ τῶν Ῥωμαίων δόγματα· δεῦτε οὖν, προσφιλέστατοι, σὺν πᾶσι τοῖς εὐγνώμοσι προσπέσωμεν τοῖς θεοῖς, ἵνα ῥύσωνται ἡμᾶς ἐκ θανάτου πικροῦ, ᾧ προστρέχουσιν ἀεὶ οἱ Χριστοῦ μαθηταὶ ὡς οἰόμενοι εὑρεῖν |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.”:

Ἀτρομάκτως ἔλαβον βέλη τοιαῦτα τροπωσάμενοι αὐτοῦ τὴν κακουργίαν· ἄτρωτοι δὲ ἔμειναν· πρὸς γὰρ ταῦτα ἀντέφησαν τῷ ἀδίκῳ οἱ δίκαιοι· “Ἐχθρὲ τῆς ἀληθείας, υἱὲ τῆς ἀπωλείας, καλῶς ἐπωνομάσθη τὸ ὄνομα σοῦ Ἀγρικόλαος· ἄγριος γὰρ εἶ κολακευτὴς ὡς ὁ πατήρ σου Σατὰν ἐκεῖνος, ὁ συμβουλεύσας, φησί, τῇ Εὔᾳ· ‘ἐὰν τοῦ ξύλου γεύσησθε, ὥσπερ θεοὶ γενήσεσθε’· καὶ σὺ ἡμῖν τὴν πρόσκαιρον δόξαν ἑλέσθαι εἴρηκας· ἀλλ᾽ οὐ γελάσεις ἡμᾶς· οὐκ ἀρνούμεθα Χριστὸν τὸν θεὸν τοῦ παντός, τὸν δεσπόζοντα ζωῆς καὶ θανάτου ἀεί, τὸν διδοῦντα τοῖς πιστοῖς |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.”:

Νευρωθεὶς τῷ ἀστέκτῳ θυμῷ ὁ πλάνος ὡς τοιαῦτα ἀκούσας ὑπὸ τῶν πράων τοὺς ὀδόντας ἔβρυξεν ὥσπερ λέων ἀνήμερος καὶ ὡς ὄφις ἐσύρισεν· θυμομαχῶν οὖν ἔφη ὁ δοὺξ τῷ ἡγεμόνι· “Ἐν λίθοις συντριβήτω τὸ στῖφος αὐτῶν”. αὐτίκα δ᾽ ἐπέστη ξιφηφόρος ὁ Βελίαρ, ἱνὰ ἐν τάχει σὺν τοῖς ἀθέοις ἐκπολεμήσῃ τοὺς φιλοθέους· καὶ †διακατασπεύσαντες† τοῦ πολεμεῖν ἀπήρξαντο καὶ λίθους κατηκόντιζον· ἀλλ᾽ ὤφθησαν οἱ ἄνομοι συντρίβοντες ἑαυτούς· ἡ κακία γὰρ αὐτῶν ἐπῆλθεν ἐπ᾽ αὐτούς, καὶ τὸ ἄδικον αὐτῶν ἐπὶ κάραν αὐτῶν· οὐ γὰρ εὗρον οἱ δεινοὶ |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Οὕτως δὲ συντριβέντες ὑπὸ τῶν λίθων τῶν ἁγίων οἱ ἐχθροὶ ἀπηναισχύντουν καὶ ἑτέραν βάσανον ἐξευρεῖν ἐβουλεύοντο κατὰ τῶν στρατιώτων Χριστοῦ. καὶ δὴ συμβουλευθέντες μετὰ τοῦ διαβόλου εὕραντο τιμωρίαν δεινὴν κατ᾽ αὐτῶν· τῆς λίμνης τὸ κρύος κατανοήσαντες μέγα βορραίου ταύτην ὑπερφυσῶντος καὶ δριμυτάτης νυκτὸς πελούσης προσέταξαν τοὺς μάρτυρας γυμνοὺς ἐν ταύτῃ ἵστασθαι· οἱ δὲ ἀποδυσάμενοι γυμνοὶ ὥσπερ εἰς στάδιον εἰσήλθοσαν ἐν αὐτῇ καὶ τὴν νύκτα τὰς εὐχὰς ἀνέπεμπον τῷ Χριστῷ· τὸν δὲ ἕνα ὁ ἐχθρὸς ἐκχωρίζει ἀπ᾽ αὐτῶν· οὐ γὰρ ἤλπιζεν εὑρεῖν |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ὑψόθεν δὲ ὁ κτίστης ὥσπερ ἐν θέρει ἥλιον ἀνατέλλει τοῖς ἀθλοφόροις καὶ στεφάνους ἔπεμψεν ἐννέα καὶ τριάκοντα τοῖς τὸ κρύος ἐνέγκασι· τοῦτο δὲ θεωρήσας εἷς ἐκ τῶν φυλασσόντων εἰσῆλθεν ἐν τῇ λίμνῃ πιστεύσας Χριστῷ· ἀπῆλθεν Ἰούδας καὶ ἀντεισήχθη Ματθίας· ὁ πρὶν αὐθάδης, ὁ χθὲς διώκτης συνηριθμήθη τοῖς ἀθλοφόροις· πρωΐας δὲ ὡς εἴδοσαν αὐτὸν οἱ ἀσεβέστατοι, προσέταξαν θυμούμενοι βάκλοις τοὺς στερροὺς κλάνεσθαι καὶ δὴ ἐξάψαντες πυρὰν ἐν αὐτῇ κατέκαυσαν τὰ σώματα αὐτῶν καὶ τὰ λείψανα αὐτῶν ἔρριψαν ποταμῷ, καὶ εὕραντο οἱ πιστοὶ |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.:

Ὑπολειφθέντα ἕνα ἐκ τῶν ἁγίων ὑπὸ τῶν παρανόμων βλέπουσα μήτηρ, ἄρασα ὃν ἔτεκεν ἐπὶ ὤμων τοῖς σώμασι τῶν ἁγίων ἐπέρριψε νικήσασα τὰ πάθη τῇ ἑαυτῆς προθέσει, εὑροῦσα αἰωνίαν δόξαν σὺν αὐτοῖς· ἀλλ᾽ ὥσπερ καὶ τότε, Χριστέ, σωτήρ, βασιλεῦ μου, τοῖς σοῖς ἁγίοις παρέσχες νίκην κατὰ δαιμόνων καὶ τῶν τυράννων, καὶ νῦν ὡς εὐδιάλλακτος τῷ πιστοτάτῳ ἄνακτι κατὰ βαρβάρων δώρησαι τὰς νίκας καὶ τὰ τρόπαια, εἰρήνην νέμων σῷ λαῷ ἱκεσίαις καὶ εὐχαῖς τῆς τεκούσης σε σαρκί, τῶν ἁγίων καὶ στερρῶν ἀθλοφόρων σου ἀεί, τῶν λαβόντων παρὰ σοῦ |δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.: