Ἔργον
Ρωμανὸς ὁ Μελωδός – Γνήσια ᾄσματα
Ύμνος εις τους Αγίους Πάντας
Ο ύμνος προς τον Κύριο για τους αγίους μάρτυρες ως απαρχές της φύσεως, η οικουμενική τους σύναξη, η ενέργεια του Αγίου Πνεύματος ενώπιον των διωκτών και η ικεσία για ειρήνη.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ύμνος εις τους Αγίους Πάντας
Ο ύμνος προς τον Κύριο για τους αγίους μάρτυρες ως απαρχές της φύσεως, η οικουμενική τους σύναξη, η ενέργεια του Αγίου Πνεύματος ενώπιον των διωκτών και η ικεσία για ειρήνη.
Ο ΑΙΝΟΣ ΡΩΜΑΝΟΥ [Δ] Ὡς ἀπαρχάς (App. Metr. xlii) Ὡς ἀπαρχὰς τῆς φύσεως τῷ φυτουργῷ τῆς κτίσεως ἡ οἰκουμένη προσφέρει σοι, κύριε, τοὺς θεοφόρους μάρτυρας· ταῖς αὐτῶν ἱκεσίαις ἐν εἰρήνῃ βαθείᾳ τὴν ἐκκλησίαν σου, τὴν πολιτείαν σου διὰ τῆς θεοτόκου συντήρησον, |πολυέλεε.:
Ἰδιόμελον Ὡς ἐλεήμων ὑπάρχων, Χριστὲ ὁ θεός, τὰς τῶν μαρτύρων αἰκίσεις ἐδρόσισας, τῶν διὰ σὲ τυράννοις τὴν πίστιν τρανωσάντων· ἀλλ᾽ ὡς αὐτοῖς ἐδωρήσω τὴν εὐλογίαν ὑπομονῆς ἐκ τῆς ἄνω θεογνωσίας, καὶ ἡμῖν πᾶσι, |πολυέλεε.:
Οἱ ἐν πάσῃ τῇ γῇ (App. Metr. xi) Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι ἐνταῦθα σήμερον ἀθροίζονται πρωτοτόκων δεικνύοντες ἐκκλησίαν ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν καὶ Χριστῷ ἐκβοῶσαν· “Θεός μου εἶ σύ, |πολυέλεε.”:
Ἀπὸ πάσης συνήχθησαν πόλεως καὶ ἡμῶν πατριῶται γεγόνασιν, ἐκ τοῦ κόσμου παντὸς ἐπεδήμησαν καὶ τὸν κόσμον ἡμῖν συνεπάγονται τῆς πανηγύρεως συμμέτοχοι· σὺν τῇ ἄνω ἡ κάτω χορεύει κτίσις· μεθ᾽ ἡμῶν γὰρ βοῶσι καὶ ἄγγελοι· “Θαυμαστὸς ἐν ἁγίοις σου εἶ ἀληθῶς, |πολυέλεε.”:
Ἱερὰν εὐωχίαν τελέσωμεν, οὐρανὸς τὰ ἐπίγεια γέγονεν· οἱ φωστῆρες ἐν τῷ στερεώματι, οἱ δὲ μάρτυρες ἐν τῷ πληρώματι τῆς ἐκκλησίας ἀναλάμπουσι καὶ φωτίζουσι πᾶσαν τὴν οἰκουμένην, ἵνα λέγῃ λοιπὸν ὁ Δαβὶδ μεθ᾽ ἡμῶν ὅτι· “Ἔφαναν αἱ ἀστραπαί σου τῇ γῇ”, |πολυέλεε.:
Νῦν ἀκούσατε ξένα καὶ ἴδετε θεῖα καὶ ἀσυλλόγιστα πράγματα· πανταχοῦ τῶν μαρτύρων τὰ αἵματα ὥσπερ ῥόδα μὴ ἔχουσα ἄκανθας σπαρέντα βρύουσιν ἰάματα, εὐωδίαν δὲ πνέουσι χαρισμάτων, δι᾽ ὧν λαβεῖν παθῶν ἀπαλλαγὴν καὶ βοᾶν τῷ θεῷ· “Ὑψηλή σου ἡ χείρ, |πολυέλεε.”:
Οἱ ἀγῶνες ὑμῶν καὶ οἱ στέφανοι, οἱ ἱδρῶτες ὑμῶν καὶ τὰ θαύματα οὐδὲ λόγῳ ἑνὶ ὑπογράφονται, οὐδὲ τόπῳ ἑνὶ περιγράφονται· ἡ ἐκκλησία τούτοις ἥδεται ὡς χρυσοῖς κροσσωτοῖς περιβεβλημένη καὶ παρέστηκε σοὶ ὡς βασίλισσα βασιλεῖ ἀθανάτῳ κα<ὶ ἀ>φθάρτῳ θεῷ, |πολυέλεε.:
Συνετῶς τῷ θεῷ ἡμῶν ψάλλωμεν· δαψιλῶς γὰρ τὴν χάριν ἐξέχεεν, ἣν ποτὲ Ἰωὴλ προεκήρυξεν· “Ἐκχεῶ”, γὰρ φησίν, “ἐκ τοῦ πνεύματος ἐπὶ τοὺς δούλους καὶ τὰς δούλας μου”· ἡ γὰρ τούτου ἰσχὺς καὶ τοῖς ἀθλοφόροις ἐχορήγει καὶ λόγον καὶ δύναμιν, καὶ ἐνέφραττε στόματα τῶν κατὰ σοῦ, |πολυέλεε.:
Ῥέων πλοῦτος αὐτοὺς οὐκ ἠπάτησε, τὴν γὰρ σὴν βασιλείαν ἠγάπησαν· τῶν προσκαίρων τὴν λήθην ἐλάμβανον, τῶν ἀφθάρτων τὴν μνήμην προσέμενον· ἐν οἷς ὁδεῦσαι ἐπειγόμενοι τὸ θανεῖν ἤπερ ζῆν μᾶλλον προετίμων, ἵνα σὲ τὴν ζωὴν ἐμπορεύσονται καὶ τρυφήσουσι τῶν παρὰ σοῦ ἀγαθῶν |πολυέλεε.:
Ὠμοτάτων θηρῶν ἀγριώτεροι βασιλεῖς τοῖς ἁγίοις σου, κύριε, ἀπειλαῖς καὶ θυμῷ ἐπερχόμενοι καὶ σφοδρᾷ τῇ ὀργῇ βασανίζοντες ὡς λύκοι ἄρνας διεσπάραττον· ἀλλ᾽ αὐτὸς ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ποιμὴν ἡμῶν τὴν βοήθειαν σοῦ ἐχορήγεις αὐτοῖς· διὰ σὲ γὰρ ὑπέμειναν τοὺς αἰκισμούς, |πολυέλεε.:
Μόνος λόγος ὁ σὸς ἐπεσπάσατο τοὺς ἁγίους ὀπίσω σου, κύριε· ὡς γὰρ εἶπας· “Ὁ θέλων μοι ἕπεσθαι συγγενεῖς καὶ γονεῖς ἀπαρνήσεται”· προθύμως πᾶσιν ἀπετάξαντο καὶ τῶν ὧδε γυμνοὶ ἠκολούθησάν σοι, τῇ εὐθείᾳ ὁδῷ καὶ πηγῇ τῆς ζωῆς, ἀδιστάκτῳ τῇ γνώμῃ πιστεύσαντες σοί, |πολυέλεε.:
Ἀπὸ τῶν θυσιῶν ἀπογεύσασθαι κατηνάγκαζον τούτους οἱ ἄθεσμοι· ἀλλ᾽ αὐτοὶ τὸν οὐράνιον δεῖπνον σου ψυχικοῖς ὀφθαλμοῖς προορώμενοι εἰδώλων βρώσει οὐκ ἐμόλυναν τὰ αἰνοῦντα σε χείλη καὶ εὐλογοῦντα, ἵνα σῶν ἀγαθῶν γένωνται κοινωνοί, ὧν ἠξίωσας τοὺς σοὺς μαθητάς, |πολυέλεε.:
Ναρκησάντων θηρίων τὰ στόματα οἱ ὁρῶντες ἐγίνοντο ἔκθαμβοι· πλησιάζοντα τούτων τοῖς σώμασι πρὸ ποδῶν ἐκυλίοντο κείμενα, δουλείαν μᾶλλον ἀσπαζόμενα ἤπερ δρᾶσαι τι τῶν ἁγίων τολμῶντα, τὸ δὲ πῦρ †πάλιν ἐχαλίνου αὐτοῖς·† ἐδιδάσκετο γὰρ καταιδεῖσθαι τοὺς σούς, |πολυέλεε.:
Ὁ διάβολος τέτρωται, πέπτωκε μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως· τῶν βελῶν τὴν φαρέτραν ἐκένωσε καὶ τοὺς σοὺς στρατιώτας οὐκ ἔτρωσε· κυμάτων σάλον ἐπανέστησε, τοὺς ἑστῶτας δὲ ἐπὶ τὴν πέτραν οὐ κατέβαλεν οὐδὲ ἐσάλευσεν, ἀσφαλῆ τὸν θεμέλιον ἔχοντας σέ, |πολυέλεε.:
Ὑπομείναντες ὄντως ὑπέμειναν καὶ νομίμως ἀθλήσαντες ἤθλησαν· τὸν ἀγῶνα καλῶς ἠγωνίσαντο καὶ τὸν δρόμον εἰς τέλος ἐτέλεσαν· τὴν πίστιν ἄμωμον ἐτήρησαν, ἀντὶ πάντων δὲ τούτων τῶν ἀλγεινῶν παρὰ σοῦ τοὺς στεφάνους ἐκδέχονται· ταῖς εὐχαῖς αὐτῶν ἵλεως γενοῦ ἡμῖν, |πολυέλεε.: ⟦Δαψιλῶς σου ἡ χάρις ἐκχέεται τοῖς ἐν πίστει αἰτοῦσι τὰ δέοντα· διὰ τοῦτο κἀγὼ ὁ ἀνάξιος ἱκετεύω σε, εὔσπλαγχνε κύριε· μικρὸν σταγόνα ἐκ τοῦ πνεύματος ὥσπερ ὄμβρον κατάπεμψον, δέομαι, ἵνα ψάλλω λοιπὸν καὶ τὰ σὰ μελετῶ καὶ πλουτίσω πολλοὺς ἐκ τῶν σῶν δωρεῶν, |πολυέλεε.:⟧
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.