Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις τον Ευαγγελισμόν της Θεοτόκου και εις την Γέννησιν του Χριστού

Θεολογικοί ύμνοι αφιερωμένοι στο μυστήριο του Ευαγγελισμού και της θείας ενανθρωπήσεως στο σπήλαιο της Βηθλεέμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 7 από 23

Ἕτερον κοντάκιον εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος αʹ—ἰδιόμελον. Προοίμιον Ὅτι οὐκ ἔστιν ὡς σὺ ἐλεήμων ἔγνωμεν, Κύριε, ἀφ᾽ οὗ ἐτέχθης καὶ υἱὸς ὠνομάσθης γυναικὸς ἧς ἐποίησας· ἣν μακαρίζοντες καθ᾽ ἑκάστην βοῶμεν· Χαῖρε νύμφη ἀνύμφευτε.

Τῷ ἀρχαγγέλῳ Γαβριὴλ δεῦτε καὶ συμπορευθῶμεν πρὸς τὴν παρθένον Μαρίαν, καὶ ταύτην ἀσπασώμεθα ὡς μητέρα καὶ τροφὸν τῆς ζωῆς ἡμῶν· οὔτε γὰρ μόνῳ πρέπον τῷ στρατηγῷ τὴν βασιλίδα ἀσπάσασθαι, ἀλλὰ καὶ τοῖς ταπεινοῖς ἔξεστι ταύτην ἰδεῖν καὶ προφθέγξασθαι, ἣν ὡς μητέρα Θεοῦ αἱ γενεαὶ πᾶσαι μακαρίζουσαι βοῶσιν· «Χαῖρε ἀκήρατε, χαῖρε κόρη θεόκλητε, χαῖρε σεμνή, χαῖρε τερπνὴ καὶ καλή, χαῖρε εὔειδε, χαῖρε ἄσπορε, χαῖρε ἄφθορε, χαῖρε μῆτερ ἄνανδρε, χαῖρε νύμφη ἀνύμφευτε.» Ὁ ἀρχιστράτηγός ποτε τῶν οὐρανίων ταγμάτων, σύνθεμα φιλανθρωπίας δεξάμενος, ἐπείγετο ἐμφανίσαι τῇ παρθένῳ, ὡς γέγραπται· καὶ ἐλθὼν εἰς Ναζαρὲτ πρὸς τὴν σκηνὴν τοῦ Ἰωσὴφ, ἐξεπλήττετο ὅτι πῶς ὁ ὑψηλὸς τοῖς ταπεινοῖς ἀγαπᾷ συνεπάγεσθαι. «Ὅλος, φησίν, ὁ οὐρανὸς κα<ὶ ὁ> πύρινος θρόνος οὐ χωρεῖ μου τὸν δεσπότην, καὶ ἡ εὐτελὴς αὕτη πῶς ὑποδέχεται;

Ἄνω φρικτός, καὶ κάτω πῶς ὁρατός; Πάντως ὡς βούλεται· τί οὖν ἵσταμαι καὶ οὐχ ἵπταμαι καὶ τῇ κόρῃ φθέγγομαι· Χαῖρε νύμφη ἀνύμφευτε;» Ὑπὸ τὴν σκέπην τῆς σεμνῆς ταῦτα λαλήσας εἰσῆλθε τῶν οὐρανῶν ὁ οἰκήτωρ καὶ πρόσειπε τὴν ἄγαμον, λέγων· «Χαῖρε, μετὰ σοῦ ὁ Κύριος.» Ἡ δὲ παῖς πρὸς τὴν μορφὴν τοῦ φαεινοῦ 〈τάχα〉 οὐδ᾽ ὅλως ἐθάρρησεν, ἀλλ᾽ εὐθὺς ἐπὶ τὴν γῆν ἔκλινε τὴν κεφαλήν, καὶ ἡσύχασε.

Νοῦν δὲ συνῆψεν εἰς νοῦν καὶ φρένα εἰς φρένα συμβιβάζει 〈ἐκ〉βοῶσα· «Τί ἐστι τοῦτο ὅπερ βλέπω; Τί σκέψομαι; Εἶδος πυρός, φωνὴν δὲ ἔχει ἀνδρὸς ὁ παριστάμενος, καὶ ταράττει με, 〈καὶ〉 θαρρύνει με ὅτι τοῦτο λέγει μοι· Χαῖρε νύμφη ἀνύμφευτε.» Τοιαύτην ὕλην λογισμῶν τῆς Μαρίας στοιβαζούσης ἐν τῇ ἰδίᾳ καρδίᾳ, ἐνέπνευσεν ὁ πύρινος καὶ ὡς χαίτην τὴν δειλίαν κατέκαυσε καί φησιν· «Ὦ φαεινή, μὴ πτοηθῇς· εὗρες γὰρ χάριν πρὸς Κύριον· μὴ πτοοῦ τὸν λειτουργόν, τὸν πλαστουργὸν γὰρ 〈ἐγὼ〉 ἥκω φέρων σοι· μέλλεις γεννᾶν ὑϊόν, καὶ τί σε ταράττει ἡ πυρίνη ἰδέα μου;

Τίκτεις τὸν Κύριον· τί πτοεῖσαι τὸν σύνδουλον; Τί δειλιᾷς ἐμὲ τὸν τρέμοντά σε διὰ τὰ μέλλοντα; Ἃ πεπίστευμαι καὶ τεθάρρημαι, ταῦτα ἦλθον λέγων σοι· Χαῖρε νύμφη ἀνύμφευτε.» Ἀλλ᾽ ὅτε τούτων τῶν λόγων ἤκουσεν ἡ παναγία, εἶπεν ἐν τῇ διανοίᾳ· «Τὰ πρότερα ἤκουσα κα<ὶ ο>ὐ συνῆκα· καὶ πῶς μάθω τὰ ὕστερον;

Ἀσπασμὸν εἶπεν ἐμοὶ ὁ παρεστώς, καὶ οὐ νοῶ τὸ τελούμενον. Καὶ ἰδοὺ ἄλλο φρικτὸν ἐν τοῖς ὠσί μου 〈ἐκεῖνος〉 ἐπέθηκεν· εἶπε γὰρ ὅτι υἱὸν βαστάζεις καὶ τίκτεις, καίτοι ἄνδρα οὐ γινώσκω· τάχα οὐκ ἔμαθεν οὗτος ὅτι ἐσφράγισμαι;

Ἆρ<α ἀ>γνοεῖ ὅτι παρθένος εἰμί; Ὄντως οὐ πείθομαι· εἰ μὴ ἔμαθε καὶ κατέμαθεν, οὐκ ἂν ἦλθε λέγων μοι· Χαῖρε νύμφη ἀνύμφευτε. Πῶς ἔσται τοῦτο ὃ λαλεῖς; Φράσον μοι νῦν ὃ ὑπάρχεις· ἄγγελον <ἢ ἄ>νθρωπον εἴπω; οὐράνιον ἢ γήϊνον; Δίδαξόν με καὶ ὃ εἶ καὶ ὃ εἴρηκας· ἐὰν γὰρ φθάσω μαθεῖν τίς ὁ λαλῶν, πάντως νοῶ τὸ λαλούμενον· καὶ <διὰ> τοῦτο φράσον μοι πόθεν εἶ· ἄνωθεν ἦλθες ἢ κάτωθεν;

Ἔλαβον θάρσος λοιπόν· πολλὴν παρρησίαν κεκτημένη συζητῶ σοι. Τοῦτο ὃ εἴρηκας ποῦ ἐρρέθη μὴ κρύψῃς μοι· ἐν οὐρανῷ ἐρρέθη τὸ κατ᾽ ἐμέ; Τί οὖν οὐ λέγεις μοι 〈ὅτι〉 ἄγγελος καὶ οὐκ ἄνθρωπος πέλεις σὺ ὁ λέγων μοι· Χαῖρε νύμφη ἀνύμφευτε;» Εὐθὺς ἀκούσας Γαβριὴλ τῶν τῆς παρθένου ῥημάτων, πρὸς ἑαυτὸν ἐταράχθη· οὐ μέντοι γε ἐλάλησε σκληρὸν ῥῆμα τῇ τικτούσῃ τὸν Κύριον, ἀλλ᾽ αὐτὸς καθ᾽ ἑαυτὸν οὕτω φησίν· «Οὐδὲ ὧδε πιστεύομαι, ἀλλ᾽ ὡς πρὶν ἐν τῷ ναῷ νῦν ἐν τῷ οἴκῳ τῆς κόρης ἠπίστημαι· ἴσως ἐδίστασεν ἐκεῖ ὁ Ζαχαρίας, καὶ ἐνταῦθα ἡ Μαρία.

Ὅμως οὐ δύναμαι, οὐ τολμῶ ἀποφήνασθαι· οὐχ ἱκανῶ ταύτης δεσμεῦσαι φωνὴν ὡς τὴν τοῦ γέροντος· τότε ἴσχυσα καὶ ἐφίμωσα, νῦν δὲ τρέμων φθέγγομαι· Χαῖρε νύμφη ἀνύμφευτε. Ἰδοὺ κωφὸς ὁ ἱερεὺς καὶ κυοφόρος ἡ στεῖρα, καὶ Μαρία ἀπιστεῖ μοι καὶ τίς εἰμι καὶ τί λαλῶ ἀπαιτεῖ με, καὶ μὴ θέλων ἀνέχομαι, ἵνα μὴ ὁ ἐν αὐτῇ ἐπιδημῶν ἀγανακτῶν ἀπολέσῃ με ὥς ποτε ἀπ᾽ οὐρανῶν πταίσαντας ἀγγέλους εἰς ᾅδην ἔρριψεν.

Στέργω οὖν ἐγκαρτερῶν καὶ τῇ συζητούσῃ τὴν ἀπόκρισιν δίδωμι. Πῶς ἔσται τοῦτο ὅπερ λέγω, ἀμώμητε; Πῶς τῷ λαῷ θάλασσα ὤφθη ξηρά, πάλιν δὲ θάλασσα; Οὕτως γίνεται καὶ ἡ μήτρα σου, ἵνα πᾶς τις λέξῃ σοι· Χαῖρε νύμφη ἀνύμφευτε.» Νοῆσαι θέλουσα σαφῶς τὸ λαληθὲν ἡ ἁγία, πάλιν βοᾷ τῷ ἀγγέλῳ· «Τὴν θάλασσαν ἣν ἔφης μοι ὁ προφήτης ἐν τῇ ῥάβδῳ διέρρηξεν· οὐδὲ γὰρ δίχα τινὸς τοῦ μεταξὺ τοῦτο τὸ θαῦμα ἐγένετο, ἀλλὰ ἦν πρῶτος Μωσῆς, ἔπειτα εὐχαὶ καὶ ῥάβδος μεσάζουσα.

Νῦν 〈δὲ〉 εἰς μέσον οὐδέν, καὶ πῶς ἔσται 〈τοῦτο〉 ἐπεὶ ἄνδρα οὐ γινώσκω; Ἡ ἀναρότρευτος ἄρουρα, ἀγεώργητος δώσω καρπὸν μὴ δεξαμένη σπορὰν μηδὲ τὸν σπείραντα; Τοῦτο λέξον μοι, τοῦτο φράσον μοι, ὁ ἑστὼς καὶ λέγων μοι· Χαῖρε νύμφη ἀνύμφευτε.» Ὁ ἐν ὑψίστοις θαρρηθεὶς τὸν ἀσπασμόν, οὐ τὸν τόκον, τῆς παναγίας Μαρίας, ὡς ἤκουσεν ὃ ἔφησεν ἡ παρθένος, πρὸς αὐτὴν ἀπεκρίνατο· «Ἐπειδὴ ἔφης, σεμνή, μέσον τινὰ ἔχειν τὰ πάλαι γενόμενα, τὸ παρὸν μεῖζόν ἐστιν, ὅθεν οὐκ ἔστιν χρεία μεσιτεύοντος.

Ἄγγελος πέλω ἐγώ, καὶ οὐκ ἐθαρρήθην μεσιτεῦσαι τὸ τοιοῦτον· πῶς οὖν ταλαίπωρος ἄνθρωπος μεσιτεύσει σοι; Ῥάβδος ποτὲ καὶ ὁ προφήτης Μωσῆς τύποι ἐγένοντο· νῦν ἀλήθεια ἐπιλάμψει σοι, ὅθεν ἦλθον λέγων σοι· Χαῖρε νύμφη ἀνύμφευτε. —Ὑψόθεν ἦλθες ἀληθῶς· σύγγνωθι, νῦν σε ἐπέγνων· φόβῳ γὰρ νῦν συνεσχέθην τοῦ κάλλους σου, τῆς θέας σου, τῆς φωνῆς σου, διαφόρως θροούντων με· εἰ μὴ γὰρ ἄνωθεν ἧς, τὰ τῆς γραφῆς ῥήματα οὐ διερμήνευες, ἀλλ᾽ ὡς ὢν ἐκ τοῦ φωτὸς πάντα τὰ σκολιὰ 〈σὺ〉 ἐξωμάλισας.

Γένοιτο οὖν τοῦτό μοι ὅπερ εἶπας ἄρτι· τὴν γὰρ ἀλήθειαν ἔχεις· γένοιτό μο<ι, ἄ>γγελε, γένοιτό μοι τὸ ῥῆμά σου· δούλη εἰμὶ τοῦ ἀποστείλαντός σε· φράσον ἃ βούλεται· καὶ οἰκήσει μοι καὶ τηρήσει με, ἵνα πᾶς τις λέξῃ μοι· Χαῖρε νύμφη ἀνύμφευτε.» Ῥυθμῷ λαλήσας Γαβριὴλ καὶ ἀντακούσας εὐθέως τῶν τῆς παρθένου ῥημάτων, ἀνίπταται καὶ ἔφθασε τὸ πύρινον καὶ φαιδρὸν ἐνδιαίτημα.

Ἡ δὲ παῖς τότε ἴσως πρὸς ἑαυτὴν τὸν Ἰωσὴφ μετεπέμψατο καὶ φησί· «Ποῦ ἦς, σοφέ; Πῶς οὐκ ἐφύλαξας τὴν παρθενίαν μου; Ἦλθεν γάρ τις 〈πτερωτὸς〉 καὶ ἔδωκε μνῆστρα, μαργαρίτας τοῖς ὠσί 〈μου·〉 οὗτος ἐνεῖρέ μοι λόγους ὥσπερ ἐνώτια· βλέπε, ἰδὲ πῶς ἐκαλλώπισέ με, τούτ<ῳ ὡ>ραΐσας με ὅ τι ἔφη μοι, ὅ τι λέξεις μοι μετ᾽ ὀλίγον, ὅσιε· Χαῖρε νύμφη ἀνύμφευτε.» Ὡς δὲ κατεῖδεν Ἰωσὴφ τὴν θεοκόσμητον κόρην μάλα κεχαριτωμένην, ἐτρόμασεν, ἐθαύμασεν, ἐθαμβήθη, καὶ εἰς νοῦν ἐλογίσατο· «Ποταπὴ αὕτη; φησί· σήμερον γὰρ ὥσπερ 〈ἐ〉χθὲς οὐχ ὁρᾶταί μοι· φοβερὰ καὶ γλυκηρὰ φαίνεται ἡ σὺν ἐμοί, καὶ συνέχει με· καύσωνι καὶ νιφετῷ ἐγὼ ἐνατενίζω, παραδείσῳ καὶ καμίνῳ, ὄρει καπνίζοντι, θείῳ ἄνθει χλοάζοντι, θρόνῳ φρικτῷ, ὑποποδίῳ οἰκτρῷ τοῦ πανοικτίρμονος· ἥνπερ ἔλαβον οὐ κατέλαβον· πῶς οὖν ταύτῃ φθέγξομαι· Χαῖρε νύμφη ἀνύμφευτε;» Μεγάλη οὖν καὶ ταπεινή, δέσποινα ἅμα καὶ δούλη, φράσον μοι νῦν ὃ ὑπάρχεις· τί εἴπω σε; τί λέξω σοι; πῶς ὑμνήσω, πῶς αἰνέσω τὸ κάλλος σου;

Ἀληθῶς τοῦτό ἐστιν ὅπερ ἡμῖν ἔφησε τὸ εὐαγγέλιον· ὁ <Ἰω>σὴφ ἕως καιροῦ τὴν σὺν αὐτῷ Μαρίαν οὐκ ἐγίνωσκεν, ἕως οὗ ἔτεκε σαφῶς τὸν τοῦ Θεοῦ λόγον· ὅπερ ἦν καὶ ἐδηλώθη ἕως οὗ ἔτεκεν, ἀλλὰ οὐδὲ μετέπειτα· ἔμεινε γὰρ κεκαλυμμένη αὐτὴ καὶ ὃν ἔτεκεν, καὶ οὔτε ἔγνωσται, οὔτε γνωσθήσεται ᾗ δικαίως λέξομεν· Χαῖρε νύμφη ἀνύμφευτε.

Αὐτὸς οὖν οὗτος ὁ <Ἰω>σὴφ ποτὲ μὴ γνοὺς τὴν παρθένον πρὸς τὴν αὐτῆς εὐδοξίαν ἱστάμενος ἐξίστατο, κα<ὶ ἀ>τενίζων τῷ φωτὶ τῆς μορφῆς αὐτῆς ἔφησεν· «Ὦ φαεινή, φλόγα ὁρῶ καὶ ἀνθρακιὰν κυκλοῦσάν σε· διὰ τοῦτο, Μαριάμ, πλήττομαι· φύλαξόν με καὶ μὴ φλέξῃς με· κλίβανος πλήρης πυρὸς ἐγένετο ἄφνω ἡ 〈παν〉άμεμπτος γαστήρ σου.

Μὴ οὖν χωνεύσῃ με, δέομαι, ἀλλὰ φεῖσαί μου· θέλεις κἀγὼ λύσω, ὡς πάλαι Μωσῆς, τὰ ὑποδήματα, καὶ ἐγγίσω σοι, καὶ ἀκούσω σου, καὶ μαθὼν λαλήσω σοι· Χαῖρε νύμφη ἀνύμφευτε;» «Νῦν προσεγγίσαι μοι ζητεῖς καὶ διδαχθῆναι ὃ πέλω», τῷ <Ἰω>σὴφ 〈εἶπε〉 Μαρία. «Προσέγγισον καὶ ἄκουσον ὃ ὑπάρχω καὶ εἰμὶ ὅπερ βλέπεις μοι· πτερωτὸς ὤφθη μοί τις οὗ ἡ μορφὴ ὅλον τὸν θάλαμον ἔπλησε καὶ ἐμὲ ἅμα αὐτῷ· τῶν γὰρ θυρῶν κεκλεισμένων ἐπέστη μοι, ἔλεξεν οὕτως ἐμοί· Κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος.

Ὅτε δὲ ἤκουσα τοῦ Κυρίου τὸ ὄνομα, τότε μικρὸν λαβοῦσα παραψυχὴν ἴδον ᾧ ἔβλεπον φαεινόμορφον, φλόγινον ὅλον, δροσινὰ λαλοῦντά μοι· Χαῖρε νύμφη ἀνύμφευτε. Ὁ οὖν τοιοῦτος ἀσπασμὸς ἠχηθεὶς τοῖς ὠσί μου πλήρης, φαεινὴν ἀπαρτίσας, ἐγκύμονα ἀπέδειξεν· τοῦ ἐμβρύου οὖν οὐκ οἶδα τὴν σύλληψιν, καὶ ἰδοὺ κυοφορῶ καί, ὡς ὁρᾷς, ἄθικτος ἡ παρθενία μου· οὔτε γὰρ 〈σὺ〉 ἔγνως με· τίς τούτων μάρτυς ἢ σὺ ὁ φυλάττων με;

Δὸς οὖν ὑπὲρ ἐμοῦ τὴν ἀπολογίαν ἵνα εὕρῃς ἀνάπαυσιν.» Τοῦτο ὡς ἤκουσεν Ἰωσὴφ ἀνεκραύγασε· «Τοῦτο ἐγὼ μαρτυρῶ ὄντως σαφῶς· ὅμως δὲ ἄκουσον· τίς πιστεύσει μοι ὅτι ἄνωθεν 〈ἦλθεν〉 ὁ βοήσας σοι· Χαῖρε νύμφη ἀνύμφευτε;

Υἱοὶ λοιμοὶ καὶ πονηροὶ οἱ ἱερεῖς τοῦ λαοῦ σου, τοῦτο δὲ οἶδας· πρὶν εἴπω καὶ ἐμοὶ ἀπιστήσονται ὅτι δίχα συναφείας συνέλαβες· παρ᾽ ἐμοὶ δῆλόν ἐστιν ὅτι 〈τὸ φῶς〉 λάμπει τὸ τῆς παρθενίας σου, παρὰ δὲ τοῖς σκοτεινοῖς ἔσβεσται ὡς ἀναξίοις τοῦ γνῶναί σε.

Τοῦτο οὖν ἔσται καλόν, νομίζω, παρθένε, ἀπολῦσαί σε λαθραίως· θέλω δικαίως μὴ παραδειγματίσαι σε· στέργω γὰρ σὲ καὶ τὸν λαὸν δειλιῶ· ὅθεν οὗ ἐκπέμπω σε δυνατός ἐστιν ἀθῳῶσαί με θέλων, καὶ λαλήσω σοι· Χαῖρε νύμφη ἀνύμφευτε.»

Μηνὶ δεκεμβρίῳ κεʹ, κοντάκιον τῆς Χριστοῦ γεννήσεως, ἦχος γʹ, φέρον ἀκροστιχίδα· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος〉 Προοίμιον Ἡ παρθένος σήμερον τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ σπήλαιον τῷ ἀπροσίτῳ προσάγει· ἄγγελοι μετὰ ποιμένων δοξολογοῦσι, μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι᾽ ἡμᾶς γὰρ ἐγεννήθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ ηὕραμεν, δεῦτε λάβωμεν τὰ τοῦ παραδείσου ἐντὸς τοῦ σπηλαίου· ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος βλαστάνουσα ἄφεσιν, ἐκεῖ ηὑρέθη φρέαρ ἀνόρυκτον, οὗ πιεῖν Δαυὶδ πρὶν ἐπεθύμησεν· ἐκεῖ παρθένος τεκοῦσα βρέφος τὴν δίψαν ἔπαυσεν εὐθὺς τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν ποῦ ἐτέχθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὁ πατὴρ τῆς μητρὸς γνώμῃ υἱὸς ἐγένετο, ὁ σωτὴρ τῶν βρεφῶν βρέφος ἐν φάτνῃ ἔκειτο· ὃν κατανοοῦσα φησὶν ἡ τεκοῦσα· «Εἰπέ μοι, τέκνον, πῶς ἐνεσπάρης μοι ἢ πῶς ἐνεφύης μοι· ὁρῶ σε, σπλάγχνον, καὶ καταπλήττομαι, ὅτι γαλουχῶ καὶ οὐ νενύμφευμαι· καὶ σὲ μὲν βλέπω μετὰ σπαργάνων, τὴν παρθενίαν δὲ ἀκμὴν ἐσφραγισμένην θεωρῶ· σὺ γὰρ ταύτην φυλάξας ἐγεννήθης εὐδοκήσας παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὑψηλὲ βασιλεῦ, τί σοι καὶ τοῖς πτωχεύσασι; Ποιητὰ οὐρανοῦ, τί πρὸς γηΐνους ἤλυθας; Σπηλαίου ἠράσθης ἢ φάτνῃ ἐτέρφθης; Ἰδοὺ οὐκ ἔστι τόπος τῇ δούλῃ σου ἐν τῷ καταλύματι· οὐ λέγω τόπον, ἀλλ᾽ οὐδὲ σπήλαιον, ὅτι καὶ αὐτὸ τοῦτο ἀλλότριον· καὶ τῇ μὲν Σάρρᾳ τεκούσῃ βρέφος ἐδόθη κλῆρος γῆς πολλῆς, ἐμοὶ δὲ οὐδὲ φωλεός· ἐχρησάμην τὸ ἄντρον ὃ κατῴκησας βουλήσει, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.» Τὰ τοιαῦτα ῥητὰ ἐν ἀπορρήτῳ λέγουσα καὶ τὸν τῶν ἀφανῶν γνώστην καθικετεύουσα, ἀκούει τῶν μάγων τὸ βρέφος ζητούντων· εὐθὺς δὲ τούτοις· «Τίνες ὑπάρχετε;» ἡ κόρη ἐβόησεν· οἱ δὲ πρὸς ταύτην· «Σὺ γὰρ τίς πέφυκας, ὅτι τὸν τοιοῦτον ἀπεκύησας;

Τίς ὁ πατήρ σου, τίς ἡ τεκοῦσα, ὅτι ἀπάτορος υἱοῦ ἐγένου μήτηρ καὶ τροφός; Οὗ τὸ ἄστρον ἰδόντες συνήκαμεν ὅτι ὤφθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. Ἀκριβῶς γὰρ ἡμῖν ὁ Βαλαὰμ παρέθετο τῶν ῥημάτων τὸν νοῦν ὧνπερ προεμαντεύσατο, εἰπὼν ὅτι μέλλει ἀστὴρ ἀνατέλλειν, ἀστὴρ σβεννύων πάντα μαντεύματα καὶ τὰ οἰωνίσματα· ἀστὴρ ἐκλύων παραβολὰς σοφῶν, ῥήσεις τε αὐτῶν καὶ τὰ αἰνίγματα· ἀστὴρ ἀστέρος τοῦ φαινομένου ὑπερφαιδρότερος πολύ, ὡς πάντων ἄστρων ποιητής, περὶ οὗ προεγράφη· ἐξ Ἰακὼβ ἀνατέλλει παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.» Παραδόξων ῥητῶν ἡ Μαριὰμ ὡς ἤκουσε, τῷ ἐκ σπλάγχνων αὐτῆς κύψασα προσεκύνησε καὶ κλαίουσα εἶπε· «Μεγάλα μοι, τέκνον, μεγάλα πάντα ὅσα ἐποίησας μετὰ τῆς πτωχείας μου· ἰδοὺ γὰρ μάγοι ἔξω ζητοῦσί σε· τῶν ἀνατολῶν οἱ βασιλεύοντες τὸ πρόσωπόν σου ἐπιζητοῦσι, καὶ λιτανεύουσιν ἰδεῖν οἱ πλούσιοι τοῦ σοῦ λαοῦ· ὁ λαός σου γὰρ ὄντως εἰσὶν οὗτοι οἷς ἐγνώσθης, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἐπειδὴ οὖν λαὸς σός ἐστι, τέκνον, κέλευσον ὑπὸ σκέπην τὴν σὴν γένωνται, ἵνα ἴδωσι πενίαν πλουσίαν, πτωχείαν τιμίαν· αὐτόν σε δόξαν ἔχω καὶ καύχημα· διὸ οὐκ αἰσχύνομαι· αὐτὸς εἶ χάρις καὶ ἡ εὐπρέπεια τῆς σκηνῆς κἀμοῦ· νεῦσον εἰσέλθωσιν· οὐδέν μοι μέλει τῆς εὐτελείας· ὡς θησαυρὸν γὰρ σὲ κρατῶ, ὃν βασιλεῖς ἦλθον ἰδεῖν, βασιλέων καὶ μάγων ἐγνωκότων ὅτι ὤφθης, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.» Ἰησοῦς ὁ Χριστὸς ὄντως τε καὶ Θεὸς ἠμῶν τῶν φρενῶν ἀφανῶς ἥψατο τῆς μητρὸς αὐτοῦ, «Εἰσάγαγε, λέγων, οὓς ἤγαγον λόγῳ· ἐμὸς γὰρ λόγος οὗτος ὃς ἔλαμψε τοῖς ἐπιζητοῦσί με· ἀστὴρ μέν ἐστιν πρὸς τὸ φαινόμενον, δύναμις δέ τις πρὸς τὸ νοούμενον· συνῆλθε μάγοις ὡς λειτουργῶν μοι, καὶ ἔτι ἵσταται πληρῶν τὴν διακονίαν αὐτοῦ καὶ ἀκτῖσι δεικνύων τὸν τόπον ὅπου ἐτέχθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Νῦν οὖν δέξαι, σεμνή, δέξαι τοὺς δεξαμένους με· ἐν αὐτοῖς γὰρ εἰμὶ ὥσπερ ἐν ταῖς ἀγκάλαις σου· καὶ σοῦ οὐκ ἀπέστην κἀκείνοις συνῆλθον.» Ἡ δὲ ἀνοίγει θύραν καὶ δέχεται τῶν μάγων τὸ σύστημα· ἀνοίγει θύραν ἡ ἀπαράνοικτος πύλη, ἣν Χριστὸς μόνος διώδευσεν· ἀνοίγει θύραν ἡ ἀνοιχθεῖσα καὶ μὴ κλαπεῖσα μηδαμῶς τὸν τῆς ἁγνείας θησαυρόν· αὐτὴ ἤνοιξε θύραν, ἀφ᾽ ἧς ἐγεννήθη θύρα, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Οἱ δὲ μάγοι εὐθὺς ὥρμησαν εἰς τὸν θάλαμον, καὶ ἰδόντες Χριστὸν ἔφριξαν, ὅτι εἴδοσαν τὴν τούτου μητέρα, τὸν ταύτης μνηστῆρα, καὶ φόβῳ εἶπον· «Οὗτος υἱός ἐστιν ἀγενεαλόγητος; Καὶ πῶς, παρθένε, τὸν μνηστευσάμενον βλέπομεν ἀκμὴν ἔνδον τοῦ οἴκου σου;

Οὐκ ἔσχε μῶμον ἡ κύησις σου· μὴ ἡ κατοίκησις ψεχθῇ συνόντος σοι τοῦ Ἰωσήφ· πλῆθος ἔχεις φθονούντων ἐρευνώντων ποῦ ἐτέχθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. —Ὑπομνήσω ὑμᾶς, μάγοις Μαρία ἔφησε, τίνος χάριν κρατῶ τὸν Ἰωσὴφ ἐν οἴκῳ μου· εἰς ἔλεγχον πάντων τῶν καταλαλούντων· αὐτὸς γὰρ λέξει ἅπερ ἀκήκοε περὶ τοῦ παιδίου μου· ὑπνῶν γὰρ εἶδεν ἄγγελον ἅγιον λέγοντα αὐτῷ πόθεν συνέλαβον· πυρίνη θέα τὸν ἀκανθώδη ἐπληροφόρησε νυκτὸς περὶ τῶν λυπούντων αὐτόν· δι᾽ αὐτὸ σύνεστί μοι Ἰωσὴφ δηλῶν ὡς ἔστι παιδίον νέον ὁ πρὸ αἰώνων Θεός.

Ῥητορεύει σαφῶς ἅπαντα ἅπερ ἤκουσεν· ἀπαγγέλλει τρανῶς ὅσα αὐτὸς ἑώρακεν ἐν τοῖς οὐρανίοις καὶ τοῖς ἐπιγείοις· τὰ τῶν ποιμένων, πῶς συνανύμνησαν πηλίνοις οἱ πύρινοι· ὑμῶν τῶν μάγων, ὅτι προέδραμεν ἄστρον φωταυγοῦν καὶ ὁδηγοῦν ὑμᾶς· διὸ ἀφέντες τὰ προρρηθέντα, ἐκδιηγήσασθε ἡμῖν τὰ νῦν γενόμενα ὑμῖν, πόθεν ἥκατε, πῶς δὲ συνήκατε ὅτι ὤφθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.» Ὡς δὲ ταῦτα αὐτοῖς ἡ φαεινὴ ἐλάλησεν, οἱ τῆς ἀνατολῆς λύχνοι πρὸς ταύτην ἔφησαν· «Μαθεῖν θέλεις πόθεν ἠλύθαμεν ὧδε;

Ἐκ γῆς Χαλδαίων, ὅθεν οὐ λέγουσι· θεὸς θεῶν κύριος, ἐκ Βαβυλῶνος, ὅπου οὐκ οἴδασιν τίς ὁ ποιητὴς τούτων ὧν σέβουσιν· ἐκεῖθεν ἦλθε καὶ ἦρεν ἡμᾶς ὁ τοῦ παιδίου σου σπινθὴρ ἐκ τοῦ πυρὸς τοῦ περσικοῦ· πῦρ παμφάγον λιπόντες, πῦρ δροσίζον θεωροῦμεν, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Ματαιότης ἐστὶ ματαιοτήτων ἅπαντα, ἀλλ᾽ οὐδεὶς ἐν ἡμῖν ταῦτα φρονῶν εὑρίσκεται· οἱ μὲν γὰρ πλανῶσιν, οἱ δὲ καὶ πλανῶνται· διό, παρθένε, χάρις τῷ τόκῳ σου δι᾽ οὗ ἐλυτρώθημεν οὐ μόνον πλάνης, ἀλλὰ καὶ θλίψεως τῶν χωρῶν πασῶν ὧνπερ διήλθομεν, ἐθνῶν ἀσήμων, γλωσσῶν ἀγνώστων, περιερχόμενοι τὴν γῆν καὶ ἐξερευνῶντες αὐτὴν μετὰ λύχνου τοῦ ἄστρου, ἐκζητοῦντες ποῦ ἐτέχθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ἀλλ᾽ ὡς ἔτι αὐτὸν τοῦτον τὸν λύχνον εἴχομεν, τὴν Ἰερουσαλὴμ πᾶσαν περιωδεύσαμεν, πληροῦντες εἰκότως τὰ τῆς προφητείας· ἠκούσαμεν γὰρ ὅτι ἠπείλησε Θεὸς ἐρευνᾶν αὐτήν· καὶ μετὰ λύχνου περιηρχόμεθα, θέλοντες εὑρεῖν μέγα δικαίωμα· ἀλλ᾽ οὐχ εὑρέθη, ὅτι ἐπήρθη ἡ κιβωτὸς αὐτῆς μεθ᾽ ὧν συνεῖχε πρότερον καλῶν· τὰ ἀρχαῖα παρῆλθεν, ἀνεκαίνισε γὰρ πάντα παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. —Ναί, φησί, τοῖς πιστοῖς μάγοις Μαρία ἔφησε, τὴν Ἰερουσαλὴμ πᾶσαν περιωδεύσατε, τὴν πόλιν ἐκείνην τὴν προφητοκτόνον;

Καὶ πῶς ἀλύπως ταύτην διήλθετε τὴν πᾶσι βασκαίνουσαν; Ἡρώδην πάλιν πῶς διελάθετε τὸν ἀντὶ θεσμῶν φόνων ἐμπνέοντα;» Οἱ δὲ πρὸς ταύτην φησί· «Παρθένε, οὐ διελάθομεν αὐτόν, ἀλλ᾽ ἐνεπαίξαμεν αὐτῷ· συνετύχομεν πᾶσιν ἐρωτῶντες ποῦ ἐτέχθη παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.» Ὅτε ταῦτα αὐτῶν ἡ Θεοτόκος ἤκουσεν, τότε εἶπεν αὐτοῖς· «Τί ὑμᾶς ἐπηρώτησεν Ἡρώδης ὁ ἄναξ καὶ οἱ Φαρισαῖοι; —Ἡρώδης πρῶτον, εἶτα, ὡς ἔφησας, οἱ πρῶτοι τοῦ ἔθνους σου τὸν χρόνον τούτου τοῦ φαινομένου νῦν ἄστρου παρ᾽ ἡμῶν ἐξηκριβώσαντο· καὶ ἐπιγνόντες ὡς μὴ μαθόντες οὐκ ἐπεθύμησαν ἰδεῖν ὃν ἐξηρεύνησαν μαθεῖν, ὅτι τοῖς ἐρευνῶσιν ὀφείλει θεωρηθῆναι παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ὑπενόουν ἡμᾶς ἄφρονας οἱ ἀνόητοι καὶ ἠρώτων, φησί· Πόθεν καὶ πότε ἥκατε; πῶς μὴ φαινομένας ὡδεύσατε τρίβους; Ἡμεῖς δὲ τούτοις ὅπερ ἠπίσταντο ἀντεπηρωτήσαμεν· Ὑμεῖς τὸ πάρος πῶς διωδεύσατε ἔρημον πολλὴν ἥνπερ διήλθετε;

Ὁ ὁδηγήσας τοὺς ἀπ᾽ Αἰγύπτου αὐτὸς ὡδήγησε καὶ νῦν τοὺς ἐκ Χαλδαίων πρὸς αὐτόν, τότε στύλῳ πυρίνῳ, νῦν δὲ ἀστέρι δηλοῦντι παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. [Ὁ ἀστὴρ πανταχοῦ ἦν ἡμῶν προηγούμενος ὡς ὑμῖν ὁ Μωσῆς ῥάβδον ἐπιφερόμενος, τὸ φῶς περιλάμπων τῆς θεογνωσίας· ὑμᾶς τὸ μάννα πάλαι διέθρεψε καὶ πέτρα ἐπότισεν· ἡμᾶς ἐλπὶς ἡ τούτου ἐνέπλησε· τῇ τούτου χαρᾷ διατρεφόμενοι, οὐκ ἐν Περσίδι ἀναποδίσαι διὰ τὸν ἄβατον ὁδὸν ὁδεύειν ἔσχομεν ἐν νῷ, θεωρῆσαι ποθοῦντες, προσκυνῆσαι καὶ δοξάσαι παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.»] Ὑπὸ τῶν ἀπλανῶν μάγων ταῦτα ἐλέγετο· ὑπὸ δὲ τῆς σεμνῆς πάντα ἐπεσφραγίζετο, κυροῦντος τοῦ βρέφους τὰ τῶν ἀμφοτέρων, τῆς μὲν ποιοῦντος μετὰ τὴν κύησιν τὴν μήτραν ἀμίαντον, τῶν δὲ δεικνύντος μετὰ τὴν ἔλευσιν ἄμοχθον τὸν νοῦν ὥσπερ τὰ βήματα· οὐδεὶς γὰρ τούτων ὑπέστη κόπον, ὡς οὐκ ἐμόχθησεν ἐλθὼν ὁ Ἀμβακοὺμ πρὸς Δανιήλ· ὁ φανεὶς γὰρ προφήταις ὁ αὐτὸς ἐφάνη μάγοις παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Μετὰ ταῦτα αὐτῶν πάντα τὰ διηγήματα, δῶρα ἦραν χερσὶν μάγοι καὶ προσεκύνησαν τῷ δώρῳ τῶν δώρων, τῷ μύρῳ τῶν μύρων· χρυσὸν καὶ σμύρναν εἶτα καὶ λίβανον Χριστῷ προσεκόμισαν, βοῶντες· «Δέξαι δώρημα τρίϋλον, ὡς τῶν Σεραφὶμ ὕμνον τρισάγιον· μὴ ἀποστρέψῃς ὡς τὰ τοῦ Κάϊν, ἀλλ᾽ ἐναγκάλισαι αὐτὰ ὡς τὴν τοῦ Ἄβελ προσφοράν, διὰ τῆς σε τεκούσης, δι᾽ ἧς ἡμῖν ἐγεννήθης, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.» Νέα νῦν καὶ φαιδρὰ βλέπουσα ἡ ἀμώμητος μάγους δῶρα χερσὶ φέροντας καὶ προσπίπτοντας, ἀστέρα δηλοῦντα, ποιμένας ὑμνοῦντας, τὸν πάντων τούτων κτίστην καὶ κύριον ἱκέτευε λέγουσα· «Τριάδα δώρων, τέκνον, δεξάμενος, τρεῖς αἰτήσεις δὸς τῇ γεννησάσῃ σε· ὑπὲρ ἀέρων παρακαλῶ σε καὶ ὑπὲρ τῶν καρπῶν τῆς γῆς καὶ τῶν οἰκούντων ἐν αὐτῇ· διαλλάγηθι πᾶσι, δι᾽ ἐμοῦ ὅτι ἐτέχθης, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Οὐχ ἁπλῶς γάρ εἰμι μήτηρ σου, σῶτερ εὔσπλαγχνε· οὐκ εἰκῇ γαλουχῶ τὸν χορηγὸν τοῦ γάλακτος, ἀλλὰ ὑπὲρ πάντων ἐγὼ δυσωπῶ σε· ἐποίησάς με ὅλου τοῦ γένους μου καὶ στόμα καὶ καύχημα· ἐμὲ γὰρ ἔχει ἡ οἰκουμένη σου σκέπην κραταιάν, τεῖχος καὶ στήριγμα· ἐμὲ ὁρῶσιν οἱ ἐκβληθέντες τοῦ παραδείσου τῆς τρυφῆς, ὅτι ἐπιστρέφω αὐτούς· λάβῃ αἴσθησιν πάντα δι᾽ ἐμοῦ ὅτι ἐτέχθης, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Σῶσον κόσμον, σωτήρ· τούτου γὰρ χάριν ἤλυθας· στῆσον πάντα τὰ σά· τούτου γὰρ χάριν ἔλαμψας ἐμοὶ καὶ τοῖς μάγοις καὶ πάσῃ τῇ κτίσει· ἰδοὺ γὰρ μάγοι οἷς ἐνεφάνισας τὸ φῶς τοῦ προσώπου σου, προσπίπτοντές σοι δῶρα προσφέρουσι χρήσιμα, καλά, λίαν ζητούμενα· αὐτῶν γὰρ χρῄζω, ἐπειδὴ μέλλω ἐπὶ τὴν Αἴγυπτον μολεῖν καὶ φεύγειν σὺν σοὶ διὰ σέ, ὁδηγέ μου, υἱέ μου, ποιητά μου, πλουτιστά μου, παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.»

Ἕτερον κοντάκιον εἰς τὴν ἁγίαν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλ. βʹ, ἰδιόμελον. Προοίμιον Ὁ πρὸ ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθεὶς ἐπὶ γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν ἀστὴρ εὐαγγελίζεται μάγοις, ἄγγελοι δὲ μετὰ ποιμένων ὑμνοῦσι τὸν ἄσπορον τόκον σου, ἡ κεχαριτωμένη.

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα ἡ ἄμπελος ὡς ἐπὶ κλάδων ἀγκάλαις ἐβάσταζε καὶ ἔλεγεν· «Σὺ καρπός μου, σὺ ζωή μου, 〈σὺ〉 ἀφ᾽ οὗ ἔγνων ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός, τὴν σφραγῖδα τῆς παρθενίας μου ὁρῶσ<α ἀ>κατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον σάρκα γενόμενον.

Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· ἁγνὴ γάρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες ἔλιπες μήτραν ἐμήν, φυλάξας σώαν αὐτήν· διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Ἡ κεχαριτωμένη.

Οὐκ ἀθετῶ σου τὴν χάριν ἧς ἔχω πεῖραν, δέσποτα· οὐκ ἀμαυρῶ τὴν ἀξίαν ἧς ἔτυχον τεκοῦσά σε· τοῦ γὰρ κόσμου βασιλεύω· ἐπειδὴ κράτος τὸ σὸν ἐβάστασα γαστρί, πάντων κρατῶ· μετεποίησας τὴν πτωχείαν μου τῇ συγκαταβάσει σου, σαυτὸν ἐταπείνωσας καὶ τὸ γένος μου ὕψωσας.

Εὐφράνθητέ μοι νῦν ἅμα, γῆ καὶ οὐρανός· τὸν γὰρ ποιητὴν ὑμῶν βαστάζω ἐν χερσί· γηγενεῖς, ἀπόθεσθε τὰ λυπηρά, θεώμενοι τὴν χαρὰν ἣν ἐβλάστησα ἐκ κόλπων ἀμιάντων, καὶ ἤκουσα· Ἡ κεχαριτωμένη.» Ὑμνολογούσης δὲ τότε Μαρίας ὃν ἐγέννησε, κολακευούσης δὲ βρέφος ὃ μόνη ἀπεκύησεν, ἤκουσεν ἡ ἐν ὀδύναις τεκοῦσα τέκνα, καὶ γηθομένη τῷ Ἀδὰμ Εὔα βοᾷ· «Τίς ἐν τοῖς ὠσί μου νῦν ἤχησεν ἐκεῖνο ὃ ἤλπιζον;

Παρθένον τὴν τίκτουσαν τῆς κατάρας τὴν λύτρωσιν, ἧς μόνη φωνὴ ἔλυσέ μου τὰ δυσχερῆ καὶ ταύτης γονὴ ἔτρωσε τὸν τρώσαντά με· ταύτην ἣν προέγραψεν υἱὸς Ἀμώς, ἡ ῥάβδος τοῦ Ἰεσσαὶ ἡ βλαστήσασά μοι κλάδον οὗ φαγοῦσα οὐ θνήξομαι, ἡ κεχαριτωμένη.

Τῆς χελιδόνος ἀκούσας κατ᾽ ὄρθρον κελαδούσης μοι, τὸν ἰσοθάνατον ὕπνον, Ἀδάμ, ἀφεὶς ἀνάστηθι· ἄκουσόν μου τῆς συζύγου· ἐγὼ ἡ πάλαι πτῶμα προξενήσασα βροτοῖς νῦν ἀνιστῶ. Κατανόησον τὰ θαυμάσια, ἰδὲ τὴν ἀπείρανδρον διὰ τοῦ γεννήματος ἰωμένην τοῦ τραύματος· ἐμὲ γάρ ποτε εἷλεν ὁ ὄφις καὶ σκιρτᾷ, ἀλλ᾽ ἄρτι ὁρῶν τοὺς ἐξ ἡμῶν φεύγει συρτῶς· κατ᾽ ἐμοῦ μὲν ὕψωσε τὴν κεφαλήν, νυνὶ δὲ ταπεινωθεὶς κολακεύει, οὐ χλευάζει, δειλιῶν ὃν ἐγέννησεν ἡ κεχαριτωμένη.» Ἀδὰμ ἀκούσας τοὺς λόγους οὓς ὕφανεν ἡ σύζυγος, ἐκ τῶν βλεφάρων τὸ βάρος εὐθέως ἀποθέμενος ἀνανεύει ὡς ἐξ ὕπνου καὶ οὖς ἀνοίξας ὃ ἔφραξε παρακοὴ οὕτως βοᾷ· «Γλυκεροῦ ἀκούω κελαδήματος, τερπνοῦ μινυρίσματος, ἀλλὰ τοῦ μελίζοντος νῦν ὁ φθόγγος οὐ τέρπει με· γυνὴ γάρ ἐστιν, ἧς καὶ φοβοῦμαι τὴν φωνήν· ἐν πείρᾳ εἰμί, ὅθεν τὸ θῆλυ δειλιῶ· ὁ μὲν ἦχος θέλγει με ὡς λιγυρός, τὸ ὄργανον δὲ δονεῖ μὴ ὡς πάλαι με πλανήσῃ ἐπιφέρουσα ὄνειδος ἡ κεχαριτωμένη. —Πληροφορήθητι, ἄνερ, τοῖς λόγοις τῆς συζύγου σου· οὐ γὰρ εὑρήσεις με πάλιν πικρά σοι συμβουλεύουσαν· τὰ ἀρχαῖα γὰρ παρῆλθε καὶ νέα πάντα δείκνυσιν ὁ τῆς Μαριὰμ γόνος Χριστός.

Τούτου τῆς νοτίδος ὀσφράνθητι καὶ εὐθέως ἐξάνθησον, ὡς στάχυς ὀρθώθητι· τὸ γὰρ ἔαρ σε ἔφθασεν, Ἰησοῦς Χριστὸς πνέει ὡς αὔρα γλυκερά· τὸν καύσωνα ᾧ ἦς ἀποφυγὼν τὸν αὐστηρόν, δεῦρο ἀκολούθει μοι πρὸς Μαριάμ, καὶ αὐτῆς πρὸ τῶν ποδῶν ἐρριμένους θεωροῦσα εὐθέως σπλαγχνισθήσεται ἡ κεχαριτωμένη. —Ἔγνων, ὦ γύναι, τὸ ἔαρ καὶ τῆς τρυφῆς ὀσφραίνομαι ἧς ἐξεπέσαμεν πάλαι· καὶ γὰρ ὁρῶ παράδεισον νέον, ἄλλον, τὴν παρθένον φέρουσαν κόλποις αὐτὸ τὸ ξύλον τῆς ζωῆς ὅπερ ποτὲ Χερουβὶμ ἐτήρει τὸ ἅγιον πρὸς τὸ μὴ ψαῦσαι 〈ἐ〉μέ· τοῦτο τοίνυν ἄψαυστον ἐγὼ βλέπων φυόμενον, ᾐσθόμην πνοῆς, σύζυγε, τῆς ζωοποιοῦ τῆς κόνιν ἐμὲ ὄντα καὶ ἄψυχον πηλὸν ποιησάσης ἔμψυχον· ταύτης νυνὶ τῇ εὐοσμίᾳ ῥωσθείς, πορευθῶ πρὸς τὴν ἀνθοῦσαν τὸν καρπὸν τῆς ζωῆς ἡμῶν, τὴν κεχαριτωμένην.

Ἰδού εἰμι πρὸ ποδῶν σου, παρθένε, μῆτερ ἄμωμε, καὶ δι᾽ ἐμοῦ πᾶν τὸ γένος τοῖς ἴχνεσί σου πρόσκειται. Μὴ παρίδῃς τοὺς τεκόντας, ἐπειδὴ τόκος ὁ σὸς ἀνεγέννησε νῦν τοὺς ἐν φθορᾷ· τὸν ἐν Ἅιδῃ παλαιωθέντα με, Ἀδὰμ τὸν πρωτόπλαστον οἰκτείρησον, θύγατερ, τὸν πατέρα σου στένοντα· τὰ δάκρυά μου βλέπουσα, σπλαγχνίσθητί μοι καὶ τοῖς ὀδυρμοῖς κλῖνον τὸ οὖς σου εὐμενῶς· τὰ δὲ ῥάκη βλέπεις μου ἅπερ φορῶ, ἃ ὄφις ὕφανέ μοι· ἄμειψόν μου τὴν πενίαν ἐνώπιον οὗ ἔτεκες, ἡ κεχαριτωμένη. —Ναί, ἡ ἐλπὶς τῆς ψυχῆς μου, κἀμοῦ τῆς Εὔας ἄκουσον καὶ τῆς ἐν λύπαις τεκούσης τὸ αἶσχος ἀποσόβησον, ὡς ἰδοῦσα ὅτι πλέον ἐγὼ ἡ τλήμων τοῖς ὀδυρμοῖς τοῦ Ἀδὰμ τήκω τὴν ψυχήν· τῆς τρυφῆς γὰρ οὗτος μνησκόμενος ἐμοὶ ἐπανίσταται κραυγάζων ὡς· Εἴθε μὴ τῆς πλευρᾶς μου ἐβλάστησας· καλὸν ἦν μή σε λαβεῖν εἰς βοήθειάν μου· οὐκ ἔπιπτον γὰρ νυνὶ εἰς τοῦτον τὸν βυθόν.

Καὶ λοιπὸν μὴ φέρουσα τοὺς ἐλεγμοὺς μηδὲ τὸν ὀνειδισμόν, κατακάμπτω τὸν αὐχένα ἕως οὗ ἀνορθώσῃς με, ἡ κεχαριτωμένη.» Οἱ ὀφθαλμοὶ δὲ Μαρίας τὴν Εὔαν θεωρήσαντες καὶ τὸν Ἀδὰμ κατιδόντες δακρύειν κατηπείγοντο· ὅμως στέγει καὶ σπουδάζει νικᾶν τὴν φύσιν ἡ παρὰ φύσιν τὸν Χριστὸν σχοῦσα υἱόν· ἀλλὰ τὰ σπλάγχνα ἐταράττετο γονεῦσι συμπάσχουσα· τῷ γὰρ ἐλεήμονι μήτηρ ἔπρεπεν εὔσπλαγχνος.

Διὸ πρὸς αὐτούς· «Παύσασθε τῶν θρήνων ὑμῶν, καὶ πρέσβις ὑμῖν γίνομαι πρὸς τὸν ἐξ ἐμοῦ· ὑμεῖς δὲ ἀπώσασθε τὴν συμφοράν, τεκούσης μου τὴν χαράν· διὰ τοῦτο τὰ τῆς λύπης ἐκπορθήσουσα ἥκω νῦν ἡ κεχαριτωμένη.

Υἱὸν οἰκτίρμονα ἔχω καὶ λίαν ἐλεήμονα, ἐξ ὧν τῇ πείρᾳ ἐπέγνων· προσέχω ὅπως φείδεται· πῦρ ὑπάρχων, ᾤκησέ με τὴν ἀκανθώδη καὶ οὐ κατέφλεξεν ἐμὲ τὴν ταπεινήν· ὡς πατὴρ οἰκτείρει υἱοὺς αὐτοῦ, οἰκτείρει ὁ γόνος μου τοὺς φοβουμένους αὐτόν, ὡς Δαυὶδ προεφήτευσε.

Τὰ δάκρυα οὖν στείλαντες, ἐκδέξασθέ με μεσῖτιν ὑμῶν γενέσθαι πρὸς τὸν ἐξ ἐμοῦ· χαρᾶς γὰρ παραίτιος ὁ γεννηθεὶς ὁ πρὸ αἰώνων Θεός· ἡσυχάσατε ἀλύπως, πρὸς αὐτὸν γὰρ εἰσέρχομαι ἡ κεχαριτωμένη.» Ῥήμασι τούτοις Μαρία καὶ ἄλλοις δὲ τοῖς πλείοσι παρακαλέσασα Εὔαν καὶ ταύτης τὸν ὁμόζυγα, εἰσελθοῦσα πρὸς τὴν φάτνην, αὐχένα κάμπτει καὶ δυσωποῦσα τὸν υἱὸν οὕτω φησί· «Ἐπειδή με, ὦ τέκνον, ὕψωσας τῇ συγκαταβάσει σου, τὸ πενιχρὸν γένος μου δι᾽ ἐμοῦ νῦν σοῦ δέεται.

Ἀδὰμ γὰρ πρός με ἤλυθε στενάζων πικρῶς· Εὔα δὲ αὐτῷ ὀδυνωμένη συνθρηνεῖ· ὁ δὲ τούτων αἴτιος ὄφις ἐστὶν τιμῆς γυμνώσας αὐτούς· διὰ τοῦτο σκεπασθῆναι ἐξαιτοῦσι βοῶντές μοι· Ἡ κεχαριτωμένη.» Ὡς δὲ τοιαύτας δεήσεις προσήγαγεν ἡ ἄμωμος Θεῷ κειμένῳ ἐν φάτνῃ, λαβὼν εὐθὺς ὑπέγραφεν· ἑρμηνεύων τὰ ἐσχάτως, φησίν· «Ὦ μῆτερ, καὶ διὰ σὲ καὶ διὰ σοῦ σῴζω αὐτούς.

Εἰ μὴ σῶσαι τούτους ἠθέλησα, οὐκ ἂν ἐν σοὶ ᾤκησα, οὐκ ἂν ἐκ σοῦ ἔλαμψα, οὐκ ἂν μήτηρ μου ἤκουσας· τὴν φάτνην ἐγὼ διὰ τὸ γένος σου οἰκῶ, μαζῶν δὲ τῶν σῶν βουλόμενος νῦν γαλουχῶ, ἐν ἀγκάλαις φέρεις με χάριν αὐτῶν· ὃν οὐχ ὁρᾷ Χερουβὶμ ἰδοὺ βλέπεις καὶ βαστάζεις κα<ὶ ὡ>ς υἱὸν κολακεύεις με, ἡ κεχαριτωμένη.

Μητέρα σε ἐκτησάμην ὁ πλαστουργὸς τῆς κτίσεως καὶ ὥσπερ βρέφος αὐξάνω ὁ ἐκ τελείου τέλειος· τοῖς σπαργάνοις ἐνειλοῦμαι διὰ τοὺς πάλαι χιτῶνας δερματίνους φορέσαντας, καὶ τὸ σπήλαιόν μοι ἐράσμιον διὰ τοὺς μισήσαντας τρυφὴν καὶ παράδεισον καὶ φθορὰν ἀγαπήσαντας· παρέβησάν μου τὴν ζωηφόρον ἐντολήν· κατέβην εἰς γῆν ἵνα ἔχουσι τὴν ζωήν.

Ἂν δὲ καὶ τὸ ἕτερον μάθῃς, σεμνή, ὃ μέλλω δρᾶν δι᾽ αὐτούς, μετὰ πάντων τῶν στοιχείων σὲ δονεῖ τὸ γενόμενον, ἡ κεχαριτωμένη.» Ἀλλὰ τοιαῦτα εἰπόντος τοῦ πᾶσαν γλῶσσαν πλάσαντος καὶ τῆς μητρὸς τῇ δεήσει ταχέως ὑπογράψαντος, ἔτι εἶπεν ἡ Μαρία· «Ἐὰν λαλήσω, μὴ ὀργισθῇς μοι τῇ πηλῷ, ὦ πλαστουργέ· ὡς πρὸς τέκνον παρρησιάσομαι· θαρρ<ῶ ὡ>ς σὲ γεννήσασα· σύ μοι γὰρ τῷ τόκῳ σου πᾶσαν καύχησιν δέδωκας.

Ὃ μέλλεις τελεῖν τί ἐστι θέλω νῦν μαθεῖν· μὴ κρύψῃς ἐμοὶ τὴν ἀπ᾽ αἰῶνός σου βουλήν· ὅλον σε ἐγέννησα· φράσον τὸν νοῦν ὃν ἔχεις περὶ ἡμᾶς, ἵνα μάθω καὶ ἐκ τούτου ὅσης ἔτυχον χάριτος ἡ κεχαριτωμένη. —Νικῶμαι διὰ τὸν πόθον ὃν ἔχω πρὸς τὸν ἄνθρωπον», ὁ ποιητὴς ἀπεκρίθη. «Ἐγώ, δούλη καὶ μῆτερ μου, οὐ λυπῶ σε· γνωριῶ σοι ἃ θέλω πράττειν καὶ θεραπεύσω σου ψυχήν, ὦ Μαριάμ.

Τὸν ἐν ταῖς χερσί σου φερόμενον τὰς χεῖρας ἡλούμενον μετὰ μικρὸν ὄψει με, ὅτι στέργω τὸ γένος σου· ὃν σὺ γαλουχεῖς ἄλλοι ποτίσουσι χολήν· ὃν καταφιλεῖς μέλλει πληροῦσθαι ἐμπτυσμῶν· ὃν ζωὴν ἐκάλεσας, ἔχεις ἰδεῖν κρεμάμενον ἐν σταυρῷ καὶ δακρύσεις ὡς θανόντα, ἀλλ᾽ ἀσπάσει μ<ε ἀ>ναστάντα, ἡ κεχαριτωμένη.

Ὅλων δὲ τούτων ἐν πείρᾳ βουλήσει μου γενήσομαι, καὶ πάντων τούτων αἰτία διάθεσις γενήσεται ἣν ἐκ πάλαι ἕως ἄρτι πρὸς τοὺς ἀνθρώπους ἐπεδειξάμην ὡς Θεός, σῶσαι ζητῶν.» Μαριὰμ δὲ τούτων ὡς ἤκουσεν ἐκ βάθους ἐστέναξε βοῶσα· «Ὦ βότρυς μου, μὴ ἐκθλίψωσί σ<ε ἄ>νομοι· βλαστήσαντός σου μὴ ὄψωμαι τέκνου σφαγήν.» Ὁ δὲ πρὸς αὐτὴν ἔφησεν οὕτως εἰπών· «Παῦσαι, μῆτερ, κλαίουσα ὃ ἀγνοεῖς· ἐὰν γὰρ μὴ τελεσθῇ, ἀπολοῦνται οὗτοι πάντες ὑπὲρ ὧν ἱκετεύεις με, ἡ κεχαριτωμένη.

Ὕπνον δὲ νόμισον εἶναι τὸν θάνατόν μου, μῆτερ μου· τρεῖς γὰρ ἡμέρας τελέσας ἐν μνήματι θελήματι, μετὰ ταῦτα σοὶ ὁρῶμαι ἀναβιώσας καὶ ἀνακαινίσας τὴν γῆν καὶ τοὺς ἐκ γῆς. Ταῦτα, μῆτερ, πᾶσιν ἀνάγγειλον, ἐν τούτοις πλουτίσθητι, ἐκ τούτων βασίλευσον, διὰ τούτων εὐφράνθητι.» Ἐξῆλθεν εὐθὺς ἡ Μαριὰμ πρὸς τὸν Ἀδάμ, εὐαγγελισμὸν φέρουσα τῇ Εὔᾳ φησί· «Τέως ἡσυχάσατε ὅσον μικρόν· ἠκούσατε γὰρ αὐτοῦ ἅπερ εἶπεν ὑπομεῖναι δι᾽ ὑμᾶς τοὺς βοῶντάς μοι· Ἡ κεχαριτωμένη.»

Κοντάκιον μεθεόρτιον τῆς Χριστοῦ γεννήσεως, φέρον ἀκροστιχίδα τήνδε 〈ὁ ὕμνος Ῥωμανοῦ〉 ἦχος δʹ 〈οἱ οἶκοι〉· Ἡ προσευχὴ ὁμοῦ καὶ 〈στεναγμός〉 Προοίμιον Κατεπλάγη Ἰωσὴφ τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν τὸν ἐπὶ πόκον ὑετὸν ἐν τῇ ἀσπόρῳ κυήσει σου, Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· καὶ μαρτυρῶν ὁ μνήστωρ σου καὶ φύλαξ τοῖς ἱερεῦσιν ἐκραύγαζεν· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος.

Ὅπερ ὁρῶ νοῆσαι οὐ χωρῶ· ὑπὲρ νοῦν γὰρ ὑπάρχει ἀνθρώπινον πῶς πῦρ φέρων ὁ χόρτος οὐ φλέγεται, ἀμνὰς βαστάζει λέοντα, ἀετὸν δὲ χελιδών, καὶ δεσπότην ἡ δούλη· γαστρὶ θνητῇ Θεὸν ἀπεριγράπτως Μαρί<α ἐ>μὸν σωτῆρα ἑκόντα φέρει, ὅθεν χαιρῶν βοῶ· Παρθένος τίκτει καὶ μετὰ τόκον 〈πάλιν μένει παρθένος.〉 Ὕβριν οὐδεὶς ἡγεῖται βασιλεύς, ὅταν τὸν ἐχθρὸν θέλῃ χειρώσασθαι, κἂν σχῆμα στρατιώτου ἐνδύσηται· διὸ Θεὸς τὸν τρώσαντα τὸν Ἀδὰμ τρῶσαι ζητῶν ἐκ παρθένου σαρκοῦται, καὶ γίνεται παγὶς τῷ 〈παμ〉πανούργῳ μορφὴν ἡμετέραν λαβὼν ὁ πρὸ αἰώνων, ὅνπερ δίχα σπορᾶς παρθένος τίκτει 〈καὶ μετὰ τόκον πάλιν μένει παρθένος.〉 Μάννα ποτὲ καὶ στάμνον τὴν χρυσῆν κιβωτὸν Μωσῆς γράφει βαστάζουσαν· τί βούλεται δὲ ταῦτα ζητήσωμεν· οὐδὲν γὰρ ἀργὸν ἔγκειται τῇ γραφῇ οὐδ᾽ ἀσαφές, ἀλλὰ πάντα εὐθέα.

Ἡ στάμνος ἡ χρυσῆ Χριστοῦ τὸ σῶμα, τὸ μάννα θεῖος λόγος ᾧπερ ἡνώθη· τίς δὲ ἡ κιβωτός; Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει 〈παρθένος.〉 Νῦν θεωρῶ τὴν ῥάβδον Ἀαρὼν τὴν ἀνθήσασαν δίχα ἀρδεύοντος, ἣν Ἀμὼς Ἠσαΐας μοι ἔγραψεν. «Ἰδού, φησιν, ἐλεύσεται ῥάβδος ἐκ τοῦ Ἰεσσαὶ καὶ ἐκ ῥίζης τὸ ἄνθος.» Ἡ ῥάβδος Ἀαρὼν καὶ Ἰεσσαὶ τίς;

Μαρία ἡ ἀνθοῦσα ἀγεωργήτως 〈τὸν καρπὸν ὃν ἐμοὶ παρθένος τίκτει, καὶ μετὰ τόκον πάλιν μένει παρθένος.〉 Οὕτω ποτὲ καὶ πῦρ ἐν βάτῳ ἦν φωταυγοῦν καὶ μὴ καῖον τὴν ἄκανθα, ὡς νῦν ἐν τῇ παρθένῳ ὁ Κύριος· οὐ γὰρ φαντάσαι ἤθελε τὸν Μωσέα ὁ Θεὸς οὐδὲ καταπτοῆσαι· γνωρίζων δὲ αὐτῷ τὰ μετὰ ταῦτα, ἐδείκνυε πυρφόρον τὴν βάτον, ὅπως μάθῃ ὅτι Χριστὸν παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν 〈μένει παρθένος.〉 Σέ, Ἰησοῦ, δηλοῦσιν αἱ γραφαί, ἡ μὲν μάννα καὶ στάμνον σημαίνουσα, ἡ δὲ ἐκ ῥίζης ἄνθος γνωρίζουσα· καὶ σὴν μητέρα λέγουσιν ἄνθος, ῥάβδον, κιβωτόν, τὴν σὲ φέρουσαν κόλποις, τὴν διὰ πνεύματος ἀνεωχθεῖσαν καὶ μετὰ τοῦτο μείνασαν κεκλεισμένην, ἵνα πᾶς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν 〈μένει παρθένος.〉 Ῥῆμα χαρᾶς εἰπὼν ὁ Γαβριὴλ τῇ παρθένῳ τὸν λόγον ἐνέσπειρε, τὴν ἄγαμον λοχὸν δείξας πνεύματι· «Ἰδοὺ μετὰ σοῦ Κύριος, καὶ ἐκ σοῦ ὁ καὶ πρὸ σοῦ, ὁ πατήρ σου υἱός σου, ὁ πέμψας με πρὸς σὲ καὶ προλαβών με, ὁ καὶ μετὰ τὸν τόκον ἁγνὴν τηρῶν σε, ἵνα πᾶς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος.

Ὤσθη Ἀδάμ, διὸ Θεὸς Ἀδὰμ τῷ Ἀδὰμ μηχανώμενος ἔγερσιν τῆς σῆς κοιλίας τοῦτον ἀνέλαβε· γυνὴ τὸ πρὶν κατέβαλε καὶ γυνὴ νῦν ἀνιστᾷ ἐκ παρθένου παρθένος· τὴν Εὔαν ὁ Ἀδὰμ οὐκ ἔγνω τότε, οὐδὲ τὴν Θεοτόκον ὁ Ἰωσὴφ νῦν, ἀλλὰ δίχα σπορᾶς παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν 〈μένει παρθένος.〉» Μόνον δὲ τῶν ῥημάτων ἤκουσε τοῦ ἀγγέλου, ἡ κόρη ἐβόησε· «Πῶς ἔσται, ὅτι πέλω ἀπείρανδρος; ὁ νῦν θαλάμοις ἔχων με ὡς μνηστήρ, οὐκ ὡς ἀνήρ, ἑαυτῷ με φυλάττει· εἰ δὲ γενήσεται ὅπερ σὺ λέγεις, σωματικοῦ μοι γάμου τὸ πρᾶγμα κρεῖττον, ὅπως πᾶς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον 〈πάλιν μένει παρθένος.〉 —Ἄκουσόν μου, φησίν, ὦ Μαριάμ· πρὸς γὰρ σὲ ἀπεστάλην ὁ ἄσαρκος ὡς ἄλλον πόλον μέλλουσαν γίνεσθαι.

Μὴ θῇς ἐν τῇ καρδίᾳ σου ὅτι μέλλει Ἰωσὴφ 〈σὲ〉 γυναῖκα λαμβάνειν· προώρισέ σε γὰρ ὁ πλαστουργός σου βαστᾶσαι τοῦτον ὥσπερ ὁ θρόνος ἄνω, ἵνα πᾶς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν μένει 〈παρθένος.〉 —Νὺξ ἀμειδὴς ἡ φύσις ἡ ἐμή· καὶ πῶς ἐξ αὐτῆς λάμψει ὁ ἥλιος;

Ὢ ἄπιστον ὃ λέγεις μοι, ἄνθρωπε· γυνὴ ἡ πρὶν τὸν θάνατον προξενήσασα βροτοῖς, πῶς ζωὴν νῦν βλαστήσει; Πηλὸν ὁ πλαστουργὸς πῶς μοι οἰκήσει; Τὴν ἀκανθώδη φύσιν τὸ πῦρ οὐ φλέγει; Ὄντως πᾶς τις ἐρεῖ· Παρθένος τίκτει καὶ μετὰ τόκον πάλιν 〈μένει παρθένος.〉 —Ὅλον Θεὸς βεβούλευται ἐκ σοῦ καινουργῆσαι φθαρέντα τὸν ἄνθρωπον.

Μὴ λέγε· Πῶς οἰκεῖ καὶ οὐ φλέγει με; Τὸ πῦρ ὅπερ σὺ δέδοικας ἔσται ὄμβρος ἐπὶ σέ, ὡς Δαυὶδ πρ<οα>νεφώνει· Ὡς ὑετός—φησίν— <ὁ ἐ>πὶ τὸν πόκον, οὕτως οἰκεῖ τὴν κόρην Θεὸς ἡσύχως, ἵνα πᾶς τις ἐρεῖ· Παρθένος 〈τίκτει καὶ μετὰ τόκον πάλιν μένει παρθένος.〉» Ὕμνησον οὖν Χριστόν, ὦ Μαριάμ, τὸν καὶ κάτω σοι κόλποις φερόμενον καὶ ἄνω 〈τῷ〉 πατρὶ συγκαθήμενον, μαστὸν τὸν σὸν μὲν ἕλκοντα, χορηγοῦντα δὲ θνητοῖς βρῶσιν θείαν ὑψόθεν, τὸν ἄνω, ὡς σκηνήν, οἰκοῦντα πόλον, καὶ κάτω ἐν σπηλαίῳ ἀνακλιθέντα διὰ πόθον βροτῶν· Παρθένος τίκτει καὶ μετὰ τόκον 〈πάλιν μένει παρθένος.〉

Εἰς τοὺς στίχους στιχηρά, ἦχος πλ. βʹ, ἔχοντα ἀκροστιχίδα· 〈αἶνος ταπεινοῦ Ῥωμανοῦ εἰς τὰ γενέθλια〉. Αἱ ἀγγελικαὶ προπορεύεσθε δυνάμεις· οἱ ἐν Βηθλεέμ, ἑτοιμάσατε τὴν φάτνην· ὁ Λόγος γὰρ γεννᾶται, ἡ σοφία προέρχεται.

Δέχου ἀσπασμόν, ἡ ἐκκλησία, εἰς τὴν χαρὰν τῆς Θεοτόκου· λαοὶ εἴπωμεν· «Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.» Ἰδὼν Ἰωσὴφ τὰς οὐρανίους δυνάμεις εἰς προσκύνησιν τοῦ σαρκωθέντος προσδραμούσας, ἠπόρει τὸ μυστήρ<ιον> τοῦ τεχθέντος βασιλέως, μάγους μετὰ δώρων προσκυνοῦντας τὸν ἐκ τῆς Παρθένου προελθόντα· διὸ ἔλεγεν· «Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.» Νίκην κατ᾽ ἐχθρῶν κεκτημένοι τὸν τεχθέντα, καταβάλλομεν τὴν δυναστείαν τοῦ Βελίαρ.

Χριστοῦ γὰρ γεννηθέντος, ἐδεσμεύθη ὁ τύραννος· ὅθεν προσκυνοῦμέν σου τὸν τόκον τῆς εὐλογημένης Θεοτόκου, πιστῶς κράζοντες· «Εὐλογημένος ὁ τεχθεὶς ἐκ κόρης θεόπαιδος.» Ὄρος νοητὸν ἀνεδείχθης, ὦ παρθένε· ἐτμήθη γὰρ ἐκ σοῦ ὁ ἀκρογωνιαῖος λίθος, ὃν εἶδεν ὁ προφήτης τὴν εἰκόνα ὀλέσαντα· οὗτος γὰρ συνέτριψε τὸ κράτος τοῦ δεινοῦ φθορέως τῶν ἀνθρώπων· διὸ κράξωμεν· «Εὐλογημένος 〈ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι〉.» Σάλπιγγος φωνὴν ἀναλάβετε, ποιμένες· λόγους μαγικοὺς ἀπορρίψατε, οἱ μάγοι· ὁ Λόγος γὰρ γεννᾶται, ὁ Θεὸς ἐμφανίζεται.

Δεῦτε, θυγατέρες βασιλέων, εἰς τὴν χαρὰν τῆς Θεοτόκου· λαοί, εἴπωμεν· Εὐλογημένος 〈ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι〉. Τέτοκε χαρὰν ἡ ἀπείρανδρος παρθένος· πέπαυται λοιπὸν τοῦ προπάτορος ἡ λύπη· ὁ ἄκτιστος γεννᾶται, ὁ ἀχώρητος χωρεῖται· σήμερον ἡ χάρις ἐπεφάνη, σήμερον ἡ πλάνη κατεπόθη· λαοί, εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.

Αὐλὸν ποιμενικὸν ἀποβάλλεσθε, ποιμένες· τὸν ἐν Βηθλεὲμ ἀνυμνήσατε δεσπότην· ἐκ κόρης γὰρ προῆλθεν ὁ λυτρούμενος τὸν κόσμον, λέλυται τῆς Εὔας ἡ κατάρα διὰ τοῦ τεχθέντος ἐκ Παρθένου· λαοί, εἴπωμεν· Εὐλογημένος ὁ καρπός, ἁγνή, τῆς κοιλίας σου.

Ποῖος νοῦς βροτῶν ἑρμηνεύσει σου τὸν τόκον; Τί καλέσωμέν σε, ὑπερένδοξε Μαρία; Ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ τὴν κτίσιν πλαστουργήσας. «Χαῖρέ σοι», βοήσω τῇ ἀμνάδι· «Χαῖρέ σοι», προσείπω τῇ παρθένῳ· λαοί, εἴπωμεν· Εὐλογημένος 〈ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι〉.

Ἐν ἀλαλαγμῷ νῦν κροτήσωμεν τὰς χεῖρας, τὴν ἀγγελικὴν συστησώμεθα χορείαν· ἐτέχθη γὰρ ὁ Κύρ<ιος> ἐκ Μαρίας τῆς παρθένου ἵνα τοὺς πεσόντας ἀναστήσῃ καὶ κατερραγμένους ἀνορθώσῃ πιστῶς κράζοντας· Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, 〈δόξα σοι〉.

Ἰδοὺ τέτοκεν Ἐμμανουὴλ ἡ παρθένος, καὶ πεπλήρωνται τῶν θεοφόρων προφητεῖαι· ἐβλάστησεν ἡ ῥάβδος, καθὼς εἶπεν Ἠσαΐας. Ἐγνώσθης ἐν μέσῳ δύο ζῴων, ἦλθες εἰς σωτηρίαν λαοῦ σου· διὸ κράζωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Νόμου ποιητὴς ὑπὸ νόμου ἐσαρκώθη· ἄχρονος Υἱὸς ἐκ παρθένου ἐγεννήθη· ὁ πλάστης τῶν ἁπάντων ἐν τῇ φάτνῃ ἀνεκλίθη· ἐκ Πατρὸς ἀμήτωρ γὰρ ὑπάρχων, γέγονεν ἀπάτωρ ἐκ παρθένου· λαοὶ εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ὄντως ἡ χαρὰ ἐν σπηλαίῳ νῦν ἐτέχθη· σήμερον χοροὶ ἀγάλλονται ἀσωμάτων· αἰνοῦσιν ἔθνη πάντα τὴν ἀμόλυντον παρθένον· σήμερον γὰρ τίκτει τὸν σωτῆρα, σήμερον χορεύει ὁ προπάτωρ· λαοὶ εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ὕμνον ὁ χορὸς τῶν ἀγγέλων ἀναμέλπει σοὶ τῇ φωτεινῇ καὶ ἀπειράνδρῳ Μαρίᾳ, γηθόμενος χορεύει ἐν τῷ τόκῳ σου ἀξίως.

Χαῖρε, ἡ ἐλπὶς τῶν οἰκετῶν σου· χαῖρε, προστασία ὀρθοδόξων· λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ῥάμνος θεϊκὸς ἀνακέκλιται ἐν φάτνῃ, ἄνω σὺν Πατρὶ δοξαζόμενος ἐν θρόνῳ· ἑκὼν γὰρ ἐσαρκώθη, μὴ κενώσας οὐράνια· δέει καὶ χαρᾷ δορυφορεῖται γόνασι μητρὸς καὶ ταῖς ἀγκάλαις· λαοί, εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς 〈Θεὸς ἡμῶν, δόξα σοι.〉 Ὥσπερ ἐκ Πατρὸς ἀνεβλάστησας ἀμήτωρ, οὕτως ἐκ μητρὸς ἐνηνθρώπησας ἀπάτωρ, τὸ μὲν ἀσώματος γάρ, τὸ δὲ πάλιν ἐν σώματι· ὅθεν Χερουβὶμ δοξολογοῦσιν· Δόξα σοι Θεῷ τῷ ἐν ὑψίστοις.

Λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Μέγα τοῦ Πατρὸς πεφανέρωται ἐκ κόρης, θεῖον, εὐσεβὲς καὶ μυστήριον τῷ κόσμῳ· παιδίον γὰρ ἐτέχθη ὁ κατέχων τὰ σύμπαντα, μόρφωσιν ἑκὼν τοῦ πρωτοπλάστου εἴληφε σαρκὸς ἐξ ἀπειράνδρου.

Λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ἄνθος Ἰεσσαὶ ἐξελεύσεται ἐκ ῥάβδου, ὑπὸ τοῦ φαιδροῦ προηγόρευται προφήτου· ὁρῶμεν γὰρ παρθένον ὑπὲρ φύσιν κυήσασαν ῥάμνον ποθεινὸν ἐξ οὐρανόθεν, σύνθρονον Πατρὸς ἐν τοῖς ὑψίστοις.

Λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Νέεσθε λοιπόν, οἱ φυλάσσοντες ποιμένες· ἴδετε Θεὸν νηπιάσαντα ἀτρέπτως, καὶ παύσασθε αὐλοῦντες, καὶ σκιρτῶντες θαυμάσατε ὅτι ἐν χερσὶν ἡ Θεοτόκος φέρει ὑϊὸν πρὸ ἑωσφόρου.

Λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ὄρος τοῦ Θεοῦ προετύπωσέν σε πάλαι, ἄνανδρε, σεμνή, ὑπερένδοξε, προφήτης· ὁ λίθος γὰρ ἐτμήθη ἐκ γαστρός σου, σωτὴρ ἡμῶν. Νέμεται Ἀδὰμ ἐλευθερίαν, λύεται δεσμὰ τῆς ἁμαρτίας· λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ὕμνον αἰνετὸν ἀνυμνήσατε ἀπαύστως τῷ ἐν Βηθλεὲμ ἀνατείλαντι δεσπότῃ· ἀσπόρως γὰρ σαρκοῦται, ἀληθείᾳ γεγέννηται.

Μέλψωμεν, λαοί, σὺν τοῖς ἀγγέλοις· «Δόξα τῷ Θεῷ ἐν τοῖς ὑψίστοις», πιστῶς κράζοντες· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ἔδειξεν ἡμῖν συναγάλλεσθαι, Παρθένε, τόκος μυστικὸς σπαργανούμενος ἐν φάτνῃ· οἰκήσας γὰρ ἐν μήτρᾳ παρθενίαν οὐκ ἔλυσεν· φαίνεται ἑκὼν ἀνανθρωπήσας ὁ Λόγος σαρκωθεὶς ἀνερμηνεύτως.

Λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Ἴδοσαν λαοὶ τὸ σωτήριον τῆς δόξης ἐκ παρθενικῆς ἀνατείλαντα νηδύος. Ποιμένες μὲν θαυμάζουν, οἱ δὲ μάγοι προσάγουσιν λίβανον, χρυσὸν καὶ εἶδος σμύρνης, τύπωμα πιστῶν τὸ τῆς Τριάδος· λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Σήμερον Ἀδὰμ ἀνακέκληται ἐκ πλάνης καὶ τῆς ζοφερᾶς τοῦ ἀλάστορος ἀπάτης· Χριστὸς γὰρ ἐκ Παρθένου σωματοῦται ὡς ἄνθρωπος, ὃς καὶ τὸν Ἀδὰμ ἀνακαλέσας εἷλε τὴν ἀρὰν ἐκ τῆς παρθένου· λαοί, εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Τύπος κιβωτοῦ προτετύπωται Παρθένος τέξασα Θεός, ἱλαστήριον τοῦ κόσμου, ἐν ᾗ ἦν γὰρ καὶ στάμνος ἡ τὸ μάννα κατέχουσα, δι᾽ ἧς Ἰσραὴλ ἐπωδηγεῖτο· διὸ καὶ ἡμεῖς τῇ Θεοτόκῳ ὕμνον εἴπωμεν· Εὐλογημένη ἡ Θεὸν ἀφράστως κυήσασα.

Ἄφραστον, φρικτὸν τὸ μυστή[ριον τοῦ Λόγου] πᾶσι, γηγενεῖς, καὶ στρατεύμασι πυρίνοις· λαθὼν γὰρ ἀσωμάτων τὰς δυνάμεις σεσάρκωται, φαίνεται Θεὸς ἐνανθρωπήσας· πῶς δὲ προῆλθεν, λανθάνει πάντας· διὸ εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉 Γῆ καὶ οὐρανός, συναγάλλεσθε, ὁρῶντες τὸν Ἐμμανουὴλ ὃν ἐκήρυξαν προφῆται ὡς ἄνθρωπον ὀφθέντα καὶ ἐν φάτνῃ καθεύδοντα, ὅνπερ οἱ χοροὶ τῶν ἀσωμάτων τρέμουσιν ἀεὶ ἀτενίζειν· αὐτῷ εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς 〈Θεὸς ἡμῶν, δόξα σοι.〉 Ἔγνωσαν σαφῶς ὅτι σήμερον ἐτέχθη [ὁ σὺν τῷ Πατρὶ] συστησάμενος τὰ πάντα [αἱ τάξεις τῶν ἀγγέλων, καὶ οἱ] μάγοι ἐκ[ραύγαζον· «Σήμερον Χριστὸς ἐκ τῆς Παρθ]ένου τίκτεται ἡμῖν εἰς [σωτηρίαν· διὸ κράξατε·] Εὐλογημένος ὁ τεχθεὶς Θεὸς 〈ἡμῶν, δόξα σοι〉». «Νῦν τὴν Βηθλεὲμ καταλάβωμεν σπουδαίως καὶ τὴν τῆς φωνῆς ἀκριβήσωμεν ἐλπίδα», ποιμένες ἀγραυλοῦντες πρὸς ἀλλήλους ἀπέφηναν. «

Ζένα γάρ εἰσι τὰ λαληθέντα, μᾶλλον δὲ φρικτὰ τὰ ἀκουσθέντα· διὸ εἴπωμεν· 〈Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.〉» Ἐν τῇ πενιχρᾷ θεασάμενος ὡς βρέφος ἄγραυλος χο[ρὸς ἀν]ακείμενον ἐν φάτνῃ τὸν μόνον εὐεργέτην τῶν ἁπάντων καὶ Κύριον, ἔκραζον φαιδρῶς σὺν τοῖς ἀγγέλοις· «Δόξα τῷ Θεῷ [ἐν τοῖς] ὑψίστοις· διὸ εἴπωμεν· Εὐλογημένος ὁ τεχθεὶς 〈Θεὸς ἡμῶν, δόξα σοι.〉» Θεόθεν σαφῶς παιδευόμενοι, οἱ [μάγοι ἀπ᾽ ἀνα]τολῶν παρεγένοντο σπουδαίως, ζητοῦντες τὸν τεχθέντα βασιλέα τῆς κτίσεως· ἴδον γὰρ αὐτοῦ τὸν ἑωσφόρον λάμποντα φαιδρῶς, καὶ σοφισθέντες λαμπρῶς ἔλεγον· Εὐλογημένος ὁ τεχθεὶς 〈Θεὸς ἡμῶν, δόξα σοι.〉 Λίβανον, χρυσὸν κομισάμενοι καὶ σμύρναν, καὶ τῇ φαεινῇ τοῦ ἐκλάμποντος ἀστέρος οἱ μάγοι ἐκθραυσθέντες τῷ τεχθέντι προσέφερον, ὅθεν καὶ Θεὸν προσωμολόγουν τὸν ἐκ τῆς ἁγνῆς ἐμφανισθέντα· διὸ ἔκραζον· «Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.» Ἰδοὺ ἡ ἁγνὴ ἀνεβόησεν Παρθένος· «Τίκτω νῦν υἱὸν ὑπὲρ ἔννοιαν καὶ λόγον, Θεὸν ὃν Ἠσαΐας ...» † καταυγάζων τὰ σύμπαντα, ἄφθορον αὐτὴν διαφυλάττων, λύσας τοῦ Ἀδὰμ τὴν ἁμαρτίαν· διὸ εἴπωμεν· «Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.»

Ἄνω στρατιαὶ καὶ οὐράνιοι δυνάμεις ὕμνον ἐκτενῆ καὶ ἀσίγητον βοῶσιν· βροτοὶ δὲ ἐν σπηλαίῳ προσκυνοῦντες κραυγάζουσιν· «Δόξα σοι, Χριστέ, τῷ κατελθόντι σῶσαι χοϊκοὺς ἐκ τῆς κατάρας.

Διὸ ψάλλωμεν· Εὐλογημένος ὁ τεχθεὶς Θεὸς ἡμῶν, δόξα σοι.»