Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα

Ρωμανὸς ὁ Μελωδός

Κοντάκια εις τα Θεοφάνεια

Κοντάκια αφιερωμένα στη Βάπτιση του Κυρίου στον Ιορδάνη, τον ρόλο του Προδρόμου και τη φανέρωση του τριαδικού Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ρωμανὸς ὁ Μελωδός

—

Κεφάλαιο 9 από 23

Μηνὶ ἰανουαρίῳ ϛʹ, κοντάκιον εἰς τὰ ἅγια φῶτα, ἦχος δʹ, φέρον ἀκροστιχίδα· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ.〉 Προοίμιον I Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου, Κύριε, ἐσημειώθη ἐφ᾽ ἡμᾶς ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· «Ἦλθες, ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.»

Προοίμιον II Ἐν τοῖς ῥείθροις βλέψας σε τοῦ Ἰορδάνου βαπτισθῆναι θέλοντα, ὁ μέγας πρόδρομος, Χριστέ, ἐν εὐφροσύνῃ ἐκραύγαζεν· «Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον.» Τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐν σκότει οὖσιν φαεινὴ ὤφθη αὐγὴ ἐκ Βηθλεὲμ ἀστράπτουσα, μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τ<ῇ ο>ἰκουμένῃ ἀνατέλλει τὰς ἀκτῖνας, ὁ ἥλιος τῆς δικαιοσύνης.

Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες, ὑποδύωμεν αὐτὸν ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνοῖς καὶ αἴγλη ἐσκοτισμένοις ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον. Οὐχ ὑπερεῖδεν ὁ Θεὸς τὸν δόλῳ συληθέντα ἐντὸς τοῦ παραδείσου καὶ ἀπολελωκότα τὴν θεοΰφαντον στολήν· ἦλθεν γὰρ πρὸς τοῦτον ἱερᾷ πάλιν φωνῇ καλῶν τὸν παρακούσαντα· «Ποῦ εἶ, Ἀδάμ; Ἀπάρτι μὴ κρύπτου με· θέλω θεωρεῖν σε, κἂν γυμνὸς εἶ, κἂν πτωχὸς εἶ· μὴ αἰσχυνθῇς, σοὶ γὰρ ὡμοιώθην· αὐτὸς ἐπιθυμῶν θεὸς οὐκ ἐγένου, ἀλλ᾽ ἐγὼ νῦν βουληθεὶς σὰρξ ἐγενόμην.

Ἔγγισόν μοι οὖν καὶ γνώρισον, ἵνα λέξῃς· Ἦλθες, ἐφάνης, τὸ φῶς τὸ ἀπρόσιτον. Ὑπὸ τῶν σπλάγχνων τῶν ἐμῶν ἐκάμφθην, ὡς οἰκτίρμων, καὶ ἦλθον πρὸς τὸ πλάσμα προτείνων τὰς παλάμας ἵνα περιπτύξωμαί σε.

Μὴ οὖν αἰδεσθῇς με· διὰ σὲ γὰρ τὸν γυμνὸν γυμνοῦμαι καὶ βαπτίζομαι· ἤδη μοι Ἰορδάνης ἀνοίγεται, καὶ ὁ Ἰωάννης εὐτρεπίζει τὰς ὁδούς μου ἐν ὕδασι καὶ ἐν διανοίαις.» Τοιαῦτα ὁ σωτὴρ οὐ λόγοις, ἀλλ᾽ ἔργοις πρὸς τὸν ἄνθρωπον εἰπὼν ἦλθεν, ὡς εἶπεν, τῷ μὲν ποταμῷ τῷ βήματι προσεγγίζων, τῷ δὲ προδρόμῳ τὸ φῶς τὸ ἀπρόσιτον.

Τὸν ἐν ἐρήμῳ ποταμὸν καὶ δρόσον ἐν καμίνῳ καὶ ὄμβρον ἐν παρθένῳ ἰδὼν ὁ Ἰωάννης, ἐν Ἰορδάνῃ τὸν Χριστόν, φόβῳ ἐταράχθη, ὡς ὁ γεννήτωρ αὐτοῦ τὸν Γαβριὴλ ἐτρόμαξεν· μείζω δὲ ἦν τὰ τότε τῶν πάντοτε· τότε γὰρ πρὸς δοῦλον ὁ δεσπότης τῶν ἀγγέλων ἐλήλυθε, θέλων βαπτισθῆναι· διὸ ὁ βαπτιστής, γνωρίσας τὸν πλάστην καὶ μετρήσας ἑαυτόν, ἔφησε φρίττων· «Στεῖλον, λυτρωτά, ἀρκέσθητι μέχρι τούτου· οἶδά σε τίς εἶ, τὸ φῶς τὸ ἀπρόσιτον.

Ἃ ἐπιτάσσεις μοι, σωτήρ, ἐὰν ἐπιτελέσω, τὸ κέρας μου ὑψώσω· ἀλλ᾽ ὅμως οὐχ ἁρπάσω τὰ ὑπὲρ τὴν δύναμίν μου. Οἶδα τίς ὑπάρχεις καὶ ὃ ἦς οὐκ ἀγνοῶ· ἐκ μήτρας γὰρ γινώσκω σε· πῶς σε νῦν ἀγνοήσω φαινόμενον, ὅνπερ κεκρυμμένον κεκρυμμένος θεωρήσας ἐσκίρτησα ἐν ἀγαλλιάσει;

Ἐπίσχες οὖν, σωτήρ, καὶ μή με βαρύνῃς· ἱκανὸν ὅτι ἰδεῖν σε ἠξιώθην· ἔχει μοι καλῶς ἂν εἴπῃς με πρόδρομόν σου· σὺ γὰρ ὑπάρχεις τὸ φῶς τὸ ἀπρόσιτον. Παραχωρῆσαί σοι ζητῶ τὴν τοῦ βαπτιστοῦ τάξιν· αὐτὴ γάρ σοι καὶ πρέπει· ἐγὼ γὰρ χρείαν ἔχω τοῦ βαπτισθῆναι ὑπὸ σοῦ· σὺ δὲ ἔρχῃ πρός με καὶ προλαμβάνων αἰτεῖς ἃ βούλομαι αἰτῆσαί σε.

Τί ζητεῖς παρ᾽ ἀνθρώπου, φιλάνθρωπε; Τί τὴν κεφαλήν σου ὑποκλίνεις τῇ χειρί μου; Οὐκ ἔχει γὰρ ἔθος πῦρ κατέχειν, οὐκ οἶδεν ἡ πτωχὴ πλουσίῳ δανείζειν, ἰσχυρῷ ἡ ἀσθενὴς οὐκ ἀντερίζειν· τοῖς ἁμαρτωλοῖς ὡς χρῄζουσι χρησιμεύει· σὺ γὰρ ὑπάρχεις τὸ φῶς τὸ ἀπρόσιτον.

Ἐπέστης ῥείθροις διὰ τί; Τί θέλων ἀποπλῦναι, ἢ ποίας ἀνομίας ὁ δίχα ἁμαρτίας καὶ συλληφθεὶς καὶ γεννηθείς; Σὺ μὲν ἔρχῃ πρός με· οὐρανὸς δὲ καὶ ἡ γῆ τηρεῖ εἰ προπετεύομαι· λέγεις μοι· Βάπτισόν με, ἀλλ᾽ ἄνωθεν ἄγγελοι σκοποῦσιν ἵνα τότε λέξωσί μοι· Γνῶθι σαυτόν· μέχρι ποῦ παρέρχῃ;

Ὡς εἶπεν οὖν Μωσῆς, προχείρισαι ἄλλον εἰς αὐτὸ τοῦτο, σωτήρ, ὃ ἀπαιτεῖς με· μεῖζόν μού ἐστιν καὶ δέδοικα· δέομαί σου, πῶς γὰρ βαπτίσω τὸ φῶς τὸ ἀπρόσιτον;» Ἰδὼν ὁ πάντα προορῶν τὸν φόβον τοῦ προδρόμου, πρὸς τοῦτον ἀπεκρίθη· «Καλῶς, ὦ Ἰωάννη, καλῶς εὐλαβήθης ἐμέ· ὅμως ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν πληρῶσαι ἃ προώρισα· ἄφες ἄρτι καὶ τέως ἀπόσεισαι ταύτην τὴν δειλίαν· λειτουργίαν χρεωστεῖς μοι καὶ δεῖ σε νῦν ταύτην ἐκπληρῶσαι.

Ἐγὼ τὸν Γαβριὴλ ἀπέστειλα τότε, καὶ ὑπούργησε καλῶς τῇ σῇ γεννήσει· πέμψον οὖν καὶ σὺ ὡς ἄγγελον τὴν παλάμην, ἵνα βαπτίσῃς τὸ φῶς τὸ ἀπρόσιτον. Νῦν ἐπτοήθης, βαπτιστά, καὶ ἔφριξας τὸ δρᾶμα ὡς μέγα, καὶ γὰρ μέγα· μειζότερον δὲ τούτου κατεῖδεν ἡ σὴ συγγενίς· βλέψον πρὸς Μαρίαν καὶ ἐνθυμήθητι πῶς ἐκείνη με ἐβάστασεν· πάντως ἐρεῖς μοι· Τότε ἠθέλησας. Οὕτως καὶ νῦν θέλω· μὴ διστάσῃς, βάπτισόν με, τὴν δεξιὰν μόνον δάνεισόν μοι· τὸ πνεῦμά σου οἰκῶ καὶ ὅλον σε ἔχω· τὴν παλάμην οὖν τὴν σὴν πῶς οὐ κιχρᾷς μοι;

Ἔνδον σού εἰμι καὶ ἔξωθεν· τί με φεύγεις; Στῆθι καὶ κράτει τὸ φῶς τὸ ἀπρόσιτον. Οὐκ ἀπαιτῶ σε, βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι· οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις καὶ παραινεῖς ἁμαρτωλοῖς.

Μόνον βάπτισόν με σιωπῶν καὶ προσδοκῶν τὰ ἀπὸ τοῦ βαπτίσματος· Ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα ὅπερ οὐχ ὑπῆρξεν τοῖς ἀγγέλοις· καὶ γὰρ πάντων τῶν προφητῶν μείζω σε ποιήσω. Ἐκείνων μὲν σαφῶς οὐδείς με κατεῖδεν, ἀλλ᾽ ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις· νῦν δὲ ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην βλέπεις, κατέχεις τὸ φῶς τὸ ἀπρόσιτον.

Ὑπέρθου τοῦτο ὃ λαλεῖς καὶ δρᾶσον ὃ ἀκούεις· μηδέν μοι μαρτυρήσῃς· ἐμοὶ γὰρ ἀεὶ μάρτυς ἐν οὐρανῷ ἐστι πιστός· σοῦ τὴν μαρτυρίαν ὁ ἑστὼς οὗτος λαὸς εἰκὸς οὐ παραδέχεται. Ἄφες οὖν οὐρανόθεν διδάσκωνται τίς εἰμι καὶ τίνος γόνος πέλω, τί δὲ μέλλω χαρίζεσθαι τοῖς ἀγαπητοῖς μου· ἀνοίγω οὐρανούς, κατάγω τὸ πνεῦμα· χορηγῶ τοῦτο αὐτοῖς εἰς ἀρραβῶνα.

Δεῦρο οὖν λοιπόν, προσέγγισον, ἵνα μάθῃς πόθεν ἀστράπτει τὸ φῶς τὸ ἀπρόσιτον.» Ῥητῶν ἀρρήτων καὶ φρικτῶν ἀκούσας ὁ ἐκ στείρας, φησὶ τῷ ἐκ παρθένου· «Ἐὰν ἔτι λαλήσω, μὴ ὀργισθῇς μοι, λυτρωτά· ἤδη γὰρ ἀνάγκη παρασκευάζει ἐμὲ πολὺ παρρησιάζεσθαι.

Τί οὖν, σωτήρ, ἵν᾽ οὗτοι σὲ μάθωσιν, κίνδυνον ἐπάξω τῇ χειρί μου τῇ ἀθλίᾳ, εἰς κλίβανον ταύτην ἐπιρρίπτων; Καὶ τότε μὲν Ὀζᾶν ἐξέτεινε χεῖραν ἐπισχεῖν τὴν κιβωτὸν καὶ διεκόπη· νῦν δὲ κεφαλὴν κρατοῦντα τὴν τοῦ Θεοῦ μου πῶς με οὐ φλέξει τὸ φῶς τὸ ἀπρόσιτον;

Ὦ βαπτιστὰ καὶ ἐριστά, μὴ εἰς ἀντιλογίαν, ἀλλὰ πρὸς λειτουργίαν συντόμως εὐτρεπίζου· ἰδοὺ γὰρ ὄψει ἃ τελῶ· ὧδε ζωγραφῶ σοι τὴν τερπνὴν καὶ φαεινὴν μορφὴν τῆς ἐκκλησίας μου, νέμων τῇ δεξιᾷ σου τὴν δύναμιν ἥνπερ μετὰ ταῦτα χορηγήσω ταῖς παλάμαις τῶν μαθητῶν καὶ τῶν ἱερέων.

Δεικνύω σοι σαφῶς τὸ ἅγιον πνεῦμα, καὶ φωνὴν τὴν τοῦ πατρὸς ἀκουτιῶ σοι γνήσιον υἱὸν δηλοῦσάν με καὶ βοῶσαν· Οὗτος ὑπάρχει τὸ φῶς τὸ ἀπρόσιτον.» Μετὰ δὲ ταῦτα τὰ φρικτά, ὁ γόνος Ζαχαρίου ἐβόησε τῷ πλάστῃ· «Ἐγὼ οὐκ ἀντερίζω, ἀλλ᾽ ὃ κελεύεις μοι τελῶ.» Ταῦτα λέξας τότε, τῷ σωτῆρι προσελθὼν δουλοπρεπῶς ἠτένιζεν, βλέπων εὐλαβῶς μέλη γυμνούμενα τοῦ ἐντελλομένου ταῖς νεφέλαις περιβάλλειν τὸν οὐρανὸν δίκην ἱματίου, καὶ πάλιν θεωρῶν ἐν μέσῳ τῶν ῥείθρων τὸν ἐν μέσῳ τῶν τριῶν παίδων φανέντα, δρόσον ἐν πυρὶ καὶ πῦρ ἐν τῷ Ἰορδάνῃ λάμπον, πηγάζον, τὸ φῶς τὸ ἀπρόσιτον.

Ἀλλὰ τὰ θαύματα ὁρῶν, ὁ γόνος Ζαχαρίου ἐν τάξει ἱερέως παρίσταται τοῖς ῥείθροις καὶ τὸν Χριστὸν χειροθετεῖ, κράζων τοῖς ὁρῶσι· «Τὴν ἑκούσιον βροχὴν ἐν Ἰορδάνῃ βλέπετε, τῆς τρυφῆς τὸν χειμάρρουν, ὡς γέγραπται, ἐν ταῖς διεξόδοις τῶν ὑδάτων θεωρεῖτε, ἐν ποταμῷ θάλασσαν μεγάλην.

Μηδεὶς οὖν τολμηρὸν νομίσῃ με εἶναι· οὐ τελῶ ὡς προπετής, ἀλλ᾽ ὡς οἰκέτης· Κύριός ἐστιν καὶ εἶπέ μοι· Τοῦτο δρᾶσον, ὅθεν βαπτίζω τὸ φῶς τὸ ἀπρόσιτον. Νωθρόν με ὄντα ὡς βροτὸν αὐτὸς ὡς Θεὸς πάντων ἐνεύρωσε βοήσας· Ἐπίθες μοι τὴν χεῖραν, κἀγὼ ἐνισχύσω αὐτήν.

Πῶς γὰρ ἠδυνάμην, εἰ μὴ ἦν τοῦτο αὐτὸ ὃ εἶπεν καὶ ἐγένετο, πῶς εὐτόνουν βαπτίσαι τὴν ἄβυσσον, πήλινος ὑπάρχων, εἰ μὴ πρῶτον ἐδεξάμην καὶ ἔλαβον δύναμιν ἐξ ὕψους; Αἰσθάνομαι γὰρ νῦν, αὐτοῦ μοι παρόντος, ὅτι οὗ ἤμην τὸ πρὶν πλέον ὑπάρχω, ἄλλο τι εἰμί, ἠλλοίωμαι, ἐδοξάσθην βλέπων, κατέχων τὸ φῶς τὸ ἀπρόσιτον.

Οὐκέτι λέγω ὡς τὸ πρίν· Οὐ λύω τὸν ἱμάντα τῶν σῶν ὑποδημάτων. Ἰδοὺ γὰρ ἐκ βημάτων ἐπὶ τὴν κάραν προχωρῶ· γῆν πατῶ οὐκέτι, ἀλλ᾽ αὐτὸν τὸν οὐρανόν· ἃ γὰρ τελῶ οὐράνια· μᾶλλον δὲ καὶ τὰ ἄνω παρέδραμον· ταῦτα γὰρ βαστάζει, ἀλλ᾽ οὐ βλέπει ὃν βαστάζει· ἐγὼ δὲ νῦν βλέπω καὶ βαστάζω.

Εὐφραίνου, οὐρανέ, καὶ γῆ, ἐπαγάλλου· ἁγιάσθητε, πηγαὶ αἱ τῶν ὑδάτων· πάντα γὰρ φανεὶς ἐπλήρωσεν εὐλογίας, πάντας φωτίζει τὸ φῶς τὸ ἀπρόσιτον.» Ὑπερεπῆρεν οὖν τὸν νοῦν τῇ θείᾳ διατάξει ὁ γόνος Ζαχαρίου, καὶ τείνας τὴν παλάμην ἐπιτιθεῖ τῷ βασιλεῖ, λούει τοῦτον ῥείθροις καὶ λοιπὸν ἄγει εἰς γῆν τὸν γῆς καὶ πόλου κύριον, ὅντινα οὐρανόθεν ὑπέδειξεν φθόγγῳ, ὡς δακτύλῳ, ὁ βοήσας· «Οὗτός ἐστιν ὁ ὑϊὸς ὁ ἀγαπητός μου.» Αὐτῷ οὖν τῷ πατρὶ καὶ τῷ βαπτισθέντι ὑϊῷ καὶ τῷ αὐτοῦ πνεύματι κράζω· «Θραῦσον, λυτρωτά, τοὺς θλίβοντας τὴν ψυχήν μου, παῦσον τοὺς πόνους, τὸ φῶς τὸ ἀπρόσιτον.»

Μηνὶ ἰανουαρίῳ ζʹ, κοντάκιον εἰς τὸν Πρόδρομον καὶ εἰς τὸ βάπτισμα καὶ εἰς τὸν Ἀδάμ, ἦχ. πλ. βʹ, φέρον ἀκροστιχίδα· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 Προοίμιον Τὴν σωματικήν σου παρουσίαν δεδοικώς, ὁ Ἰορδάνης φόβῳ ὑπεστρέφετο· τὴν προφητικὴν δὲ λειτουργίαν ἐκπληρῶν, ὁ Ἰωάννης τρόμῳ ὑπεστέλλετο· τῶν ἀγγέλων αἱ τάξεις ἐξεπλήττοντο, ὁρῶσαί σε ἐν ῥείθροις βαπτιζόμενον· καὶ πάντες οἱ ἐν σκότει κατηυγάζοντο ὑμνοῦντές σε τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Τῷ τυφλωθέντι Ἀδὰμ ἐν Ἐδὲμ ἐφάνη ἥλιος ἐκ Βηθλεέμ, καὶ ἤνοιξεν αὐτοῦ τὰς κόρας ἀποπλύνας αὐτὰς Ἰορδάνου τοῖς ὕδασιν· τῷ μεμελανωμένῳ καὶ συνεσκοτισμένῳ φῶς ἀνέτειλεν ἄσβεστον· οὐκέτι αὐτῷ νύξ, ἀλλὰ πάντα ἡμέρα· τὸ πρὸς πρωῒ πρωῒ δι᾽ αὐτὸν ἐγεννήθη· δειλινὸν γὰρ ἐκρύβη, ὡς γέγραπται· εὗρεν αὐγὴν φωτίζουσαν αὐτὸν ὁ πρὸς ἑσπέραν πεσών, ἀπηλλάγη τοῦ γνόφου καὶ προέκοπτε πρὸς ὄρθρον τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ὅτε ἑκὼν ἐπηρώθη Ἀδὰμ καρποῦ γευσάμενος τυφλοποιοῦ, εὐθέως ἄκων ἐγυμνώθη· ὡς τυφλὸν γὰρ εὑρὼν ὁ πηρώσας ἀπέδυσεν· ἦν οὖν γυμνὸς καὶ πῆρος, καὶ ψηλαφῶν ἐζήτει κατασχεῖν τὸν ἐκδύσαντα· ἐκεῖνος δὲ αὐτὸν θεωρῶν ἐπεγέλα πῶς ἔτεινε παντὶ τὰς παλάμας, καὶ ᾔτει τὸν χιτῶνα κἂν μετὰ τὴν γύμνωσιν.

Ὅθεν ἰδὼν ὁ φύσει συμπαθής, ἦλθε πρὸς τοῦτον βοῶν· «Γυμνωθέντα καὶ πῆρον δέχομαί σε· δεῦρο πρός με τὸν φανέντα καὶ φωτίσαντα πάντα.» Ὕμνησον, ὕμνησον τοῦτον, Ἀδάμ, προσκύνησον τὸν ἐλθόντα πρὸς σέ· ἐφάνη γάρ σοι, ὡς ἐχώρεις θεωρῆσαι αὐτόν, ψηλαφῆσαι καὶ δέξασθαι.

Οὗτος ὃν ἐφοβήθης, ὅτε ἐξηπατήθης, διὰ σὲ ὡμοιώθη σοι· κατέβη ἐπὶ γῆς ἵνα λάβῃ σε ἄνω, ἐγένετο θνητὸς ἵνα σὺ Θεὸς γένῃ καὶ ἐνδύσῃ τὴν πρώτην εὐπρέπειαν· θέλων ἀνοῖξαι πάλιν τὴν Ἐδέμ, ᾤκησε τὴν Ναζαρέτ· διὰ ταῦτα οὖν ᾆσον, ἄνθρωπε, καὶ ψάλλων τέρπε τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Τῷ Ἀβραὰμ ὅτε ὤφθη Θεὸς πρὸς τῇ δρυῒ καθημένῳ Μαμβρῆ, ὡς ἄγγελος ἐθεωρήθη, μὴ γνωρίσας αὐτὸν ὅπερ ἦν, οὐ γὰρ ἔφερεν· νῦν δὲ ἡμῖν, οὐχ οὕτως, ἀλλὰ αὐτοπροσώπως· ὁ γὰρ Λόγος σὰρξ γέγονεν. Τὸ αἴνιγμα ἐκεῖ, τὸ σαφὲς δὲ ἐνταῦθα· πατράσιν αἱ σκιαί, πατριάρχαις εἰκόνες, τοῖς δὲ τέκνοις αὐτὴ ἡ ἀλήθεια.

Ὤφθη Θεός ποτε τῷ Ἀβραάμ, ἀλλ᾽ οὐ μὴν εἶδε Θεόν. ἀλλ᾽ ἡμεῖς θεωροῦμεν ὅτι θέλει, καὶ κρατοῦμεν τὸν φανέντα καὶ φωτίσαντα πάντα. Ἄνω τῆς κλίμακος εἶδεν Θεόν, ἀλλ᾽ ὄναρ ἔβλεπεν ὁ Ἰακώβ· ἐπάλαισεν αὐτῷ τὴν νύκτα οὐχὶ φύσις Θεοῦ, ἀλλ᾽ ἀνθρώπου ὁμοίωμα· νῦν δὲ οὐχ ὁμοιώσεις, ἀλλ᾽ ἀληθιναὶ πράξεις πρὸς τὸ γένος συνέστησαν τὸ ὅραμα τὸ πρίν, καὶ ὁ τότε παλαίσας ἐνώπιον ἐλθὼν ἐνωπίως ἐφάνη γρηγοροῦντι τῷ κόσμῳ καὶ νήφοντι, οὐ φαντασία, οὐδ᾽ ἐνύπνιον· οὐ γάρ ἐσμεν τῆς νυκτός· ἐν ἡμέρᾳ ὁρῶμεν Λόγον σεσωματωμένον, τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Πάνυ θαρρῶν ἀγαπᾶσθαι Μωσῆς ἐζήτει τὸν ἀγαπῶντα ἰδεῖν καὶ ἔλεγε μεθ᾽ ἱκεσίας· «Εἰ ἠγάπησάς με, σεαυτόν μοι ἐμφάνισον.» Ὅμως οὐκ ἠξιώθη ὄψεως, ἀλλὰ νώτου, καὶ αὐτὸ οὐκ εἰς τέλειον· ὀπὴ γὰρ ἦν μικρὰ δι᾽ ἦς εἶδεν ἃ εἶδεν· πῶς δὲ ἔστιν ἰδεῖν δι᾽ ὀπῆς τὸν ὁρῶντα, εἰ μὴ μέρος ὧν θέλει θεάσασθαι;

Δόξα σοι, ὅτι ὅλον σεαυτὸν ἔδειξας πᾶσιν ἡμῖν, οὐκ ἐκ μέρους, ἀλλὰ σῶον θεωροῦμέν σε τὸν πλάστην τὸν φανέντα καὶ φωτίσαντα πάντα. Ἔφησεν ὅτι κατεῖδεν Θεὸν ὁ τοῦ Ἀμὼς Ἠσαΐας ποτὲ ἐν ὕψει θρόνου ἐπηρμένον καὶ τῆς δόξης αὐτοῦ πεπλησμένον τὸ οἴκημα· εἶδεν ἐν κατανύξει πνεύματος, ὡς προφήτης, οὐκ ἐν ὄμμασι σώματος· ἡμεῖς δὲ σαρκικοῖς ὀφθαλμοῖς θεωροῦμεν Κύριον σαβαὼθ καὶ τῶν ἐξαπτερύγων ὑμνῳδίαν αὐτῷ ἀναπέμπομεν· «Ἅγιος, ἅγιος ὁ σαρκωθείς, ἅγιός ἐστι Θεός· ἁγιάζωμεν τρίτον ἕνα ἅγιον ἁγίων, τὸν φανέντα καὶ φωτίσαντα πάντα.» Ἴσχυσαν ὄμματα τῶν γηγενῶν οὐράνιον θεωρῆσαι μορφήν· κατεῖδον βλέφαρα πηλίνων τοῦ ἀΰλου φωτὸς τὴν ἀκτῖνα τὴν ἄσκιον, ἥντινα οἱ προφῆται καὶ βασιλεῖς οὐκ εἶδον, ἀλλ᾽ ἰδεῖν ἐπεθύμησαν.

Τῶν ἐπιθυμιῶν ἀνὴρ ἐπωνομάσθη ὁ μέγας Δανιήλ, ἐπειδὴ ἐπεθύμει ἀτενίσαι εἰς ὃν ἀτενίζομεν. Ἐπιποθήσας ἐπεπόθησε τοῦτο τὸ κρῖμα Δαυίδ, καὶ ὃ ἦν κεκρυμμένον νῦν ἔστι κατανοῆσαι, τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Νέος ἐφάνη ἡμῖν οὐρανὸς ἐφ᾽ ὃν ἐπέβη ὁ πάντων Θεός· τὸ σῶμα γὰρ τοῦ ἀσωμάτου οὐρανὸν οὐρανοῦ ὁ προφήτης ἐκάλεσεν. Εἴτε γὰρ ἐγεννήθη, εἴτε ἐσπαργανώθη, οὐρανός ἐστιν ἄμωμος· ἐστὶ μὲν οὐρανός, οὐκ οὐράνιον σῶμα· ἐκ γὰρ τῆς Μαριὰμ τῆς παρθένου ἐτέχθη καὶ ἡνώθη Θεῷ, ὡς οὐκ οἴδαμεν· οὐ φανταζόμεθα γάρ, ὡς πολλοὶ λέγοντες· «Εἴδομεν <Θεό>ν.» Ὁ δοκῶν γὰρ εἰδέναι οὔπω ἔγνω ὡς ὀφείλει τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ὄφελον ἔγνωμεν τὰ καθ᾽ ἡμᾶς· οὐδὲν ἡμῖν καὶ τοῖς ὑπὲρ ἡμᾶς· ἐγγὺς ἡμῶν ἐστι τὸ ῥῆμα· τί ζητοῦμεν μακρὰν ἀπελθεῖν, ἵνα μάθωμεν; Ἔχομεν ἐν τῇ πίστει πᾶν ὃ ἐπιζητοῦμεν· ποῦ μετεωριζόμεθα; Εὐθεῖα ἡ ὁδός· μήτις ἡμᾶς πλανήσῃ, ὑπέδειξεν ἡμῖν ἡ Μαρία τὴν τρίβον· ὑϊὸν γὰρ ἐκάλει τὸν Κύριον, υἱὸν αὐτῆς καὶ ὄντως ἐξ αὐτῆς, ὡς ἐδιδάχθημεν νῦν, σαρκωθέντα ἐκ ταύτης καὶ ἐκ Πνεύματος ἁγίου, τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ὕψωσον κέρας ἡμῶν, Ἰησοῦ· κρατοῦμεν γὰρ ἀκεραίως τὰ σά, κηρύττοντες ἐν παρρησίᾳ· «Μεθ᾽ ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ σύνετε ὅπερ καὶ ὁ προφήτης ἔφησε· Ὄψονταί σε λαοί, καὶ ὠδινήσουσιν.» Ἰδοὺ ὠδίναμεν καὶ ἐτέκομεν πνεῦμα τῆς σωτηρίας σου ὃ ἐποίησας πᾶσιν· ἐπὶ γῆς γὰρ λαλοῦμεν οὐράνια· εἶδέ σε πᾶσα σάρξ, καὶ ὡς τὸ πρὶν πάλιν ἀνέθαλε νῦν· ἐφαιδρύνθη ἡ κτίσις κατιδοῦσά σε τὸν κτίστην, τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ῥήγνυται νῦν ὁ πενθήρης χιτών· ἐλάβομεν τὴν στολὴν τὴν λευκὴν ἣν ὕφανεν ἡμῖν τὸ πνεῦμα ἀπὸ πόκων ἁγνῶν τοῦ ἀμνοῦ καὶ Θεοῦ ἡμῶν. Ἤρθη ἡ ἁμαρτία, δέδοται ἀφθαρσία, ἐμφανὴς ἡ ἀνάκλησις· ὁ πρόδρομος αὐτὴν ἐνεφάνισε λέγων· «Ἴδε νῦν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ λαμβάνων τὰ τοῦ κόσμου παντὸς ἁμαρτήματα.» Ἔδειξε πᾶσι χάρτην δωρεᾶς τοῖς χρεωστοῦσι πολλά· ὁ ἐκ μήτρας σκιρτήσας νῦν κηρύξας ἐφανέρου τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ὢ τοῦ κηρύγματος τοῦ βαπτιστοῦ καὶ τοῦ αἰνίγματος τοῦ ἐν αὐτῷ· ἀμνὸν γὰρ λέγει τὸν ποιμένα καὶ ἀμνὸν οὐχ ἁπλῶς, ἀλλὰ λύοντα πταίσματα· ἔδειξε τοῖς ἀνόμοις ὅτι ἀργὸς ὁ τράγος ὃν εἰς ἔρημον ἔπεμπον. «Ἰδού, φησίν, ἀμνός, νῦν οὐ χρεία τοῦ τράγου· ἐπίθετε αὐτῷ τὰς παλάμας οἱ πάντες, ἁμαρτίας ὑμῶν ἀναγγέλλοντες· ἦλθε γὰρ ἆραι σὺν ταῖς τοῦ λαοῦ καὶ τὰς τοῦ κόσμου παντός· οὐρανόθεν τὸ δῶρον ὁ πατὴρ ἔπεμψε πᾶσιν τὸν φανέντα καὶ φωτίσαντα πάντα.» Μέγα μυστήριον χριστιανοῖς· οὐδὲν ἀμάρτυρόν ἐστιν ἐν σοί· ἐκ πάντων ἔχεις βεβαιώσεις· ἀπὸ πάσης γραφῆς θεοπνεύστου συνίστασαι· πάντες σοι μαρτυροῦσι, νόμος καὶ οἱ προφῆται, οἱ πατέρες δὲ μάλιστα ἑκάστης γενεᾶς· σὺ τὸ ἅλας εὑρέθης, ἀρτύων τοῖς πιστοῖς ἀδιάφθορον βρῶμα, οὗ φαγόντες οὐ μὴ ἀποθάνωμεν· ἤρτυσας ἔδεσμα τῷ Ἰσαὰκ ὥσπερ ἐφίλει φαγεῖν, καὶ εὐλόγει τὸ τέκνον ἐντυπῶν ταῖς εὐλογίαις τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ἄρωμεν ἅπαντες τοὺς ὀφθαλμοὺς πρὸς Κύριον τὸν ἐν τοῖς οὐρανοῖς, βοῶντες ὡς Ἰερεμίας· «Ὁ ὀφθεὶς ἐπὶ γῆς, οὗτός ἐστιν Θεὸς ἡμῶν, ὅστις καὶ τοῖς ἀνθρώποις θέλων συνανεστράφη», καὶ τροπὴν οὐχ ὑπέμεινεν ὁ δείξας ἑαυτὸν ἐν μορφαῖς τοῖς προφήταις, ὃν Ἰεζεκιὴλ ἐπὶ πύρινον ἅρμα ὥσπερ εἶδος ἀνδρὸς ἐθεάσατο, καὶ Δανιὴλ ἀνθρώπου ὑϊὸν καὶ παλαιὸν ἡμερῶν, τὸν ἀρχαῖον καὶ νέον ἕνα Κύριον κηρύττων τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Νύκτα ἠφάνισε τὴν ἀμειδῆ καὶ ἔδειξε μεσημβρίαν τὸ πᾶν· κατηύγασε τὴν οἰκουμένην τὸ ἀνέσπερον φῶς, Ἰησοῦς ὁ σωτὴρ ἡμῶν· χώρα Ζαβουλωνία ἐστὶν ἐν εὐθηνίᾳ καὶ μιμεῖται παράδεισον· ποτίζει γὰρ αὐτὴν τῆς τρυφῆς ὁ χειμάρρους καὶ βρύει ἐν αὐτῇ τὸ ἀείζωον νᾶμα ὃ οἱ πρῶτοι οὐχ εὗρον ὀρύξαντες φρέαρ τοῦ ὅρκου, φρέαρ τῆς Συχέμ, ἀλλ᾽ οὐ πηγὴν τῆς ζωῆς· ἐν δὲ τῇ Γαλιλαίᾳ φλέβαν ζῶσαν θεωροῦμεν, τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ὄψομαι οὖν σε κἀγώ, Ἰησοῦ, φωτίζοντα τὴν διάνοιάν μου καὶ λέγοντα τοῖς λογισμοῖς μου· «Οἱ διψῶντες ἀεί, δεῦτε πρός με καὶ πίετε.» Ἄρδευσον τὴν καρδίαν τὴν τεταπεινωμένην, ἣν ὁ πλάνος συνέτριψεν· κατέτηξεν αὐτὴν ἐν λιμῷ καὶ ἐν δίψῃ, λιμῷ οὐ βρώματος οὐδὲ δίψῃ πομάτων, ἀλλ᾽ ἀκοῦσαι τῶν λόγων τοῦ πνεύματος· οὐ γὰρ εὑρίσκει τὸν διδάσκοντα οὔτε μανθάνοντα νῦν· ὅθεν στένει σιγῶσα, δικαστήν σε προσδοκῶσα τὸν φανέντα καὶ φωτίσαντα πάντα.

Ὕμνησα τὴν ἐπιφάνειάν σου· σημεῖον ποίησόν μοι ἐμφανές, καθάρισόν με τῶν κρυφίων· τὰ γὰρ ἄδηλά μου διαφθείρει με τραύματα· πέμψον ἀθεωρήτως τῇ ἀφανεῖ πληγῇ μου τὴν ἀόρατον ἔμπλαστρον. Προσπίπτω σοι, σωτήρ, καθάπερ ἡ αἱμόρρους, ἁπτόμενος κἀγὼ τοῦ κρασπέδου καὶ λέγων· «Ἐὰν μόνον κρατήσω, σωθήσομαι.» Μὴ ματαιώσῃς οὖν τὴν πίστιν μου, ὁ τῶν ψυχῶν ἰατρός· ἐκκαλύπτω τὸ ἄλγος, εὕρω σε εἰς σωτηρίαν τὸν φανέντα καὶ φωτίσαντα πάντα.