Ἔργον
Ρωμανὸς ὁ Μελωδός – ᾈσμάτων ᾆσμα
Κοντάκια εις τον Λεπρόν, την Πόρνην και τον Δαιμονιζόμενον
Παρουσίαση του ιαματικού και λυτρωτικού έργου του Χριστού μέσω της θεραπείας του λεπρού, της πόρνης και του δαιμονιζομένου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κοντάκια εις τον Λεπρόν, την Πόρνην και τον Δαιμονιζόμενον
Παρουσίαση του ιαματικού και λυτρωτικού έργου του Χριστού μέσω της θεραπείας του λεπρού, της πόρνης και του δαιμονιζομένου.
Τῇ δʹ τῆς γʹ ἑβδομάδος τοῦ πάσχα, κοντάκιον εἰς τὸν λεπρόν, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος δʹ, πρός· Τοὺς μὴ ὄντας θεούς. Προοίμιον Ὡς τὸν λεπρὸν ἐκάθαρας τῆς νόσου, παντοδύναμε, τὸ ψυχικὸν ἡμῶν ἄλγος θεράπευσον ὡς εὔσπλαγχνος τῇ πρεσβείᾳ τῆς Θεοτόκου, ἰατρὲ τῶν ψυχῶν ἡμῶν, 〈ὁ φιλάνθρωπος,〉 σωτὴρ καὶ μόνε ἀναμάρτητε.
Τὸν τοῦ γένους Θεὸν καὶ εὐεργέτην καὶ σωτῆρα Χριστὸν [ἀνυμνῶμεν], τὸν τὰς ψυχὰς εὐφραίνοντα τὰς ἡμετέρας, τὴν [ῥίζαν] τῶν ἀγαθῶν, ὅτι ἔστιν εὐφροσύνη καὶ σωτηρία τοῖς ἀν[θρώποις], ὡς ἐλεήμων καὶ οἰκτίρμων καὶ πιστὸς ἰατρός, [ὁ ἀφρά]στῳ σοφίᾳ διέπων τὰ πάντα καὶ βουλήματι θεί[ῳ τῶν] ψυχῶν τὰ πάθη ὡς Θεὸς ἰώμενος, ὁ πάντα περιέπ[ων] ὡς ἀχώριστος μόνος δυνάστης, ὁ ἔχων καὶ παρέχων πᾶσι χαρὰν καὶ δόξαν καὶ ἄφεσιν πταισμάτων ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.
Ὁ τοῦ χρόνου δεσπότης τε καὶ κτίστης κατὰ χρόνου [κατ]ῆλθεν ἐν κόσμῳ· ὁ ποιητὴς ἐγένετο ἐν τοῖς ἰδίοις [θε]λήσας σῶσαι ἡμᾶς· τὸν Ἀδὰμ ὁ πλαστουργήσας Ἀδ[ὰμ] ἐγένετο ἀρρήτως, καὶ τὸ μυστήριον ὑπάρχει ὑπὲρ λόγον καὶ νοῦν.
Καὶ γὰρ σὰρξ ἐγεννήθη ἀτρέπτως ὁ Λόγος καὶ μεμένηκε Λόγος, ὅπερ προϋπῆρχε τοῦ πατρὸς ἀχώρισ[τος], σκηνώσας ἀπορρήτως ἐν ἡμῖν ὁ πατὴρ τῶν αἰώνων· [οὐ]δὲ γὰρ ἐπῃσχύνθη οὗτος καταπεσοῦσαν τὴν φύσιν τῶν ἀνθρώπων ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.
Ὑπὸ πλείστων παθῶν κατεχομένην τὴν ταλαίπωρον φύσιν ἰᾶται, ἣν ἐλεήσας ἔφθασε καὶ ἐπεσκέψατο πάντα ὡς ἀγαθός· τοὺς ἐν θλίψει θεραπεύει, τοὺς ἐν ἀνάγκῃ περισῴζει, τοὺς ἐν ταῖς νόσοις ἰατρεύει ὡς σοφὸς ἰατρός· ἐξ ἀνθρώπων ἐλαύνει τοὺς δαίμονας πάντας· τοὺς τυφλοὺς ἀναβλέπειν, παραλύτους τρέχειν ὡς Θεὸς προσέταττεν· λεπροὺς δὲ καθαρίζει ἐν τῷ θείῳ βουλήματι μόνῳ, ὅτι καὶ ἀοράτων πάντων καὶ ὁρωμένων αὐτὸς ὑπάρχεις κτίστης, ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνε ἀναμάρτητε.
Τί δὲ λέγει κατίδωμεν σπουδαίως τῷ λεπρῷ ὁ Χριστὸς προσελθόντι, πῶς δὲ τὴν νόσον ἔδειξε τῷ ἰατρῷ τῷ πανσόφῳ ὁ ἀσθενῶν. Τοῦ Ματθαίου γὰρ ἡ βίβλος καὶ ἡ τοῦ Μάρ[κου διη]γεῖται καὶ 〈ἡ〉 Λουκᾶ τῶν θεσπεσίων περὶ τούτου [σαφῶς] ὡς ἐν ὄχλῳ τοσούτῳ καὶ πλήθει ἀπείρῳ συ[μμιγεὶ]ς τῶν ἀνθρώπων πρὸς Χριστὸν δραμόντων οὗτος παρεγέ[νετο τοῦ] πάθους δὲ τὸ μύσος οὐκ ᾐσχύνετο δεῖξαι τοῖς πᾶ[σι, καὶ] οὕτως ἐπὶ πάντων πίπτει εἰς γῆν κραυγάζων· «[Κἀμὲ] ὡς πάντας σῶσον, ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.» [Ἀπὸ] πάντων ἀνθρώπων ἐστὶ τοῦτο μισητὸν καὶ αἰσχρὸν τὸ πά[θο]ς· κρύπτειν οὖν τοῦτο σπεύδουσιν οἱ πειραθέντες τῆς νό[σου] τῆς χαλεπῆς· τῶν παθῶν ἐστι τῶν ἄλλων δυσειδεστέ[ρα] ἐν ἀνθρώποις· ὡς ἐπὶ χόρτου, βοσκομένης τῆς σαρκὸς ὑπ᾽ αὐτῆς, ἐπιτίθεται αὕτη τοῖς μέλεσι πᾶσιν, ὥσπερ ἐπι[θ]υμοῦσα παραδεῖξαι ὅρον ὀνειδῶν τὸν ἄνθρωπον.
Τῆς λώβης [γὰρ] ὑπάρχει συγγενὴς ἡ ἀκάθαρτος νόσος, ἣν τέχνη ἰατρείας ὅλως οὐ θεραπεύει, Χριστὸς δὲ ἐκδιώκει ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος. [Πο]λεμούμενος οὖν ὑπὸ τῆς νόσου ὁ λεπρὸς δακρυχέων ἐθρήνει· ὥρας ἑκάστης ἔβλεπεν ὅτι προσθήκην λαμβάνει τῶν λυπηρῶν, καί φησι τοιούτους λόγους· «Ἡ σάρξ μου, οἴμοι, ἀνεβάφη δεινῇ βαφῇ παρὰ τὴν φύσιν ἀσθενείᾳ πολλῇ, καὶ ὡς πηλὸς διέρπει τῷ σώματι ὅλῳ· ἡ χρόα μετεβλήθη καὶ ἐγένετό μοι θεωρία ἄσχημος, ὡς μώλωψ ἐκ καυτῆρος, σηπεδὼν χαλεπὴ τοῖς ὁρῶσιν· οὐκ ἔχω οὐδὲ μίαν ὅλως τῆς σωτηρίας ἐλπίδα, εἰ μὴ δώσει ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.
Ἐν σπουδῇ οὖν, ψυχή μου, νῦν πορεύου πρὸς Χριστὸν τὸν υἱὸν τῆς παρθένου, ἵνα κομίσῃ ἴασιν ἣν παρ᾽ ἀνθρώπου οὐδ᾽ ὅλως δύνῃ λαβεῖν· ἐγεννήθη ἐκ κοιλίας μητρὸς τυφλὸς ἐσκοτισμένος, καὶ ὃ ἐστέρησεν ἡ φύσις παρέσχεν ὁ Χριστός· τὸν υἱὸν δὲ τῆς χήρας ἁρπάζει θανάτου, πολυχρόνια μέλη λελυμένα πόνοις παραλύτου ἔσφιγξεν.
Οὐδὲν οὖν στασιάζει πρὸς αὐτὸν ὡς Θεῷ τε καὶ κτίστῃ· διόπερ καὶ πιστεύω ὅτι ψιλὸς οὐκ ἔστιν υἱὸς ἀνθρώπου οὗτος ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος. Ἰατρὸς γὰρ τὴν φύσιν οὐκ ἰσχύει ἐλλιπῶς προσελθοῦσαν πληρῶσαι, ὅπερ Χριστὸς ἐποίησεν ἐπὶ τυφλῷ γεννη[θέντι] ἐκ τῆς γαστρός· καὶ ἐντεῦθέν ἐστι δῆλον ὅτι αὐτό[ς ἐ]στιν ὁ κτίστης τοῦ πρωτοπλάστου, ὁ ποιήσας αὐτὸν [ἀ]πὸ 〈τῆς〉 γῆς· ἐκ τῆς γῆς γὰρ καὶ ἄρτι ὃν εἶπον προφ[έρει], καὶ τῆς φύσεώς ἐστι πλάστης καὶ δεσπότης καὶ Θ[εὸς ἀΐδι]ος· Ἐμοὶ δὲ παρὰ φύσιν τῆς σαρκὸς στασιάζει ἡ [ῥῶσις], αὐτὸς δὲ ὑπὲρ φύσιν πᾶσαν ἐτέχθη θέλων ἐκ μήτρας τῆς παρθένου ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.
Νευρωθεῖσα τῇ πίστει ἡ αἱμόρρους ἁψαμένη κρασπέδου ἰάθη· σπεύσω κἀγὼ τὸν ἄχρονον καθικετεῦσαι δεσπότην ὡς ἀγαθόν.» Ὡς ἐφθέγξατο δὲ ταῦτα, μετὰ δε[ή]σεως ἐκτρέχει καὶ εἰς τὴν γῆν τὸ γόνυ κλίνας ἱκετεύ[ει] Χριστόν· διὰ δύο δὲ λόγων τὴν δέησιν γράφει καί φησιν· «Ἐὰν θέλῃς, δύνασαί με πάντως καθαρίσαι, Κύριε.
Οὐ πλῆθος γὰρ ῥημάτων, ἀλλὰ πίστιν ζητεῖ ὁ οἰκτίρμων, ὁ πάσης διανοίας γνώστης, ὁ κυβερνήτης καὶ κτίστης τῶν ἀνθρώπων, ὁ φιλάνθρωπος, 〈σωτὴρ καὶ μόνος ἀναμάρτητος.〉 Ὅταν τις συσχεθεὶς ὑπὸ ἀνάγκης ἀπορεῖ βοηθείας καὶ λόγ[ου] καὶ οὐκ ἰσχύει δέησιν συνθεῖναι ἵνα προσέλθῃ τῷ ἄνακτι, πρὸς σοφοὺς εὐθὺς ἐκτρέχει τοὺς δυναμένους ἐν συντόμῳ τὴν ἱκεσίαν διαθεῖναι οὐκ ἐν λόγοις πολλοῖς· καὶ ὡς πάνσοφοι οὗτοι καὶ ἔμπειροι λόγων, δι᾽ ὀλίγων ῥημάτων σκοπὸν νοημάτων ἄπειρον συντάττουσι καὶ γράφουσι τοὺς λόγους τοὺς τοιούτους εἰς σύμμετρον χάρτην· ὁ ἄναξ δέ, λαμβάνων ταύτην τὴν ἱκεσίαν, τὸν νοῦν τῶν λόγων οἶδεν ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.
Ὑπὸ πίστεως νῦν ὁ ἰδιώτης τῷ σοφῷ ἱκεσίαν συντάξω· ἔσπευσα γὰρ καὶ ἔφθασα τὴν πίστιν τὴν παναγίαν καὶ συνετήν· παρεκάλεσα δὲ ταύτην καὶ ὑπηγόρευσε συντόμως ὑπὲρ ἐμοῦ τὴν ἱκεσίαν Ἰησοῦ βασιλεῖ· διὰ δύο ῥημάτων ὡς πάνσοφος ῥήτωρ, τὰ νοήματα ταύτης τῆς δεήσεώς μου ἅπαντα διέγραψεν· ἐν χάρτῃ τῆς ψυχῆς μου γεγραμμέ[νην τὴν αἴ]τησιν ἔχω καὶ ταύτην σοι προσφέρω· σπεύσας [ἐλέησόν] με, ὁ πάντων εὐεργέτης, ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος. [Ῥυπωθέν]τα ἄρα μὴ οὐ θελήσῃς ὡς ἀνάξιόν με κα[θαρίσαι·] τοῦτο πρὸ πάντων ἔφησα ὅτι »Ἂν θ[έλῃς, ἰσχύ]εις, Κύριέ μου.» Τὴν γὰρ δύναμίν σου ἔγνων, ὅτι οὐδείς [σοι ἀν]τιπράττει, ἀλλὰ φοβοῦμαι μὴ ὑπέρθῃ καθαρίσαι ἐμέ.
Μόνον νεῦσον, οἰκτίρμον, καὶ φεύγει ἡ λέπρα· μόνον [βούλη]μα δεῖξον, καὶ τὸ πάθος ὅλον ἐκποδὼν γενήσεται· κἂν [ἄνθρωπ]ος ἐγένου ἐκ παρθένου Μαρίας ἀσπόρως, ἀλλ᾽ ὅμως πρὸ αἰώνων λόγος Θεοῦ ὑπάρχεις, Θεὸς καὶ κτίστης πάντων, ὁ φιλάνθρωπος, 〈σωτὴρ καὶ μόνος ἀναμάρτητος.〉 [—Ὡς] πιστόν σε τοῦ πάθους ἀπαλλάξω«, ὁ Χριστὸς τῷ λεπρῷ ἀπεκρίθη, »ὅτι αὐτὴ ἡ δέησις ἡ παρὰ σοῦ μοι δοθεῖσα ἔτερψέ [με]· τῇ δυνάμει οὖν τῇ ταύτης ἀκολουθήσει καὶ ἡ ψῆφος, [ἐπει]δὴ εἶπας· ‘Ἐὰν θέλῃς, δύνῃ, Κύριέ μου.’ Καὶ δυνάστης ὑπάρχω καὶ βούλομαι σῶσαι· διὰ τοῦτο προστάττω, αὐ[θεν]τῶ καὶ λέγω· ‘Θέλω, καθαρίσθητι’. καὶ θέλω ὡς οἰκτίρμων [καὶ] προστάττω καθάπερ δυνάστης· ἰσχὺν γὰρ τῇ θελήσει [ἔχω συν]υπουργοῦσαν ὡς ἄναξ τε καὶ κτίστης, ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος 〈ἀναμάρτητος〉.» [Μ]όνος πέλων οἰκτίρμων, συνεκτείνει τὴν παλάμην καὶ ἅπτε[ται] τούτου, καὶ ὁ λεπρὸς αἰφνίδιον ἀνεκαθάρθη τὸ σῶμα [τὸ] ἑαυτοῦ· τῆς γὰρ λέπρας ἀπηλλάγη καὶ ἐδραπέτευσεν εὐθέως· πρὸς φυσικὸν μετῆλθε κάλλος ἡ χρόα τῆς σαρκός.
Ἐθαμβήθησαν πάντες οἱ τότε παρόντες, τοῦ λεπροῦ ἐκβοῶντος· «Σὺ Θεὸς ὑπάρχεις μόνος, παντοδύνα[μο]ς, καὶ ἦλθες ἐν τῷ κόσμῳ τὸν πλανώμενον κόσμον καλέσαι· ἀνθρώπου γὰρ οὐκ ἔστιν ὅλως τὰ ἔργα ταῦτα· Θεὸς οὖν εἶ τῶν ὅλων, ὁ φιλάνθρωπος, 〈σωτὴρ καὶ μόνος ἀναμάρτητος〉.» [Ἀ]λλ᾽ ὡς ἤκουσε ταῦτα ὁ οἰκτίρμων, τῷ λεπρῷ ἐπὶ πάντων προστάττει· «Ὕπαγε, νόμον πλήρωσον καὶ ἑαυτὸν δεῖξαι σπεῦ[σο]ν τῷ ἱερεῖ, καὶ προσένεγκε τὸ δῶρον ὅπερ προσέταξε προσφέρειν Μωσῆς ὁ παῖς μου καθαρθέντας ἐν τῷ ἔθνει λεπρούς.
Ἰουδαῖοι ἐχθρόν με τοῦ νόμου καλοῦσι, καὶ πολέμιον εἶναι τοῦ Μωσέως οὗτοι ἄσπονδόν με λέγουσι· γ[ενοῦ μοι τού]των μάρτυς ὅτι πάντα πληρῶ τὰ τοῦ νόμου· μ[ισθὸν τῆ]ς ἰατρείας δός μοι τὴν μαρτυρίαν· εἰμὶ γὰρ φύλαξ ν[όμου] 〈ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος〉.» Νεκρωθὲν τῇ κελεύσει τοῦ Κυρίου δραπετεύει τὸ πάθος [τῆς λέ]πρας· ἔφριξε γὰρ τὸ νόσημα αὐτὸν ἰδόντα τὸν κτί[στην] καὶ λυτρωτήν, καὶ οὐ φρίττουσιν οὐδ᾽ οὕτως Ἀρειανοὶ τ[ὴν δε]σποτείαν, τὴν αὐθεντίαν τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ Θεοῦ, [ὅτι] οὗτος ὑπάρχει ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἀϊδίως ἐ[κ πατρὸς] ἀχρόνου ἄχρονος υἱὸς αὐτοῦ, ὁ μένων εἰς αἰῶνας ὅ[πε]ρ ἦν πρὸ τῶν πάντων αἰώνων· αὐτὸς γὰρ ἐκ παρθένου θέ[λω]ν σαρκὶ ἐτέχθη, μὴ λείψας τὸν πατέρα ὁ φιλάνθρωπος, σωτὴρ καὶ μόνος ἀναμάρτητος.
Οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν καὶ πλάστου ἀγαπῶντες τὸ ἅγιον δόγμα, σέβομεν πάντες πιστεύοντες μοναδικὸν μὲν τὸ θεῖον τὸ ἀληθές, ἐν τρισί γε μὴν προσώποις ὁμοουσίοις, συνανάρχοις, ἵνα ἐκκλίνωμεν τὴν πλάνην τῶν ἀθέων ἀν[δρῶν], τὰς μὲν τρεῖς ὑποστάσεις κατὰ τῶν Ἑβραίων, τὴν δὲ μίαν οὐσίαν, τῆς πολυθεΐας φεύγοντες τὸ νόσημα· μιᾶς [ἐστιν] οὐσίας ὁ Πατήρ, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· ἐκ τούτων ἐσαρκώθη θέλων ἐκ τῆς παρθένου ὁ εἷς ὁ τῆς τριάδος, ὁ φιλάνθρωπος, 〈σωτὴρ καὶ μόνος ἀναμάρτητος.〉 Ὑϊὲ τοῦ Θεοῦ ὁ βασιλεύων πρὸ αἰώνων καὶ εἰς τοὺς αἰῶνας, ὡς τὸν λεπρὸν ἠλέησας, διώξας λόγῳ τὸ πάθος ὡς δ[υ]νατός, καὶ ἡμᾶς τοὺς προσιόντας τῇ ἀγαθότητί σου [σῶ]σον καὶ τὴν συγχώρησιν παράσχου τῶν πταισμάτων ἡμῶν.
Σὺ γὰρ δύνασαι μόνος ὡς κτίστης τῶν πάντων ἁμαρτίας ἀφεῖναι· σὲ οὖν δυσωποῦμεν, δὸς ἡμῖν ἀντίληψιν πρεσβείαις τῆς Θεοτόκου καὶ 〈ἁγίας〉 παρθένου Μαρίας, δι᾽ ἧς σοι προσιόντες πάντες παρακαλοῦμεν, «ἐλέησον», βοῶντες, «ὡς φιλάνθρωπος, σωτὴρ καὶ μόνε ἀναμάρτητε.»
Τῇ μεγάλῃ τετράδι, κοντάκιον εἰς τὴν πόρνην, ἰδιόμελον, φέρον ἀκροστιχίδα τήνδε· 〈τοῦ ταπεινοῦ Ῥωμανοῦ〉 ἦχος πλ. δʹ. Προοίμιον I Ὁ πόρνην καλέσας θυγατέραν, Χριστὲ ὁ Θεός, υἱὸν μετανοίας κἀμὲ ἀναδείξας, δέομαι, ῥῦσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
Προοίμιον II Κατέχουσα ἐν κατανύξει ἡ πόρνη τὰ ἴχνη σου ἐβόα σοι ἐν μετανοίᾳ τῷ εἰδότι τὰ κρύφια, Χριστὲ ὁ Θεός· «Πῶς σοι ἀτενίσω τοῖς ὄμμασιν ἡ πάντας ἀπατῶσα τοῖς νεύμασιν; Πῶς σε δυσωπήσω τὸν εὔσπλαγχνον ἡ σὲ παροργίσασα τὸν κτίστην μου;
Ἀλλὰ δέξαι τοῦτο τὸ μύρον πρὸς δυσώπησιν, Κύριε, καὶ δώρησαί μοι ἄφεσιν τῆς αἰσχύνης τοῦ βορβόρου τῶν ἔργων μου.» Τὰ ῥήματα τοῦ Χριστοῦ καθάπερ ἀρώματα ῥαινόμενα πανταχοῦ βλέπων ἡ πόρνη ποτὲ καὶ τοῖς πιστοῖς πᾶσι πνοὴν ζωῆς χορηγοῦντα, τῶν πεπραγμένων αὐτῇ τὸ δυσῶδες ἐμίσησεν, ἐννοοῦσα τὴν αἰσχύνην τὴν ἑαυτῆς καὶ σκοποῦσα τὴν ὀδύνην τὴν δι᾽ αὐτῶν ἐγγιγνομένην· πολλὴ γὰρ θλῖψις γίνεται τότε τοῖς πόρνοις ἐκεῖ, ὧν εἷς εἰμι, καὶ ἕτοιμος πέλω εἰς μάστιγας ἃς πτοηθεῖσα ἡ πόρνη οὐκέτι ἔμεινε πόρνη, ἐγὼ δὲ καὶ πτοούμενος ἐπιμένω τῷ βορβόρῳ τῶν ἔργων μου.
Οὐδέποτε τῶν κακῶν ἀποστῆναι βούλομαι, οὐ μνήσκομαι τῶν δεινῶν ὧν ἐκεῖ μέλλω ὁρᾶν, οὔτε λογίζομαι τὴν τοῦ Χριστοῦ εὐσπλαγχνίαν πῶς περιῆλθε ζητῶν με τὸν γνώμῃ πλανώμενον· δι᾽ ἐμὲ γὰρ πάντα τόπον ἐξερευνᾷ, δι᾽ ἐμὲ καὶ Φαρισαίῳ συναριστᾷ ὁ τρέφων πάντας· καὶ δείκνυσι τὴν τράπεζαν θυσιαστήριον, ἐν ταύτῃ ἀνακείμενος καὶ χαριζόμενος τὴν ὀφειλὴν τοῖς χρεώσταις, ἵνα θαρρῶν πᾶς χρεώστης προσέλθῃ λέγων· «Κύριε, λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.» Ὑπέκνισεν ἡ ὀσμὴ τῆς τραπέζης τοῦ Χριστοῦ τὴν πρώην μὲν ἄσωτον, νυνὶ δὲ καρτερικήν, τὴν ἐν ἀρχῇ κύνα καὶ ἐν τῷ τέλει ἀμνάδα, τὴν δούλην καὶ θυγατέρα, τὴν πόρνην καὶ σώφρονα.
Διὰ τοῦτο λίχνῳ δρόμῳ φθάνει αὐτήν, καὶ λιποῦσα τὰ ψιχία τὰ ὑπ᾽ αὐτήν, τὸν ἄρτον ἦρε τῆς πάλαι Χανανίτιδος πλέον πεινάσασα, ψυχὴν κενὴν ἐχόρτασεν, οὕτω πιστεύσασα, ἀλλ᾽ οὐ κραυγῇ ἐλυτρώθη, σιγῇ δὲ μᾶλλον ἐσώθη· κλαυθμῷ γὰρ εἶπε· «Κύριε, λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.» Τὴν φρένα δὲ τῆς σοφῆς ἐρευνῆσαι ἤθελον καὶ γνῶναι πῶς ἔλαμψεν ἐν αὐτῇ ὁ Κύριος ὁ ὡραιότατος καὶ τῶν ὡραίων ὁ κτίστης, οὗ τὴν ἰδέαν πρὶν ἴδῃ ἡ πόρνη ἐπόθησεν· ὡς ἡ τῶν εὐαγγελίων βίβλος βοᾷ· Τοῦ Χριστοῦ ἀνακειμένου ἐν οἰκιᾷ τοῦ Φαρισαίου, γυνή τις τότε ἤκουσεν, ἅμα καὶ ἔσπευσεν, ὠθήσασα τὴν ἔννοιαν πρὸς τὴν μετάνοιαν· «Ἄγε, φησίν, ὦ ψυχή μου, ἰδοὺ καιρὸς ὃν ἐζήτεις· ἐπέστη ὁ καθαίρων σε· τί ἐμμένεις τῷ βορβόρῳ τῶν ἔργων σου;
Ἀπέρχομαι πρὸς αὐτόν, δι᾽ ἐμὲ γὰρ ἤλυθεν· ἀφίημι τούς ποτε, τὸν γὰρ νῦν πάνυ ποθῶ, καὶ ὡς φιλοῦντά με μυρίζω καὶ κολακεύω· κλαίω, στενάζω καὶ πείθω δικαίως ποθῆσαί με· ἀλλοιοῦμαι πρὸς τὸν πόθον τοῦ ποθητοῦ, καὶ ὡς θέλει φιληθῆναι, οὕτω φιλῶ τὸν ἐραστήν μου· πενθῶ καὶ κατακάμπτομαι, τοῦτο γὰρ βούλεται· σιγῶ καὶ περιστέλλομαι, τούτοις γὰρ τέρπεται· ἀναχωρῶ τῶν ἀρχαίων ἵνα ἀρέσω τῷ νέῳ· συντόμως ἀποτάσσομαι ἐμφυσῶσα τῷ βορβόρῳ τῶν ἔργων μου.
Προσέλθω οὖν πρὸς αὐτόν, φωτισθῶ, ὡς γέγραπται· ἐγγίσω νῦν τῷ Χριστῷ, καὶ οὐ μὴ καταισχυνθῶ· οὐκ ὀνειδίζει με, οὐ λέγει μοι· ‘Ἕως ἄρτι ἦς ἐν τῷ σκότει, καὶ ἦλθες ἰδεῖν με τὸν ἥλιον.’ Διὰ τοῦτο μύρον αἴρω καὶ πορευθῶ· φωτιστήριον ποιήσω τὴν οἰκιὰν τοῦ Φαρισαίου· ἐκεῖ γὰρ ἀποπλύνομαι τὰς ἁμαρτίας μου· ἐκεῖ καὶ καθαρίζομαι τὰς ἀνομίας μου· κλαυθμῷ, ἐλαίῳ καὶ μύρῳ κεράσω μου κολυμβήθραν καὶ λούομαι καὶ σμήχομαι καὶ ἐκφεύγω τοῦ βορβόρου τῶν ἔργων μου.
Ἐδέξατο ἡ Ῥαὰβ κατασκόπους πρότερον καὶ τῆς δοχῆς τὸν μισθὸν ὡς πιστὴ εὗρε ζωήν· τῆς γὰρ ζωῆς τύπος ὑπῆρχε τούτους ὁ πέμψας, τοῦ Ἰησοῦ μου βαστάζων τὸ τίμιον ὄνομα. Σωφρονοῦντας τότε πόρνη ξενοδοχεῖ, νῦν παρθένον ἐκ παρθένου πόρνη ζητεῖ ἀλεῖψαι μύρῳ· ἐκείνη μὲν ἀπέλυσεν οὕσπερ ἀπέκρυψεν· ἐγὼ δὲ ὃν ἠγάπησα μένω κατέχουσα, οὐχ ὡς κατάσκοπον κλήρων, ἀλλ᾽ ὡς ἐπίσκοπον πάντων κρατῶ, καὶ ἐξεγείρομαι ἐκ τῆς ὕλης τοῦ βορβόρου τῶν ἔργων μου.
Ἰδοὺ καιρὸς ἔφθασεν ὃν ἰδεῖν ἐπόθησα· ἡμέρα μοι ἔλαμψε καὶ δεκτὸς ἐνιαυτός· ἐν τοῖς τοῦ Σίμωνος αὐλίζεται ὁ Θεός μου· σπεύσω πρὸς τοῦτον καὶ κλαύσω, ὡς Ἄννα, τὴν στείρωσιν· κἂν λογίσηταί με Σίμων ἐν μεθυσμῷ, ὡς Ἡλὶ τὴν Ἄνναν τότε, μένω κἀγὼ προσευχομένη, σιγῇ βοῶσα· ‘Κύριε, τέκνον οὐκ ᾔτησα, ψυχὴν μονογενῆ ζητῶ ἥνπερ ἀπώλεσα· ὡς Σαμουὴλ τῆς ἀτέκνου, Ἐμμανουὴλ τῆς ἀνάνδρου, τῆς στείρας ἦρες ὄνειδος· ῥῦσαι πόρνην τοῦ βορβόρου τῶν ἔργων μου’.» Νευροῦται μὲν ἡ πιστὴ τοῖς τοιούτοις ῥήμασι, ποιεῖται δὲ τὴν σπουδὴν πρὸς τὴν τοῦ μύρου ὠνήν, καὶ παραγίνεται βοῶσα τῷ μυροπράτῃ· «Δός μοι, εἰ ἔχεις, ἐπάξιον μύρον τοῦ φίλου μου, τοῦ δικαίως φιλουμένου καὶ καθαρῶς, τοῦ πυρώσαντός μου πάντα καὶ τοὺς νεφροὺς καὶ τὴν καρδίαν· μηδὲν περὶ τιμήματος· τί ἀμφιβάλλεις μοι;
Κἂν δέοι, μέχρι δέρματος καὶ τῶν ὀστέων μου ἑτοίμως ἔχω τοῦ δοῦναι ἵν᾽ εὕρω τί ἀποδοῦναι τῷ σπεύσαντι καθᾶραί με ἐκ τῆς ὕλης τοῦ βορβόρου τῶν ἔργων μου.» Ὁ δὲ ἰδὼν τῆς σεμνῆς τὸ θερμὸν καὶ πρόθυμον, φησὶν αὐτῇ· «Λέξον μοι τίς ἐστιν ὃν ἀγαπᾶς, ὅτι τοσοῦτον σὲ ἐπύρωσε 〈πρὸς〉 τὸ φίλτρον· ἆρα κἂν ἔχει τι ἄξιον τούτου τοῦ μύρου μου;» Παραυτὰ δὲ ἡ ὁσία ἦρε φωνὴν καὶ βοᾷ σὺν παρρησίᾳ τῷ σκευαστῇ τῶν ἀρωμάτων· «Τί λέγεις μοι, ὦ ἄνθρωπε; ἔχει τι ἄξιον;
Οὐδὲν αὐτοῦ ἀντάξιον τοῦ ἀξιώματος· οὐκ οὐρανός, οὔτε γαῖα, οὐδ᾽ ὅλος τούτῳ ὁ κόσμος συγκρίνεται τῷ σπεύσαντι ῥύσασθαί με τοῦ βορβόρου τῶν ἔργων μου. Υἱός ἐστι τοῦ Δαυίδ, δι᾽ αὐτὸ 〈καὶ〉 εὔοπτος· υἱὸς Θεοῦ καὶ Θεός, δι᾽ αὐτὸ σφόδρα τερπνός· ὃν οὐχ ἑώρακα, ἀλλ᾽ ἤκουσα, καὶ ἐτρώθην πρὸς τὴν ἰδέαν τοῦ ἔχοντος φύσιν ἀνείδεον.
Τὸν Δαυίδ ποτε ἰδοῦσα στέργει Μελχόλ· ἐγὼ δὲ μὴ κατιδοῦσα τὸν ἐκ Δαυὶδ ποθῶ καὶ στέργω· ἐκείνη τὰ βασίλεια πάντα παρέδραμε καὶ τῷ Δαυὶδ πτωχεύοντι ποτὲ προσέδραμεν· κἀγὼ τὸν ἄδικον πλοῦτον ὑπερορῶ καὶ ὠνοῦμαι τὸ μύρον τῷ καθαίροντι τὴν ψυχήν μου τοῦ βορβόρου τῶν ἔργων μου.» Ῥημάτων δὲ τὸν εἱρμὸν σιωπῇ διέτεμε καὶ ἔλαβεν ἡ σεμνὴ τὸ τερπνὸν μύρον αὐτῆς καὶ εἰς τὸν θάλαμον εὑρέθη τοῦ Φαρισαίου τρέχουσα, ὥσπερ κληθεῖσα, μυρίσαι τὸ ἄριστον.
Ὁ δὲ Σίμων θεωρήσας τοῦτο αὐτό, τὸν δεσπότην καὶ τὴν πόρνην καὶ ἑαυτὸν ἤρξατο ψέγειν, τὸν μὲν ὡς ἀγνοήσαντα τὴν προσεγγίσασαν, τὴν δὲ ἀναισχυντήσασαν καὶ προσκυνήσασαν, καὶ ἑαυτὸν ὡς ἀσκέπτως δεξάμενον τοὺς τοιούτους, καὶ μάλιστα τὴν κράζουσαν· «Ἐξελοῦ με τοῦ βορβόρου τῶν ἔργων μου.» Ὢ ἄγνοια. Τί φησιν; «Τοῦτο μὲν ἐτέλεσα· ἐκάλεσα Ἰησοῦν ὥς τινα τῶν προφητῶν, καὶ οὐκ ἐνόησεν· ἣν ἕκαστος ἡμῶν οἶδεν, οὗτος κα<ὶ ο>ὐκ ἔγνω· εἰ ἦν γὰρ προφήτης, ἐγίνωσκεν.» Ὁ ἐτάζων δὲ καρδίας καὶ τοὺς νεφρούς, θεωρῶν τοῦ Φαρισαίου τοὺς λογισμοὺς ἐξαλλομένους, εὐθέως τούτῳ γίνεται ῥάβδος εὐθύτητος, «Ὦ Σίμων, λέγων, ἄκουσον τὸ τῆς χρηστότητος τῆς ἐπὶ σὲ γενομένης καὶ ἐπὶ ταύτην ἣν βλέπεις κλαυθμῷ βοῶσαν· Κύριε, λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.
Μεμπτέος σοι ἔδοξα ἐπειδὴ οὐκ ἤλεγξα τὴν σπεύδουσαν ἐκφυγεῖν τῶν αὐτῆς ἀνομιῶν· ἀλλ᾽ οὐ καλῶς, Σίμων, οὐκ εὔλογος ἡ μομφή σου· σύγκρινον τοῦτο ὃ θέλω εἰπεῖν σοι, καὶ δίκασον. Ὀφειλέται δύο ἧσαν τῷ δανειστῇ, ὁ μὲν εἷς πεντακοσίων, ἕτερος δὲ πενῆντα μόνον, καὶ τούτοις ἀπορήσασι πρὸς τὴν ἀπόδοσιν ὁ χρήσας ἐχαρίσατο ὅ τι ἐχρήσατο.
Τίς οὖν αὐτὸν ἐκ τῶν δύο ποθήσει πλέον, εἰπέ μοι; Τίς ὤφειλε βοᾶν αὐτῷ· ‘Ἔσωσάς με τοῦ βορβόρου τῶν ἔργων μου’;» Ἀκούσας δὲ ὁ σοφὸς φαρισαῖος ἔφησε· «Διδάσκαλε, ἀληθῶς φανερὸν πᾶσίν ἐστιν ὅτι πλειότερον ὀφείλει τοῦτον ποθῆσαι ᾧ περισσότερον χρέος ὁ χρήσας κεχάρισται.» Ὁ δὲ Κύριος πρὸς ταῦτα εἶπεν αὐτῷ· «Ὀρθῶς ἀπεκρίθης, Σίμων· οὕτως ἐστὶ καθάπερ λέγεις· ὃν σὺ γὰρ οὐκ ἐπήλειψας αὕτη ἐμύρισεν· ὃν ὕδασιν οὐκ ἔνιψας αὕτη τοῖς δάκρυσιν· ὃν οὐκ ἠσπάσω φιλήσας καταφιλοῦσά με κράζει· ‘Ἐκράτησα τοὺς πόδας σου, μὴ ἐμπέσω τῷ βορβόρῳ τῶν ἔργων μου.’ Νῦν ὅτε σοι ἔδειξα τὴν ποθοῦσάν με στοργῇ, διδάξω σε, βέλτιστε, τίς ἐστιν ὁ δανειστής, καὶ ὑποδείξω σοι τοὺς τούτου χρεωφειλέτας, ὧν εἷς ὑπάρχεις, καὶ αὕτη ἣν βλέπεις δακρύουσαν· δανειστὴς δὲ ἀμφοτέρων πέλω ἐγώ, καὶ οὐ μόνον ἀμφοτέρων, ἀλλὰ καὶ τῶν ἀνθρώπων πάντων ἐγὼ γὰρ πᾶσιν ἔχρησα ταῦτα ἃ ἔχουσιν, πνοήν, ψυχὴν καὶ αἴσθησιν, σῶμα καὶ κίνησιν· τὸν δανειστὴν οὖν τοῦ κόσμου, ἐν ὅσῳ ἔχεις, ὦ Σίμων, ἱκέτευσον καὶ βόησον· ‘Λύτρωσαί με τοῦ βορβόρου τῶν ἔργων μου.’
Οὐ δύνασαι δοῦναί μοι ἅπερ ἐποφείλεις μοι· κἂν σίγησον, ἵνα σοι χαρισθῇ ἡ ὀφειλή· μὴ καταδίκαζε τὴν καταδεδικασμένην, μὴ εὐτελίσῃς τὴν εὐτελισμένην, ἡσύχασον· οὐ τῶν σῶν, οὐδὲ τῶν ταύτης βούλομαί τι· χρεωλύτης ἀμφοτέρων ἐγὼ εἰμί, μᾶλλον δὲ πάντων· νομίμως, Σίμων, ἔζησας, ἀλλ᾽ ἐχρεώστησας· ἐλθὲ οὖν πρὸς τὴν χάριν μου ἵν᾽ ἀποδώσῃς μοι· ἴδε τὴν πόρνην ἣν βλέπεις καθάπερ τὴν ἐκκλησίαν βοῶσαν· ‘Ἀποτάσσομαι, ἐμφυσῶσα τῷ βορβόρῳ τῶν ἔργων μου.’ Ὑπάγετε, τὸ λοιπὸν τῶν χρεῶν ἐλύθητε· πορεύθητε, ἐνοχῆς παρεκτὸς πάσης ἐστέ· ἠλευθερώθητε, μὴ πάλιν ὑποταγῆτε· τοῦ χειρογράφου σχισθέντος, μὴ ἄλλο ποιήσητε.» Τὸ αὐτὸ οὖν, Ἰησοῦ μου, λέξον κἀμοί, ἐπειδή σοι ἀποδοῦναι ἃ χρεωστῶ οὐκ ἐξισχύω· σὺν τόκῳ γὰρ ἀνήλωσα καὶ τὸ κεφάλαιον· διὸ μὴ ἀπαιτήσῃς με ὅσον παρέσχες μοι, τοῦ τῆς ψυχῆς κεφαλαίου καὶ τῆς σαρκός μου τὸν τόκον· κουφίσας με ὡς εὔσπλαγχνος, ἄνες, ἄφες τοῦ βορβόρου τῶν ἔργων μου.
Τῇ δʹ τῆς εʹ ἑβδομάδος, κοντάκιον εἰς τὸν ἐσχηκότα τὸν λεγεῶνα τῶν δαιμόνων, φέρον ἀκροστιχίδα τήνδε· 〈ὁ Ψαλμὸς οὗτός ἐστιν Ῥωμανοῦ〉 πρός· Τὴν ζωὴν τῇ ταφῇ. Προοίμιον Τῶν θαυμάτων σου μεμνημένοι, Κύριε, σὲ ἱκετεύομεν λυτρωθῆναι τοῦ πονηροῦ καὶ τῆς βλάβης τῆς ἐξ αὐτοῦ· σὺ γὰρ μόνος ὑπάρχεις ὁ πάντων δεσπότης.
Ὁ λαὸς ὁ πιστὸς ἐν ἀγάπῃ Χριστοῦ συνελθὼν ἀγρυπνεῖ ἐν ψαλμοῖς καὶ ᾠδαῖς· ἀκορέστως δὲ ἔχει τοὺς ὕμνους Θεῷ· ἐπειδὴ οὖν Δαυὶδ ἐμελῴδησε, καὶ ἀναγνώσει εὐτάκτῳ γραφῶν ἐπευφράνθημεν· αὖθις Χριστὸν ἀνυμνήσωμεν καὶ τοὺς ἐχθροὺς στηλιτεύσωμεν· αὕτη γὰρ γνώσεως κιθάρα, τῆς δὲ γνώσεως ταύτης Χριστὸς ὁδηγὸς καὶ διδάσκαλος, ὁ πάντων δεσπότης.
Ψάλλειν ἐστὶ καλὸν καὶ ὑμνεῖν τὸν Θεὸν καὶ τιτρώσκειν ἐλέγχοις τοὺς δαίμονας πολεμίους ἀεὶ γενομένους ἡμῖν. Τί δὲ τούτους τιτρώσκειν ἐγνώκαμεν, ὅταν τὴν πτῶσιν αὐτῶν κωμῳδοῦμεν γηθόμενοι· ὄντως πενθεῖ ὁ διά[βολος], ὅταν δαιμόνων τὸν θρίαμβον ἐν ἐκκλησίαις τρ[αγῳ]δῶμεν· οὐ γὰρ δύναταί τι κατ᾽ ἀνθρώπων εἰ μὴ συγχωρ[εῖ αὐτῷ] ὁ πάντων δεσπότης.
Ἀναξίοις ἀεὶ βοηθῶν ὁ Χριστὸς καὶ ὁρῶν ἀθετοῦντας ὀργίζ[εται]· οἱ ἐχθροὶ 〈μὲν〉 εὐθέως ἐπέρχονται, οὐκ ἐᾷ δὲ αὐτοὺς ὁ [φιλάν]θρωπος ἐπὶ πολὺ παρ᾽ ἐκείνων ἀμέτρως κολάζεσθαι. Ἐν ἀοράτῳ γὰρ σχήματι οἱ δυσμενεῖς ἐπανίστανται [τοῖς] γυμνουμένοις τῆς προνοίας· ἀοράτως δὲ πάνυ λυτροῦται αὐτοὺς ἐκ τῆς πλάνης αὐτῶν ὁ πάντων δεσπότης.
Λαλιαὶ οὐκ εἰσὶν ἃ φθεγγόμεθα νῦν, ἀλλὰ ἔργα φωτ[ὸς] διελέγχοντα προφανῆ τῶν δαιμόνων τὴν νέκρωσιν· τ[ὴν] ἰσχὺν οὖν αὐτῶν ἐκπομπεύσωμεν τὴν ἀσθενοῦσαν ἡ[νί]κα ὁ κτίστης προΐσταται· ἦλθεν Χριστὸς καὶ ἠσθένησαν· [ἔφυ]γον τοῦτον ὡς δίκαιον· σῶμα ὁρῶντες ἐπλανῶντο, οὐκ εἰδότες ὡς ἔστι Θεὸς ἀληθὴς καὶ Θεοῦ υἱὸς ὁ πάντων δεσπότης.
Μάρτυς δὲ ἀληθὴς ὁ εὐαγγελιστὴς διαγράψας τὴν τού[των] ἀσθένειαν· τὴν γραφὴν οὖν ἡμεῖς διεξέλθωμεν. Ἐκ θ[αλάτ]της εἰς γῆν ἐξελθόντος Χριστοῦ, δαιμονιζόμενός τις ἐκ τῆς [πό]λεως ἤρχετο· γέγονεν οὗτος αἰχμάλωτος καὶ ἐδουλώθη τῷ δαίμονι· ἔθλιψε τοῦτον δεσμοῖς πλείστοις, ἀλλ᾽ ἐπέστ[η] Χριστὸς τὰ δεσμὰ διαλύων τὰ χρόνια, ὁ πάντων δεσπότης.
Ὁ πικρὸς ὀλετὴρ κυριεύσας αὐτὸν ἐπὶ χρόνους πολλοὺς διεκώλυε τὰ ἀσχήμονα κρύπτειν τοῦ σώματος· ἱματ[ίῳ] γὰρ οὐκ ἐκαλύπτετο, εἰς οἰκιὰν δὲ οὐκ ἔμενεν, ἀλλ᾽ ἐν [τοῖς] μνήμασιν. Ὢ συμφορὰ ἀδιήγητος· ὢ τραγῳδία ἀνέκφραστος· ἔμψυχος ἄνθρωπος ἐν τάφοις· ἀθλιώτερος ἦν τῶν νεκρῶν, εἰ μὴ ἔφθασεν ὁ πάντων δεσπότης.
Σῶμα κεῖται νεκρὸν ἐνταφίων τιμῇ καλυπτόμενος ἔνδον τοῦ μνήματος· ἡ δὲ γῆ τούτου κρύπτει τὸ ἄμορφον· εἰ γ[ὰρ] καὶ τάφος κατέχει τὸν θνῄσκοντα, οὐ λυπηρόν, οὐ χρηστὸν οὐκ αἰσθάνεται κείμενος. Ὁ δαιμονῶν δὲ ὁ ἄθλιος [οὐ]δὲ νεκρῷ παραπλήσιος· ζῶν γὰρ εἰς τάφον κατηνέ[χθη] καὶ γυμνὸς ἐνταφίων καὶ πάσης ζωῆς, εἰ μὴ ἔφθασεν ὁ πάντων δεσπότης. [Ὁ] γὰρ δαίμων αὐτὸν μεταξὺ τῶν νεκρῶν καὶ τῶν ζώντων πικρῶς ἐβασάνιζεν, ἑκατέροις κακοῖς περιβάλλων αὐτόν· ἐν τοῖς ζῶσιν ἁλύσεις ἐπέβαλεν, ἐν τοῖς νεκροῖς εἰς φθορὰν φυλακῇ ἐναπέκλεισεν, ἐν ταῖς ἐρήμοις ἐ[δ]ίωκεν, ἐν τοῖς βουνοῖς κατεκρήμνιζε, βόθροις κατέρριπτε καὶ τάφροις, πανταχοῦ θανατῶσαι σπουδάζων αὐτόν, εἰ μὴ ἔσωσεν ὁ πάντων δεσπότης. [Ὑλ]ακτῶν ὁ φονεὺς ὥσπερ κύων δεινῶς τοῦ δειλαίου τὸν φόνον ἐσκεύαζεν· ἀληθείᾳ ἀνθίστατο ὡς πονηρός· ὁ γὰρ δαίμων ἀεὶ ἐβουλεύετο ἐν τοῖς κρημνοῖς καταρρίπτειν ἢ πνῖξαι ἐν ὕδασιν, ἢ περιπεῖραι ἐν ξίφεσιν, ἢ ἀποκτεῖναι ἐν ὄρεσιν, ἢ τῷ πυρὶ καταναλῶσαι· οὐκ ἠδύνατο δέ, ἐπειδήπερ αὐτὸν διεφύλαττεν ὁ πάντων δεσπότης.
Ταῦτα ὁ δαιμονῶν ὑπομένων ποτὲ τῶν φρενῶν ἐγυμνοῦτο καὶ τοῦ λογισμοῦ, ἀπὸ τόπου εἰς τόπον πλανώμενος· τῷ Χριστῷ δὲ ἡνίκα συνήντησε καὶ βασιλέα κατεῖδε δυνάστην καὶ εὔσπλαγχνον, τὴν παρρησίαν ἐλάμβανε, τὸν λογισμὸν ἐπανήγαγε, τὴν ἀδικίαν ἐξαγγέλλει κράζων· «Ῥῦσαί με τοῦ ἀδικοῦντος ἐχθροῦ καὶ ἐλέησον, ὁ πάντων δεσπότης.» Ὁ χορὸς εὐσπλαγχνίσθη τῶν Χριστοῦ μαθητῶν· προσελθὼν ὑπὲρ τούτου ἱκέτευε, «Βλέψον, λέγων, Χριστέ, καὶ ἐλέησον πῶς καθυβρίσθη ἡ φύσις ἣν ἔπλασας, πῶς ὁ ἐχθρὸς ἀτιμάζει εἰκόνα τῆς δόξης σου, πῶς τυραννεῖται ὁ ἄνθρωπος ὃν ταῖς χερσί σου ἐτίμησας, πῶς τιμωρεῖται διὰ φθόνον ἐξ ἀρχῆς τοῦ ἐχθροῦ· ἀλλὰ σῶσον αὐτόν, παντοδύναμε, ὁ πάντων δεσπότης.
Σῶσον, σῶσον, Χριστέ, τὸν ἱκέτην τὸν σὸν ἀδικούμενον ὑπὸ τοῦ δαίμονος καὶ ἰάτρευσον τοῦτον ὡς εὔσπλαγχνος. Μὴ ἐγκαυχάσθω, σωτήρ, ὁ ἐχθρὸς ἡμῶν· ἐν τῇ ἰδίᾳ κακίᾳ, μὴ εἴπῃ· ‘Ἐνίσχυσα’. Οἴδαμεν ὡς ἀσθενής ἐστι σοῦ βουλομένου, φιλάνθρωπε· μόνον ἂν νεύσῃς, ἀπολεῖται· σῷ γὰρ νεύματι πάντα συνέστη, ἀεὶ δὲ συνίσταται, ὁ πάντων δεσπότης.» Ἐπακούων Χριστὸς τῶν αὐτοῦ μαθητῶν, ἐπευφραίν[ετο τού]των τοῖς ῥήμασι καὶ εὐθὺς πρὸς αὐτοὺς ἀπεκρίν[ατο]· «Ἀποδέχομαι τὴν προθυμίαν ὑμῶν, ἐπειδὴ θέλω ὑμᾶς ἐλεήμονας γίνεσθαι· πρὶν δὲ ὑμεῖς δεηθῆτέ μου, το[ύτῳ] παρέσχον τὰ σπλάγχνα μου, καὶ δι᾽ αὐτὸν παρεγενόμ[ην] ἐκ θαλάττης νυνί, ὁ πρὶν ἢ γεννηθῇ προειδὼς αὐτόν, ὁ 〈πάντων δεσπότης.〉 Σῶσαι πάντας ἐγὼ ἦλθον ἐξ οὐρανῶν ἡ αὐτόκλητος πάν[των] βοήθεια· διὰ τοῦτο καὶ ἄνθρωπος γέγονα, ἵνα τὸ γένος κατ[ά]ρας λυτρώσωμαι τὸ συγγενὲς τῆς σαρκός μου, διὸ καὶ σ[ε]σάρκωμαι ἔμψυχον σάρκα ὁ εὔσπλαγχνος· θέλω γὰρ σῶ[σαι] τὸν ἄνθρωπον, ὃν ἐλεήσας ἦλθον θέλων ἐν παρθένῳ γαστρί, μὴ λιπὼν οὐρανοὺς ὡς ἀχώριστος, ὁ πάντων δεσπότης.» Τοὺς αὐτοῦ μαθητὰς ἐκδιδάσκει Χριστός· ὁ δὲ δαίμων πρ[ὸς] ταῦτα ἐκώφευε καὶ ἐκτρέπεται πρὸς λοιδορίαν αὐτοῦ· τὸν κριτὴν ὁ κατάκριτος μέμφεται, τὸν δικαστὴν τὸν χρηστὸν αἰτιᾶται ὁ ἄδικος· «Τί ἡμῖν καὶ σοί, Ἰησοῦ;
φησίν· ἄνθρωπος εἶ τὸ φαινόμενον, οὐχ ὑποκείμεθα ἀνθρώπῳ· εἰ δὲ σὺ εἶ Θεός, δυσωπ[ῶ] ἵνα μὴ βασανίσῃς με, ὁ πάντων δεσπότης.
Ἵνα τί πρὸ καιροῦ βασανίσαι ἡμᾶς παρεγένου, ἰσχύειν οἰόμενος ὅπερ δύναται μόνος ποιεῖν ὁ Θεός; Ὅτι γὰρ τῷ κριτῇ ὑποκείμεθα τῷ οὐρανίῳ, καὶ κρίσις φρικτὴ προτεθήσεται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, τοῦτο σαφῶς ἐπιστάμεθα· σὺ δὲ τὸν χρόνον προλαμβάνεις καθ᾽ ἡμῶν ὡς Θεὸς καὶ ὡς ἔχων τὸ κράτος ἀήττητον, ὁ πάντων δεσπότης.
Νῦν γὰρ οἶδα κἀγὼ σὲ Μαρίας υἱόν, τὸν πατρίδα κτησάμενον τὴν Ναζαρέτ, καὶ ὡς ἐξ οὐρανῶν ἐπιτάττεις ἡμῖν. Φορτικὸς ἡμῖν ἦλθες πολέμιος, τῶν ἡμετέρων δεινὸς θηρευτὴς ἀποδέδειξαι· πάσης τῆς γῆς ἐδεσπόζομεν, πάντα αἰχμάλωτα εἴχομεν· σὺ δὲ ὡς μέγας αὐτοκράτωρ ἐπελθὼν αὐθεντεῖς, ἀπελαύνων ἡμᾶς ὧν κεκτήμεθα ὡς πάντων δεσπότης.
Ῥᾳδίως τοὺς ἡμῶν μάγους μέμνημαι πῶς γεννηθεὶς ἐ[κ Περ]σίδος ἀπέσπασας· σωφρονεῖν δὲ τὰς πόρνας μετέ[πει]σας· πλεονέκτας τελώνας ἐζώγρησας· τοὺς δὲ νε[κροὺ]ς ὑφ᾽ ἡμῶν κρατουμένους ἐσύλησας, τοὺς δαιμονῶν[τας] ἀπέλυσας, πάντων ἡμᾶς ἀπεστέρησας, ἅπερ οὐ[δεὶ]ς ἐξ Ἀδὰμ πρᾶξαι ἠδυνήθη ποτέ· ἀλλά, δέομαι, μὴ μαστιγώσῃς με ὡς πάντων δεσπότης.» Ὡς δεινὸς ὀλετὴρ οὐκ ἐπέγνω σαφῶς τὸν Χριστὸν ὡς αὐτός ἐστιν ὁ ποιητής, διὰ τοῦ φαινομένου πλανώμενος.
Εἰ γὰρ ἠπίστατο εἶναι δεσπότην αὐτόν, οὐκ ἂν ἐτόλμησε λέγειν αὐτῷ· «Τί σοὶ καὶ ἡμῖν;» Ταῦτα οὐκ ἔστι γινώσκοντος, ὥσπερ καὶ πρώην ἐπείραζεν [εἰς] τὸ πτερύγιον κραυγάζων· «Εἰ υἱὸς εἶ Θεοῦ»· καὶ ἐκεῖ γὰρ ἀμφέβαλεν ὅτι ἔστιν ὁ πάντων δεσπότης.
Μὴ θαυμάσωμεν δὲ εἰ υἱὸν τοῦ Θεοῦ ὀνομάζων ἠγνόει τὸν Κύριον· ὑϊοὶ γὰρ Θεοῦ ἐκαλοῦντό ποτε οἱ ἀγαπῶντες Θεὸν παντοκράτορα· [υἱ]ὸς πρωτότοκος ὁ Ἰσραὴλ ἐπεκέκλητο, καὶ ἐν τῇ Κτίσει εὑρίσκο[μεν] ὅτι υἱοὺς ἀπεκάλεσε τοὺς γυναιξὶν ἐπιφυρέντας· καὶ το[ι]οῦτον ἐνόμιζεν εἶναι καὶ νῦν τὸν φαινόμενον 〈τὸν πάντων δεσπότην〉.
Αὐτὸς οὖν Ἰησοῦς, ὡς καὶ <Θεὸ>ς ἰσχυρός, ἀφανῶς τιμωρεῖται τὸν δαίμονα καταλύσας αὐτοῦ τὴν θρασύτητα, καί φησι πρὸς αὐτόν· «Τί τὸ ὄνομά σοι;» Ὡς δικαστὴς φοβερὸς ἐρωτᾷ τὸν κατάρατον· οὐκ ἀγνοῶν δὲ ἐρώτησεν, ἀλλ᾽ ἵνα γνῶμεν τὸν ἄνθρωπον δαίμοσι πόσοις ἐπειράσθη· «Λεγεὼν γάρ, φησίν, ἔστι τ<ὸ ὄ>νομά μοι, ὡς ἐπίστασαι, ὁ πάντων δεσπότης.» Νῦν δὲ ὡς κελευσθεὶς ἐξελθεῖν τοῦ ἀνδρός, ἐστασίαζε καὶ καθικέτευε· ἡ θρασύτης δὲ πρὸς τὸ φαινόμενον, ἀλλ᾽ ἡ παράκλησις πρὸς τὸ ἀπόρρητον· ἡ τῶν μαστίγων ἀνάγκη ἐκίνει τὴν δέησιν.
Χοίρων ἀγέλη ὑπῆρχε δὲ καὶ πρὸς τὸ ὄρος ἐβόσκετο· εἶδεν ὁ δαίμων τὴν ἀνάγκην καὶ βοᾷ τῷ Χριστῷ· «Εἰ ἐκβάλλεις με, δὸς τὸ αἰτούμενον ὡς πάντων δεσπότης. Ὁ Χριστὸς Ἰησοῦς, εἰ ἐκβάλλεις ἐμέ, κἂν τὴν αἴτησιν πλήρωσον ἥνπερ αἰτῶ, εἰσελθεῖν εἰς τοὺς χοίρους ἐπίτρεψόν μοι.» Τῇ προστάξει οὖν τῇ τοῦ δεσπότου Χριστοῦ, τοῦ μὲν ἀνθρώπου ἐξῆλθον εὐθὺς τὰ δαιμόνια, εἰς δὲ τοὺς χοίρους εἰσέρχονται καὶ εἰς κρημνοὺς ἀποπνίγουσιν.
Ὄντως μεγάλα σου τὰ ἔργα, ὁ ἁρπάσας ἡμᾶς ἐκ χειρὸς τοῦ ἐχθροῦ, ὁ Θεὸς ἡμῶν, 〈ὁ πάντων δεσπότης.〉 <Ὑὸς> γὰρ οὔτε τινὸς ζῴου ἢ πετεινοῦ οἱ δαίμονές εἰ[σι δυ]νατώτεροι, ἐὰν μὴ ὁ Θεὸς συγχωρήσῃ αὐτοῖς.
Καὶ βλέπ[ε] πῶς οὐκ ἐτόλμησαν οἱ τολμηροὶ οὐδὲ τοῖς χοίροις αὐτ[οῖς] ἀκελεύστως ἐφίστασθαι· ὅτε δὲ ἔλαβον ἄδειαν, οὐδὲ [τῶν] χοίρων ἐφείσαντο· οὕτως ἠβούλοντο τὰ πάντα δια[θεῖναι], εἰ μὴ τῇ ἰσχύϊ αὐτοῦ διεφύλαττεν ὁ πάντων δεσπότης.
Ὑπηρέται Χριστοῦ, οἱ φιλοῦντες ἀεὶ παραμένειν καὶ ψάλλειν εἰ[ς] δόξαν αὐτοῦ, οἱ πομπεύσαντες νῦν τὸν διάβολον, π[αρα]καλέσωμεν τὸν κυβερνήτην ἡμῶν ἵνα καλῶς τὸν τοῦ [βίου] παρέλθωμεν κλύδωνα· οἴδαμεν δὲ ὡς ἀκοίμητον ἔχ[ει] τὸ ὄμμα φρουροῦν ἡμᾶς, καὶ ταῖς εὐχαῖς τῆς Θεοτόκου διασῴζει ἡμᾶς εἰς λιμένα τὸν εὔδιον καὶ ἀγαθὸν ὁ πάντων δεσπότης.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.